Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2016

Η ΛΑΜΠΑΣ, Η ΤΩΝ ΕΡΓΩΝ ...

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσοστομε.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται. Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται. Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται. Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ

Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ παροικῶν ᾠκειώθης, ὦ Ξενοφῶν τῷ Κυρίῳ ὃν δυσώπει παμμάκαρ, παθῶν ἡμᾶς ἐξελέσθαι.

... ΑΝΩΘΕΝ ΥΜΑΣ, ΝΕΦΕΛΗΝ ΔΡΟΣΟΒΟΛΟΣ

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον». Κάμινον σφοδρῷ πυρὶ τὴν καιομένην, τῆς ἀπ᾿ ἀλλήλων διαστάσεως, στερρῶς ὑπεμείνατε· τὰ γὰρ σπλάγχνα σπαραττόμενοι, καὶ τὰς ψυχὰς πυρούμενοι, κέντρῳ τῆς συμφυΐας, ἄθλους Μαρτύρων ἠνύσατε. Ἄνωθεν ὑμᾶς, νεφέλη δροσοβόλος φιλανθρωπίας ἐπεσκίασε, Σιὼν ἐν τοῖς ὄρεσιν, ἔνθα δρόσος ἡ τοῦ Πνεύματος, τοὺς Μαθητὰς ἐπύρσευσε, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον. Ἵλεων ἡμῖν, καὶ εὐμενῆ γενέσθαι, τὸν Εὐεργέτην ἱκετεύσατε Πατέρες πανόλβιοι, τοῖς ἡμῶν νῦν μακαρίζουσι, τὸ ἱερὸν μνημόσυνον, φυτῶν ἡνωμένων καὶ συνημμένων τῇ χάριτι.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΞΕΝΟΦΩΝΤΟΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου. Στίχοι Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα, Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ. Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ. Στίχοι Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω, Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν. Στίχοι Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ, Οἷς Ἀνανίας ἡδέως συνεισέδυ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν, Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Σὺν τῷ Γαβρ...

ΤΟΥΣ ΒΙΩΤΙΚΟΥΣ ΘΟΡΥΒΟΥΣ

Τοὺς βιωτικοὺς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε, σὺν αὐτῷ οὖν σε γεραίρομεν, Πατέρων Πάτερ Ἀντώνιε.

ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΦΩΝΗΣ

Τῆς τοῦ Χριστοῦ φωνῆς ἐπακούσας, ἐπορεύθης ὀπίσω τῶν αὐτοῦ ἐντολῶν, γυμνὸς τοῦ βίου γενόμενος, καὶ ἀπορρίψας φροντίδας πάσας τῶν χρημάτων, κτημάτων, καὶ οἰκετῶν σου, καὶ ἀδελφῆς τὴν στοργήν, θεοφόρε Ἀντώνιε· καὶ μόνος ἐν τοῖς ἐρήμοις, τῷ Θεῷ ὁμιλῶν καθαρώτατα, γνώσεως χάριν εἴληφας· ἣν μοι πέμψον ὑμνεῖν σε μέλλοντι, Πατέρων Πάτερ Ἀντώνιε.

ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου. Στίχοι Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων, Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων. Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος. Στίχοι Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον, Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις, Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΠΕΤΡΟΥ

Τῌ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου. Στίχοι · Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν, · Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων. · Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν. Στίχοι Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ, Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα. Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον, Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος. Στίχοι Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ. Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΕΥΚΛΕΗ ΚΑΙ ΜΕΓΑΝ

Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

ΜΗ ΠΑΛΑΙΟΥΜΕΝΟΝ ΣΑΥΤΩ

Μὴ παλαιούμενον σαυτῷ, Ἰωάννη ἀρεταῖς πεποικιλμένον, ἐξυφαίνων χιτῶνα, περιβολὴν πενιχράν, ἐν εἴδει πτωχοῦ σὺ ἐνδέδυσαι, τοῖς τῶν γεννητόρων, προσκαρτερῶν πυλῶσιν. Ἄμεμπτος ἄλλος ὡς Ἰώβ, πρὸ θυρῶν κακοπαθεῖς ὡς ἐν κοπρίᾳ, ὑποφέρων ὀνείδη τῶν οἰκετῶν σου Σοφέ, λιμῷ τε καὶ δίψει πιεζόμενος· ὅθεν ἐκληρώσω, τὴν ἄνω βασιλείαν. Κατηκολούθησας σαφῶς, ᾧ περ εἴληφας χερσὶν Εὐαγγελίῳ· καὶ ἐπτώχευσας Μάκαρ, πενθῶν ἐν ὅλῃ ζωῇ· καὶ πρᾶος γέγονας καὶ ἄκακος· καὶ τῆς βασιλείας, τῆς ἄνω κληρονόμος. Ἄλλος ἐδείχθης Ἀβραάμ, τὴν Τριάδα ξεναγῶν τῇ σῇ καλύβῃ, ἀναβάσεσι θείαις, καὶ λογισμοῖς καθαροῖς, καὶ ἄκρᾳ πτωχείᾳ Μακάριε, ταύτην θεραπεύσας, εἰς πάντας τοὺς αἰῶνας.

ΠΑΥΛΟΥ ΤΟΥ ΘΗΒΑΙΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ Θηβαίου καὶ τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου. Στίχοι Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι, Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας; Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη. Στίχοι Ἀρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην, Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην. Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου. Στίχοι Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον. Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται. Στίχοι Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου, Ἑξαπτέρυξι συμπαρίστανται Νόοις. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΕΝ ΙΟΡΔΑΝΗ ΠΟΤΑΜΩ, ΙΔΩΝ ΣΕ Ο ΙΩΑΝΝΗΣ ΠΡΟΣ ΑΥΤΟΝ

Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΒΒΑΔΩΝ

Τῌ ΙΔ′ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Απόδοσις - Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀββάδων, τῶν ἐν Σινᾷ ὄρει ἀναιρεθέντων. Στίχοι Σπάθαι τὸ πράξαν ὧδε τοὺς πολλοὺς φόνους, Τὸ δ' αὖ πεπονθός, ἄνδρες ἀρετῆς φίλοι. Ἀββάδας ἀμφὶ τετάρτῃ καὶ δεκάτῃ κτάνε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Πατέρων, τῶν ἐν τῇ Ῥαϊθὼ ἀναιρεθέντων. Στίχοι Ὡς πρὶν Ῥαχὴλ τὰ τέκνα, νῦν τοὺς Ἀββάδας, Κλαίει Ῥαϊθώ, συγκεκομμένους σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, υἱοῦ Νείλου τοῦ σοφοῦ. Στίχοι Ὁ Θεόδουλος ἀρεταῖς ὤφθη μέγας, Μιμούμενος μάλιστα πατρὸς τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου, τοῦ κτίσαντος τὴν Μονὴν τοῦ Χηνολάκκου. Στίχοι Τῷ Χηνολάκκου τὴν Μονὴν δειμαμένῳ. Θείῳ Στεφάνῳ, λάκκος ὠρύχθη τάφου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Μάρτυς Ἁγνή, ἐν σκοτεινῇ φρουρᾷ βληθεῖσα, τελειοῦται. Στίχοι Ἁγνὴν ἄναγνοι θέντες εἰς οἶκον σκότους, Πάμφωτον αὐτῇ προύξένησαν ...

ΕΡΜΥΛΟΥ ΚΑΙ ΣΤΡΑΤΟΝΙΚΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. Στίχοι Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ, Κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις Ἕρμυλον ἠδ᾿ ἑτάρον δεκάτῃ πνίξε τρίτῃ Ἴστρος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως. Στίχοι Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει, Θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται. Στίχοι Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως, Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται. Στίχοι Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος, Οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιού, τῆς καλουμένης τοῦ Βαθέος Ῥύακος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΤΑΤΙΑΝΗΣ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τατιανῆς. Στίχοι Τῆς πάντα λαμπρᾶς Τατιανῆς τῇ κάρᾳ, Λαμπρὸν προεξένησε τὸ ξίφος στέφος. Τῇ δυοκαιδεκάτῃ Τατιανῆς αὐχένα κέρσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Ἀβεσαλαμίτου. Στίχοι Ἐπανθρακωθεὶς καρδίαν θείῳ πόθῳ, Ἐπ' ἀνθράκων ἥδιστα Πέτρος ἐκπνέει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Μερτίου. Στίχοι Θεὸν πόθων ὕψιστον, ἰσχυρὸν μόνον, Μαστίζεται Μέρτιος ἰσχυρῶς ἄγαν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ὀκτὼ Μάρτυρες, οἱ ἀπὸ Νικαίας, ξίφει τελειοῦνται. Στίχοι Θνῄσκει χορός τις ὀκτάριθμος ἐκ ξίφους, Αἰῶνος εὑρεῖν ὀγδόου ζωὴν θέλων. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Εὐθασία ξίφει τελειοῦται. Στίχοι Αὐτῷ Θεῶ Σωτῆρι κόσμου προσφέρει, Αὐτῆς κεφαλὴν ἐκ ξίφους Εὐθασία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἠλιού. Στίχοι Ἄλλος δέδεικται θαυματουργὸς Ἠλίας, Ὁ θαυματουργὸς οὗτος ὄντως Ἠλίας. Τα...

ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝοΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ Κοινοβιάρχου καὶ Καθηγητοῦ τῆς ἐρήμου. Στίχοι Κοινοῦ Θεοδόσιος Ἡγεμὼν βίου, Κοινὴ Μονασταῖς ἐκβιώσας ζημία. Ἑνδεκάτῃ ὀλοὸν βίοτον λίπε Κοινοβιάρχης. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων. Τελεῖται δὲ ἐνδὸν τοῦ Μαρτυρίου τῆς Ἁγίας Ἀναστασίας ἐν τοῖς Δομνίνου ἐμβόλοις, καὶ Μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τοῦ Ἁγίου Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος αἰκιζόμενος τελειοῦται. Στίχοι Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις. Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειούται. Στίχοι Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ, Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΠΟΙΜΕΝΑ

Τὸν ποιμένα τὸν καλόν, Γρηγόριον τὸν πάνσοφον, τῶν Νυσσαέων Πρόεδρον, τοῦ Βασιλείου τοῦ σοφοῦ, ὁμότροπον ὁμαίμονα, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, τιμήσωμεν ἅπαντες.

ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης, καὶ Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης. Στίχοι Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος, οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει. Γρηγόριον δεκάτῃ θανάτου κνέφας ἀμφεκάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτηνῆς. Στίχοι Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη, Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας. Στίχοι Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος, Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος, Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ἱερουργεῖται σήμερον, ἡ πολύευκτος, μνήμη σου, Μάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρε Πολύευκτε· Χριστῷ γὰρ εὐάρεστος, δεκτὴ θυσία γέγονας, τῷ σφαγιασθέντι, διὰ σὲ καὶ τυθέντι· ὃν παῖδες εὐλογοῦσιν, ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. Ἀθλητικὴν τὴν ἔνστασιν, Ἀθλητὰ μέχρις αἵματος, ἐπιδεδειγμένος, ἐπὶ γῆς Πολύευκτε, παστάδα πολύφωτον, ἐν οὐρανοῖς ἐσκήνωσας, τῇ τῶν σῶν αἱμάτων, βαπτισθεὶς κολυμβήθρᾳ, καὶ μέλπων· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νενεκρωμένην πταίσμασι, τὴν ψυχήν μου ἀνάστησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ χρώμενος, τοῖς θείοις προστάγμασι, διαρρυθμίζων Ἔνδοξε, ἀξιοπρεπῶς, πρὸς ἀρετὴν ἐπιστρέφων, βοῶσαν· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς ...

..... Ο ΚΤΙΣΤΗΣ ΤΩΝ ΑΠΑΝΤΩΝ

Ἐν Ἰορδάνῃ ποταμῷ, ὁ Κτίστης τῶν ἁπάντων, τὴν κάραν ὑποκλίνας, τὸ Βάπτισμα λαμβάνει· καὶ τῶν δρακόντων κεφαλὰς ἀοράτως συνθλάσας, ῥώμην παρέσχε τοῖς βροτοῖς κατὰ τοῦ μεγαλόφρονος, τοῦ πρὶν ἐν Παραδείσῳ πτερνίσαντος τὸν Ἀδάμ, ἐν βρώσει τῇ τοῦ ξύλου, καὶ θανάτῳ ὑποβαλόντος αὐτὸν παρ᾽ ἐλπίδα. Διὸ ὁ ἀθλητὴς νῦν Πολύευκτος, κολακείαις γυναικὸς μὴ ὑποκύψας, ἤθλησε στερρῶς, προτείνας τὴν κάραν, ἥνπερ ἀποτμηθεῖσα, τὸν δόλιον ᾔσχυνε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΟΛΥΕΥΚΤΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυεύκτου. Ὁ Πολύευκτος, οὗ πάθος τομὴ Λόγε, Πολλῆς δι᾽ εὐχῆς, εἶχε σοῦ παθεῖν χάριν. Ἀμφ' ἐνάτην Πολύευκτε τομὴ μέγα δῶκέ σου εὖχος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ. Κἂν Εὐστρατίου πνεῦμα λαμβάνῃ πόλος, Τὸ σῶμα τῇ γῇ θαυμάτων βλύζει χάριν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Οὐκ ἐνέδωκας τοῖς πόνοις πιεζόμενος, τοῖς τῆς ἀσκήσεως, σατανικοῖς λογισμοῖς· τὸν νοῦν γὰρ ἀρρέμβαστον, πρὸς τὸν δυνάμενον, σῴζειν Κύριον, σὺ κεκτημένος ἅπασαν, προσβολὴν ἀπετινάξω. Χαμευνίαις ἀγρυπνίαις καὶ νηστείαις σου, πάντα ἐνέκρωσας, μέλη σοῦ τὰ ἐπὶ γῆς· καὶ νῦν τὴν ἀκήρατον, καὶ ἄπονον βιοτήν, ζῇς Μακάριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ὑμνούντων σε σὺν πόθῳ. Τοῦ ἀεὶ Ὄντος τὸν τάφον ἐπεθύμησας, ἄκρως θεάσασθαι, καὶ προσκυνῆσαι Σοφέ, κἂν τούτῳ γενόμενος, ἔκρινας ὅσιον, δι' ἀσκήσεως, συννεκρωθῆναι Ὅσιε, τῷ δι' οἶκτον νεκρωθέντι.

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΧΟΖΕΒΙΤΟΥ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης. Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα, Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα. Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Χοζεβίτου. Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ, Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σῦν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου. Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ, Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους. Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου, Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου. Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ, Τὸ καρτερὸν σου πρὸς πάλας δεικνὺς δύω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τῇ ...

ΤΟΝ ΦΩΤΙΣΜΟΝ ΗΜΩΝ

Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί, δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἲδὲ ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τοῦ Λυτρωτοῦ ἡμῶν, ὑπὸ δούλου βαπτιζομένου, καὶ τῇ τοῦ Πνεύματος παρουσίᾳ μαρτυρουμένου, ἔφριξαν ὁρῶσαι Ἀγγέλων στρατιαί· φωνὴ δὲ οὐρανόθεν ἠνέχθη ἐκ Πατρός. Οὗτος ὃν ὁ Πρόδρομος χειροθετεῖ, Υἱός μου ὑπάρχει ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τὰ Ἰορδάνια ῥεῖθρα, σὲ τὴν πηγὴν ἐδέξαντο, καὶ ὁ Παράκλητος, ἐν εἴδει περιστερᾶς κατήρχετο, κλίνει κορυφήν, ὁ κλίνας οὐρανούς, κράζει καὶ βοᾷ, πηλὸς τῷ Πλαστουργῷ. Τί μοι ἐπιτάττεις τὰ ὑπὲρ ἐμέ; ἐγὼ χρείαν ἔχω τοῦ σοῦ βαπτισμοῦ. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Η ΣΥΝΑΞΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΔΡΟΜΟΥ ΙΩΑΝΝΟΥ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Σύναξις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τοῦ Ἁγίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Συνέδραμε δὲ καὶ ἡ τῆς παντίμου καὶ ἁγίας αὐτοῦ Χειρὸς πρὸς τὴν Βασιλεύουσαν μετένεξις. Στίχοι Ἐμὴ σε γλῶσσα Κήρυξ πῶς ἂν αἰνέσῃ, Ὃν γλῶσσα Χριστοῦ γηγενῶν μείζω λέγει; Μνήμη ἐβδομάτη Προδρόμου λάχεν αἰδοίοιο. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΘΕΟΦΆΝΕΙΑ ΣΤΗΝ ΣΜΥΡΝΗ

https://youtu.be/Yf6gnIKJv5E

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗΝ ΜΟΥ ΤΗΝ ΤΙΜΙΩΤΕΡΑΝ...

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων. (Δὶς) Μεγάλυνον ψυχή μου, τὸν ἐν Ἰορδάνῃ, ἐλθόντα βαπτισθῆναι. Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Προδρόμου, τὸ βάπτισμα λαβόντα. Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς πατρῴας, φωνῆς μαρτυρηθέντα. Μεγάλυνον ψυχή μου, τὸν ἕνα τῆς Τριάδος, κλίναντα τὸν αὐχένα, καὶ βάπτισμα λαβόντα. Προφῆτα, δεῦρο πρὸς με, ἔκτεινον τὴν χεῖρα, καὶ βάπτισόν με τάχος. Προφῆτα, ἄφες ἄρτι, καὶ βάπτισόν με θέλων· πληρῶσαι καὶ γὰρ ἦλθον, πᾶσαν δικαιοσύνην. Σήμερον ὁ Δεσπότης, κλίνει τὸν αὐχένα, χειρὶ τῇ τοῦ Προδρόμου. Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις, Ἰορδάνου. Σήμερον ὁ Δεσπότης, νάμασιν ἐνθάπτει, βροτῶν τὴν ἁμαρτίαν. Σήμερον ὁ Δεσπότης, ἄνωθεν μαρτυρεῖται, Υἱὸς ἠγαπημένος. Σήμερον ὁ Δεσπότης, ἦλθεν ἁγιάσαι, τὴν φύσιν τῶν ὑδάτων. Σήμερον ὁ Δεσπότης, τὸ βάπτισμα λαμβάνει, ὑπὸ χειρὸς Προδρόμου. Δόξα... Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ ἀδιαιρέτου, Θεότητος τὸ κράτος. Καὶ νῦν... Μεγάλυνον ψυχή μου, τὴν λυτρωσα...

ΕΦΛΕΞΕ ΡΕΙΘΡΩ ΤΩΝ ΔΡΑΚΟΝΤΩΝ ΤΑΣ ΚΑΡΑΣ

«Ἔφλεξε ῥείθρῳ τῶν δρακόντων τάς κάρας, Ὁ τῆς καμίνου τὴν μετάρσιον φλόγα, Νέους φέρουσαν εὐσεβεῖς κατευνάσας, Τὴν δυσκάθεκτον ἀχλὺν ἐξ ἁμαρτίας, Ὅλην πλύνει δέ, τῇ δρόσῳ τοῦ Πνεύματος». Σὲ ζωγραφοῦσαν τὴν Ἀσσύριον φλόγα, Ἐκστῶσαν ἵστης, εἰς δρόσον μετηγμένην. Ὕδωρ ὅθεν νῦν ἀμφιέσσαο φλέγον, Σίντην κάκιστον Χριστὲ προσκεκευθμένον, Πρὸς τὴν ὄλισθον ἐκκαλούμενον τρίβον. Ἀπορραγέντος τοῦ Ἰορδάνου πάλαι, Ἰσθμῷ περᾶται λαός, Ἰσραηλίτης, Σὲ τὸν κράτιστον ἐμφοροῦντα τὴν κτίσιν, Ἠπειγμένως νῦν ἐν ῥοαῖς διαγράφων, Πρὸς τὴν ἄρρευστον καὶ ἀμείνονα τρίβον. Ἴδμεν τὸ πρῶτον τὴν πανώλεθρον κλύσιν, Οἰκτρῶς σε πάντων εἰς φθορὰν παρεισάγειν, Ὦ τρισμέγιστα χρηματίζων καὶ ξένα. Νῦν δὲ κλύσαντα Χριστὲ τὴν ἁμαρτίαν, Δι᾽ εὐπάθειαν, καὶ βροτῶν σωτηρίαν.

ΤΗ ΓΑΛΙΛΑΙΑ ΤΩΝ ΕΘΝΩΝ

Τῇ Γαλιλαίᾳ τῶν Ἐθνῶν, τῇ τοῦ Ζαβουλὼν χώρᾳ, καὶ τοῦ Νεφθαλεὶμ γαίᾳ, ὡς εἶπεν ὁ Προφήτης, φῶς μέγα ἔλαμψε Χριστός· τοῖς ἐσκοτισμένοις φαεινὴ ὤφθη αὐγή, ἐκ Βηθλεὲμ ἀστράπτουσα• μᾶλλον δὲ ἐκ Μαρίας ὁ Κύριος πάσῃ τῇ οἰκουμένῃ ἀνατέλλει τάς ἀκτῖνας, ὁ Ἥλιος τῆς Δικαιοσύνης. Διὸ οἱ ἐξ Ἀδὰμ γυμνοί, δεῦτε πάντες ὑποδύωμεν αὐτόν, ἵνα θαλφθῶμεν· σκέπη γὰρ γυμνῶν, καὶ αἴγλη ἐσκοτισμένων, ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον.

ΤΡΙΑΣ ΥΠΕΡΟΥΣΙΕ, ΥΠΕΡΑΓΑΘΕ

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι μετὰ ἀν...

ΤΑ ΑΓΙΑ ΘΕΟΦΑΝΕΙΑ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ΣΤ᾽ τοῦ αὐτοῦ μηνός, τὰ Ἅγια Θεοφάνεια τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στίχοι Τοὺς οὐρανοὺς Βάπτισμα τοῦ Χριστοῦ σχίσαν, Τοὺς αὐτὸ μὴ χραίνοντας ἔνδὸν εἰσάγει. Βάπτισεν ἐν ποταμῷ Χριστὸν Πρόδρομος κατὰ ἕκτην. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ, Ο ΜΟΝΟΓΕΝΗΣ ΥΙΟΣ

Ἐν εἰρήνῃ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ Ἁγίου Οἴκου τούτου, Καὶ τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου Πρεσβυτερίου τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῆς ἁγίας Μονῆς ταύτης, πάσης Πόλεως Χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἁγιασθῆναι τὸ ὕδωρ τοῦτο, τῇ δυνάμει καὶ ἐνεργείᾳ καὶ ἐπιφοιτήσει τοῦ Ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ καταφοιτῆσαι τοῖς ὕδασι τούτοις τὴν καθαρτικὴν τῆς ὑπερουσίου...

ΦΩΝΗ ΚΥΡΙΟΥ ΕΠΙ ΤΩΝ ΥΔΑΤΩΝ ΒΟΑ ΛΕΓΟΥΣΑ

Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων βοᾷ λέγουσα· Δεῦτε λάβετε πάντες, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, Πνεῦμα φόβου Θεοῦ, τοῦ ἐπιφανέντος Χριστοῦ. Σήμερον τῶν ὑδάτων, ἁγιάζεται ἡ φύσις, καὶ ῥήγνυται ὁ Ἰορδάνης, καὶ τῶν ἰδίων ναμάτων ἐπέχει τὸ ῥεῦμα, Δεσπότην ὁρῶν ῥυπτόμενον. Ὡς ἄνθρωπος ἐν ποταμῷ, ἦλθες Χριστὲ Βασιλεῦ, καὶ δουλικὸν Βάπτισμα λαβεῖν, σπεύδεις ἀγαθέ, ὑπὸ τῶν τοῦ Προδρόμου χειρῶν, διὰ τάς ἁμαρτίας ἡμῶν φιλάνθρωπε. Πρὸς τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἐτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε, μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· πῶς φωτίσει ὁ λύχνος τὸ Φῶς; πῶς χειροθετήσει δοῦλος τὸν Δεσπότην; ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα Σωτήρ, ὁ αἲρων τοῦ κόσμου τὴν ἁμαρτίαν.

ΑΠΕΣΤΡΕΦΕΤΟ ΠΟΤΕ, Ο ΙΟΡΔΑΝΗΣ ΠΟΤΑΜΟΣ

Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν... Ὁ δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον, καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾽ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ. Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν...

ΕΝ ΤΟΙΣ ΡΕΙΘΡΟΙΣ ΣΗΜΕΡΟΝ

Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με·σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον.

ΙΩΑΝΝΗ ΒΑΠΤΙΣΤΑ, Ο ΕΝ ΜΗΤΡΑ

Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν Ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετὰ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ χειρί σου, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

ΤΕΛΟΣ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ

Τέλος τοῦ Μαρτυρίου, ἐδέξασθε ὁμοῦ, τῷ ξίφει θανατούμενοι, σὺν γυναιξί, καὶ παισί, Χριστῷ βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἠγάλλοντο οἱ Ἅγιοι, ὁρῶντες ἑαυτούς, τῷ ξίφει τελειουμένους, καὶ πίστει ἀνεκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῶν ἀσεβῶν τὸ φρύαγμα, ἠφάνισται ἐκ γῆς, καὶ οἱ θεοὶ πεπτώκασιν, εἰς γῆν καὶ συνετρίβησαν, τῇ τῶν Μαρτύρων ὁμολογίᾳ, καὶ θείᾳ στερρότητι.

ΠΡΟΕΟΡΤΙΑ ΦΩΤΩΝ ΚΑΙ ΜΝΗΜΗ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΘΕΟΠΕΜΠΤΟΥ ΚΑΙ ΘΕΩΝΑ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Προεόρτια τῶν Φώτων, καὶ μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ, καὶ τῆς Ὁσίας Συγκλητικῆς. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ. Στίχοι Ὅπως τελευτᾷ Θεόπεμπτος, εἰπάτω. Ἄθλων τελευτῶ, τὴν κάραν τμηθεὶς ξίφει. Ἒθεντὸ μ,᾽ ἐκραύγαζε τοῦ Ψαλτηρίου, Λάκκῳ, Θεωνᾶς Μάρτυς, ἐν κατωτάτῳ. Πέμπτῃ ἐκ ξίφεος λίπε τὸν δὲ βίον Θεόπεμπτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Συγκλητικῆς. Στίχοι Συγκλητικὴ λιποῦσα δουλείαν βίου, Κλητοῖς Θεοῦ σύνεστι δούλοις ἐν πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν Ἀκρίτᾳ. Στίχοι Ὁ Γρηγόριος ἀρεταῖς λάμψας μέγα, Λαμπρῶς μεταστάς, καὶ μέγα πλουτεῖ κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται. Στίχοι Ἦλθον θαλάσσῃ εἰς βάθη, λέγει Σάϊς, Φυγὼν τὰ ποτίζοντα τῆς πλάνης βάθη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος ὑπὸ δημίων πατούμενος τελειοῦται. Στίχοι Πόδες π...

ΘΕΟΝ ΑΝΔΘΡΩΠΟΙΣ ΙΔΕΙΝ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μεγαλύνομεν». Χερσὶν ὁ πλάσας Χριστὲ τὸν ἄνθρωπον, ἐν τῇ χειρὶ Προδρόμου ὑποκύπτεις ὡς ἄνθρωπος, ταπεινούμενος ὅπως ὑψώσῃς με, πάλαι ταπεινωθέντα, καὶ ἀπολλύμενον, δόξα τῇ ἐνδόξῳ, καὶ φρικτῇ οἰκονομίᾳ σου. Ψυχῶν ἡ κάθαρσις εὐτρεπίζεται, ὁ φωτισμός, ἡ λύσις τῶν δεινῶν ἐπεδήμησεν, Ἰορδάνη ποταμὲ εὐφράνθητι, χόρευσον πᾶσα ἡ κτίσις, γῆ τε καὶ θάλασσα, κρότησον δοξάζουσα Χριστόν, τὸν ὑπεραγαθόν. Ὡς ὢν ἁπάντων καλῶν τὸ πλήρωμα, ἔρχῃ βοῶν τῷ πλήρει, ἁγιότητος δούλῳ σου, ἐκπλαγέντι τὴν σὴν συγκατάβασιν· Ἔγγισον βάπτισόν με· θέλω πληρῶσαι γάρ, φύσιν τῶν βροτῶν ἁγιασμοῦ, καὶ καθαρότητος.

ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝοΥΑΡΙοΥ Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων. Στίχοι Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους, Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις. Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ, Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται. Στίχοι Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου, Ἑξαπτέρυξι συμπαρίστανται Νόοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου. Στίχοι Ἀθανάσιος συνθανὼν τῷ Ζωσίμῳ, ᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής. Στίχοι Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν. Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀ...

ΤΗΣ ΣΩΦΡΟΣΥΝΗΣ Ο ΚΡΑΤΗΡ

Τῆς σωφροσύνης ὁ κρατήρ, τὸ στόμα τῆς σοφίας, καὶ βάσις τῶν δογμάτων, Βασίλειος ὁ μέγας, πᾶσιν ἀστράπτει νοερῶς. Δεῦτε οὖν, καὶ στῶμεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, θερμῶς ἐνατενίζοντες, τοῖς θαύμασι τοῖ...

ΠΕΡΙΤΟΜΗΝ ΚΥΡΙΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ

Τῇ Α' τοῦ αὐτοῦ μηνὸς ἑορτάζομεν τὴν κατὰ σάρκα Περιτομὴν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στίχοι Χριστοῦ περιτμηθέντος, ἐτμήθη Νόμος. Καὶ τοῦ Νόμου τμηθέντος, εἰσήχθη Χάρ...