Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2010

Η ΚΟΡΥΦΑΙΑ ΚΡΗΠΙΣ....

Ἡ κορυφαία κρηπὶς τῶν Ἀποστόλων, τὰ πάντα κατέλιπες καὶ ἠκολούθησας, τῷ Διδασκάλῳ βοῶν αὐτῷ· σὺν Σοὶ θανοῦμαι, ἵνα καὶ ζήσω τὴν μακαρίαν ζωήν. Διὸ μεμακάρισαι καὶ ἀναδέδειξαι, τῆς παμμεγίστου τῶν πόλεων, δόξα καὶ κλέος, καὶ Ἐκκλησίας, Πέτρε ἑδραίωμα, καὶ πύλαι, ᾍδου οὐ κατίσχυσαν, ὄντως ταύτης Χριστὸς ὡς προεφήτευσεν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ ἐκ κοιλίας μητρὸς ἀφωρισμένος, ὑλώδους ἐμφάσεως, βάρος ἁπάσης φυγών, ἀνεπτερώθης τῷ ἔρωτι, ὄντως τῆς θείας, Παῦλε ἀγάπης πρὸς ὕψος ἔνθεον, ἔνθα τὸν ὑπέρφωτον, γνόφον τοῦ θείου φωτός, ὑπεισελθὼν ὥς τις ἄσαρκος, τὴν τῶν ἀρρήτων, κατεπλουτίσθης ῥημάτων μύησιν, καὶ ἀπεστάλης τοῖς τυφλώττουσι, φῶς μηνύων Χριστὸν τόν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ φῶς ὑπάρχων πρὸ πάντων τῶν αἰώνων, ὅτε κατηξίωσας πρὸς με τὸν ἄνθρωπον, ἐπιδημῆσαι δι' ἄφατον, φιλανθρωπίαν, καὶ σάρξ γενέσθαι δι' ἀγαθότητα, τότε φῶτα δεύτερα τῆς σῆς λαμπρότητος, καὶ ἀστραπῆς ἀποστίλβοντα, τοὺς Ἀποστόλους, καὶ μαθητάς σου Σῶτερ...

ΩΣ ΑΥΤΟΠΤΑΙ ΚΑΙ ΜΑΡΤΥΡΕΣ...

Ὡς αὐτόπται καὶ μάρτυρες, τῆς τοῦ Λόγου σαρκώσεως, Μαθηταὶ πανόλβιοι μακαρίζεσθε· ὡς ἀστραπαὶ γὰρ ἐκλάμποντες, τῷ κόσμῳ ἐφάνατε, καὶ ὡς ὄρη νοητά, γλυκασμόν ἐσταλάξατε, ὡς ἀέναοι, ποταμοὶ Παραδείσου μερισθέντες, τῶν ἐθνῶν τὰς Ἐκκλησίας, θείοις ποτίζετε νάμασιν. Ὡς βολίδες ἀστράπτουσαι, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, εἰς τὸν κόσμον ἅπαντα διεπέμφθητε, τὴν τῶν θαυμάτων ἐνέργειαν, ἀφθόνως παρέχοντες, λειτουργοὶ τῶν τοῦ Χριστοῦ, μυστηρίων γενόμενοι, καὶ θεόγραφοι, θείας χάριτος πλάκες γεγραμμέναι, θεοδίδακτον τὸν νόμον, ἱερομύσται πανόλβιοι. Ἁλιέων ὁ κάλαμος, φιλοσόφων τὸ φρύαγμα, καὶ ῥητόρων ῥεύματα διετάραξε, θεοσοφίας διδάγματα, χαράττων καὶ δόγματα, καὶ μυρίων ἀγαθῶν, τηλαυγῶς ἐκτιθέμενος, εὐαγγέλιον, καὶ τρυφῆς ἀϊδίου μετουσίαν, καὶ Ἀγγέλων ἀπολαύσεις, καὶ διαμένουσαν εὔκλειαν.

ΡΗΣΕΙ ΘΕΟΠΝΕΥΣΤΩ...

Ῥήσει θεοπνεύστῳ λαλῶν Ἀββακούμ, ὄρος σε δασὺ καὶ κατάσκιον, ὁ θεῖος ἔφη, τὸν ἐλθόντα ἐκ Θαιμάν, καὶ βροτωθέντα Δέσποινα, διὰ σοῦ μηνύων σαφέστατα.

ΕΔΩΚΑΣ ΚΑΥΧΗΜΑΤΑ....

Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους, σου ἐν ᾗ ὑπερλάμπουσι νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥς περ ἀστέρες, λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τοὺς διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΩΣ ΟΝΤΑ ΣΤΕΡΡΟΤΑΤΟΝ, ΧΡΙΣΤΟΣ ΣΕ ΠΕΤΡΑ ΚΕΚΛΗΚΕ

Ὡς ὄντα στερρότατον, Χριστὸς σε πέτρα κέκληκε, Πέτρε, καὶ ἐν σοὶ τὴν Ἐκκλησίαν, ἧς ᾍδου πύλαι οὐ κατισχύσουσι. Σὲ δὲ Παῦλε σκεῦος ἐκλογῆς, ἔφη τούτου φέρειν σε, ἐθνῶν ἔμπροσθεν τοὔνομα. Πέτρος ἀρνησάμενος, ἐκ τρίτου τὸν διδάσκαλον, τριττῇ τοῦ φιλεῖν συγκαταθέσει, προσῳκειώθη, Παῦλος δ' ὁ πρὶν βλασφημῶν, σοβαρῶς τε θλίβων τοὺς πιστούς, ὕστερον ἐκήρυττεν, ὃν ἐδίωκε πρότερον. Ἀκήρατον εὔκλειαν, καὶ δόξαν τὴν ἀΐδιον, Πέτρε πρὸς Χριστὸν σὺν Παύλῳ εὗρες, τὰς κλεῖς αὐτὸς μέν των οὐρανῶν πιστευθείς, ὁ δὲ εἰς Παράδεισον ἀχθείς, ῥήματά τε ἄρρητα, μυηθεὶς ὑπὲρ ἄνθρωπον.

ΛΑΜΠΡΑ ΤΟΥ ΠΕΤΡΟΥ ΤΑ ΘΑΥΜΑΤΑ

Λαμπρὰ τοῦ Πέτρου τὰ θαύματα σεπτὰ δὲ καὶ τοῦ Παύλου τὰ τέρατα· τὰ γὰρ σουδάρια, σκιαί τε τούτων νοσήματα, τῶν ἀσθενῶν ἰῶνται προσεπεγγίζοντα. Ὁ Πέτρος ὄντως ὁ ἔνδοξος, καὶ Παῦλος ἀληθῶς ὁ θεσπέσιος, δυὰς ἡ ἔνθεος, καὶ τῆς σεπτῆς καταγώγια, ζωαρχικῆς Τριάδος, ἁπάντων μνήσθητε. Νοσούντων ψυχὰς καὶ σώματα, ὡς θεῖος ἰατρὸς καὶ πανάριστος, Πέτρος ἰάσατο, Παῦλος δὲ ἔθνη κατηύγασε, καὶ τῷ φωτὶ Κυρίου ἐσημειώσατο.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ, ΤΕΛΟΥΝΤΕΣ ΕΟΡΤΗΝ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ΤΟΥΣ ΑΣΦΑΛΕΙΣ ΚΑΙ ΘΕΟΦΘΟΓΓΟΥΣ ΚΗΡΥΚΑΣ

Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ΣΩΤΗΡ ΜΟΥ

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΤΩΝ ΜΑΘΗΤΩΝ ΤΗΝ ΠΑΝΤΙΜΟΝ

Τῶν Μαθητῶν τὴν πάντιμον δωδεκάδα, χαρμονικῶς συνδράμωμεν εὐφημῆσαι· Χαίρετε τὴν σύμπασαν κυκλώσαντες, καὶ τῶν ἐθνῶν ζωγρήσαντες, τὰς κακοπίστους ἀγέλας, μαθητευθέντων τὰ θεῖα.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΩΝ ΙΒ (12)

ΤΤῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ'. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ', καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη. Στίχοι Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους, Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν. Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας. Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΚΛΗΣΙΝ ΠΑΡΑ ΧΡΙΣΤΟΥ, ΚΟΜΙΣΑΜΕΝΟΝ ΩΦΘΗΣ...

Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΤΟΝ ΒΥΘΟΝ ΤΗΣ ΑΛΙΕΙΑΣ ΚΑΤΑΛΙΠΩΝ

Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΠΟΙΟΙΣ ΕΥΦΗΜΙΩΝ ΣΤΕΜΜΑΣΙΝ...

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος. Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔ...

Ο ΩΣΠΕΡ ΟΝΤΑ ΚΑΛΩΝ ΤΑ ΑΝΥΠΑΡΚΤΑ, ΧΡΙΣΤΟΣ ΤΗ ΘΕΙΑ ΓΝΩΣΕΙ, ΠΑΥΛΕ ΠΑΜΜΑΚΑΡΙΣΤΕ...

Ὁ ὥσπερ ὄντα καλῶν τὰ ἀνύπαρκτα, Χριστὸς τῇ θείᾳ γνώσει, Παῦλε παμμακάριστε, αὐτὸς ἐκ μητρικῆς γαστρὸς σε ἐξελέξατο, βαστάσαι, ἐναντίον τῶν ἐθνῶν, αὐτοῦ τὸ θεῖον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἐνδόξως γὰρ δεδόξασται. Τὴν ἐσομένην μηνύων σοι ἔλλαμψιν, τῆς εὐσεβείας Παῦλε, καὶ πλάνης τὴν καθαίρεσιν, Χριστὸς ἐπιφανείς, ἐν ὄρει ἀστραπόμορφος, τὸ ὄμμα μὲν σκοτίζει τῆς σαρκός, τὴν ψυχὴν συνετίζει δέ, τῆς Τριάδος τῇ γνώσει· ἐνδόξως γὰρ δεδόξασται. Περιτομὴν με τελῶν ὀκταήμερον, καὶ ζηλωτὴς πατρῴων Παῦλε παραδόσεων, Ἑβραίων ἐκ σπορᾶς φυλῆς Βενιαμίτιδος, ἐν νόμῳ Φαρισαῖός τε δειχθείς, ἡγήσω πάντα σκύβαλα, καὶ Χριστὸν ἐκέρδησας· ἐνδόξως γὰρ δεδόξασται.

ΚΟΡΥΦΑΙΟΥΣ ΟΦΘΕΝΤΑΣ ΤΩΝ ΜΑΘΗΤΩΝ

Κορυφαίους ὀφθέντας τῶν μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον· τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν· ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι· Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ἡμῶν.

ΕΔΩΚΑΣ ΚΑΥΧΗΜΑΤΑ, ΤΗ ΕΚΚΛΗΣΙΑ ΦΙΛΑΝΘΡΩΠΕ....

Ἔδωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους σου, ἐν ᾗ ὑπερλάμπουσι, νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥσπερ ἀστέρες λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τους διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΤΩ ΤΡΙΤΤΩ ΤΗΣ ΕΡΩΤΗΣΕΩΣ...

Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο· διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων, Κύριε, πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν, Αὐτὸν ἱκέτευε, θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ο ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΧΑΡΙΝ

Ὁ οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα μὲ λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός. Ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβών ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος. Ὁ ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεον ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχόν σε, τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τῆς μετὰ πίστεως προσεδρεύουσιν· Ὅθεν ἀ...

ΣΟΥ ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΤΗΝ ΑΛΥΣΙΝ

Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν, ἣν ὑπὲρ Χριστοῦ ὡς κακοῦργος ἐφόρεσας, τὰ στίγματά τε Παῦλε περιπτυσσόμεθα, ἃ ἐν τῷ εὐκλεεῖ σου, καὶ νικηφόρῳ φέρεις σώματι. ΤΟ ΑΚΟΥΤΕ Νῦν ἀναλύσας Ἀπόστολε, πρὸς τὸν ὑπὸ σοῦ ἀενάως ποθούμενον, αὐτῷ τε ὡς θεράπων συναυλιζόμενος, ἀπαύστοις ἱκεσίαις, τοὺς σοὺς ἱκέτας πρὸς σὲ ἕλκυσον. Νῦν οὐδαμῶς ἐν αἰνίγματι, οὐδὲ ἐν ἐσόπτρῳ Χριστὸς σοι ὀπτάνεται, πρὸς πρόσωπον δὲ μᾶλλον ὁρᾶται πρόσωπον, τελείαν σοι τὴν γνῶσιν ἀποκαλύπτων τῆς Θεότητος.

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

ΣΕ ΤΗΝ ΥΠΕΡΕΝΔΟΞΟΝ ΝΥΜΦΗΝ...

Σὲ τὴν ὑπερένδοξον νύμφην, καὶ Παναγίαν Θεοτόκον, τὴν τὸν Κτίστην τεκοῦσαν, τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν ὕμνοις μεγαλύνομεν». Σοῦ ἡ ὑπερβάλλουσα χάρις, δημοσιεύεται ἀξίως, τῆς σκιᾶς σου τὰ πάθη τῶν ἀσθενούντων, Πέτρε φυγαδευούσης· διὸ σε μεγαλύνομεν. Φάσμασι τὸν Σίμωνα μάγον, τὸν θεομάχον ἐπαρθέντα, πρὸς αἰθέριον ὕψος, καταβαλὼν ἀρρήτῳ θείᾳ δυνάμει, ὁ Πέτρος μακαρίζεται. Τῶν πλημμελημάτων τὴν λύσιν, ταῖς ἱκεσίαις σου παράσχου, φωτισμόν τε καρδίας, καὶ εὐφροσύνην πνεύματος τοῖς ὑμνοῦσι, τὴν μνήμην σου Ἀπόστολε.

ΤΑ ΚΑΤΑ ΠΟΛΙΝ ΔΕΣΜΑ ΚΑΙ ΤΑΣ ΘΛΙΨΕΙΣ ΣΟΥ

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε; ἢ τὶς παραστήσει τοὺς ἀγῶνας καὶ τοὺς κόπους σου, οὓς ἐκοπίασας ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ἵνα πάντας κερδήσῃς, καὶ Χριστῷ προσαγάγῃς τὴν Ἐκκλησίαν. Ἀλλὰ ταύτην αἴτησαι, φυλάττειν τὴν καλήν σου ὁμολογίαν, μέχρι τελευταίας ἀναπνοῆς, Παῦλε Ἀπόστολε, καὶ διδάσκαλε τῶν Ἐκκλησιῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε, τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, τοὺς ῥαβδισμούς, τοὺς λιθασμούς, τὴν περίοδον, τὸν βυθόν, τὰ ναυάγια; θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. Διὸ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θ...

ΘΕΟΝ ΣΥΛΛΑΒΟΥΣΑ ΠΑΡΘΕΝΕ...

Θεὸν συλλαβοῦσα Παρθένε, Κυριοτόκος ὀνομάζῃ, κατ' ἀξίαν· διὸ σε, οἱ πιστοὶ συμφώνως δοξολογοῦντες, ἐν ὕμνοις μεγαλύνομεν.

ΧΑΙΡΕ ΘΡΟΝΕ ΠΥΡΙΜΟΡΦΕ ΚΥΡΙΕ, ΧΑΙΡΕ ΝΥΜΦΗ ΑΝΥΜΦΕΥΤΕ...

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε νύμφη ἀνύμφευτε Παρθένε, Χαῖρε νεφέλη ἥλιον ἐκλάμψασα, τῆς δικαιοσύνης, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΔΕΥΡΟ ΔΗ ΜΟΙ ΣΗΜΕΡΟΝ ...

Δεῦρο δὴ μοι σήμερον, τὸ τῶν πιστῶν εὐθύμως καλλιέρημα, χοροστατήσαντες ἅμα, τοὺς τῆς χάριτος ἐκλόγους ὑφάντας, Πέτρον καὶ Παῦλον πρέπουσιν ἐγκωμίοις στεφανώσωμεν, ὅτι ἀφθόνως πᾶσι τὸν λόγον κατασπείραντες, σὺν τούτοις καὶ τὴν χάριν τοῦ Πνεύματος κατεπλούτησαν, καὶ τῆς ἀληθινῆς ἀμπέλου ὑπάρχοντες κλήματα, βότρυν ἡμῖν πέπειρον ἐξεπέπαναν, εὐφραίνοντα τὰς καρδίας ἡμῶν. Πρὸς οὓς βοήσωμεν, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρῷ συνειδότι, λέγοντες· Χαίρετε πορθμευταὶ τῶν ἀλόγων, καὶ ὑπουργοὶ τῶν ἐν λόγῳ. Χαίρετε τοῦ παντὸς ποιητοῦ καὶ κηδεμόνος ἐκλόγια τερπνά. Χαίρετε πρόξενοι τῶν ἀγαθῶν, καὶ διῶκται τῶν δολερῶν. Οὓς ἱκετεύσωμεν πρεσβεύειν ἀεί, εἰρήνην σταθηρὰν τῷ κόσμῳ δωρήσασθαι, πρὸς τὸν Κτίστην καὶ Διδάσκαλον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΠΕΤΡΕ, ΚΟΡΥΦΑΙΕ ΤΩΝ ΕΝΔΟΞΩΝ...

Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων, Ἐκκλησιῶν, ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.

ΣΥΝΕΚΡΑΘΗ ΤΩ ΠΟΘΩ ΣΟΥ Ο ΠΑΥΛΟΣ, ΤΗΝ ΚΑΛΗΝ ΔΕ ΑΛΛΟΙΩΣΙΝ ΕΞΕΣΤΗ....

Συνεκράθη τῷ πόθῳ σου ὁ Παῦλος, τὴν καλὴν δὲ ἀλλοίωσιν ἐξέστη· οὐχ ἑαυτῷ γὰρ ἔζη ὁ ἀοίδιμος, εἶχε δὲ οἰκτίρμον, ζῶντα ἐν αὐτῷ σε, εἰς πάντας τοὺς αἰῶνας. Σὺ ἡρμόσω ὡς νύμφην παραστῆσαι, τῷ νυμφίῳ Χριστῷ τὴν Ἐκκλησίαν· νυμφαγωγὸς γὰρ ταύτης ἀναδέδειξαι, Παῦλε θεοφόρε· ὅθεν κατὰ χρέος, τὴν μνήμην σου γεραίρει. Ἠγωνίσω τὸν κάλλιστον ἀγῶνα, καὶ τελέσας τὸν δρόμον σου νομίμως, Χριστῷ προσῆλθες χαίρων παναοίδιμε· ὅθεν τῶν στεφάνων, Παῦλε ἠξιώθης, τῶν τῆς δικαιοσύνης.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΑΠΑΝΤΕΣ, ΤΗΝ ΚΟΡΥΦΗΝ ΥΜΝΗΣΩΜΕΝ,,,

Τῶν Ἀποστόλων ἅπαντες, τὴν κορυφὴν ὑμνήσωμεν, Πέτρον καὶ Παῦλον τοὺς θείους, τῆς οἰκουμένης φωστῆρας, τοὺς κήρυκας τῆς πίστεως, τὰς θεολόγους σάλπιγγας, δογμάτων τοὺς ἐκφάντορας, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ καθαιρέτας τῆς πλάνης.

Ο ΤΑ ΣΥΜΠΑΝΤΑ ΦΕΡΩΝ ...

Ὁ τὰ σύμπαντα φέρων, τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ, τοὺς ὁσίους σου Παῖδας, ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἐκτενοῦσί σου χεῖρας, καὶ σταυρῷ σε περιζώσουσιν, ὁ Δεσπότης προφητεύων, Πέτρε προστάττει ἕπεσθαι κράζοντα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Τῷ τῆς χάριτος λόγῳ, τὸν μὲν Αἰνέαν παρειμένον δεινῶν, Ταβιθὰν δὲ θανοῦσαν, τερατουργῶν ἀνέστησας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁ τῷ Πέτρῳ τὰ ἔθνη, κεκαθαρμένα ἀποφήνας Χριστέ, τῇ τοῦ Πνεύματος αἴγλῃ, κἀμοῦ τὰς φρένας κάθαρον κράζοντος· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΩΣ ΕΠΙ ..... ΘΕΟΣ ΕΥΛΟΓΗΜΕΝΟΣ

Ὡς ἐπὶ πόκον ὑετός, ἐν σοὶ κατέβη Παρθένε Χριστὸς ὁ Θεός, καὶ σαρκοφόρος ἐκ σοῦ προῆλθεν, ἑνῶν τὰ πρὶν διεστηκότα, εἰρήνην ἐν γῇ, καὶ οὐρανῷ δωρούμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

Ο ΕΝ ΑΡΧΗ ΑΝΑΡΧΟΣ ΛΟΓΟΣ, ΣΥΝ ΠΑΤΡΙ ΚΑΙ ΤΩ ΠΝΕΥΜΑΤΙ, ΥΙΟΣ ΜΟΝΟΓΕΝΗΣ

Ὁ ἐν ἀρχῇ ἄναρχος Λόγος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής, εὐλογημένος εἶ καὶ ὑπερυψούμενος, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τὸ συμπαθὲς θείᾳ προνοίᾳ, τοῦ Χριστοῦ παιδευόμενος, ἐκμιμεῖσθαι συγχωρῇ, τὸ πρὸ τοῦ πάθους Πέτρε τῆς ἀρνήσεως, ὑποστῆναι κλυδώνιον. Σοὶ ὁ Χριστὸς πρώτῳ κληθέντι, καὶ σφοδρῶς ἀγαπήσαντι, ὡς προέδρῳ εὐκλεῶς, τῶν Ἀποστόλων, πρώτῳ ἐμφανίζεται, ἀναστὰς ἐκ τοῦ μνήματος. Σοῦ τὸ τρισσὸν τῆς πρὸ τοῦ πάθους, ἐξαλείφων ἀρνήσεως, ὁ Δεσπότης τῷ τρισσῷ τῆς θεοφθόγγου ἐρωτήσεως, βεβαιοῖ τὴν ἀγάπησιν. Τῆς πρὸς Χριστὸν Πέτρε φιλίας, προετίθεσο μάρτυρα, τὸν τὰ πάντα ὡς Θεὸν εἰδότα Λόγον· ὅθεν καὶ τὸ φίλτατον, ἐγχειρίζει σοι ποίμνιον.

ΥΒΡΙΣΤΗΣ ΚΑΙ ΔΙΩΚΤΗΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ....ΥΠΕΡΗΣΠΙΣΑΣ ΤΑΥΤΗΣ ΠΑΡΑΔΟΞΩΣ

Ὑβριστὴς καὶ διώκτης τῆς Ἐκκλησίας γέγονας, Παῦλε παμμακάριστε, οὐρανόθεν δὲ κληθείς, ὑπερήσπισας ταύτης παραδόξως, ἣν ἱκέτευε ῥυσθῆναι ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ...

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΤΟΥΣ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΑΛΗΘΕΙΣ ΚΗΡΥΚΑΣ

Τοὺς τῆς εὐσεβείας ἀληθεῖς κήρυκας, καὶ τῆς Ἐκκλησίας ὑπερφυεῖς ἀστέρας, ὕμνοις ἐγκωμίων τιμήσωμεν, Πέτρον τὴν πέτραν τῆς πίστεως, καὶ Παῦλον τὸν ἀληθῆ διδάσκαλον, καὶ μύστην τοῦ Σωτῆρος Χριστοῦ· οὗτοι γὰρ τὸν τῆς ἀληθείας λόγον σπείραντες, ἐν ταῖς καρδίαις τῶν πιστῶν, πᾶσι καρποφορίαν διένειμαν, καὶ πρεσβεύουσι Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΙ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΛΟΓΟΝ ΕΔΕΞΩ ΤΟΝ ΑΣΑΡΚΟΝ...

Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΔΙΕΣΩΣΑΤΟ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΧΡΗΜΑΤΙΣΕ ΧΡΙΣΤΕ, ΣΦΡΑΓΙΣ ΚΑΙ ΣΤΕΦΑΝΟΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΣΟΥ....

Ἐχρημάτισε Χριστέ, σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου, ὁ ἐπ' ἐσχάτων κληθεὶς τῶν χρόνων, σπουδῇ πάντας ὑπερβάλλων δέ, μεθ' οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητὸς εἶ. Εἰ καὶ ἐδίωξε τὸ πρίν, τὴν Ἐκκλησίαν σου Παῦλος ὁ δέσμιος, ἀλλ' ὑπερέβη τὴν πάλαι τόλμαν, τῷ σῷ ζήλῳ τῷ ἐπ' ἐσχάτων· συνήγαγε γὰρ Χριστέ, τὰ ἔθνη κράζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Σὺ ἐξ Ἱερουσαλὴμ κηρύξας, ἅπασι τὸ Εὐαγγέλιον, περιλαβων δὲ ἐν κύκλῳ πᾶσαν τὴν γῆν, μέχρι τερμάτων Παῦλε τοῦ Ἰλλυρικοῦ, διδάσκων ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν ἐκστάσει ἐπαρθείς, τὸν τρίτον ἔφθασας πόλον Πανόλβιε, καὶ ἐπακούσας ἀρρήτων λόγων βοᾷς· Δόξα τῷ ἀνωτάτῳ Πατρί, καὶ τῷ Υἱῷ ἀπαυγάσματι συνθρόνῳ, τῷ ἐρευνῶντι σαφῶς Πνεύματι Θεοῦ τὰ βάθη.

ΧΡΙΣΤΟΣ Η ΠΕΤΡΑ

Χριστὸς ἡ πέτρα, τῶν Ἀποστόλων πρόκριτε, διὰ σοῦ ἐν ἑαυτῷ τὴν Ἐκκλησίαν ἐθεμελίωσεν, ἧς πύλαι, ᾍδου οὐ κατισχύσουσιν, αἱρετικῶν γλωσσαλγίαι, ουδ' οὐ μὴ πορθήσουσι βαρβάρων φρυάγματα. Ταύτην οὖν ῥῦσαι πειρασμῶν καὶ κινδυνων, ταῖς σαῖς ἱκεσίαις παμμακάριστε.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ΣΩΤΗΡ ΜΟΥ

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΑΠΟΣΤΟΛΟΙ ΧΡΙΣΤΟΥ ΜΑΘΗΤΑΙ....

Ἀπόστολοι Χριστοῦ Μαθηταί, καὶ κήρυκες πανένδοξοι, οἱ τὸν δρόμον, τὸν καλὸν ἐπὶ τῆς γῆς, τελέσαντες πρεσβείαν, μὴ παύσητε ποιοῦντες, ὑπὲρ τῶν πίστει ἀνυμνούντων ὑμᾶς. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Τοῦ βίου ἐν τῷ κλύδωνι, ἀπαύστως χειμαζόμενοι, ἐκβοῶμεν· Σῶσον πάντας Ἀγαθέ, πρεσβείαις τῶν σοφῶν σου, καὶ θείων Ἀποστόλων, τῶν κορυφαίων ὑπεράγαθε. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἱ θεῖοι καὶ σεπτοὶ Μαθηταί, καὶ μύσται καὶ διδάσκαλοι, Πέτρε Παῦλε, Ἀποστόλων ἡ κρηπίς, τὸν Κτίστην τῶν ἁπάντων, καὶ Κύριον τῆς δόξης, ὑπὲρ ἡμῶν ἀείπρεσβεύσατε.

ΕΟΡΤΗ ΧΑΡΜΟΣΥΝΟΣ, ..... ΚΟΡΥΦΑΙΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ....

Ἑορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Χαῖρε Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, Ὡς ἔχον παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΡΙΣΤΟΣ ΣΕ ΠΡΩΤΟΝ ΕΝ ΤΗ ΕΚΛΟΓΗ....

Χριστὸς σε πρῶτον ἐν τῇ ἐκλογῇ Πέτρε κρηπῖδα τῆς πίστεως ἐστεφάνωσε· σοὶ ὁ τοῦ παντὸς Δεσπότης προέφησε, μακάριος εἶ Σίμων βάρ, Ἰωνᾶ, ὅτι οὐ σάρξ καὶ αἷμα, οὔθ' ἕτερον, θεοκήρυκά μοι σὲ πεποίηκεν, ἀλλ' ὁ ἐμὸς Πατὴρ ὁ ἐν οὐρανοῖς. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Ο ΔΙΑ ΣΕ ΘΕΟΠΑΤΩΡ

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΤΤΑΝ ΣΩΤΗΡ ΜΟΥ...

Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

ΠΟΙΟΙΣ ΥΜΝΩΔΙΩΝ ΚΑΛΛΕΣΙΝ, ΑΝΥΜΝΗΣΩΜΕΝ.,,,

Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος

ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Στίχοι Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον, Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην. Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΤΗΣ ΑΝΩ ΙΕΡΟΥΣΑΛΗΜ ΠΟΛΙΤΑΙ...

Οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται, ἡ πέτρα τῆς πίστεως, ὁ ῥήτωρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἡ τῆς Τριάδος δυάς, τοῦ κόσμου οἱ σαγηνευταί, καταλιπόντες σήμερον τὰ ἐπὶ γῆς, ἐπορεύθησαν ἐν ἀθλήσει πρὸς Θεόν, καὶ πρεσβεύουσιν αὐτῷ ἐν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΠΑΥΛΕ ΣΤΟΜΑ ΚΥΡΙΟΥ

Παῦλε, στόμα Κυρίου, ἡ κρηπὶς τῶν δογμάτων, ὁ ποτὲ μὲν διώκτης, Ἰησοῦ τοῦ Σωτῆρος, νῦν δὲ καὶ πρωτόθρονος, τῶν Ἀποστόλων γενόμενος μακάριε· ὅθεν ἄρρητα εἶδες σοφέ, ἕως τρίτου οὐρανοῦ ἀναβάς, καὶ ἔκραζες· Δεῦτε σὺν ἐμοί, καὶ τῶν ἀγαθῶν μὴ ὑστερηθῶμεν.

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ Α ΚΕΦΑΛΑΙΟ Β

Εικόνα

ΤΩ ΤΡΙΤΤΩ ΤΗΣ ΕΡΩΤΗΣΕΩΣ.... ΠΕΤΡΕ ΦΙΛΕΙΣ ΜΕ

Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο· διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων, Κύριε, πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν, Αὐτὸν ἱκέτευε, θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ΠΟΙΟΙΣ ΠΝΕΥΜΑΤΙΚΟΙΣ ΑΣΜΑΣΙΝ

Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος

ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΠΡΩΤΟΚΟΡΥΦΑΙΩΝ ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Το οικοδόμημα το όποιο κτίζουμε όλοι οι πιστοί, λέγει ο απόστολος Παύλος, δεν το κτίζουμε μόνοι μας. Συνεργαζόμαστε με τον ίδιο τον Θεό. Ο ίδιος ο Κύριος μας Ιησούς Χριστός είναι ο σχεδιαστής αλλά και ο θεμέλιος λίθος του οικοδομήματος αυτού, ο οποιος τίθεται στα θεμέλια της ψυχής μας με το άγιο Βάπτισμα μας. Αλλά κατόπιν καλούμαστε εμείς να ολοκληρώσουμε το κτίσιμο αυτού του οικοδομήματος, να γίνουμε όργανα του Θεού υπό την άμεση καθοδήγησή του. ----------------------------------------------------------------------------------------------- ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ Α ΚΕΦΑΛΑΙΟ Δ Δ´\ΟΥΤΩΣ ἡμᾶς λογιζέσθω ἄνθρωπος, ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ. 2 ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. 3 ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ᾿ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ᾿ οὐδὲ ἐμαυτὸν ἀνακρίνω· 4 οὐδὲν γὰρ ἑμαυτῷ σύνοιδα· ἀλλ᾿ οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. 5 ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς κ...

Ο ΑΠΟΣΤΟΛΟΣ ΠΕΤΡΟΣ

Εικόνα
Σίμων υπήρξε το όνομα του κορυφαίου των Αποστόλων, όστις από του έργου του αλιέως εκλήθη, ινα μετά Ανδρέου του αδελφού αυτού ακολουθήσει τόν Χριστόν και συγκαταριθμηθή μετ' αυτού εις τον χορόν των δώδεκα Αποστόλων. Υπό του Κυρίου εδόθη είς αυτόν και το όνομα Πέτρος, όταν εν Καισαρεία της Φιλίππου εξ αφορμής ερωτήσεως αυτού του Κυρίου διεκήρυξε την ορθήν περί αυτού πίστιν και ομολογίαν, ήτις θα απετέλει τήν πέτραν, επι τής οποίας θά οικοδομείτο η Εκκλησία. Ο πατήρ του Πέτρου ονομάζεται αλλαχού μεν των Ευαγγελίων Ιωνάς, αλλαχού δε Ιωάννης, πατρίς δέ αυτού υπήρξεν η παρά τήν λίμνην Γεννησαρέτ Βηθσαϊδά, καίτοι παρουσιάζεται ως κάτοικος τής Καπερναούμ, από τής οποίας φαίνεται, ότι κατήγετο η σύζυγος του και κατ' ακολουθίαν είς τήν πόλιν ταύτην πιθανώτατα από τού γάμου αυτού εγκατεστάθη ο Πέτρος. Ευθύς έξ αρχής ο Πέτρος κατέλαβεν εν τω κύκλω των Αποστόλων πρωτεύουσαν θέσιν, πάντοτε πρώτος μεταξύ τών μαθητών και εν τοίς καταλόγοις των Ευαγγελίων μνημονευόμενος, αλλα και μετά των δύο ...

ΑΠΟΣΤΟΛΟΣ ΠΑΥΛΟΣ Ο ΑΠΟΣΤΟΛΟΣ ΤΩΝ ΕΘΝΩΝ

Εικόνα
Σαύλος ή Σαούλ ήταν το αρχικό του όνομα. Γεννήθηκε στην Ταρσό της Κιλικίας γύρω στο 1 - 3 μ. Χ. Ήταν γιός πλούσιας οικογένειας, αφού όπως γνωρίζουμε, τον έστειλαν από την Ταρσό να σπουδάσει στα Ιεροσόλυμα, όπου είχε καθηγητή τον περίφημο νομοδιδάσκαλο Γαμαλιήλ. Η οικογένειά του ανήκε στην αίρεση των φαρισαίων. Ηταν πιστοί και φανατικοί τηρητές του Μωσαϊκού Νόμου καί των παραδόσεων. Στο πρόσωπο του Σαύλου ο Αρχιερεύς και το Συνέδριο των Ιουδαίων βρήκαν τον ιδανικό διώκτη των χριστιανών και τον προόριζαν για αρχηγό της ομάδας των διωκτών που ετοίμαζαν να στείλουν στην Δαμασκό, όπου είχαν καταφύγει οι διωκόμενοι χριστιανοί. Ηταν μεσημέρι όταν μια λάμψη πιο δυνατή και από τον ήλιο που μεσορανούσε, έκαμε όλους τους άνδρες του αποσπάσματος να πέσουν στο έδαφος ενώ ο Σαύλος άκουσε φωνή που του έλεγε: «Σαούλ, Σαούλ τι με διώκεις;». βρήκε το θάρρος ο Σαούλ να ρωτήσει: «Τις εί, Κύριε;». Και η φωνή απάντησε: «Εγώ ειμί Ιησούς ον συ διώκεις». Εκεί τρεις ημέρες έμεινε χωρίς να φάει κάτι ή να πιεί νε...

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α ΚΕΦΑΛΑΙΟ Α

Εικόνα
ΠΕΤΡΟΣ, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, ᾿Ασίας καὶ Βιθυνίας, 2 κατά πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ραντισμὸν αἵματος ᾿Ιησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως ᾿Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν, 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· 6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει ᾿Ιησοῦ Χριστοῦ, 8 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, 9 κομιζόμενοι τὸ τέλος τῆς πί...

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΚΕΦΑΛΑΙΟ Β

Εικόνα
ΣΥ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, 2 καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3 σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5 ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7 νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. 8 Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· ε ἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι ἑαυτ...

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ ΕΠΙΣΤΟΛΗ ΠΑΥΛΟΥ ΚΕΦΑΛΑΙΟ Α

Εικόνα
ΠΑΥΛΟΣ, ἀπόστολος Χριστοῦ ᾿Ιησοῦ διὰ θελήματος Θεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ ᾿Ιησοῦ, 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ ᾿Ιησοῦ τοῦ Κυρίου ἡμῶν.3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας, 4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5 ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.6 Δι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου· 7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς Πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ' ἰδίαν πρόθεσιν καὶ χάριν, ...

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗ ΚΕΦΑΛΑΙΟ ΙΑ (ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ)

ΛΕΓΩ οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ ᾿Ισραηλίτης εἰμί, ἐκ σπέρματος ᾿Αβραάμ, φυλῆς Βενιαμίν. 2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν ᾿Ηλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ ᾿Ισραὴλ λέγων; 3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. 5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. 7 Τί οὖν; ὃ ἐπιζητεῖ ᾿Ισραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, 8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. 9 καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰ...

ΤΩΝ ΑΚΑΘΑΡΤΩΝ ΛΟΓΙΣΜΩΝ ΤΑ ΠΛΗΘΗ....

Τῶν ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τὶς ἐξειπεῖν δυνήσεται Πανάμωμε; τὰς ἐπαναστάσεις δέ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ σῇ πρεσβείᾳ ἀγαθή, τούτων μοι πάντων, τὴν λύτρωσιν δώρησαι.

ΤΑ ΘΑΥΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ

Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς ἐθνῶν διασκέδασον, τῆς βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΤΗΝ ΔΥΑΔΑ ΤΙΜΗΣΩΜΕΝ, ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΣΜΑΣΙ...

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα, τοὺς θεμελίους τῆς πίστεως, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον. Διὰ βίου λαμπρότητος, καὶ ἀσκήσεως ἔλαμψας, καὶ ἀθλήσει ὕστερον κατεκόσμησας, τὴν σὴν ψυχὴν Κῦρε ἔνδοξε, στρατείαν δὲ ἔλιπες, τὴν ἐπίγειον σοφέ, Ἰωάννη καὶ εὕρηκας, τὴν οὐράνιον, ἱκετεύσατε ἄμφω τὸν Σωτῆρα, ὑπὲρ τῶν ἐπιτελούντων, ὑμῶν τὴν μνήμην μακάριοι. Ἰατροὶ ἀνεδείχθητε, ἀσθενούντων μακάριοι, καὶ φωστῆρες ἄδυτοι θείας πίστεως, ὁμολογίας συνήγοροι, Μαρτύρων συμμέτοχοι, τοὺς στεφάνους ἀληθῶς, ἐκ Θεοῦ ἀνεδήσασθε, Κῦρε ἔνδοξε, καὶ σοφὲ Ἰωάννη ἐν αἰνέσει, δυσωπεῖτε τὸν Σωτῆρα, ὑπὲρ τῶν πίστει ὑμνούντων ὑμᾶς.

ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ....

Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες, Ἅγιοι, θαυματουργεῖτε ἐν κόσμῳ, ἅπαντα, ἡμῶν τὰ πάθη τῇ χειρουργίᾳ, τέμνετε, τῇ ἀοράτῳ Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γὰρ θεῖοι, ἰατροὶ ὑπάρχετε.

ΗΛΙΟΥ ΝΟΗΤΟΥ ΛΑΜΠΡΟΤΗΣΙΝ ΑΥΓΑΖΟΜΕΝΟΙ ΑΘΛΟΦΟΡΟΙ

Ἡλίου, νοητοῦ λαμπρότησιν, αὐγαζόμενοι Ἀθλοφόροι τοῦ σκότους τὸν ἄρχοντα ὠλέσατε, ἐξ οὗ τῆς βλάβης ἡμᾶς, δυσωποῦμεν ἐκλυτρώσασθε, φωταγωγοῦντες πάντων τὰ νοήματα. Ῥομφαῖαι, ἀσεβεῖς σαφῶς συγκόπτουσαι, ἐγνωρίσθητε Ἀθλοφοροι, συντρίψαντες χάριτι, τὰς τοῦ ἐχθροῦ δεινὰς ῥομφαίας· διὸ τῶν βελῶν ἀτρώτους ῥύσασθε, τῶν ἐναντίων πάντων προσευχαῖς ὑμῶν. Ἐκ πλήθους, χαλεπῶν συμπτώσεων, νοσημάτων εἰς πλῆθος ἦλθον, καὶ δέομαι Ἅγιοι, ὑμῶν τοῦ πλήθους τοῦ ἐλέους τυχεῖν, διὰ τάχους τῆς ἰάσεως· διὸ τῆς προσευχῆς μου ἐπακούσατε.

ΩΣ ΕΩΡΑΚΕ ΚΥΡΙΕ, Η ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΜΗΤΗΡ...

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον, ἐξεπλήττετο, καὶ ἀτενίζουσα, ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ μὲ μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ....

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ ἥκοντα, καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ ΑΝΑΘΕΜΕΝΟΙ ΑΓΙΟΙ

Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι' αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος πᾶσι πηγαζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτός εἰμι ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει βοῶ· ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝ'ΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἀνακομιδῆς τῶν Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Στίχοι Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων, Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως. Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἠδ' ὁμόαθλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παππίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΔΟΥ Η ΜΝΗΜΗ ΣΟΥ ΠΑΤΕΡ, ΩΣΠΕΡ ΗΛΙΟΣ ΠΑΣΙΝ

Ἰδοὺ ἡ μνήμη σου Πάτερ, ὥσπερ ἥλιος πᾶσιν, ἀνέτειλε φωτίζουσα φαιδρῶς, τοὺς ἐν αὐτῇ σε δοξάζοντας, ὡς θεράποντα θεῖον, Χριστοῦ καὶ κληρονόμον τῆς αὐτοῦ, βασιλείας καὶ πάντων, Ὁσίων συναρίθμιον. Ὡς φωταυγής σου ὁ βίος, ὡς μεγίστη ἡ δόξα, ὡς ὄλβιος ὁ τάφος σου Σοφέ, ἔνθα τὸ τίμιον σῶμά σου, κατακείμενον ῥῶσιν, πηγάζει τοῖς προστρέχουσι πιστῶς, καὶ τὴν σὴν ἐξαιτοῦσι, βοήθειαν ἑκάστοτε. Σοῦ τὸ περίδοξον Πάτερ, ἰατρεῖον ὃ πόνοις, ἐκτήσω ἐπισκέπτεσθαι ἀεί, μὴ διαλίπῃς δεόμεθα, ἐν πολλῇ συμπαθείᾳ, ἀπαύστως προϊστάμενος ἡμῶν, καὶ κουφίζων ὀδύνας καὶ πόνους τῶν ψυχῶν ἡμῶν. Ἡλιακὰς ἀπαστράπτων, τοῖς τιμῶσί σε Πάτερ, ἀκτῖνας φωταγώγησον ἡμῶν, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ λαμπρότητος θείας, μετόχους καταξίωσον ἡμᾶς, ταῖς πρεσβείαις σου μάκαρ, γενέσθαι δυσωποῦμέν σε.

ΜΑΡΙΑ ΤΟ ΑΜΩΜΟΝ

Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.

ΨΥΧΗΣ ΜΟΥ ΚΑΙ ΝΟΟΣ ΑΓΝΗ ΑΠΕΛΑΣΟΝ

Ψυχῆς μου καὶ νοὸς Ἁγνὴ ἀπέλασον, τὸ σκότος καὶ δίδου ὡς ἐν ἡμέρᾳ, εὐσχημόνως πολιτεύεσθαι, τὰ σωτήρια πράττοντα προστάγματα.

ΚΤΗΣΑΜΕΝΟΣ ΨΥΧΗΝ, ΕΛΕΗΜΟΝΑ ΠΑΤΕΡ

Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε ἐν εὐφροσύνῃ καρδίας, Σαμψὼν μακαρίζομεν.

ΩΣ ΙΑΤΡΟΝ ΠΑΝΑΡΙΣΤΟΝ

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

ΥΜΝΟΙΣ ΤΗΝ ΣΗΝ, ΦΑΕΝΟΤΑΤΗΝ

Ὕμνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου Μακαριώτατε. Μόνα ποθῶν, τὰ πρὸς ζωὴν ὁδηγοῦντά σε, κόσμου τερπνὰ παρέδραμες, καὶ ὑπερκόσμιον, κληρουχίαν ἐκτήσω· διὸ σε συνελθόντες Σαμψὼν γεραίρομεν. Νόμῳ Θεοῦ, ὑποκλιθείς, Ἀξιάγαστε, πρὸς ἀρετῆς ἀκρώρειαν, χαίρων ἀνέδραμες, ἐλεήμων ἐν πᾶσι, γενόμενος· διὸ σε νῦν μακαρίζομεν. Ὤφθης πτωχῶν, συμπαθεστάτη βοήθεια, καὶ ἀσθενούντων Ὅσιε, ἰατρὸς ἄριστος, καὶ καταπονουμένων ἀντίληψις· διὸ σε Θεὸς ἐδόξασε.

ΠΑΤΕΡ ΠΑΝΕΥΦΗΜΕ ΣΑΡΚΟΣ

Πάτερ πανεύφημε σαρκός, τὰς ὁρμὰς ἀσκήσεως, καταμαράνας πυρσεύμασιν, ἔρημον ᾤκησας, ὡς Ἠλίας πάλαι, τὸν νοῦν καθαιρόμενος, ἀπαύστοις πρὸς τὸ θεῖον συννεύσεσι· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πάτερ θεόσοφε Σαμψών, ἀσκηταῖς ἠρίθμησαι, τῇ ἀπαθείᾳ κοσμούμενος, καὶ κατεσκήνωσας, ἐν μοναῖς ὁσίαις, ἔνθα φῶς τὸ ἄδυτον, τὸ ξύλον τῆς ζωῆς ὅπου πέφυκε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πάτερ θεόπνευστε Σαμψών, φωστὴρ ἐχρημάτισας, φωταγωγῶν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι, ψυχοφθόρων νόσων, ἀπευλαύνων ζόφωσιν, δαιμόνων ἐκμειῶν ἀμαυρότητα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΣΕ ΠΑΝΑΜΩΜΕ ΔΕΣΠΟΙΝΑ, ΤΟ ΦΩΤΕΙΝΟΝ, ΠΑΛΑΤΙΟΝ ΤΟΥ ΛΟΓΟΥ

Σὲ πανάμωμε Δέσποινα, τὸ φωτεινόν, παλάτιον τοῦ Λόγου, ἀνυμνολογοῦμεν καὶ μακαρίζομεν.

ΕΛΕΩ ΤΟΥ ΘΕΟΥ ΤΟ ΘΕΙΟΝ ΕΛΕΟΣ

Ἐλέῳ τοῦ Θεοῦ τὸ θεῖον ἔλεος, ἐκτήσω καὶ τῆς φωνῆς ἐπακοῦσαι, ἠξιώθης τῆς καλούσης σε, πρὸς τὸν θεῖον νυμφῶνα Ἀξιάγαστε. Σαμψὼν τὸν ἱερὸν ἀνευφημήσωμεν· Θεοῦ γὰρ μιμούμενος εὐσπλαγχνίαν, συμπαθὴς νοσοῦσι γέγονε, γυμνουμένων τε πάντων περιβόλαιον. Ἁγίως καὶ σεπτῶς τὸν θεῖον βίον σου, ἀνύσας Ἁγίοις συνηριθμήθης, καὶ μονὰς ὁσίων ἔφθασας, φωτισμοῦ ἀπορρήτου ἀξιούμενος. Μακάριος εἶ σύ, καὶ εὖ σοι γέγονε, τοὺς θείους τηρήσαντι Πάτερ νόμους, τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῴζεσθαι τὴν ποίμνην σου.

ΩΣ ΙΑΤΡΟΝ ΠΑΝΑΡΙΣΤΟΝ, ΚΑΙ ΛΕΙΤΟΥΡΓΟΝ ΕΥΠΡΟΣΔΕΚΤΟΝ...

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

Η ΑΣΠΙΛΟΣ ΑΜΝΑΣ, ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ....

Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα, πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

ΕΣΚΟΡΠΙΣΑΣ ΤΟΝ ΠΛΟΥΤΟΝ, ΤΟΙΣ ΠΕΝΗΣΙ ΘΕΑΡΕΣΤΩΣ...

Ἐσκόρπισας τὸν πλοῦτον, τοῖς πένησι θεαρέστως, καὶ ὁλικῶς ἀνετέθης, ὦ Σαμψὼν τῷ Κυρίῳ, ὃν ἐκδυσώπει ἀπαύστως, παθῶν ἡμᾶς ἐκλυτροῦσθαι.

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ ΚΥΚΛΟΥΜΕΝΟΣ

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΜΨΩΝ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Στίχοι Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα. Ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει. Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνέκτου. Στίχοι Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν Τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΓΚΡΑΤΕΙΑ ΤΑ ΠΑΘΗ ΤΑ ΤΗΣ ΣΑΡΚΟΣ

Ἐγκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ σοφέ, ὡράθης μακάριε, μετὰ σώματος Ἄγγελος, καλιὰν δὲ πήξας, ὡς ὄρνις εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας· ὅθεν τῶν θαυμάτων, ἐνεργείας πλουτήσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ΠΑΤΕΡ ΔΑΥΪΔ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Πάτερ Δαυῒδ παμμακάριστε, δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης, φωτοειδέστατος, φωτίζων πάντας, λόγοις καὶ θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν. Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος, χρυσᾶς ἐντεῦθεν ἔλαβες πτέρυγας, τῆς ἀπαθείας, καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε. Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος ἔμεινας, ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ Βασιλέως κατέχων, Ὅσιε, ἐκπληττομένου τὴν σὴν λαμπρότητα· ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις μέγιστον πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε.

ΟΙΚΟΣ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΕΓΝΩΡΙΣΘΗΣ ΟΣΙΕ ΔΑΥΪΔ

Οἶκος θείου Πνεύματος, ἐγνωρίσθης Ὅσιε Δαυΐδ, ἐν μικρῷ οἰκίσκῳ συγκλειόμενος, καὶ τὴν στενὴν τῆς εὐρυχώρου ἑλόμενος. Νόμοις καθυπέκλινας, τοῦ Δεσπότου Πάτερ τὴν ψυχήν, καὶ φωτὸς ἀνάπλεως γεγένησαι, καὶ δεκτικὸς τῶν χαρισμάτων τοῦ Πνεύματος. Θαύμασιν ὁ βίος σου, θεοφόρε Πάτερ ἀληθῶς, καθωραϊζόμενος τοῖς πέρασι, διεδόθη· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΣΕ ΤΗΝ ΚΑΛΛΟΝΗΝ, ΤΟΥ ΙΑΚΩΒ ΠΑΡΘΕΝΕ

Σὲ τὴν καλλονήν, τοῦ Ἰακὼβ Παρθένε, Θεὸς ἣν ἠγάπησε, καὶ ἐξελέξατο, πάντες ὡς μόνην, ἀεὶ εὐλογημένην ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΟΙΚΟΣ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΕΓΝΩΡΙΣΘΗΣ ΟΣΙΕ

Οἶκος θείου Πνεύματος, ἐγνωρίσθης Ὅσιε Δαυΐδ, ἐν μικρῷ οἰκίσκῳ συγκλειόμενος, καὶ τὴν στενὴν τῆς εὐρυχώρου ἑλόμενος. Νόμοις καθυπέκλινας, τοῦ Δεσπότου Πάτερ τὴν ψυχήν, καὶ φωτὸς ἀνάπλεως γεγένησαι, καὶ δεκτικὸς τῶν χαρισμάτων τοῦ Πνεύματος. Θαύμασιν ὁ βίος σου, θεοφόρε Πάτερ ἀληθῶς, καθωραϊζόμενος τοῖς πέρασι, διεδόθη· ὅθεν πιστῶς εὐφημοῦμέν σε.

ΗΣΑΪΑ ΧΟΡΕΥΕ Η ΠΑΡΘΕΝΟΣ

Ἡσαΐα χόρευε, ἡ Παρθένος, ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, ἀνατολή, ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν

ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος, Οἴμοι! Τὶ ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΙΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαυῒδ τοῦ ἐν Θεσσαλονίκῃ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Δαυΐδ, τοῦ ἐν Θεσσαλονίκῃ. Στίχοι Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ νέε, Ἄλλον Γολιὰθ σαρκικά κτείνας πάθη. Ἕκτῃ ἐξεπέρησε πύλας βίου εἰκάδι Δαυΐδ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Ἰωάννου Ἐπισκόπου Γοτθίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῶ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΑΘΛΗΣΙΝ ΥΠΕΜΕΙΝΑΣ, ΤΗ ΣΗ ΠΑΛΑΙΣΤΡΑ...

Ἄθλησιν ὑπέμεινας, τῇ σῇ παλαίστρᾳ κατάλληλον, Φεβρωνία πανεύφημε, ἱδρῶσιν ἀσκήσεως, μαρτυρίου αἷμα, συγκερασαμένη· ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὃν καὶ ἀνελήλυθας, πεποικιλμένη λαμπρότητι, ὡς Παρθένος πανάμωμος, καὶ ὡς Μάρτυς ἀήττητος. Κάλλει τὸ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν· ὡς κρίνον γὰρ ἔλαμψας, ἐν μοναῖς ὅσιαις, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη Νύμφη πανάμωμε· διὸ σε καὶ οὐράνιος, τερπνὸς ἐδέξατο θάλαμος, καὶ παστὰς ἀκατάλυτος, ὡς Παρθένον καὶ Μάρτυρα. Κύκλῳ παρενέβαλε, σοῦ Φεβρωνία πανεύφημε, ὁ ῥυόμενος Ἄγγελος· ἐκ βρέφους γὰρ Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνόν, τετηρημένον τῷ παντοκράτορι, ἐντεῦθεν κατεπάτησας, τὴν τοῦ Σελήνου παράνοιαν, καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

ΛΥΕΙ ΤΟΥ ΖΑΧΑΡΙΟΥ ΤΗΝ ΣΙΩΠΗΝ

Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΦΕΒΡΩΝΙΑΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας. Στίχοι Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία. Τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι! Δῶκε δὲ Φεβρωνίη ξίφει αὐχένα εἰκάδι πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἓξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φῖρμος, Φιρμῖνος, Κυριακὸς καὶ Λογγῖνος. Στίχοι Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους, Ἐν γῆ τελευτᾷ καὶ πρὸς οὐρανὸν τρέχει. Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης, Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου. Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως, Πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα χαιρέτω. Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φῖρμος, Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων. Κυριακόν, Λογγῖνον ὡς ἰσαγγέλους, Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβείων τῆς ἀσπόρως αὐτὸν τεκ...

ΕΥΦΗΜΗΣΩΜΕΝ ΝΥΝ ΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΡΟΔΡΟΜΟΝ....

Εὐφημήσωμεν νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύματος θείου, Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

ΡΗΜΑΣΙ ΤΗΝ ΔΟΞΑΝ ΣΟΥ....

Ῥήμασι τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς δοξολογοῦσα, τὰ μεγαλεῖα τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς· σὺ ὑπάρχεις πάντων γάρ, εὐφροσύνη καὶ καύχημα.

ΤΡΙΣΤΑΤΑΣ ΚΡΑΤΑΙΟΥΣ Ο ΤΕΧΘΕΙΣ

Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα. Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος. Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος. Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.

ΩΣΠΕΡ ΗΛΙΟΣ ΦΑΙΔΡΟΣ

Ὥσπερ ἥλιος φαιδρός, τῆς Ἐλισάβετ ἐκ γαστρός, ἐξανέτειλεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ υἱός, καὶ τοῦ Πατρὸς διαλύει τὴν ἀφωνίαν, καὶ πᾶσι τοῖς λαοῖς, ἐν παρρησίᾳ πολλῇ· Εὐθύνατε βοᾷ, τὰς τοῦ Κυρίου ὁδούς· καὶ γὰρ αὐτὸς ἐλεύσεται καὶ σώσει, τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας, ὃν προκηρύξας ὦ Ἰωάννη, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΑΛΛΙΑΣΘΩ Ο ΠΑΤΗΡ, ΜΗΤΗΡ ΕΥΦΡΑΙΝΟΥ

Ἀγαλλιάσθω ὁ πατήρ, μήτηρ εὐφραίνου, ὅτι Προφήτην ἐπὶ γῆς, ἔτεκες σήμερον, τὸν θεόκλητον Πρόδρομον ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων· Γλῶσσά μου λέλυται, τῇ σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ μεγάλου φωτός. Ὄντως θαῦμα παράδοξον!

TO ΑΠ' ΑΙΩΝΟΣ ΑΠΟΚΡΥΦΟΝ....

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΠΡΟΦΗΤΑ ΚΑΙ ΠΡΟΔΡΟΜΕ, ΤΗΣ ΠΑΡΟΥΣΙΑΣ ΧΡΙΣΤΟΥ

Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός, Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ δυνάμει ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ· Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ Ζαχαρίου φωνήν· ὢ τῶν μεγάλων σου, θαυμασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον. Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ...

ΤΗΣ ΧΡΙΣΤΟΥ ΠΑΡΟΥΣΙΑΣ....

Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς ἀληθῶς, Ἰωάννη πανεύφημε, τῶν Προφητῶν τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου, ὑπάρχων ἐκραύγαζες· Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν τὸ Βασίλειον· ὅθεν ἑτοιμάσας, τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδρομος, ἀνεδείχθης τοῖς πέρασι, Βαπτιστὰ καὶ Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Η ΠΡΙΝ ΣΤΕΙΡΑ ΣΗΜΕΡΟΝ

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.

ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Τὸ Γενέσιον τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Ζαχαρία, χόρευε σὺν τῇ συζύγῳ Οὐ πολλὰ μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα. Πρόδρομον ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ. Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΕΡΙΣΤΕΡΑ ΟΙΑ ΧΡΥΣΗ, ΟΠΛΩ ΤΟΥ ΣΤΑΥΡΟΥ

Περιστερὰ οἷα χρυσῆ, ὅπλῳ τοῦ Σταυροῦ φραττομένη, Ἀγαρηνοὺς τοὺς ἐν νυκτί, τῷ φρουρίῳ τῷ σῷ προσεγγίσαντας, ἐξηφάνισας σώσασα, τοὺς πιστοὺς μιαιφονίας, τῆς τούτων Μάρτυς. Πολυειδεῖς διά, Χριστόν, πόνους ὑπομείνασα Μάρτυς, ἄπονον εὗρες ἐν αὐτῷ, καὶ ἀθάνατον λῆξιν κραυγάζουσα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἱερουργὸς ὁ θαυμαστός, καὶ θαυματουργίαις ἐκλάμπων, σοῦ τὰ θαυμάσια ὁρῶν, Ἀγριππῖνα Θεὸν ἐμεγάλυνε, καὶ γηθόμενος ἔψαλλεν· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Νενευρωμένῳ λογισμῷ, σοῦ τὸ ῥωστικὸν παθημάτων, διακομίζουσαι σῶμα, γυναικείας οὐδόλως ᾐσθάνοντο, ἀσθενείας κραυγάζουσαι, αἱ παρθένοι τῷ Δεσπότῃ· Εὐλογητός εἶ.

ΡΗΜΑΣΙ ΤΟΥ ΓΑΒΡΙΗΛ

Ῥήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε Μήτηρ μόνη εὐλογημένη, Χαῖρε πύλη, δικαιοσύνης ἥλιον ἔχουσα.

ΩΣ ΤΟΝ ΤΟΥ ΠΑΝΤΟΣ ΔΕΔΡΑΓΜΕΝΟΝ....

Ὡς τὸν τοῦ παντὸς δεδραγμένον, μητροπρεπῶς ταῖς σαῖς ἀγκάλαις, φέρουσα Παρθένε Μαρία, χειρὸς με ῥῦσαι τοῦ πολεμήτορος, ὅπως τὴν σὴν σῳζόμενος, ἀνευφημῶ μεγαλειότητα.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ Δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι

ΦΩΣ ΑΔΥΤΟΝ ΤΩ ΣΩ...

Φῶς ἄδυτον τῷ σῷ, ἐνσκηνῶσαν σκηνώματι, ἐδείκνυ σε τοῖς ὁρῶσιν, ἐν νυκτὶ ὡς ἡμέραν, βολὰς θαυμάτων πέμπουσαν. Ἡ ἄσπιλος ἀμνάς, τοῦ ποιμένος τοῖς ἴχνεσι, βαδίζουσα ἱερεῖον, ὥσπερ ἄμωμον τούτῳ, ἐνθέως προσενήνεκται. Νοῦν ἔχουσα φωτός, προφητείας ἀνάπλεων, τὰ μέλλοντα, ὡς παρόντα, ἡ ἀοίδιμος Βάσσα, προλέγειν κατηξίωται.

ΡΩΜΗ ΣΕ ΠΡΟΒΑΛΛΕΤΑΙ

Ῥώμη σε προβάλλεται, ὥσπερ λειμὼν ῥόδον εὔοσμον, Ἀγριππῖνα πολύαθλε, πιστῶν τὴν διάνοιαν, κατευωδιάζον, ὀδμαῖς ἐναρέτοις, καὶ τὸ δυσῶδες τῶν παθῶν, ἀποδιῶκον χάριτι πάντιμε, Μαρτύρων ἐγκαλλώπισμα, τῆς Ἐκκλησίας ἑδραίωμα, τῶν παρθένων τὸ καύχημα, τῶν θαυμάτων τὸ πέλαγος. Ὄλβον ὡς πολύτιμον, τῇ Σικελίᾳ σε δίδωσιν, ἐν τῇ Ῥώμῃ ἀθλήσασαν, Χριστὸς ὁ Θεὸς ἡμῶν, ἔνθα γενομένη, ἀοίδιμε Μάρτυς, τὴν τῶν δαιμόνων πονηράν, πληθὺν διώκεις ἐπιστασίᾳ σου· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἑορτάζομεν ἄθλησιν, Ἀγριππῖνα πολύαθλε. Ἔφερον ἐπ' ὤμων σε, Βάσσα καὶ Παῦλα προστάξεσι, τοῦ τὰ σύμπαντα φέροντος, τόπους διαμείβουσαι, καὶ μακρὰ πελάγη, Μάρτυς Ἀγριππῖνα, θαυματουργίας φοβεράς, ἐπιτελοῦσαν τῇ θείᾳ χάριτι, κατέπαυσας ἐν τόπῳ δέ, ἐν ᾧ Θεὸς ᾠκονόμησε, κεκμηκότων ἀνάπαυσις, γενομένη πανεύφημε.

Η ΒΑΤΟΣ ΤΟ ΠΡΙΝ ΠΡΟΔΙΕΤΥΠΟΥ

Ἡ βάτος τὸ πρὶν προδιετύπου, τὸ ξένον τοῦ τόκου σου μυστήριον, ἄκαυστος τῷ φλέγεσθαι, μένουσα πανάμωμε· καὶ γὰρ τὸ πῦρ ἐκύησας, τὸ τῆς Θεότητος, καὶ ἄφλεκτος διέμεινας Κόρη· ὅθεν σε ὑμνοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.

ΣΕ ΩΣ ΕΘΕΑΣΑΤΟ,

Σὲ ὡς ἐθεάσατο, ἐπὶ Σταυροῦ ἀνυψούμενον, ἡ τεκοῦσα Φιλάνθρωπε, κραυγάζουσα ἔλεγε· Πῶς ἐθελουσίως, πάθος ὑπομένεις, ὁ ἀπαθῶς ἐκ τῆς ἐμῆς, γαστρὸς ἐκλάμψας ὡς παντοδύναμος, καὶ λύσας τὴν κατάκριτον, φύσιν βροτῶν κατακρίσεως; Ἀνυμνῶ σου τὴν ἄμετρον, νῦν Υἱὲ συγκατάβασιν.

ΑΣΤΡΑΨΑΝ ΕΚ ΤΗΣ ΡΩΜΗΣ ΩΣ ΑΔΥΤΟΝ ΗΛΙΟΝ

Ἀστράψαν, ἐκ τῆς Ῥώμης ὡς ἄδυτον ἥλιον, ἡ Σικελία τὸ σῶμα, τῆς Ἁγίας Μάρτυρος δεξαμένη, τῆς ζοφώδους, τῶν δαιμόνων λυτροῦται δεινότητος. Γενναίως, αἱ τρισόλβιοι Ἅγιαι Μαρτυρες, αἱ πρὸ θανάτου θανοῦσαι, ἐν τῇ προσδοκίᾳ τοῦ μαρτυρίου, νεκρωθέν σου, ζωηφόρον τὸ σῶμα κομίζουσι. Ῥομφαῖαι, τοῦ ἐχθροῦ ἐπὶ σὲ ἐξησθένησαν· καὶ γὰρ ὡς πόλεις καθεῖλες, ἀθεμελιώτους τούτου τὰ θράση, Ἀγριππῖνα, τῷ μοχλῷ τῶν ἐνδόξων ἀγώνων σου. Ἰᾶται, τῇ προσψαύσει αἱμόρρους τοῦ, σκήνους σου, λεπροὶ καθαίρονται πίστει· δραπετεύει ἄλλη δὲ πᾶσα νόσος, τῇ προσκλήσει, τοῦ Ἁγίου σου Μάρτυς ὀνόματος.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΓΡΥΠΠΙΝΗΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Στίχοι Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων, Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα. Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου, καὶ Δημητρίου Διακόνου καὶ Ἀθανασίου Ἀναγνώστου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΤΑΤΑΞΙΣ ΕΙΣ ΤΟ ΑΓΙΟΛΟΓΙΟΝ ΤΟΥ ΑΓΙΟΤΑΦΙΤΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΙΛΟΥΜΕΝΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΤΟΥ ΦΡΕΑΤΟΣ ΤΟΥ ΙΑΚΩΒ

ΚΑΤΑΤΑΞΙΣ ΕΙΣ ΤΟ ΑΓΙΟΛΟΓΙΟΝ ΤΟΥ ΑΓΙΟΤΑΦΙΤΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΙΛΟΥΜΕΝΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΤΟΥ ΦΡΕΑΤΟΣ ΤΟΥ ΙΑΚΩΒ

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ ΕΝΔΟΞΕ...

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; Ἱεράρχην ἀληθῆ, καὶ ἱερὸν δογματιστήν, ὀρθοδόξων στηριγμόν, καὶ Ἐκκλησίας ὀφθαλμόν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα, Μαρτύρων, εὐκληρίᾳ διαπρέποντα, τῆς ἀληθείας ὑπέρμαχον, μέγαν τοῦ ψεύδους κατήγορον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε Ἱεράρχα προσφθέγξωμαι; ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ, καταρδεύοντα τὴν γῆν, ἐπιρροαῖς πνευματικαῖς, κρατῆρα, θείου νάματος πληρούμενον, Ἀρείου, τοὺς ὁμόφρονας βυθίζοντα, στῦλον πυρὸς προηγούμενον, νέου λαοῦ θείᾳ χάριτι, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ὀνομάσω Εὐσέβιε; εὐσεβείας ποριστήν, καὶ ἀσεβείας μειωτήν, ἀθλοφόρων καλλονήν, καὶ Ἱερέων χαρμονήν, δρεπάνην, τὰ ζιζάνια ἐκτέμνουσαν, τὸν σῖτον, τόν οὐράνιον συνάγουσαν· πηγὴν θαυμάτων ἀέναον, νόσων ἐξαίρουσαν καύσωνα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΚΗΡΥΞΑΣ ΟΜΟΟΥΣΙΟΝ

Ἐκήρυξας, ὁμοούσιον Λόγον, καὶ συνάναρχον Πατρὶ τὸν Σωτῆρα, τῆς βδελυρᾶς, τοῦ Ἀρείου μανίας, ἐξαφανίσας τὸ μάταιον φρόνημα, Εὐσέβιε των εὐσεβῶν, ἀρραγές καὶ στερρὸν περιτείχισμα. Ῥαντίσματι, τῶν σεπτῶν σου αἱμάτων, πορφυρίδα σεαυτῷ ἐπιχρώσας, βασιλικήν, προσεχώρησας Πάτερ, μέτ' εὐφροσύνης εἰς θεῖα βασίλεια, παρίστασθαι τῷ βασιλεῖ, τῶν αἰώνων παμμάκαρ Εὐσέβιε. Ὡς ῥόδον, ὡς εὐωδέστατον κρίνον, ὡς Παράδεισος Θεοῦ ἀνεδείχθης, μέσον ζωῆς, κεκτημένος τὸ ξύλον, τὸν φυτουργὸν τῶν ἁπάντων καὶ Κύριον, Εὐσέβιε καὶ νῦν ἡμᾶς, εὐωδίας πληροῖς θείου Πνεύματος.

ΦΑΙΔΡΥΝΑΣ ΤΟΝ ΒΙΟΝ ΣΟΥ

Φαιδρύνας τὸν βίον σου, τῶν ἀρετῶν καλλοναῖς, Ποιμὴν ἀνηγόρευσαι, καὶ Ἱεράρχης σεπτός, παμμάκαρ Εὐσέβιε, αἵματι δὲ Μαρτύρων, σεαυτὸν ὡραΐσας, ἄνω πρὸς τάς ἀΰλους, μετετέθης χορείας, μεθ' ὧν ὑπὲρ ἡμῶν τὸν Χριστὸν Πάτερ ἱκέτευε.

ΤΩ ΑΚΡΟΤΑΤΩ ΦΩΤΙ ΕΛΛΑΜΠΟΜΕΝΟΣ...

Τῷ ἀκροτάτῳ φωτὶ ἐλλαμπόμενος, καὶ Ἱερέων χοροῖς, μάκαρ συνταττόμενος, καὶ ταῖς μαρτυρικαῖς εὐκλείαις ἐγκοσμούμενος, τοὺς πίστει ἑορτάζοντας τὴν σήν, Εὐσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστὸν ἐξιλεούμενος. Ἤδη τῷ πόθῳ Χριστοῦ πυρπολούμενος, ἀπὸ νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τῆς ψυχῆς ταῖς ἱεραῖς δυνάμεσι, καὶ σκεῦος ἱερὸν ἀποδειχθείς, λαὸν ἐν ὁσιότητι, Ὅσιε ἐποίμανας, χρισθεὶς μύρῳ τῆς χάριτος. Σὲ ποιμενάρχην τὸ Πνεῦμα προβάλλεται, αἱρετιζόντων ἀχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καὶ προφανῶς δεικνύοντα, τὴν τρίβον τὴν ὀρθήν, τοῖς ἐν αὐτῇ ὁσίως ἐπιβαίνουσι, μέγιστε Εὐσέβιε, φωστὴρ τῶν καρδιῶν ἡμῶν.

ΝΟΗΣΑΝΤΕΣ, ΘΕΗΓΟΡΟΙ

Νοήσαντες, θεηγόροι Προφῆται, μυστηρίου σου τὸ ἄπειρον βάθος, τοῦτο σαφῶς, προεδήλωσαν Κόρη, δι' αἰνιγμάτων καὶ θείων προρρήσεων· τὸν Λόγον γὰρ τὸν τοῦ Πατρός, ὑπὲρ λόγον Ἁγνὴ ἐσωμάτωσας.

ΤΗΝ ΔΕΗΣΙΝ, ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς, Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΣΕΒΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Στίχοι Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου, Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ. Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Ζηνᾶ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΡΘΕΝΟΝ ΜΕΤΑ ΤΟΚΟΝ ΥΜΝΟΥΜΕΝ ΣΕ

Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

ΧΙΤΩΝΑ ΜΟΙ ΠΑΡΑΣΧΟΥ ΦΩΤΕΙΝΟΝ....

Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν

Η ΑΣΠΙΛΟΣ ΑΜΝΑΣ....

Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα, πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;

ΩΣ ΤΩΝ ΟΛΩΝ ΚΥΡΙΟΝ ΤΕΚΟΥΣΑ,,,

Ὡς τῶν ὅλων Κύριον τεκοῦσα, καὶ Παρθένος μείνασα Μαρία, καὶ μετὰ τόκον οἱ πιστοί, ἀξίως ἀνυμνοῦντες· τὸ Χαῖρέ σοι βοῶμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

ΤΟΥ ΤΥΡΑΝΝΟΥ ΤΥΦΟΝ ΚΑΤΕΒΑΛΕΣ

Τοῦ τυράννου τύφον κατέβαλες, Χριστοῦ στρατιῶτα, καὶ ἀνδρείως ἠγώνισαι κατὰ κράτος, ἐκνευρίσας τοῦτον· διὸ σε μακαρίζομεν. Ἐπηρμένον ὄμμα κατέβαλες, Θεοῦ στρατιῶτα, ἀσωμάτου ἀλάστορος, προσπαλαίσας μετὰ σαρκὸς ἀνδρείως, Χριστὸν μεγαλύνων ἀεί. Φωλεοὺς ἐξέφυγες δράκοντος, ἐχθροῦ ἀρχεκάκου, θαλαττίοις Μακάριε κενεῶσιν, ἐμβεβλημένος· ὅθεν σε ὕμνοις μεγαλύνομεν. Ὡς καλῶς τοῖς ἄθλοις ἠγώνισαι, ὑπὲρ τοῦ Δεσπότου! ὡς ὡραίως κατέστεψαι, δεξιᾷ δεσποτικῇ! διὸ σε ἀξίως μεγαλύνομεν.

ΦΩΤΑΥΓΗ ΣΕ ΩΣ ΗΛΙΟΝ, ΤΑ ΤΟΥ ΚΟΣΜΟΥ ΠΛΗΡΩΜΑΤΑ...

Φωταυγῆ σε ὡς ἥλιον, τὰ τοῦ κόσμου πληρώματα, νοηταῖς λαμπρότησι καταυγάζοντα, καὶ ἀθεΐας ἐξαίροντα, τὴν νύκτα μακάριε, Μάρτυς lουλιανέ, ἐγνωκότες τὴν μνήμην σου, ἑορτάζομεν, τὴν φωσφόρον καὶ θείαν, καὶ τὴν κόνιν, τῶν λειψάνων προσκυνοῦμεν, ῥῶσιν ψυχῶν ἀρυόμενοι. Καὶ τυπτόμενος μάστιξι, καὶ δεινῶς πτερνιζόμενος, καὶ φρουρᾷ Μακάριε καθειργνύμενος, τόπους ἀμείβων θλιβόμενος, θηρσὶ συγκλειόμενος, καὶ βυθῷ προσομιλῶν, καὶ θαλάσσῃ ποντούμενος, καὶ δεξάμενος, τὸ μακάριον τέλος, οὐκ ἠρνήσω, τὸν Δεσπότην τῶν ἁπάντων, κλέος Μαρτύρων πανόλβιε. Θαλαττίων ἐκ κόλπων σε, πρὸς τῇ χέρσῳ γενόμενον, κυβερνήσει Πνεύματος ὡς ἑώρακε, τὸ ἱερώτατον γύναιον, πιστῶς ὑπεδέξατο, Μάρτυς Ἰουλιανέ, καὶ ταφῇ παραδέδωκε, σοῦ τὸ ἄμωμον, καὶ πολύαθλον σῶμα, τὸ νικῆσαν, διαβόλου τυραννίδα, τῇ συνεργίᾳ τῆς χάριτος.

ΥΔΑΤΩΝ ΠΝΙΓΜΟΝΗ....

Ὑδάτων πνιγμονῇ, τὸ μακάριον τέλος, δεξάμενος Σοφέ, τὸν πολύμορφον ὄφιν, ἐν τούτοις ἐναπέπνιξας, καὶ τὴν νίκην ἀπείληφας· ὅθεν πόθῳ σου, τὴν ἀξιέπαινον μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, Χριστῷ ἱκετεύομεν.

ΤΗΝ ΑΓΝΗΝ ΕΝΔΟΞΩΣ ΤΙΜΗΣΩΜΕΝ

Τὴν Ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρὶ ἀφλέκτως, ἐν ὕμνοις μεγαλύνομεν

ΠΕΠΤΩΚΟΤΩΝ ΑΝΟΡΘΩΣΙΣ.... ΣΕ ΔΟΞΑΖΟΝΤΑΣ

Πεπτωκότων ὀνόρθωσις, τεθνεώτων ἀνάστασις, σὺ ἐδείχθης τέξασα τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν τῷ Πατρὶ συννοούμενον, τὴν θείαν τε γέννησιν, ἀνασχόμενον ἐκ σοῦ, ἐν σαρκὶ καθ' ὑπόστασιν, ὃν ἱκέτευε, πειρασμῶν λυτρωθῆναι καὶ κινδύνων, τοὺς ἐν πίστει Παναγία, εἰλικρινῶς σε δοξάζοντας.

ΜΙΜΟΥΜΕΝΟΣ ΕΝ ΠΑΣΙ ΠΑΝΕΥΦΗΜΕ....

Μιμούμενος ἐν πᾶσι Πανεύφημε, τὸν Δεσπότην, ἔστης ἐπὶ βήματος, παρανομούντων κρινόμενος. Νομίμως ἠγωνίσω καὶ τέθυσαι, τῷ Δεσπότῃ, ὡς ἀρνίον ἄκακον, χερσὶν ἀνόμων Μακάριε. Ὁσίως μαρτυρήσας ἀοίδιμε, ἐπεγνώσθης, Ἰουλιανὲ μακάριε, ὑπὸ Θεοῦ Παντοκράτορος.

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως.

Συναξάριον Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Στίχοι Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου, Ἰουλιανόν, βάλλεται πόντου μέσον. Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗ ΘΕΟΤΟΚΩ ΕΚΤΕΝΩΣ...

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

ΔΙΑΠΑΝΤΟΣ ΤΟΝ ΧΡΙΣΤΟΝ ΙΚΕΤΕΥΕ

Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας. Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι. Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον. Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.

ΣΤΑΥΡΟΥΜΕΝΟΝ

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι ἔνδοξε, σὴν ἑκούσιον σταύρωσιν.

ΜΕΘΟΔΟΝ Η ΜΝΗΜΗ ΣΟΥ

Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὐτῇ· διὸ σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα· δι' ὧν τὸ πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος. Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι. Αἵμασιν ἐπέχρωσας, τὴν Ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ' ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.

ΣΕ ΤΟΝ ΑΟΡΑΤΟΝ, ΩΣ ΟΡΩΝ

Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας. Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· Λαὸς ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας. Ἀπειροπλάσιον, ὁ Χριστὸς σοι παρέσχε, τῶν σῶν καμάτων τὸν μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας. Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΘΥΣΙΑΣΤΗΡΙΟΝ ΤΕΡΠΝΟΝ ΤΗΝ ΚΑΡΔΙΑΝ...

Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.

ΣΕ ΤΟ ΚΑΘΑΡΩΤΑΤΟΝ, ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΠΑΛΑΤΙΟΝ...

Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολύΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.

Η ΠΑΝΑΜΩΜΗΤΟΣ ΑΜΝΑΣ

Ἡ παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ ἐβόα θρηνοῦσα· Ποῦ σου τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; ἀλλ' εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΕΘΟΔΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Στίχοι Μέθοδον Μεθόδιος βίου πρὸς βίον, Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει. Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΩΡΙΑΣ ΔΟΓΜΑΤΙ

Θεωρίας δόγματι, πολιτείας πράξεσι φαιδραῖς, τοῦ Χριστοῦ Ἀπόστολε λαμπόμενος, τοὺς ἐν βυθῷ τῆς ἀγνωσίας ἐφώτισας. Ἐπιστέλλεις ἅπασι, τοῖς ἀνθρώποις τὴν φωτιστικήν, καὶ δογμάτων ἔμπλεων τοῦ Πνεύματος ἐπιστολήν, Ἱεροφάντα θεσπέσιε. Ὁ θεόπτης φθέγγεται, οὐρανὸς τις ὥσπερ λογικός, τοῦ Θεοῦ τὴν δόξαν διηγούμενος, τοῦ δι' ἡμᾶς σαρκὶ φανέντος τὰ θαύματα.

ΠΛΟΥΤΟΝ ΤΩΝ ΕΘΝΩΝ

Πλοῦτον τῶν ἐθνῶν, καὶ βασιλέων γέρας, εὔκλειαν ἀπείληφας, βοῶν Ἀπόστολε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου Μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων ἔνδοξε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὕμνοις οἱ πιστοί, τὴν σοὶ δοθεῖσαν αἴγλην, Ἰούδα γεραίρομεν, προθύμως ψάλλοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΚ ΡΙΖΗΣ ΕΥΚΛΕΟΥΣ, ΘΕΟΔΩΡΗΤΟΝ ΚΛΗΜΑ

Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.

ΤΟΝ ΑΜΝΟΝ ....

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΟΥΔΑ (ΘΑΔΑΙΟΥ)

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. Στίχοι Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις. Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει. Ἐννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου. Στίχοι Ψυχὴν ὑπὲρ σοῦ Ζώσιμος θεὶς φιλτάτην, Ξίφει θανών, ζῇ ψυχικὴν ζωήν, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΟΜΟΙΣ ΕΓΚΩΜΙΩΝ Η ΑΡΕΤΗ ΣΟΥ, ΟΥΧ ΥΠΟΠΙΠΤΕΙ

Νόμοις ἐγκωμίων ἡ ἀρετή σου, οὐχ ὑποπίπτει τοῦ Χριστοῦ, θεράπον Λεόντιε· αὐτὸς γὰρ σοι ἐγκώμιον, καὶ ὄλβος ἀναφαίρετος. Ἰέμενος Μάκαρ τῶν ὑπὲρ φύσιν, τὴν ἀκηλίδωτον ψυχήν, παρθένῳ τῷ σώματι, κοσμήσας πρὸς τὴν ἄνοδον, εὐσταλῆ κατεσκεύασας. Κράτος ἀπηνέγκω κατὰ τῆς πλάνης, τῇ εἰς τοὺς Μάρτυρας τιμῇ, γεραίρων ὁσίως, ἀοίδιμε Λεόντιε, τὸν ἀεὶ σοι ποθούμενον.

ΑΡΝΑ Η ΑΜΝΑΣ ΩΣ ΕΩΡΑΚΕ

Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν. Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.

ΤΙΝΙ ΩΜΟΙΩΘΗΣ ΤΑΛΑΙΠΩΡΕ...

Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως, ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα, τῶν κακῶν ἐπιμονὴ; Ἀνάστα, καὶ τὴν μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι καὶ βόησον· Τὸν σὸν Υἱὸν καὶ Θεὸν ἡμῶν, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ ΕΝΔΟΞΕ; ΤΗΣ ΕΛΛΑΔΟΣ ΠΡΟΣΦΟΡΑΝ...

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; τῆς Ἑλλάδος προσφοράν, ὡς ὡρμημένον ἀπ' αὐτῆς, τῆς Φοινίκης καθαρμόν, ὡς τεθυμένον ἐν αὐτῇ, φωστῆρα, ὡς ἐν σκότει ἐξαστράψαντα, γενναῖον, ὡς ἀήττητον τοῖς πλήττουσι. Πολύτροπός σου ἡ εὔκλεια, Λεόντιε παμμακάριστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ἀθλοφόρε προσείπωμεν, στρατιώτην τοῦ Χριστοῦ, ὡς καθαιρέτην τῶν ἐχθρῶν, βασιλέα τῶν παθῶν, ὡς εὐσεβείας ἀθλητήν, τροφέα, τῶν πεινώντων ὡς φιλόπτωχον, δικαίων, ἐραστὴν ὡς οὐρανόφρονα· Ποικίλα σου τὰ παθήματα, λαμπρότερα τὰ παλαίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶς σε οὐ θαυμάσει Λεόντιε; ὅτι ἔνοικον λαβών, τῆς ἀληθείας τὴν πηγήν, ποταμοὺς εὐεργεσίας, ἀναβλύζεις τοῖς πιστοῖς, καὶ πᾶσιν, ἀναργύρως ἀνεπίφθονα, προσφέρεις τοῖς διψῶσι τὰ δωρήματα, εὐφραίνεις δὲ τοὺς μετέχοντας, ὑδάτων τῶν τῆς χρηστότητος, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο ΤΟΚΟΣ ΣΟΥ ΑΦΘΟΡΟΣ ΕΔΕΙΧΘΗ, ΘΕΟΣ ΕΚ ΛΑΓΟΝΩΝ

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος ὡς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν

ΡΩΜΑΛΕΟΤΗΤΙ ΦΡΕΝΩΝ

Ῥωμαλεότητι φρενῶν, ὥσπερ οἱ αἰχμάλωτοι Παῖδες, σὺν τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην ἐπάτει Λεόντιος, ἀναμέλπων σοι Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἀπροσπαθείᾳ τῆς σαρκός, ἐπιλελησμένος εὐτόνως, τοὺς αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος Μάρτυς ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Σοφίᾳ πόθῳ τε Χριστοῦ, φύσεως βιαίως κρατήσας, τῆς ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον, ἀναμέλπων Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ο ΜΑΡΤΥΣ ΣΟΥ ΚΥΡΙΕ

Ὁ μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταὶς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΧΑΙΡΟΙΣ ΜΗΤΗΡ ΑΠΕΙΡΟΓΑΜΕ

Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

ΤΡΙΑΔΟΣ ΘΕΡΑΠΩΝ ΑΝΕΔΕΙΧΘΗΣ

Τριάδος θεράπων ἀνεδείχθης, λατρεύσας Λεόντιε ἀμέμπτως, ᾧ καὶ πᾶν γόνυ κάμπτει, οὐρανίων ἐπιγείων καταχθονίων, ὃν ἀνυμνοῦντες, ὡς Σωτῆρα μεγαλύνομεν. Ἰδεῖν ἐφιέμενος ἀϋλως, προσώπῳ ἀνακεκαλυμμένῳ, τοῦ Κυρίου τὴν δόξαν, τὰς ἀρχὰς ἀπεξεδύσω καὶ ἐξουσίας, μίαν κηρύξας, Τρισυπόστατον Θεότητα. Εὐφράνθη τῇ σῇ ὁμολογίᾳ, καὶ σὲ ὡμολόγησεν ἀξίως, τοῦ Πατρὸς ἐναντίον, ὁ Σωτήρ, ὃν ἐξιλέωσε, Ἀθλοφόρε, πᾶσι τοῖς πίστει, μεγαλύνουσι τὴν μνήμην σου.

ΛΟΓΟΝ ΚΑΙ ΠΝΕΥΜΑ ΣΥΝ ΠΑΤΡΙ

Λόγον καὶ Πνεῦμα σὺν Πατρί, μίαν τρισυπόστατον φύσιν, θεολογῶν ὁ ἀκλινής, καὶ ἀήττητος Μάρτυς ἐκραύγαζεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

ΕΦΕΡΕ ΣΑΡΚΟΣ ΠΛΗΓΑΣ Ο ΜΑΡΤΥΣ...

Ἔφερε σαρκὸς πληγὰς ὁ Μάρτυς, καὶ τὸν ἀσώματον ἐχθρόν, σφοδρότερον ἡνία, μέλπων· Ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Ὄρθιον τὸν νοῦν πρὸς τὸν Δεσπότην, ἐν ταῖς βολαῖς τῶν ἀκανθῶν, ἀνέτεινας τῷ πόθῳ, Μάρτυς· Ὑπερυψοῦτε, βοῶν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας. Νίκη σοι Χριστὸς ὑπάρχει Μάρτυς, ὃν ταῖς αἰκίαις τῆς σαρκός, ἐδόξασας κραυγάζων· Πάντες ὑπερυψοῦτε, Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

ΤΟΝ ΕΚ ΤΗΣ ΑΓΝΗΣ ΤΕΧΘΕΝΤΑ....

Τὸν ἐκ τῆς Ἁγνῆς τεχθέντα Λόγον, καὶ δωρησάμενον ζωήν, τῷ γένει τῶν ἀνθρώπων· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας.

ΤΟΝ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΘΕΝΤΑ...

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ἀποδείξαντα ἡμῖν, ὅπλον εἰς σωτηρίαν· Παῖδες ὑπερυψοῦτε Χριστόν, τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΕΟΝΤΙΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου μάρτυρος Λεοντίου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν αὐτῷ, Ὑπατίου καὶ Θεοδούλου. Στίχοι Ἄκμων τὸ σῶμα τοῦ Λεοντίου τάχα, Ἄκμων σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας. Ὀγδοάτῃ δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΙΟΝ ΦΡΟΝΗΜΑ ΑΝΕΙΛΗΜΜΕΝΟΙ...

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

ΠΟΝΟΙΣ ΣΥΝΤΡΙΒΟΜΕΝΟΙ

Πόνοις συντριβόμενοι, καὶ κακουχίαις στενούμενοι, καὶ εἱρκτῇ συγκλειόμενοι, ξίφεσι κοπτόμενοι, καὶ βιαιοτάτῳ, θνῄσκοντες θανάτῳ, οὐκ ἀπηρνήσασθε Χριστόν, οὐ τοῖς ξοάνοις σέβας ἐνείματε· διὸ καὶ ἠξιώθητε, τῆς οὐρανίου λαμπρότητος, δυσωποῦντες τὸν Κύριον, ὑπὲρ πάντων μακάριοι. Ἴσαυρος ὁ ἔνδοξος, καὶ ὁ στερρὸς Ἰννοκέντιος, καὶ ὁ θεῖος Βασίλειος, Φῆλιξ ὁ θαυμάσιος, ὁ κλεινὸς Ἑρμείας, καὶ ὁ Περεγρῖνος, οἱ οὐρανώσαντες τὴν γῆν, ταῖς τῶν θαυμάτων θείαις λαμπρότησι, πιστῶς μακαριζέσθωσαν, ὡς τοῦ Κυρίου θεράποντες, καὶ τὰ πάθη διώκοντες, τῶν ψυχῶν ὑμῶν πάντοτε. Κρήνη ἀναβλύζουσα, τῶν ἰαμάτων χαρίσματα, ἡ σορὸς ὑμῶν δέδεικται, ἐξ ἧς ἀρυόμεθα, τῶν παθῶν ὑγείαν, καὶ τῶν νοσημάτων, τὴν παντελῆ ἀπαλλαγήν, ἀνευφημοῦντες ὑμᾶς ἑκάστοτε, σεπτοὶ Μεγαλομάρτυρες, τῶν Ἀσωμάτων ἐφάμιλλοι, τοῦ Κυρίου θεράποντες, πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.

ΗΓΛΑΪΣΜΕΝΟΣ ΚΑΛΛΕΣΙ

Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ. Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους. Ἱερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.

ΩΣ ΑΣΤΕΡΕΣ

Ὡς ἀστέρες πολύφωτοι, Ἀθλοφόροι πανεύφημοι, θεϊκαῖς λαμπρότησι καταυγάζετε, τῆς οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παθῶν φθοροποιῶν, καὶ κινδύνων ἐξαίροντες· ὅθεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ ἁγίαν, συνελθόντες ἐκτελοῦμεν, ὑμῶν πανήγυριν ἔνδοξοι. Μανουὴλ ὁ θαυμάσιος, καὶ Σαβὲλ ὁ μακάριος, Ἰσμαὴλ ὁ πάνσοφος μελῳδήμασιν, ἱερωτάτοις τιμάσθωσαν, Τριάδα τὴν ἄκτιστον, ἐναντίον τῶν ἐχθρῶν, ἱερῶς προκηρύξαντες, καὶ πολύθεον, ἀποσβέσαντες πλάνην, τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν, ἀπειληφότες ἀμάραντον. Βασιλέα παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε νέμειν ἄλογον, θεοῖς ἀψύχοις μακάριοι, ἐμφρόνως ᾐσχύνατε, Μανουὴλ καὶ Ἰσμαήλ, καὶ Σαβὲλ μεγαλώνυμοι, καὶ ἀθλήσαντες, καρτερῶς καὶ νομίμως τοὺς στεφάνους, ἀνεπλέξασθε τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.

ΦΩΤΙ ΑΣΤΡΑΠΤΟΜΕΝΟΣ, ΤΩ ΤΡΙΣΗΛΙΩ

Φωτὶ ἀστραπτόμενος, τῷ τρισηλίῳ ἔνδοξε Ἴσαυρε, Ἰννοκέντιε θεῖε, Φῆλιξ Ἑρμεία καὶ Περεγρῖνε σοφέ, σὺν Βασιλείῳ θαυμάτων λαμπρότησι, καταφωτίσατε τοὺς εὐφημοῦντας ἡμᾶς. Ἀστέρες πολύφωτοι, ζόφον τῆς πλάνης μειοῦντες ὤφθητε, ἀθλοφόροι Κυρίου· διὸ ψυχήν μου γνώμῃ τυφλώττουσαν, θεογνωσίας φωτὶ καταλάμψατε, τῆς ἀγνωσίας ἀχλύν ἀποδιώκοντες. Νοσοῦσαν ἀνίατα, τὴν ταπεινήν μου ψυχὴν ἰάσασθε, τὰ τοῦ σώματος πάθη, Μάρτυρες θεῖοι ἐξαφανίσατε, ὦ Περεγρῖνε Ἴσαυρε Βασίλειε, Φῆλιξ Ἑρμεία κλεινὲ καὶ Ἰννοκέντιε.

ΘΕΙΑ ΓΕΓΟΝΑΣ...

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΙΣΑΥΡΟΥ...

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου. Στίχοι Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι, Σαύρας νοητῆς καρδίαν τέμνει μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Στίχοι Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος. Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους. Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩ ΘΡΟΝΩ ΤΟΥ ΘΕΟΥ, ΠΑΡΕΣΤΩΣ ΣΤΕΡΗΦΟΡΟΣ

Τῷ θρόνῳ τοῦ Θεοῦ, παρεστὼς στεφηφόρος, ὡς βιώσας ἐπὶ γῆς, ὁσίως καὶ φωτί, ἀνεσπέρῳ λαμπόμενος, φώτισόν μου τὴν καρδίαν, καὶ τὸν νοῦν ἀνυμνῆσαί σου, τόν ἰσάγγελον βίον Μακάριε. Ὡράθης εὐκλεοῦς, μακαρίας τε ῥίζης, ἐκβλαστάνων ἱερῶς, ὡς κλάδος ἀληθῶς, εὐκαρπίας πληρούμενος, πίστεώς τε καὶ ἐλπίδος, καὶ ἀγάπης καὶ χάριτος, παραδόξων θαυμάτων θεόπνευστε. Θυσίαν σεαυτόν, καθαρὰν καὶ τελείαν, τῷ τυθέντι δι' ἡμᾶς, προσήγαγες Χριστῷ, τὰ ψυχὴν ἀποκτείνοντα, πάθη ἐναπονεκρώσας, διὰ πόνων ἀσκήσεως, ἐπιμόνου τε Πάτερ δεήσεως.

ΤΙΣ Ο ΠΡΟΣΦΥΓΩΝ

Τὶς ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου, Θεοτόκε ἀειπάρθενε, ἀνύμφευτε ἁγνή, οὐ λαμβάνει τὴν ταχεῖαν, τῶν κακῶν ἀπαλλαγήν, εὑρίσκει, βοηθὸν σε ἀκαταίσχυντον, προστάτιν τε καὶ πύργον ἀρραγέστατον, Θεογεννῆτορ πανάμωμε, Χριστιανῶν ἡ ἀντίληψις, μεσίτευσον, τοῦ σωθῆναι τοὺς τιμῶντάς σε.

ΤΗΝ ΝΕΚΡΩΘΕΙΣΑΝ ΜΟΥ, ΨΥΧΗΝ

Τὴν νεκρωθεῖσάν μου, ψυχὴν τοῖς πάθεσι, ζώωσον Πάναγνε, μόνη πανάμωμε, ὡς παρρησίαν μητρικήν, πρὸς τὸν Υἱόν σου ἔχουσα· σὺ γὰρ μόνη ἔτεκες, ὑπὲρ νοῦν καὶ διάνοιαν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ζωὴν καὶ ἀφθαρσίαν τῷ κόσμῳ, διδόντα ἀεὶ καὶ μέγα ἔλεος.

ΑΡΝΑ Η ΑΜΝΑΣ ΩΣ ΕΩΡΑΚΕ

Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακε, τὸν Υἱὸν τὸν ἑαυτῆς, καθηλωμένον ἐν Σταυρῷ, ἐτιτρώσκετο τῆς λύπης, τῇ ῥομφαίᾳ τὴν ψυχήν, τὰ σπλάγχνα, ἐδονεῖτο θρήνους πλέκουσα, καὶ λύπης, τὴν καρδίαν ἐνεπίμπλατο. Οἴμοι! Υἱέ μου γλυκύτατε, πῶς ταῦτα πάσχεις μακρόθυμε; Δοξάζω σου, τὸ μακρόθυμον φιλάνθρωπε.

ΕΧΩΝ ΠΟΛΙΤΕΙΑΝ ΙΣΑΓΓΕΛΟΝ

Ἔχων πολιτείαν ἰσάγγελον, ἀποχῇ τῶν ἡδονῶν, σκεῦος ἐδείχθης τοῦ Θεοῦ· διὰ τοῦτό σε σοφέ, Ἀρχιερέα τοῦ λαοῦ, τὸ θεῖον ἁρμοζόντως προχειρίζεται, καὶ στῦλον, καὶ ἑδραίωμα τῆς πίστεως, Τύχων δεικνύει θεόπνευστε, ὀρθοδοξίας ἐφ' ὕδατα, ποιμαίνοντα, σοῦ τὴν ποίμνην ἱερώτατε. Θείας πεπλησμένος συνέσεως, ποίμνης ὤφθης λογικῆς, ταύτην ἐκτρέφων λογικῶς, ἐπὶ χλόην ἀληθῶν, δογμάτων πάνσοφε ποιμήν· διό σου, τὴν ἁγίαν νῦν πανήγυριν, τιμῶμεν, τὸν δοξάσαντά σε Κύριον, μεγαλοφώνως δοξάζοντες, Τύχων θεόφρον πανόλβιε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Θαύμασι Θεὸς σε ἐδόξασεν, ὁ δοξάζων τοὺς αὐτόν, Πάτερ δοξάζοντας πιστῶς· ἐν καιρῷ γὰρ τῆς σεπτῆς, καὶ θείας μνήμης σου σοφέ, ὁρᾶται, βότρυς πέπειρος γενόμενος, ὑμνούντων, τῶν παρόντων τὰ παράδοξα, ἐξ οὗ οἱ πιστοὶ μετέχοντες, ἁγιασμὸν καὶ ὠφέλειαν, εἰσδέχονται, ἐπαξίως σε γεραίροντες.

ΙΔΟΥ ΣΟΙ ΤΟΝ ΔΡΟΜΟΝ ΤΟΝ ΚΑΛΟΝ

Ἰδοὺ σοι τὸν δρόμον τὸν καλὸν τελέσαντι, καὶ τὴν πίστιν νῦν τηρήσαντι, Πάτερ θεόφρον ἱεράρχα, οὐράνια ἠνοίχθη σκηνώματα, καὶ τόπος φωταυγὴς σε ἐδέξατο, ἁγιωσύνη διαλάμποντα. Ὡς μύστης ὡς θεῖος Ἱερεὺς ὡς ἄριστος, ποιμενάρχης ὡς ἑδραίωμα, τῆς Ἐκκλησίας ὡς θαυμάτων, Παμμάκαρ αὐτουργὸς μεμακάρισαι, καὶ δήμοις ἱεροῖς συνηρίθμησαι, πάντων ἁγίων ἀγαλλόμενος. Σήμερον ἡ μνήμη σου ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει ἐνθέων χαρισμάτων, φωτίζουσα πιστῶν τὴν διάνοιαν, καὶ σκότος τῶν παθῶν ἐκδιώκουσα, Τύχων θεόφρον Ἱερώτατε. Ἡ Κύπρος τὸ σῶμά σου σοφὲ τὸ ἅγιον, ἰαμάτων κρήνην κέκτηται, πᾶσα δὲ πόλις τε καὶ χώρα, κηρύττει σου τὸν βίον, τὰ θαύματα, καὶ τὴν πρὸς τὸν Δεσπότην οἰκείωσιν, Τύχων παμμάκαρ ἀξιάγαστε.

ΛΟΓΟΙΣ ΘΕΙΟΙΣ ΚΑΤΗΡΔΕΥΘΗ...

Λόγοις θείοις κατηρδεύθη, ἄμπελος ὡς ἀληθής, Τύχων ἡ καρδία σου, καὶ καρποφορήσασα βότρυν, θεογνωσίας ἔβλυσε, γλυκασμὸν ἰαμάτων ἡμῖν. Ἤνθησας καθάπερ ῥόδον, ἔλαμψας ὥσπερ ἀστήρ, ἔφανας ὡς ἥλιος Πάτερ, τοὺς βοῶντας φωτίζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Στέφανος χαρίτων Πάτερ, σοῦ τῇ θείᾳ κορυφῇ, ἐτέθη ὡς γέγραπται, νίκην κατ᾽ εχθρῶν ἀραμένου, καὶ μελῳδοῦντος· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὤφθη σου τὸ θαῦμα μέγα, Τύχων πάτερ θαυμαστέ, χρόνοις λαμπρυνόμενον· ἄμπελος γὰρ σοῦ ἐν τῇ μνήμῃ, περκάζει βότρυν φέροντα, γλυκασμὸν εὐφροσύνης πιστοῖς.

ΤΟΝ ΕΠΟΝΕΙΔΙΣΤΟΝ, ΟΙΚΤΙΡΜΟΝ ΘΑΝΑΤΟΝ...

Τὸν ἐπονείδιστον, οἰκτίρμον θάνατον, διὰ σταυρώσεως, ἑκὼν ὑπέμεινας, ὃν ἡ τεκοῦσά σε Χριστέ, ὁρῶσα ἐτιτρώσκετο, σπλάγχνα κοπτομένη τε, μητρικῶς ἐπωδύρετο· Ἧς ταῖς παρακλήσεσι, διὰ σπλάγχνα ἐλέους σου, οἰκτίρησον καὶ σῶσον τὸν κόσμον, ὁ αἴρων τὴν τούτου ἁμαρτίαν.

ΗΛΘΟΝ ΕΙΣ ΤΑ ΒΑΘΗ

Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς φιλάνθρωπος

ΤΥΧΩΝΟΣ ΕΠΙΣΚΟΠΟΥ ΑΜΑΘΟΥΝΤΟΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Στίχοι Βλάβην ὀλοθρεύοντος ἐκφυγὼν Τύχων, Ζωῆς τυχὼν γέγηθε τῆς ἀνωλέθρου. Ἕκτῃ καὶ δεκάτῃ κατερύκακε γαῖα Τύχωνα. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΡΕΝ Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ...

Εὗρεν, ἡ τοῦ Πνεύματος αὐγή, τῆς σῆς διανοίας Προφῆτα, τὴν καθαρότητα, στίλβουσαν ὡς ἔσοπτρον, διαφανέστατον, καὶ τὸν κόσμον κατηύγασε, τῆς θεογνωσίας, φέγγος ἀπαστράψασα, καὶ προτυπώσασα, θείων μυστηρίων εἰκόνας, χάριν τε τὴν πᾶσαν ἀνθρώποις, μέλλουσαν δοθήσεσθαι θεσπέσιε. Στόμα, χρηματίσας τοῦ Θεοῦ, τοὺς τῆς ἀσεβείας ἐργάτας, σαφῶς διήλεγξας, δίκην ἀναπόδραστον, αὐτοῖς καὶ ἄφυκτον, ἀπαρτίσας Πανόλβιε, τῆς δικαιοσύνης, δόγμασιν ἑπόμενος, καὶ θείοις κρίμασιν· ὅθεν τῶν σοφῶν σου ῥημάτων, βλέποντες τὴν ἔκβασιν μάκαρ, ὕμνοις ἐπαξίοις εὐφημοῦμέν σε. Μύστης, τῶν ἀρρήτων τοῦ Θεοῦ, γέγονας κριμάτων Προφῆτα, θεομακάριστε· ἔθνη γὰρ ἐφώτισας, καὶ κατελάμπρυνας, καὶ Τριάδα ἐκήρυξας, Ἀμώς θεηγόρε· ὅθεν σου τὴν ἔνδοξον μνήμην γεραίρομεν. Ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς πιστῶς εὐφημοῦντας, καὶ πανηγυρίζοντάς σε ἔνδοξε.

ΘΕΙΟΝ ΟΡΓΑΝΟΝ

Θεῖον ὄργανον τοῦ Παρακλήτου, ἐχρημάτισας ταῖς τούτου μάκαρ, διηνεκέσι πνοαῖς ὑπηχούμενον· ἀναφωνεῖς γὰρ ἀδήλων τὴν δήλωσιν, καὶ καταυγάζεις τοὺς πίστει προστρέχοντας, Ἀμὼς ἔνδοξε, Χριστὸν τὸν Θεὸν αἰτούμενος, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΣΟΥ ΑΜΩΣ

Τοῦ Προφήτου σου Ἀμὼς τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

ΥΔΩΡ ΩΣ ΤΕΚΟΥΣΑ

Ὕδωρ, ὡς τεκοῦσα τῆς ζωῆς, τῆς ἀθανασίας τὸ νέκταρ, Χριστὸν τὸν Κύριον, πότισόν με Πάναγνε, ὕδωρ ἀφέσεως, καὶ τὸν νοῦν μου χαρίτωσον, νοήμασι θείοις, ὅπως τὰ σωτήρια, πράττω προστάγματα, ἵνα σωτηρίας πρὸς ὅρμον, διὰ τῆς αὐτῶν ἐργασίας, φθάσω καὶ δοξάζω σε τὴν ἄχραντον.

ΗΝ ΠΡΟΗΓΟΡΕΥΣΑΣ ΘΕΙΑΝ ΣΩΤΗΡΙΑΝ

Ἣν προηγόρευσας θείαν σωτηρίαν, ἐφανερώθη, Ἀμὼς προφῆτα θαυμάσιε, φωτισμοῖς εὐσεβείας λάμπουσα κόσμῳ· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Νενευρωμένος τῇ θείᾳ δυναστείᾳ τοῖς ἀντιθέοις, ἐχθροῖς ἀνάλωτος γέγονας, καρτερῶς ὡς ἀδάμας μείνας κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.