Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2008

ΑΝΤΙΜΗΝΣΙΟ -ΚΑΤΗΓΟΡΙΑ ΑΜΦΙΑ ΤΗΣ ΑΓΙΑΣ ΤΡΑΠΕΖΑΣ

Είναι τεμάχιο υφάσματος (διαστάσεων 40 χ50περίπου εκατοστών) πάνω στο oποίο έχουν ζωγραφιστεί ποικίλες ιερές παραστάσεις και σύμβολα. Κύρια παράσταση είναι ο Χριστός κατά τον τύπο του Επιταφίου, ή ο Χριστός στην άκρα ταπείνωση. Τα Αντιμήνσια καθαγιάζονται συνήθως στα εγκαίνια Ναών, χρίονται με Άγιο Μύρο και προσάπτονται σε μία τουλάχιστον γωνία τους Αγια Λείψανα. Όταν τελείται Θεία Λειτουργία σε μη εγκαινιασμένους Ναούς, σε εξωκλήσια, σε Στρατόπεδα ή στην ύπαιθρο, χρησιμοποιείται «φορητή» εγκαινιασμένη Άγία Τράπεζα, το 'Αντιμήνσιο (αντί + mensa = αντί τραπέζης). Σ' αυτή την περίπτωση πρέπει να υπάρχουν οπωσδήποτε προσραμμένα Αγια Λείψανα. Τα Αντιμήνσια χρησιμοποιούνται σε όλους τους Ί. Ναούς, εγκαινιασμένους και μη. Στη δεύτερη περίπτωση πρέπει να έχουν Άγια Λείψανα. Όπου το Αντιμήνσιο το καλύπτουν με το Είλητό, το προστατεύουν και από τις φθορές (τριβή με το Ευαγγέλιο).

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ

ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Ἦχος α' Ἀνδρέου Ἱεροσολυμίτου Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοὶ Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῶ ἀγκίστρω τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοί, Ταὶς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ὁ αὐτὸς Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν, οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νὺν δὲ τὴν οἰκουμένην, τῶ καλάμω σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῶ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῶ κόσμω, καὶ ταὶς ψυχαίς ἡμῶν τὸ μέγα ἔλεος. Ὁ αὐτὸς Τὸ πὺρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταὶς μυστικαὶς ἀκτίσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις, φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσε...

ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ

Εικόνα
ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Ὁ τῶ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτω προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτη, μαρμαρυγὴ αὐτοῦ τῆς θεότητος, ὅθεν καὶ κῆρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοὶς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτω Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὦς ἀπαρχὴν αὐτῷ καθιέρωσας, ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῶ συγγόνω τῶ σῶ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῶ ἐκ στεῖρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκ...

ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΠΑΡΑΜΟΝΟΣ

ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεϊας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καφοῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως, καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαπόμενον, κατανοήσας Παράμονε, τῶ θείω ζήλω, ὅλως ἔθελχθης καὶ ἀνεβόησας, Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε, γνῶτε παράνομοι τύραννοι, καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νὺν αὐτόκλητος, παρεγενόμην, μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῶ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι. Τὴ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλή τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως, μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταὶς χορείαις, τῶ...

ΟΣΙΟΣ ΠΑΤΗΡ ΣΤΕΦΑΝΟΣ Ο ΝΕΟΣ ΚΑΙ ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΕΙΡΗΝΑΡΧΟΣ

ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ NOEMBRIOY Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου. Ὅλην ἀποθέμενοι Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῶ Κυρίω, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκῶς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος, καὶ γὰρ συγκλείσας σου, οἴκω στενοτάτω μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἑνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα. Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα, ὅθεν ὦς θήρές σοί, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὦς πὲρ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησία πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Λαὸς ὃ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸ...

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ

ΣΤΙΧΗΡΑ, ΚΑΘΙΣΜΑΤΑ, ΑΠΟΛΥΤΙΚΙΑ ΔΙ' ΕΚΑΣΤΗΝ ΗΜΕΡΑΝ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ Τη Κυριακή εσπέρας. Μετά τον προοιμιακόν Ψαλμόν και το ενδιάτακτον Κάθισμα του Ψαλτηρίου, εις το Κύριε εκέκραξα ψάλλομεν στιχηρά κατανυκτικά Δεσποτικά. Ήχος α'. Πανεύφημοι Μάρτυρες. Τα πάντα παρήγαγες τω σω, Λόγω και τω Πνεύματι, δι' αγαθότητα Κύριε· είτα πεποίηκας, λογικόν με ζώον, ίνα σου το άγιον, δοξάζω παντοδύναμε όνομα, εγώ δε μάλιστα, τοις αισχροίς μου έργοις πάντοτε, ατιμάζω· αλλά φείσαι δέομαι. Γνώθι σου ταλαίπωρε ψυχή, την θείαν ευγένειαν, και την πατρίδα την άφθαρτον, και σπεύδε πάντοτε, αγαθοεργίαις, ταύτην καταλήψεσθαι· μηδέν σε των φθαρτών προσηλώσειε, της άνω μοίρας ει, το δε σώμα γη και φθείρεται· μη νικήση, το χείρον την κρείττονα. Δεύρο παναθλία μου ψυχή, προς τον υπεράγαθον, θερμοίς τοις δάκρυσι πρόσελθε, τα πεπραγμένα προ της κρίσεως σου, πάντα εξαγόρευσον, και ίλεων τον Κτίστην ταλαίπωρε, σαυτή απέργασαι, και συγχώρησιν εξαίτησαι, πριν την θύραν, κ...

ΙΩΑΝΝΟΥ Γ ΕΠΙΣΤΟΛΗ ΚΕΦ. Α

Ο πρεσβυτεροσ Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. 2 ᾿Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. 5 ᾿Αγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. 9 ῎Εγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. 11 ᾿Αγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθο...

ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΠΕΡΣΟΥ

ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Κόσμου, τὰ τερπνὰ καταλιπῶν, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πάσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὦς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νὺν συμμέτοχος. Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας, ὧ νὺν ἐγκοσμούμενος Μάκαρ, θείω τοῦ Δεσπότου σου θρόνω, μετὰ τῶν συνάθλων σου παρίστασαι. Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προϊστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγώνάς σου δοξαζωμεν. Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σω...

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Β

ΚΑΙ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. 2 καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. 3 καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.4 Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν 5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν· 6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. 7 καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.8 Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν ᾿Εδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. 9 καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν κ...

ΑΠΟΛΥΤΙΚΙΟΝ ΟΣΙΟΥ ΠΑΤΑΠΙΟΥ

Του Οσίου Παταπίου. Ηχος α΄.Της ερήμου πολίτης. Λουτρακίου το κλέος, Κορινθίας το καύχημα και των Γερανίων τον λύχνον, Θεοφόρον Πατάπιον, τιμήσωμεν εν ύμνοις ιεροίς, ιάσεις γαρ παρέχει δαψιλείς, τοις τη θήκη του λειψάνου αυτού πιστως, προστρέχουσι και κράζουσι.Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια σου, πάσιν ιάματα.

ΑΛΥΠΙΟΣ ΚΙΟΝΙΤΗΣ, ΝΙΚΩΝ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε. Παμμάκαρ Ἀλύπιε τὴν σήν, ἐκ παιδὸς ἀνέθηκας, ζωὴν Χριστῷ τῶ Θεῷ ἡμῶν, ὑφ' οὗ σθενούμενος, τῆς σαρκὸς τὰ πάθη, λογισμῶ ὑπέταξας, τὸ χεῖρον ὑποτάττων τῶ κρείττονι, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεόφρον Ἀλύπιε φωστήρ, καθωράθης μέγιστος, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, καὶ ἐνθέων ἔργων, ὅθεν μετὰ κοίμησιν, τὸ ἄδυτόν σε φῶς ὑπεδέξατο, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στῦλος ἐχρημάτισας σοφέ, Μοναστῶν Ἀλύπιε, ὕπερθεν στύλου ἱστάμενος, καὶ πιεζόμενος, καύσωνι καὶ κρύει, καὶ πολλαὶς ἀσκήσεσι, διὸ καθυπεδέξω τοῦ Πνεύματος, θεία χαρίσματα, ἰατρεύειν ἀρρωστήματα, καὶ διώκειν, πάθη χαλεπώτατα. «Ὁ πήξας ἐπ' οὐδενος τὴν γὴν τὴ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουααν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε». Ὡς λύ...

ΔΕΥΤΕΡΑ ΠΡΟΣΕΥΧΗ - ΑΠΟΔΕΙΠΝΟΝ

Δευτέρα προσευχή είναι το το Απόδειπνον, το οποίον αναγινώσκεται, εν μεν τη εκκλησία μετά τον Εσπερινόν, ήτοι μετά την δύσιν του ηλίου, κατ' οίκον δε προ της κατακλίσεως προς ύπνον, προσαγομένης δεήσεως προς τον Κύριον, όπως το στάδιον της νυκτός διέλθη εν ησυχία και ασφαλεία.Το Απόδειπνον διακρίνεται εις Μέγα, αναγινωσκόμενον κατά τας νηστησίμους ημέρας, και εις Μικρόν αναγινωσκόμενον καθ' όλον το έτος και εν τη περιόδω της Μεγ. Τεσσαρακοστής εκάστην Παρασκευήν εις τους Χαιρετισμούς, και Σάββατον και Κυριακήν.

ΜΙΚΡΗ ΕΙΣΟΔΟΣ

Είναι μια μικρή λιτανεία, που γίνεται στην αρχή σχεδόν της Θ. Λειτουργίας.Η μικρή είσοδος συμβολίζει την έναρξη της δημόσιας ζωής και δράσης του Χριστού. Όταν, δηλαδή, αφού βαπτίσθηκε στον Ιορδάνη από τον Άγιο Ιωάννη τον Πρόδρομο, άρχισε να εμφανίζεται μπροστά στα πλήθη των ανθρώπων και να τους διδάσκει τον Λόγο του Θεού.

ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ & ΑΓΙΟΣ ΜΕΡΚΟΥΡΙΟΣ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῶ Κυρίω ἄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τὴ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὦς Θεοῦ κατοικητήριον. Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῶ Ναῶ τῶ νομικῶ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτή, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῶ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῶ Κυρίω ἄδουσι, ψαλμικῶς μελωδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ. Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ, διὰ γὰρ σοῦ τῶ Θεῷ κατηλλάγημεν, Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῶ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῶ Ἀγγέλω πάντες, ...

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Α

ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς. 4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. 5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία. 6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. 7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. 8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. 9 Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο ...

ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΙΚΑΤΕΡΙΝΗ & ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΜΕΡΚΟΥΡΙΟΣ

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείω ναῶ σου, κατέχουσα προφρόνως, διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε. Αἰκατερίνης τὴν μνήμην νὺν ἑορτάσωμεν, αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργω, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν, Ἀλλὰ δεήσεσι ταύτης ῥύσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων. Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή, ἐν τῷ Σινὰ γὰρ ὄρει, ἐν ὧ εἶδε τὴν βᾶτον, Μωσὴς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκήνός σου, νύν μεταθεῖς σὲ φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ. Ὡς ἀλάβαστρον μύρου, τὸ αἴμά σου προσενήνοχας τῶ σῶ Νυμφίω Χριστῷ Αἰκατερῖνα ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ Ῥητόρων τὴν θρασυστομίαν ἀπήμβλυνας, καὶ τούτο...

ΑΝΑΚΟΜΙΔΗ

Η μεταφορά των λειψάνων ενός Αγίου στον τόπο ή στο Ναό του Αγίου.

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΜΙΚΡΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΥ ΚΑΝΟΝΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ο Μικρός Παρακλητικός κανόνας ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ μετά του Μεγάλου Παρακλητικού Κανόνος. Επίσης ψάλλεται υπο των πιστών οπως χαρακτηριστικά αναφέρει το Μέγα Ωρολόγιον «εν πάσει περιστάσει και θλίψει ψυχής». Ποίημα Θεοστηρίκτου μοναχού ή Θεοφάνους. Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν. (Εαν λαϊκός άρχεται: Δι’ ευχών των Αγίων πατέρων ημώς Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς.Αμήν). Ψαλμός ρμβ΄ (142) Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μή εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή ...

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Β

Ο πρεσβυτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, 2 διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ᾿ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· 3 ἔσται μεθ᾿ ὑμῶν χάρις, ἔλεος, εἰρήνη παρὰ Θεοῦ πατρὸς καὶ παρὰ Κυρίου ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ. 4 ᾿Εχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός. 5 καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν γράφων σοι καινήν, ἀλλὰ ἣν εἴχομεν ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. 6 καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. αὕτη ἐστὶν ἡ ἐντολή, καθὼς ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε. 7 ὅτι πολλοὶ πλάνοι εἰσῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες ᾿Ιησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. 8 βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσωμεν ἃ εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ἀπολάβωμεν. 9 πᾶς ὁ παραβαίνων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ Θεὸν οὐκ ἔχει· ὁ ...

ΚΛΗΜΕΝΤΑΣ ΡΩΜΗΣ, ΠΕΤΡΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας. Ἐπὶ τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες πορευθῶμεν τῶ νοϊ, καὶ κατίδωμεν πράγματα μεγάλα καὶ ξένα ἐκεῖσε τελεσθέντα, πῶς εἰς θυσίαν ἑαυτὸν τίθησιν ὡς πρόβατον ἄκακον, οἱ ἐράρχης καὶ μέγας πρόβολος Πέτρος, ὁ νυνὶ συγκαλεσάμενος ἡμᾶς ἐνταῦθα, καὶ τὴν ἁγίαν κάραν προθέμενος αὐτοῦ, καθάπερ ἔδεσμα σεπτόν, ἢ τρυφήσαντες νύν, ὀρθοδόξως αὐτῷ βοῶμεν, Χαίροις ὧ Πέτρε, ἡ πέτρα τῆς πίστεως. Ὡς πολύφορον κλῆμα ἐπὶ τῆς γῆς, ἁπλωθεὶς τῶν βασάνων κατατομή, ὡραίους ἐξήνθησας, ἀξιάγαστε βότρυας, σωτηρίου γλεῦκος, ἀεὶ ἀποστάζοντας, καὶ καρδίας πάντων, πιστῶν κατευφραίνοντας, ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τελοῦμεν γηθόμενοι, τὸν Χριστὸν μεγαλύνοντες, Ἱεράρχα πολύαθλε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου. Ἐκ τῆς ἄνωθεν ψήφου τῆς τοῦ Χριστοῦ, ἡγησάμενος ποίμνης ἐπὶ νομάς, εὐζώους ἐποίμανας, τῶν πανσόφων δογμ...

ΣΥΝΑΞΑΡΙΣΤΗΣ

Βιβλίο πού περιέχει τους βίους των Αγίων κάθε ημέρας ολόκληρο το χρόνο επίτομο, εξάτομο ή δωδεκάτομο. Είναι βιβλίο πού δεν πρέπει να λείπει από το σπίτι μας και να διαβάζεται κάθε ήμερα ο βίος του εορταζόμενου Αγίου. Μαζί με το Ευαγγέλιο είναι ο καθρέπτης των Χριστιανών, μέσα στον όποιο καθρεπτίζεται ή ζωή μας και έτσι αποφεύγονται άλλα επιβλαβή θεάματα ή ακροάματα...

ΤΡΙΩΔΙΟ

Είναι το πρωτεύον βιβλίο της ομωνύμου περιόδου και ακολουθείται ή τάξη πού σ' αυτό καθορίζεται. Περιλαμβάνει τις Ακολουθίες της περιόδου αυτής.

ΜΕΓΑ ΩΡΟΛΟΓΙΟ

Βιβλίο για όλους τους Χριστιανούς Ιερείς, Ψάλτες, Λαϊκούς. Περιλαμβάνει τις Ακολουθίες του νυχθημέρου, Εορτολόγιο, σύντομο Συναξάριο, Απολυτίκια, Κοντάκια, Παρακλητικούς Κανόνες, Ακολουθία της Θείας Μεταλήψεως και λοιπά χρήσιμα στοιχεία.

ΒΗΜΟΘΥΡΑ

Oι δύο σκαλιστές και πολλές φορές εικονογραφημένες πόρτες της Ωραίας Πύλης.

ΑΝΑΜΑ Ή ΝΑΜΑ

Ανάμα ή Νάμα: Το κατάλληλο κόκκινο κρασί που προσφέρεται για την τέλεση της Θείας Λειτουργίας.

ΑΝΑΓΝΩΣΜΑ

Περικοπή από τα βιβλία της Παλαιάς Διαθήκης, από τις Επιστολές (ή Πράξεις) και το Ιερό Ευαγγέλιο που διαβάζεται στις Ακολουθίες της Εκκλησίας και στη Θεία Λειτουργία.

ΑΛΛΗΛΟΥΪΑΡΙΟ

Τριπλό αλληλούϊα, που ψάλλεται ως εφύμνιο βιβλικών ή ψαλμικών στίχων ή μετά το Αποστολικό Ανάγνωσμα. Όταν παρεμβάλλονται και ψάλλονται και οι δύο στίχοι που υπάρχουν (ή προβλέπονται, στούς Αποστόλους τών καθημερινών) μετά τον Απόστολον των Κυριακών, ψάλλεται τρεις φορές (επί τρία).

ΑΓΙΟΙ ΠΑΤΕΡΕΣ ΑΜΦΙΛΟΧΙΟΣ & ΓΡΗΓΟΡΙΟΣ ΤΟΥ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων. Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῶ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῶ, δικαιοτάτω Πάτερ χρησάμενος. ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε. Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογία, τὴ ἀκριβεστάτη, καὶ τὴν διαίρεσιν φυγῶν, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν, ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος. Τέχνη σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκυνῆτον, συνετῶς διδάσκων, ὦς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκῶς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὦς αὐτὸς οἶδεν Ὅσιε. Βιβλιογραφία - Πηγές Μηναιίον Νοεμβρίου, Εκδ. Αποστ. διακονίας

ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΗΜΩΝ, ΑΠΦΙΑΣ, ΑΡΧΙΠΠΟΣ, ΟΝΗΣΙΜΟΣ, ΜΑΡΤΥΣ ΚΙΚΙΛΙΑ

ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτή. Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου. Στίχοι · Χριστοῦ καλοῦντος, ὤφθητε δρόμω ξένω, · Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλήσιν. · Εἰκάδι δευτερίη, Φιλήμονα ἔνθεν ἄειραν. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου. Στίχοι · Λουτροῦ φέρεις ἔκκαυσιν, ὧ Κικιλία, · Λούη δὲ λουτρὸν αἵματος διὰ ξίφους. · Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα · Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην. Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου. Στίχοι · Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω, · Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαισ...

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΘΕOΤΟΚΟΥ

ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ ἐν τῷ Ναῶ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου. Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῶ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο. Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταὶς ἀρεταίς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῶ Θεῷ, ὥσπερ σκεῦος Ἱερώτατον. Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ, τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίω τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ. Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοὶς πᾶσι προκαταγγέλλεται, Αὐτὴ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν. Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημέ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ

Μετά την Θ. Κοινωνία ψέλνουν όλοι το «Είδομεν το φως το αληθινόν…», έναν ύμνο για το Άγιο Πνεύμα, με τον οποίο ομολογούν την πίστη τους στην Αγία Τριάδα και την δοξολογούν, με αφορμή το μεγάλο μυστήριο που τελέσθηκε με τη δύναμη του Τριαδικού Θεού και στο οποίο όλη η Εκκλησία συμμετείχε.

ΜΕΓΑΛΥΝΑΡΙΑ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Χαίροις Αποστόλων δήμος σεπτός, Προφήται Κυρίου, και Μαρτύρων στερροί χοροί, θείοι Ίεράρχαι, και Όσιοι Πατέρες, και Δίκαιοι και πάντες, χαίρετε Άγιοι. Ένδοξοι Απόστολοι του Χρίστου, Μάρτυρες Κυρίου, και πανθαυμαστοί Αθληταί, Προφητών ο δήμος, Ιεραρχών Οσίων, ποιήσατε πρεσβείαν, υπέρ υμών προς θεόν. Τους Προφήτας πάντας άνευφημώ, και τους Αποστόλους, και Οσίους Καθηγητάς, Μαρτύρων την πάσαν, ομήγυριν συμφώνως, και πάντας τους Αγίους, ποθώ και φόβω υμνώ. Έχοντες εξάρχουσαν την Αγνήν, Νόες συν Προδρόμω, Αποστόλων θείος χορός, Προφητών Μαρτύρων, Ιεραρχών Όσίων, υπέρ ημών τον Κτίστην, καθικετεύσατε.

ΜΗΝ ΠΙΣΤΕΥΕΤΕ ΟΤΙ ΒΛΕΠΕΤΕ ΚΑΙ ΑΚΟΥΤΕ

Είπε ο αββάς Ηλίας: «Είδα εγώ κάποιον να βάζει κάτω από τη μασχάλη ένα δοχείο κρασί και για να καταισχύνω τους δαίμονες ότι ήταν εντύπωση πλανερή (και όχι πραγματική), λέω στον αδελφό: «Κάνε αγάπη και σήκωσέ το μου αυτό. Και μόλις σήκωσε το επανωφόρι του, αποδείχθηκε ότι δεν υπήρχε τίποτε κάτω από τη μασχάλη του. Αυτό το ανέφερα με την έννοια ότι και με τα ίδια σας τα μάτια αν δείτε κάτι ή ακούσετε κάτι, μην το πιστέψετε. Πολύ περισσότερο να προσέχετε τους λογισμούς, τις σκέψεις και τα νοήματα, γνωρίζοντας ότι οι δαίμονες τα σπέρνουν αυτά στην ψυχή για να τη διαστρέψουν, ώστε να σκέφτεται αυτά που την βλάπτουν και για να απομακρύνουν τον νού από τις αμαρτίες μας και από τον Θεό» Βιβλιογραφία - Πηγές Μεγάλο Γεροντικόν

ΕΙΣΟΔΙΑ ΘΕΟΤΟΚΟΥ

ΤΗ ΚΑ' (21η) ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ ἐν τῷ Ναῶ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου. Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῶ Κυρίω ἄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τὴ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον. Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη Ἁγνή, προσφέρεται τῶ Ναῶ, τῶ νομικῶ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτή, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῶ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῶ Κυρίω ἄδουσι ψαλμικῶς μελωδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ. Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Aποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ, διὰ γὰρ σοῦ τῶ Θεῷ κατηλλάγημεν, Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῶ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῶ Ἀγγέλω πάντες, ψαλμικῶς τὸ Χαίρέ σοί, τὴ πανσέμνω βοῶμεν, τὴ πρεσβεία σου σωζόμενοι. Τῶν...

ΠΡΟΕΟΡΤΙΑ ΕΙΣΟΔΙΩΝ, ΓΡΗΓΟΡΙΟΣ ΔΕΚΑΠΟΛΙΤΗΣ, ΠΡΟΚΛΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῶ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρὼς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον, ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῶ κόσμω, ὡς πάντων ὑπερτέρα, ἢ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείω Πνεύματι. Ἐπουρανίω τραφεῖσα, Παρθένε ἄρτω πιστῶς, ἐν τῷ Ναῶ Κυρίου, ἀπεκύησας κόσμω, ζωῆς ἄρτον τὸν Λόγον, ὧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῶ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῶ Θεῷ καὶ Πατρί. «Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον». Ἁγίω...

ΠΡΟΦΗΤΗΣ ΑΒΔΙΟΥ & ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΒΑΡΛΑΑΜ

ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιοῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοῦ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νὺν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Εἰς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχὴ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδία λαμπρότητι. Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν Θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῶ Δεσπότη πάντων, Ἀβδιοῦ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος. Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος, παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βία τούτου νικώμενον, σοῦ δ...

ΕΙΡΗΝΗ ΠΑΣΙ!

Ειρήνη πάσι! Πολύ συχνά ακούμε στον ναό εκφωνήσεις και ευχές που μιλούν για την ειρήνη. Μας υπενθυμίζουν ότι βρισκόμαστε στον οίκο του Θεού της ειρήνης και ότι η Εκκλησία του Χριστού είναι το βασίλειο της ειρήνης. Γι’ αυτό κάθε πιστός πρέπει να βιώνει την ειρήνη στις σχέσεις του προς τον Θεό, προς τους ανθρώπους και προς τον ίδιο τον εαυτό του.

ΣΧΕΤΙΚΑ ΜΕ ΤΟ ΠΡΟΣΦΟΡΟ

Αριστερά του αμνου βρίσκεται ένα τριγωνικό κομμάτι μέσα στο οποίο διακρίνονται τα γράμματα Μ, Θ ( Μήτηρ Θεού ) και συμβολίζει την Παναγία. Δεξιά του αμνού βρίσκεται ένα τετράγωνο κομμάτι που περικλείει 9 τρίγωνα. Αυτά συμβολίζουν τις 9 τάξεις των Αγγέλων και των Αγίων. Και τα δύο αυτά κομμάτια τα αποχωρίζει ο ιερέας από το πρόσφορο κατά την Προσκομιδή και τα τοποθετεί με αντίστοιχο τρόπο πάνω στο άγιο Δισκάριο. Το υπόλοιπο πρόσφορο κόβεται σε μικρά κομμάτια και διανέμεται ως "αντίδωρο" στους πιστούς στο τέλος της θ. Λειτουργίας. ΣΧΕΤΙΚΑ ΘΕΜΑΤΑ Ο Αμνός http://agiosonoufrios.blogspot.com/2008/11/blog-post_2390.html

ΚΙ ΕΓΩ ΑΜΑΡΤΩΛΟΣ ΕΙΜΑΙ

Έναν αδελφό που είχε πέσει σε κάποιο αμάρτημα, τον απομάκρυνε ο πρεσβύτερος από την εκκλησία. Σηκώθηκε τότε ο αββάς Βησσαρίων και βγήκε μαζί του λέγοντας: «Κι εγώ αμαρτωλός είμαι». Πηγές ΤΟ ΜΕΓΑ ΓΕΡΟΝΤΙΚΟΝ

ΠΡΟΣΕΥΧΗ ΜΕΣΗΜΕΡΙΑΝΗ 2

Μετὰ τὸ ἄριστον· Μετὰ δὲ τὸ γεύσασθαι, ἀνιστάμενοι καὶ τῷ Θεῷ εὐχαριστοῦντες, λέγομεν: Εὐχαριστοῦμεν σοι, Χριστὲ ὁ Θεός ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μή στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ' ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθέ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς. Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός, Δόξα Σοι ὁ Θεός. Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΡΟΣΕΥΧΗ ΜΕΣΗΜΕΡΙΑΝΗ 1

Τὸ μεσημέρι Πρὸ τοῦ Ἀρίστου Ἐλθόντες εἰς τὴν τράπεζαν λέγομεν· + Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. (Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Ὑιοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.) Δόξα Πατρί καὶ Ὑιῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. (Πάτερ ἅγιε εὐλόγησον.) Χριστὲ ὁ Θεός ἡμῶν, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων Σου, + ὅτι ἅγιος εἶ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΑΡΤΥΡΕΣ ΠΛΑΤΩΝ & ΡΩΜΑΝΟΣ

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Τὴ ἀσκήσει πυρούμενος, τὴ ἀθλήσει στομούμενος, ταὶς πολλαὶς κολάσεσι λιπαινόμενος, ξίφος γεγένησαι δίστομον, συγκόπτον τὰς φάλαγγας, τῶν δαιμόνων Ῥωμανέ, Ἀθλητῶν ἐγκαλλώπισμα, θεῖον καύχημα, τῆς σεπτῆς Ἐκκλησίας ὡραιότης, τῶν ἐν αἵματι ἰδίω, τελειωθέντων πανεύφημε. Ἀναρτήσει ξεόμενος, καὶ εἱρκτὴ συγκλειόμενος, καὶ τὴν γλῶσσαν ἔνδοξε ἀφαιρούμενος, καὶ παρειὰς συντριβόμενος, καὶ τέλος μακάριον, τὴ βιαία πνιγμονή, Ἀθλοφόρε δεχόμενος, ἀπερίτρεπτος, ἀταπείνωτος ὤφθης συνεργεῖα, Ῥωμανὲ Πνεύματος θείου, ὅθεν πιστῶς εὐφημούμέν σε. Ῥητορεύει τὸ νήπιον, καὶ ἐκπλήττει τοὺς ἄφρονας, καὶ σεπταὶς ἐνστάσεσιν ὡραϊζεται, καὶ τελειώσει λαμπρύνεται, πλουτῆσαν τὴν εὔκλειαν, τῶν Ἁγίων Ἀθλητῶν, ὧν τὸν ζῆλον ἐκτήσατο, ἀξιάγαστε, Ῥωμανὲ γενναιόφρον, μεθ' οὗ λύσιν, ὀφλημάτων ἡμῖν πᾶσι, καταπεμφθῆναι ἱκέτευε. Φοβερὰ καὶ παράδοξα, τὰ τρόπαια Κύριε τοῦ Μάρτυρός σου, τῶν γὰρ ἀλιέων ζηλώσας τὴν παρρησίαν, καὶ τὴν Σκηνορράφου θεο...