Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός, Θεοῦ Λόγου προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν γλῶσσαν τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ δυνάμει ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου, εὐσπλαγχνίας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.

Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ· Καὶ τῇ τεκούσῃ λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ Ζαχαρίου φωνήν· ὢ τῶν μεγάλων σου, θαυμασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον.

Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ Προφήτης καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας Χριστοῦ προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ μητρός. Ὢ τῶν μεγίστων σου, δωρεῶν φιλάνθρωπε! δι' ὧν Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς παντοδύναμος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ