Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 31 Αυγούστου 2009

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ...

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζώσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.

ΝΕΟΥΡΓΕΙΤΑΙ.... Η ΙΕΡΑ ΖΩΝΗ ΣΟΥ.... ΨΑΥΣΑΣΑ ΣΩΜΑΤΙ...

Νεουργεῖται καρδία, πίστει θερμὴ ψαύουσα, Ζώνη Ἱερὰ τῆς Παρθένου, καὶ περιζώννυται, δύναμιν ἄμαχον, κατὰ παθῶν ἀκαθάρτων, δυσμενῶν ἀσάρκων τε, ἄτρωτος μένουσα.

Μένει ἄφθορος ἔτι, ἡ Ἱερὰ Ζώνη σου, ἥτις σοῦ τὸ ἄχραντον σῶμα, Κόρη διέζωσε, καθαγιάζουσα, τοὺς εὐσεβῶς προσιόντας, καὶ φθορὰς ἐξαίρουσα, νόσων καὶ θλίψεων.

Ἐχρημάτισας οἶκος, περικαλὴς Ἄχραντε, Λόγου τοῦ ἐκ σοῦ σαρκωθέντος, καὶ ἐν ἁγίῳ σου οἴκω εὐδόκησας, Ζώνην τὴν σὴν ἐντεθῆναι, ἣν καὶ κατασπαζόμενοι ἁγιαζόμεθα.

Τὴν τιμίαν σου Ζώνην, τιμητικῶς ἅπαντες, ἐν ἀγαλλιάσει καρδίας, περιπτυσσόμεθα, τιμὴν ὑπάρχουσαν, πάντων πιστῶν Θεοτόκε, ὡς τῶ ὑπερτίμω σου, ψαύσασα σώματι.

ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΣΟΥ ΤΗ ΚΑΤΑΘΕΣΕΙ....

Τῆς τιμίας Ζώνης σου τὴ καταθέσει, ἑορτάζει σήμερον, ὁ σὸς πανύμνητε λαός, καὶ ἐκτενῶς ἀνακράζει σοί, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ - ΚΕΦΑΛΑΙΟΝ ΙΗ

ΙΗ´\ΕΝ ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ προσκαλεσάμενος ὁ ᾿Ιησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· 3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
Δι᾿ ὅσους γίνονται πρόσκομμα εἰς τοὺς ἄλλους

6 ῝Ος δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται. 8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστι μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. 10 ῾Ορᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11 ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
῾Η παραβολὴ τοῦ χαμένου προβάτου

12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
Πῶς νὰ φερώμεθα πρὸς ἐκείνους ποὺ ἔχουν ἁμαρτήσει

15 ᾿Εὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ρῆμα. 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ᾿Αμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
Συμπροσευχὴ

19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Τὸ καθῆκον τῆς συγγνώμης καὶ ἡ παραβολὴ τοῦ ἀγνώμονος δούλου

21 Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά. 23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· κύριε, μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ πάντα σοι ἀποδώσω. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε λέγων· ἀπόδος μοι εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾿ ἐμοὶ καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
31 ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 35 Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.

ΩΣ ΥΠΕΡΛΑΜΠΡΟΝ ΣΤΕΦΑΝΟΝ....ΛΙΜΗΝ ΚΑΙ ΠΡΟΣΤΑΣΙΑ, ΚΑΙ ΣΩΤΗΡΙΑ ΗΜΩΝ....

Ὡς ὑπέρλαμπρον στέφανον, Θεοτόκε πανάχραντε, τὴν ἁγίαν Ζώνην σου περιέθετο, ἡ Ἐκκλησία καὶ χαίρουσα, φαιδρύνεται σήμερον, καὶ χορεύει μυστικῶς, ἐκβοώσά σοὶ Δέσποινα, Χαῖρε στέφανε, καὶ διάδημα θεῖον, χαῖρε μόνη, τοῦ πληρώματός μου δόξα, καὶ εὐφροσύνη αἰώνιος.
Σὺ πανάχραντε Δέσποινα, κραταιὸν περιτείχισμα, ἄρραγές τε στήριγμα καὶ διάσωσμα, τῶ σῶ λαῶ καὶ τὴ πόλει σου, ὑπάρχουσα δέδωκας, ὡς φαιδρὰν περιβολήν, τήν ὑπέρτιμον Ζώνην σου, περισώζουσαν, συμφορῶν ἐκ παντοίων, τοὺς ἐν πίστει, καὶ ζεούση προθυμία, ταύτην τιμῶντας Θεόνυμφε.
Ὁ ναός σου Πανάχραντε, ὡς πηγὴ ἀνεξάντλητος, τῶν θαυμάτων σήμερον ἀναδέδεικται, οἱ ποταμοὶ γὰρ τῆς χάριτος, ἀφθόνως προχέονται, τῆς ἁγίας σου σοροῦ, καὶ πιστῶν τὴν διάνοιαν, κατευφραίνουσι, τῶν ἐν πίστει καὶ πόθω σοὶ βοώντων, Ἡ χαρὰ καὶ εὐφροσύνη, καὶ ἡ ζωὴ σὺ ὑπάρχεις ἡμῶν.
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν Ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνετα χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοώσά σοί, Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης, χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη, χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

ΚΥΡΙΑ ΠΑΝΤΩΝ ΠΕΛΟΥΣΑ, ΤΩΝ ΠΟΙΗΜΑΤΩΝ ΔΕΣΠΟΙΝΑ,,,, ΑΓΝΗΣ ΘΕΟΤΟΚΟΥ...

Κυρία πάντων πέλουσα, τῶν ποιημάτων Δέσποινα, καὶ πλήρης ὄντως σοφίας, τῆς ὑπερφώτου ὡς Μήτηρ, Θεοῦ τοῦ παντοκράτορος, φωτὸς καὶ θείας γνώσεως, καὶ χάριτός με πλήρωσον, τὴ συμπληρώσει τῶν ὕμνων, σοῦ τῆς ἁγνῆς Θεοτόκου.

Ο ΠΑΝΤΑ ΥΠΕΡ ΕΝΝΟΙΑΝ, ΤΑ ΣΑ ΠΟΙΗΣΑΣ, ΑΧΡΑΝΤΕ.... ΠΕΡΙΧΑΡΩΣ ΕΚΤΕΛΟΥΝΤΕΣ, ΠΑΝΗΓΥΡΙΖΟΜΕΝ ΠΟΘΩ

Ὁ πάντα ὑπὲρ ἔννοιαν, τὰ σὰ ποιήσας, Ἄχραντε, τὴν σὴν Ἐσθῆτα καὶ Ζώνην, ἐτίμησεν ἀφθαρσία, τὴ πόλει σου κραταίωμα, δοὺς ταύτην καὶ ἀσφάλειαν, ἢς καὶ νύν τὴν κατάθεσιν, περιχαρῶς ἐκτελοῦντες, πανηγυρίζομεν πόθω.

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ.... ΘΕΟΤΟΚΕ ΑΓΝΗ ΑΕΙΠΑΡΘΕΝΕ....

Ἅπας γηγενής, σκιρτάτω τῶ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αὔλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

ΙΔΟΥ Η ΘΕΙΑ ΚΛΙΝΗ ΤΟΥ ΣΟΛΟΜΩΝ, ΔΥΝΑΤΟΙ ΗΝ ΚΥΚΛΟΥΣΙΝ ΕΞΗΚΟΝΤΑ, ΡΗΣΕΙ ΓΡΑΦΩΝ .... ΑΠΟΠΛΗΡΟΥΣΑΝ ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ...

Ἰδοὺ ἡ θεία κλίνη τοῦ Σολομῶν, δυνατοὶ ἣν κυκλοῦσιν ἑξήκοντα, ῥήσει Γραφῶν, οἴά πὲρ ἐν κλίνῃ βασιλική, σορῶ τιμία σήμερον, Ζώνην ἀνακλίνει τὴν ἑαυτῆς, ἀνάκλησιν εἰς πάντων, τῶν τεταπεινωμένων, καὶ εὐσεβούντων περιποίησιν.

Ὡς πόλις Βασιλέως τῶν οὐρανῶν, περὶ ἦς ἐλαλήθη παράδοξα, ἔθου τὴ σή, πόλει δῶρον τίμιον καὶ σεπτόν, τὴν παναγίαν Ζώνην σου, πάντων εἰς κραταίωμα τῶν πιστῶν, δι' ἦς οἱ στεφηφόροι, τροποῦνται πολεμίους, ὀρθοδοξία διαλάμποντες.

Σταλάξατε τὰ ὄρη νὺν γλυκασμόν, καὶ βουνοὶ εὐφροσύνην αἰώνιον, Πατριαρχῶν, δῆμοι καὶ μαρτύρων πάντες χοροί, τῶν Προφητῶν ὁ σύλλογος, θείων Ἀποστόλων δῆμος σεπτός, εὐφράνθητε σὺν πάσιν, ἡμῖν τὴ καταθέσει, τῆς θείας Ζώνης τῆς θεόπαιδος.

Ἡγίασας τὰ πάντα διὰ τῆς σῆς, Παναγία Παρθένε κυήσεως, καὶ νὺν ἡμῖν, δέδωκας εἰς πλείονα φωτισμόν, τὴν παναγίαν Ζώνην σου, ἢς τὴ καταθέσει πᾶσα ἡ γῆ, χορεύει καὶ γεραίρει, σὲ τὴν χαρὰς ἀρρήτου, ἀποπληροῦσαν τὸ ἀνθρώπινον.

Φιλίας μὲ δολίας τῆς τῶν παθῶν, καὶ ἐχθροῦ καθ' ἑκάστην πειράζοντος, ἁμαρτιῶν βάρει ῥαθυμίας τε χαλεπῆς, ἀπαγωγῆς πανάχραντε, καὶ αἰχμαλωσίας καὶ προνομῆς, τῶ σῶ προσπεφευγότα, ἐλέει διὰ τάχους, ὡς συμπαθὴς Ἁγνὴ ἀπάλλαξον.

ΘΑΛΑΜΟΣ ΥΠΕΡΤΙΜΟΣ ΟΝΤΩΣ, ΘΕΟΓΕΝΝΗΤΟΡ Η ΣΟΡΟΣ ΣΟΥ..... ΜΕΓΑΛΥΝΟΥΣΙ ΤΟΝ ΤΟΚΟΝ ΣΟΥ...

Θάλαμος ὑπέρτιμος ὄντως, Θεογεννῆτορ ἢ σορός σου, ὤφθη τὴν ἁγίαν σου Ζώνην, παρθενικήν τε καὶ νυμφικὴν ὡς στολήν, ἀξίως περιέχουσα, καὶ συντηροῦσα ὡς ζωῆς θησαυρόν.

Ἔνθεν διάδημα κάλλους, ἡ Ἐκκλησία Θεοτόκε, ἀναδησαμένη τὴν θείαν, καὶ παναγίαν Ζώνην σου σήμερον, βασιλικῶς εὐφραίνεται, καὶ ὡραϊζεται τὴ δόξη σου.

Ναὸν ἐκμιμούμενον πᾶσαν, τῶν οὐρανῶν τὴν εὐκοσμίαν, σήμερον πιστοὶ τῆς Παρθένου, κατειληφότες τῶν χαρισμάτων αὐγαίς, ὥσπερ ἀστέρων κάλλεσι, καταλαμπόμενοι φαιδρύνθητε.

Ἔχει τὴν ἁγίαν σου Ζώνην, Θεογεννῆτορ ἡ σὴ πόλις, σύνδεσμον εἰρήνης καὶ τεῖχος, καὶ τῶν δογμάτων θείαν ἑνότητα, καὶ ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα.

Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν σου χάριν, σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ ἦς ὁ λόγος πᾶσι προέρχεται, τοὶς σὲ τιμῶσιν Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ... ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Παίδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νὺν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΘΡΟΝΟΣ ΚΑΘΑΠΕΡ ΑΓΙΟΣ, Η ΣΟΡΟΣ ΑΝΑΤΙΘΕΤΑΙ, ΕΝΔΟΝ ΕΝ ΑΔΥΤΟΙΣ... ΧΡΙΣΤΟΝ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Θρόνος καθάπερ ἅγιος, ἡ σορὸς ἀνατίθεται, ἔνδον ἐν ἀδύτοις, Ἱεροῖς φαιδρότατα, τῆς μόνης θεόπαιδος, καὶ Βασιλίδος πάντων ἁγνῆς, Ζώνην κεκτημένη, ἐπαναπαυομένην, ἐξ ἦς τοῖς κοπιῶσιν, ἐν πολλαῖς ἁμαρτίαις, ἀνάπαυσις τελεία, προέρχεται ἀφθόνως.

Ἐπὶ τῆς γῆς τὸν Κύριον, Ἱερῶς ἐσωμάτωσας, καὶ χερσὶν ἁγίαις, ἀληθῶς διέζωσας, τὸν περιζωννύοντα, τοὺς εὐσεβοῦντας δύναμιν, νὺν δὲ ἀναβάσα, οὐρανῶν ὑπεράνω, κατέλιπες ἀνθρώποις, τὴν τιμίαν σου Ζώνην, Παρθένε Θεοτόκε, κραταίωμα καὶ σκέπην.

Νενοσηκόσιν ἴαμα, ὀλισθαίνουσι στήριγμα, καὶ τοὶς ῥαθυμοῦσιν, εὐθυμία ἔνθεος, κυβέρνησις πλέουσι, πεπλανημένοις ἐπιστροφή, ἡ παρεπομένη τὴ Τιμία σου Ζώνη, ἁγνὴ Παρθένε χάρις, ἀληθῶς χρηματίζει, ἣν πίστει προσκυνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ἐπιτελοῦντες σήμερον, τὴν ἁγίαν κατάθεσιν, Ζώνης σου τῆς θείας, Ἱερὰν πανήγυριν, οἱ δούλοί σου ἄγομεν, καὶ ἐν χαρᾷ βοώμέν σοί, Χαῖρε Θεοτόκε, ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ πάντων τῶν ἀνθρώπων, τῶν Πιστῶς μελωδούντων, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΠΛΑΚΑΣ ΘΕΙΑΣ ΠΑΛΑΙ ΚΙΒΩΤΟΣ, ΧΕΙΡΙ ΓΡΑΦΕΙΣΑΣ ΘΕΟΥ.... ΠΡΟΣΚΥΝΟΥΝΤΕΣ ΔΟΞΑΖΟΜΕΝ..

Πλάκας θείας πάλαι κιβωτός, χειρὶ γραφείσας Θεοῦ, συνέσχε πάναγνε, ἡ σὴ δὲ ἄχραντε Δέσποινα, σεβασμία καὶ τιμία σορός, Ζώνην κατέχει τὴν αὐτόν, τὸν νομοθέτην ἐν σοί, συγκατασχοῦσαν, Φρικτὸν τὸ μυστήριον!

Ἄγγελοι πανάχραντε ἁγνή, νὺν συγχορεύουσιν, ἐν τῷ σεπτῶ σου ναῶ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου Ζώνην, ἣν πόθω καὶ χαρά, καὶ εὐφροσύνη πολλή, προσκυνοῦντες, σὲ ἀνυμνοῦμεν, τὴν δόξαν τοῦ γένους ἡμῶν.

Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος Ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἦς μύρον, τῶν ἰαμάτων ἐκβλύζει ἡ θεία σορός.

Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖα τὰ σά, αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν μαρτύρων χοροί, μεθ' ὧν πίστει, σὲ προσκυνοῦντες δοξάζομεν.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ... ΥΠΕΡΥΜΝΗΤΕ, Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ.... ΕΥΛΟΓΗΤΟΣ ΕΙ...

Οὐκ ἐλάτρευσαν τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Η ΠΑΝΤΩΝ ΒΑΣΙΛΙΣΣΑ, ΠΡΟΣ ΟΥΡΑΝΙΟΥΣ ΣΚΗΝΑΣ ΑΠΑΙΡΟΥΣΑ.... ΕΥΛΟΓΗΤΟΣ Ο ΘΕΟΣ, Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ...

Ἡ πάντων Βασίλισσα, πρὸς οὐρανίους σκηνὰς ἀπαίρουσα, καταλέλοιπεν ὄλβον, τὴ Βασιλίδι πασῶν τῶν πόλεων, τὴν ταύτης Ζώνην, δι' ἦς περισώζεται, ἐπιδρομῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.

Πηγὴ νὺν προσέλθωμεν, ἀποσταζούση χάριν καὶ ἔλεος, τὴ σορῶ τὴ τιμία, τὴ κατεχούση Ζώνην τὴν πάντιμον, τῆς τιμησάσης ἀνθρώπων τὸ φύραμα, τιμίω τόκω αὐτῆς, Παρθένου τε καὶ Μητρός.

Αἰνεῖτε τὸ Κύριον, Δυνάμεις πᾶσαι αἱ ἐπουράνιαι, καὶ τὴν τοῦτον τεκοῦσαν, ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάσατε, ὅτι τὴν Ζώνην αὐτῆς ἐδωρήσατο, καταφυγὴν ἀληθῆ, καὶ σωτηρίαν πιστοίς.

Ῥανάτωσαν ἄνωθεν, δικαιοσύνην νεφέλαι σήμερον, καταθέσει τῆς Ζώνης, τῆς σῆς νεφέλη θεοχαρίτωτε, καὶ μελωδείτω ψυχὴ πᾶσα χαίρουσα, Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΣΥ ΩΣ ΗΛΙΟΣ, ΔΙΚΑΙΟΣΥΝΗΣ ΜΟΝΟΣ ΩΝ ΦΩΤΟΥΡΓΕ.... Η ΣΟΡΟΣ ΠΡΟΤΡΕΠΕΤΑΙ ΜΥΣΤΙΚΩΣ,.... ΘΗΣΑΥΡΙΣΘΕΙΣΑΝ ΖΩΝΗΝ ΑΥΤΗΣ...

Σὺ ὡς ἥλιος, δικαιοσύνης μόνος ὧν φωτουργέ, θείως τὸν ναὸν ἐφαίδρυνας τῆς Σεμνῆς, τοὶς ποικίλοις σου χαρίσμασιν, ἐν ὧ ἀνίσχουσᾳ, τὰς ἀκτῖνας ἐκλάμπει ἡ Ζώνη αὐτῆς.

Χρυσῆν ὡς στάμνον, τὴν σὴν σορὸν κυκλοῦντες μόνη Ἁγνή, θείας ἀληθῶς μετέχομεν νὺν τρυφῆς, τῶν χαρίτων παντευλόγητε, καὶ τῶν συμβόλων σου, ὑπερτέραν ὡς οὔσαν τιμῶμεν αὐτήν.

Ὑπερβλύζουσιν οἱ τῶν θαυμάτων Κόρη πάναγνε, χάριν ἀληθῶς κρατήρές σου τοὶς πιστοίς, καὶ ἀφθόνως τῆς τιμίας σου, σοροῦ προέρχονται, ὡς ἐξ ἄλλης Ἐδὲμ νοητοὶ ποταμοί.

Νὺν προσέλθετε, μὲτ εὐφροσύνης πάντες οἱ ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται μυστικῶς, τῆς Κυρίας περιπτύξασθε, ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν Ζώνην αὐτῆς.

ΤΙΣ ΓΗΓΕΝΩΝ ΤΑ ΣΑ ΜΕΓΑΛΕΙΑ ΔΙΗΓΗΣΕΤΑΙ ΛΟΓΟΣ... ΑΕΙΠΑΡΘΕΝΟΣ...

Τὶς γηγενῶν τὰ σὰ μεγαλεῖα διηγήσεται λόγος; ποία γλῶσσα βροτῶν; νοὺς γὰρ οὐδὲ οὐράνιος, ἀλλ' ἡ τεκοῦσα τῆς συμπαθείας τὸ ἀμέτρητον πέλαγος, δέξαι καὶ νύν ἐξ ἀκάρπων χειλέων τὰ ἄσματα, καὶ δίδου μοὶ θείαν χάριν, εὐφημῆσαι τὴν σὴν Ζώνην Δέσποινα, δι' ἦς κόσμος ἀγάλλεται, σὺν Ἀγγέλοις ὑμνῶν σου τὰ θαύματα, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

ΤΗΝ ΘΕΟΔΟΧΟΝ ΓΑΣΤΕΡΑ ΣΟΥ....

Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τὴ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

ΑΒΥΣΣΟΣ ΑΜΑΡΤΙΩΝ ΚΑΙ ΠΤΑΙΣΜΑΤΩΝ ΚΑΤΑΙΓΙΣ ΜΕ ΤΑΡΑΤΤΕΙ...

Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς μὲ ταράττει, καὶ πρὸς βυθόν, βιαίως συνωθεῖ ἀπογνώσεως, ἀλλ' αὐτὸς τὴν κραταιάν, χείρά μοὶ ἔκτεινον ὡς τῶ Πέτρω, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι

ΝΕΟΝ ΤΕΤΟΚΑΣ ΗΜΙΝ, ΩΣ ΠΑΙΔΙΟΝ ΤΟΝ ΠΡΟ ΠΑΝΤΩΝ ΑΙΩΝΩΝ... ΑΝΑΦΑΙΡΕΤΟΝ ΘΗΣΑΥΡΙΣΜΑ

Νέον τέτοκας ἡμῖν, ὡς παιδίον τὸν πρὸ πάντων αἰώνων, καὶ καινουργεῖς καρδίας, ἁμαρτίας παλαίωσιν, δεξαμένας καινισμῶ, τῆς καταθέσεως τῆς τιμίας, Ζώνης σου Κόρη ἀειπάρθενε.

Ἁγιός σου ὁ ναός, θαυμαστὸς δικαιοσύνη ὑπάρχει, ὅστις τὴν θαυμαστήν σου Ζώνην, θαύματα βρύουσαν, κεκτημένος τοὶς πιστοίς, πέλαγος δείκνυται ἰαμάτων, Θεοκυῆτορ Μητροπάρθενε.

Γέγηθε πᾶσα ψυχή, συνιοῦσα ἐν Ἁγίῳ ναῶ σου, καὶ ἐν αὐτῷ ὁρῶσᾳ, Θεοτόκε τὴν Ζώνην σου, ὥσπερ ἥλιον φαιδρόν, φέγγος ἀστράπτουσαν χαρισμάτων, τοῦ παντουργοῦ καὶ θείου Πνεύματος.

Νεύρωσον ἡμῶν Ἁγνή, τὰς καρδίας παρεθείσας, παντοίων ἁμαρτιῶν ἰδέαις, καὶ περίζωσον δύναμιν, τοὺς τὴν Ζώνην σου πιστῶς, ὡς πολυτίμητον κεκτημένους, καὶ ἀναφαίρετον θησαύρισμα.

ΣΥ ΚΥΡΙΕ ΤΗΝ ΣΗΝ, ΜΗΤΕΡΑ ΕΜΕΓΑΛΥΝΑΣ... ΕΝ ΠΑΣΗ ΤΗ ΓΗ...

Σὺ Κύριε τὴν σήν, Μητέρα ἐμεγάλυνας, σὺ ὕψωσας ὑπὲρ πάσας νοερὰς ἐξουσίας, ἀσυγκρίτως τὴν δόξαν αὐτῆς.

Ἡ χάρις τοῦ Θεοῦ, νὺν ἀφθόνως παρέχεται, πανάχραντε Θεοτόκε, ἐκ τιμίας σοροῦ σου, τοὶς πίστει προσκυνούσί σε.

Σὲ δύναμιν Πιστοί, βασιλεῖς περιζώννυνται, σὲ σύνδεσμον Θεοτόκε, ἡ σὴ πόλις αὐχοῦσα, τὴ Ζώνη σου σεμνύνεται.

Γνωστή σου ἀληθῶς, ἡ χάρις ἀναδέδεικται, Πανάχραντε παραδόξως, ἐνεργοῦσα δυνάμεις, καὶ τέρατα ἐν πάσῃ τὴ γῆ.

ΗΡΘΗΣ ΠΡΟΣ ΦΩΣ, ΑΔΥΤΟΝ ΜΕΤΑΧΩΡΗΣΑΣΑ, ΕΛΙΠΕΣ ΔΕ,.... ΣΕ ΠΟΘΟΥΣΙΝ ΥΠΟΘΕΣΙΣ...

Ἤρθης πρὸς φῶς, ἄδυτον μεταχωρήσασα, ἕλιπες δέ, τοὶς σὲ μακαρίζουσιν, ἀντὶ τοῦ σώματός σου Ἁγνή, τὴν τιμίαν Ζώνην, πηγὴν θαυμάτων ὑπάρχουσαν, καὶ τόπον σωτηρίας, καὶ χαράκωμα ταύτης, τῆς τιμώσης σὲ πόλεως ἄχραντε.

Νέον ἡμεῖς, ὡς οὐρανὸν ὑπερχόμεθα, σοῦ τὸν οἶκον, ἐν ὧ τεθησαύρισται, καθάπερ ἥλιος φωταυγής, σοῦ ἡ θεία Ζώνη, βολὰς θαυμάτων ἐκπέμπουσα, καὶ πάντων τάς καρδίας, καταυγάζουσα Κόρη, καὶ παθῶν τὴν ὁμίχλην διώκουσα.

Σὺ κιβωτός, τοῦ νοητοῦ ἁγιάσματος χρηματίζεις, Ἄχραντε πανύμνητε, καὶ τὴν τιμίαν ταύτην σορόν, ἔχουσαν τὴν Ζώνην, ἣν περιοῦσα ἐφόρεσας, περέχεις τῶ λαῶ σου, καταφύγιον πᾶσι, καὶ πηγὴν ἰαμάτων ἀκένωτον.

Ἧκε τὴ σή, πόλει πολύολβον δώρημα, ἡ τιμία Ζώνη σου πανύμνητε, καὶ κατετέθη περιφανῶς, ταύτη τὴ ἡμέρα ἐν τούτῳ τῶ θείω οἴκω σου, καὶ γέγονε μεγίστης, ἑορτῆς Θεοτόκε, τοὶς θερμῶς σὲ ποθοῦσιν ὑπόθεσις.

Νόμου σκιαί, καὶ Προφητῶν τὰ αἰνίγματα, προεδήλουν, ἔσεσθαί σε Πάναγνε, Θεοῦ Μητέρα παναληθῆ, δι' ἦς ἡ κατάρα ἀπεστειρώθη καὶ ἤνθησε, τελεία εὐλογία, καὶ σωτήριος χάρις, τοὶς ἐν πίστει καὶ πόθω ὑμνούσί σε.

ΟΙ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΠΟΤΑΜΟΙ ΘΕΟΤΟΚΕ, ...., ΧΑΙΡΕ Η ΜΟΝΗ ΕΛΠΙΣ ΤΩΝ ΥΜΝΟΥΝΤΩΝ ΣΕ...

Οἱ τῶν θαυμάτων ποταμοὶ Θεοτόκε, ἐκ τῆς πανσέπτου σου σοροῦ προερχόμενοι, ὡς ἐξ Ἔδεμ ποτίζουσι τὸ πρόσωπον τῆς γῆς, χάριτας προχέοντες, τοὶς πιστῶς σὲ τιμῶσιν, ὅθεν ἀνυμνούμέν σε, καὶ σεπτῶς εὐφημοῦμεν, καὶ εὐχαρίστως κράζομεν ἀεί, Χαῖρε ἡ μόνη ἐλπὶς τῶν ὑμνούντων σε.

ΤΑ ΚΑΤΑΘΕΣΙΑ ΤΗΣ ΣΗΣ ΘΕΙΑΣ ΖΩΝΗΣ, Η ΕΚΚΛΗΣΙΑ ΣΟΥ ΦΑΙΔΡΩΣ ΕΟΡΤΑΖΕΙ.... ΤΑ ΘΕΙΑ ΘΕΛΗΜΑΤΑ...

Τὰ καταθέσια τῆς σῆς θείας Ζώνης, ἡ Ἐκκλησία σου φαιδρὼς ἑορτάζει, καὶ ἐκτενῶς κραυγάζει σοὶ Παρθένε Ἁγνή, Ἅπαντας περίσωζε, τῆς ἐχθρῶν δυναστείας, θραῦσον τὰ φρυάγματα, τῶν ἀθέων βαρβάρων, καὶ τὴν ἡμῶν κυβέρνησον ζωήν, πράττειν Κυρίου τὰ θεία θελήματα.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ, .... ΤΑΥΤΗΣ ΤΑ ΘΑΥΜΑΤΑ....

Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ΘΕΟΤΟΚΕ ΑΕΙΠΑΡΘΕΝΕ, ΤΩΝ ΑΝΘΡΩΠΩΝ Η ΣΚΕΠΗ, ΕΣΘΗΤΑ ΚΑΙ ΖΩΝΗΝ ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΣΩΜΑΤΟΣ...

Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη, Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος, κραταιὰν τὴ πόλει σου περιβολὴν ἐδωρήσω, τῶ ἀσπόρω τόκω σου ἄφθαρτα διαμείναντα, ἐπὶ σοὶ γὰρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος, διὸ δυσωπούμέν σε, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

ΝΕΟΥΡΓΕΙΤΑΙ ΚΑΡΔΙΑ, ΠΙΣΤΕΙ ΘΕΡΜΗ.... ΨΑΥΣΑΣΑ ΣΩΜΑΤΙ....

Νεουργεῖται καρδία, πίστει θερμὴ ψαύουσα, Ζώνη Ἱερὰ τῆς Παρθένου, καὶ περιζώννυται, δύναμιν ἄμαχον, κατὰ παθῶν ἀκαθάρτων, δυσμενῶν ἀσάρκων τε, ἄτρωτος μένουσα.

Μένει ἄφθορος ἔτι, ἡ Ἱερὰ Ζώνη σου, ἥτις σοῦ τὸ ἄχραντον σῶμα, Κόρη διέζωσε, καθαγιάζουσα, τοὺς εὐσεβῶς προσιόντας, καὶ φθορὰς ἐξαίρουσα, νόσων καὶ θλίψεων.

Ἐχρημάτισας οἶκος, περικαλὴς Ἄχραντε, Λόγου τοῦ ἐκ σοῦ σαρκωθέντος, καὶ ἐν ἁγίῳ σου οἴκω εὐδόκησας, Ζώνην τὴν σὴν ἐντεθῆναι, ἣν καὶ κατασπαζόμενοι ἁγιαζόμεθα.

Τὴν τιμίαν σου Ζώνην, τιμητικῶς ἅπαντες, ἐν ἀγαλλιάσει καρδίας, περιπτυσσόμεθα, τιμὴν ὑπάρχουσαν, πάντων πιστῶν Θεοτόκε, ὡς τῶ ὑπερτίμω σου, ψαύσασα σώματι.

ΙΣΧΥΝ ΜΕ ΘΕΙΑ ΕΥΣΕΒΩΣ ΠΕΡΙΖΩΣΟΝ.... ΣΩΖΟΥΣΑ ΔΕΙΝΩΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ....

Ἰσχὺν μὲ θείαν εὐσεβῶς περίζωσον, ὑμνολογούντά σου, τὴν Ἱερὰν Ζώνην, θεῖον χρηματίζουσαν, τὴ πόλει σου περίζωμα, καὶ κραταίωμα Κόρη, καὶ ἀρραγὲς περιτείχισμα, ἄχραντε Παρθένε τὴ ποίμνη σου.

Σὺ τὸν Θεὸν τὸν δυνατὸν ἐκύησας, περιζωννύοντα, τοὺς εὐσεβεῖς πάντας, δύναμιν Πανάμωμε, διὸ σὲ μακαρίζομεν, καὶ τὴν θείαν σου Ζώνην, περιχαρῶς ἀσπαζόμενοι, χάριν ἀπαντλοῦμεν καὶ ἔλεος.

Χαρμονικῶς τὴ καταθέσει σήμερον, περιχορεύσωμεν, τῆς Ἱερᾶς Ζώνης, τῆς ἁγνῆς θεόπαιδος, ἐξ ἦς ἡμῖν περίζωμα, ἀφθαρσίας ὑφάνθη, καὶ ἀδιάρρηκτον ἔνδυμα, καὶ περιβολὴ ἀδιάσπαστος.

Ὑπὸ τὴν σὴν ὁ σὸς λαὸς Πανάμωμε, προστρέχει δύναμιν, ὑπὸ τὴν σὴν σκέπην, καταφεύγει πάντοτε, πᾶσι γενοῦ βοήθεια, καὶ τὰ πρὸς σωτηρίαν τοὶς πᾶσι δίδου αἰτήματα, σώζουσα δεινῶν τὰς ψυχὰς ἡμῶν.

ΤΗΝ ΑΝΕΞΙΧΝΙΑΣΤΟΝ ΘΕΙΑΝ ΒΟΥΛΗΝ, ΤΗΣ ΕΚ ΤΗΣ ΠΑΡΘΕΝΟΥ ΣΑΡΚΩΣΕΩΣ....

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε. Δόξα τὴ δυνάμει σου Κύριε.

ΤΗΝ ΖΩΝΗΝ ΤΗΝ ΣΕΠΤΗΝ, ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΣΚΗΝΟΥΣ, ΥΜΝΟΥΜΕΝ ΟΙ ΠΙΣΤΟΙ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ,,,, ΜΑΡΙΑ ΘΕΟΚΛΗΤΕ...

Τὴν Ζώνην τὴν σεπτήν, τοῦ ἀχράντου σου σκήνους, ὑμνοῦμεν οἳ πιστοί, Παναγία Παρθένε, ἐξ ἦς ἀρυόμεθα νοσημάτων τὴν ἴασιν, καὶ κραυγάζομεν, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, σὺ ἡ λύτρωσις, τῶν σὲ τιμώντων ὑπάρχεις, Μαρία Θεόκλητε.

ΤΙΜΗΣΩΜΕΝ ΟΙ ΠΙΣΤΟΙ, ΩΣ ΣΥΝΑΦΕΙΑΣ ΠΡΟΣ ΘΕΟΝ ΣΥΝΔΕΣΜΟΝ, .... ΤΩΝ ΣΕ ΑΝΥΜΝΟΥΝΤΩΝ ΚΟΙΜΙΖΕΙ ΑΕΙ....

Τιμήσωμεν οἱ πιστοί, ὡς συναφείας πρὸς Θεὸν σύνδεσμον, τὴν τῆς Ἁγνῆς σήμερον Ζώνην, καὶ πιστῶς προσκυνήσωμεν.

Ἀέναοι ὀχετοί, ἐκ τῆς ἀχράντου σου σοροῦ ῥέοντες, τῶν χαρισμάτων Ἁγνή, πάντας τοὺς πιστοὺς καταρδεύουσιν.

Ἰάματα τοὶς πιστοίς, ἡ πολυύμνητος ἡμῖν σήμερον, τῆς ὑπερτίμου Ἁγνῆς, Ζώνη ἀναβρύει ἐν χάριτι.

Ὡς δρόσος ἑωθινή, ἡ εὐφροσύνη σου Ἁγνὴ ῥέουσα, τὴν τῶν παθῶν κάμινον, τῶν σὲ ἀνυμνούντων κοιμίζει ἀεί.

ΩΣ ΥΠΕΡΤΙΜΟΝ ΣΤΕΡΕΩΜΑ ΘΕΟΤΟΚΕ, Ο ΠΟΙΗΤΗΣ ΚΑΙ ΚΤΙΣΤΗΣ ΣΕ, .... ΠΑΝΑΓΝΟΥ ΜΗΤΡΟΣ

Ὡς ὑπέρτιμον στερέωμα Θεοτόκε, ὁ Ποιητὴς καὶ Κτίστης σε, πηξάμενος ὥσπερ, ἄστροις κατεκόσμησε, ταὶς θείαις ἑλλάμψεσιν, αἲς καταφαιδρύνεις τὰ πέρατα.

Σὲ κραταίωμα ἡ πόλις σου Θεοτόκε, καὶ ἀσφαλῆ κρηπῖδα, ἔχουσα τὴ θεία, Ζώνη σου συνέχεται, δεσμὸν ἀδιάσπαστον, ταύτην ἐν πολέμοις προτείνουσα.

Ἀπὸ γὴς ἡμᾶς ἀνέλκει Θεογεννῆτορ, πρὸς οὐρανὸν ἡ θεία, Ζώνη σου σῶ πόθω, ταύτης ἀναφθέντας θερμῶς, διὸ σὲ δοξάζομεν, ὡς αἰτίαν δόξης τῆς κρείττονος.

Ἰδοὺ χάρις ἀνεξάντλητος, δεῦτε πάντες εἰλικρινεῖ καρδία, ἀρύσασθε πίστει, νάματα πηγάζοντα, ἀφθόνως φιλέορτοι, τῆς σεπτῆς σοροῦ τῆς πανάγνου Μητρός.

Η ΣΟΡΟΣ Η ΚΑΤΕΧΟΥΣΑ, ΘΕΟΤΟΚΕ ΤΗΝ ΖΩΝΗΝ ΣΟΥ, ΚΙΒΩΤΟΣ ΤΟΙΣ ΔΟΥΛΟΙΣ ΣΟΥ ΑΓΙΑΣΜΑΤΟΣ....

Ἤ σορὸς ἡ κατέχουσα, Θεοτόκε τὴν Ζώνην σου, κιβωτὸς τοὶς δούλοις σου ἁγιάσματος, καὶ Ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ὅθεν σήμερον, Ἱερῶς ἀθροισθέντες ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος.
Τὴν ἁγίαν κατάθεσιν, Θεοτόκε τῆς Ζώνης σου, ἑορτὴν κεκτήμεθα εὐφραινόμενοι, ὅτι τὴ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων, ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ὧ τεθησαύρισται τῆς θεόπαιδος, Ζώνη τιμία ἐν χάριτι, προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, προφανῶς ἀπαρύσασθε, καὶ βοήσατε, εὐχαρίστω καρδία, Παναγία, εὐλογούμέν σε Παρθένε, οἱ σεσωσμένοι τῶ τόκω σου.
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε, τὴν ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο, καὶ φαιδρύνεται χαίρουσα σήμερον, καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοώσά σοὶ Χαῖρε διάδημα τίμιον, καὶ στέφανε τῆς θείας δόξης, χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη, χαῖρε τῶν εἰς σὲ προστρεχόντων, λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.

ΕΔΩΚΑΣ ΤΗ ΠΟΛΕΙ ΣΟΥ, ΖΩΝΗΝ ΤΗΝ ΣΗΝ ΥΠΕΡΕΝΔΟΞΕ....ΠΕΡΙΖΩΣΟΝ ΔΥΝΑΜΙΝ....

Ἔδωκας τὴ πόλει σου, Ζώνην τὴν σὴν Ὑπερένδοξε, ἀσφαλέστατον σύνδεσμον, ταύτην περιέπουσαν, ἐκ παντὸς κινδύνου, θείαις ἐνεργείαις, καὶ ἀπροσμάχητον ἐχθροῖς, διατηροῦσαν αὐτὴν κραυγάζουσαν, ἰσχύς μου καὶ κραταίωμα, καὶ εὐπρεπὲς ἀγαλλίαμα, ὁ Υἱός σου καὶ Κύριος, μόνος ἔστιν ὁ εὔσπλαγχνος.
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Τίμιον διάδημα, οἱ εὐσεβῶς βασιλεύοντες, τὴν σὴν Ζώνην Πανάχραντε, φαιδρὼς περικείμενοι, ἐν τοῖς σοὶς καυχῶνται, θείοις μεγαλείοις, καὶ φοβερώτατοι ἐχθροῖς, τοὶς πολεμοῦσιν ἀεὶ γνωρίζονται, καὶ σὲ ὑμνοῦντες κράζουσι, τῶ ὑπὲρ λόγον τεχθέντι ἐκ σοῦ, Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὔσπλαγχνος.
Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.
Περίζωσον δύναμιν, ἡμᾶς Παρθένε τὴ Ζώνη σου, κατ' ἐχθρῶν ἐνισχύουσα, πάθη ὑποτάττουσα, κατατυραννοῦντα, καὶ ἐκπολεμοῦντα, καὶ νικητήρια ἡμῖν, δι' ἀπαθείας ἀεὶ παρέχουσα, τοῦ καθαρῶς δοξάζειν σε, καὶ τῶ Υἱῶ σου βοᾶν ἐκτενῶς, Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὔσπλαγχνος.
Φρένα καθάραντες καὶ νοῦν τοὶς Ἀγγέλοις καὶ ἡμεῖς πανηγυρίσωμεν, φαιδρὼς ἐξάρχοντες Δαυϊτικὴν μελωδίαν, τὴ νεάνιδι Νύμφη τοῦ παμβασιλέως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ἀνάστηθι Κύριε, λέγοντες, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου, Ὡς γὰρ παλάτιον τερπνόν, ταύτην κατεκόσμησας, καὶ κατεκλήρωσας αὐτήν, τὴ πόλει σου Δέσποτα, περιποιεῖσθαι καὶ σκέπειν, ἐκ πολεμίων βαρβάρων, τὴ κραταιὰ δυνάμει σου, ταὶς ἱκεσίαις αὐτῆς.

ΖΩΝΗΣ ΘΕΙΑΣ ΤΕΘΕΙΣΗΣ, ΣΗΜΕΡΟΝ ΕΝ ΟΙΚΩ ΣΟΥ ΘΕΟΧΑΡΙΤΩΤΕ.... ΣΕ ΔΟΞΑΖΟΜΕΝ....

Ζώνης θείας τεθείσης, σήμερον ἐν οἴκῳ σου θεοχαρίτωτε, συνεπανετέθη, ἀγαθῶν πᾶσα δόσις τοὶς χρήζουσι, καὶ πληροῦται πᾷς τίς, ἁγιασμοῦ ὁ προσπελάζων, τάς αἰτήσεις πιστῶς κομιζόμενος.

Ὡραιώθης Παρθένε, Λόγον ὡραιότατον ἀποκυήσασα, καὶ τῶ σῶ ὡραίω, τούτω οἴκω τεθῆναι εὐδόκησας, τὴν ὡραίαν Ζώνην, ἥτις τὸ σὸν ὡραῖον σῶμα, Θεοτόκε ὡραίως διέζωσεν.

Σοῦ ὁ Ἅγιος οἶκος, ἄλλος ὡς Παράδεισος, πᾶσι γνωρίζεται, μέσον κεκτημένος, ὥσπερ εὔοσμον ῥόδον τὴν Ζώνην σου, εὐωδίας θείας, ἀναπληροῦσαν τὰς καρδίας, τῶν πιστῶς προσιόντων Πανάμωμε.

Ὄμβρου θείου νεφέλη, γέγονας Πανάμωμε, ἐναποστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γὴν χερσωθεῖσαν ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας, διὰ τοῦτο πιστῶς σὲ δοξάζομεν.

ΜΝΗΜΗ ΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ...

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς καταθέσεως τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου.
Τὴ ΛΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγία σορῶ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίω αὐτῆς οἴκω, τῶ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως, Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως.
Στίχοι
· Χρυσῆν κορωνίδ' οῖα, σεμνὴ Παρθένε,
· Τῶ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει.
· θέντο σορῶ Ζώνην πρώτη Πανάγνου Τριακοστή.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίω.

Ταὶς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή 30 Αυγούστου 2009

Η ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΕΝΔΟΞΟΣ ΑΠΟΤΟΜΗ.... ΠΡΟΣΚΑΙΡΟΝ...

Ἡ τοῦ Προδρόμου ἔνδοξος ἀποτομή, οἰκονομία γέγονέ τὶς θεϊκή, ἵνα καὶ τοὶς ἐν' Ἅδη τοῦ Σωτῆρος κηρύξη τὴν ἔλευσιν, θρηνείτω οὖν Ἡρῳδιάς, ἄνομον φόνον αἰτήσασα, οὐ νόμον γὰρ τὸν τοῦ Θεοῦ, οὗ ζώντα αἰῶνα ἠγάπησεν, ἀλλ' ἐπίπλαστον πρόσκαιρον.

ΗΡΩΔΗΣ Ο ΠΑΡΑΝΟΜΟΣ, ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΤΗΝ ΘΕΙΑΝ....ΧΡΙΣΤΟΥ ΕΠΑΞΙΩΣ...

Ἡρῴδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης, ὁ ἄφρων! θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας, ἡμεῖς δὲ νύν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.

ΑΧΡΑΝΤΕ ΠΑΝΑΜΩΜΕ, ΤΟ ΣΚΕΥΟΣ ΤΟ ΤΗΣ ΕΥΩΔΙΑΣ....ΜΕΓΑΛΥΝΟΜΕΝ...

Ἄχραντε πανάμωμε, τὸ σκεῦος τὸ τῆς εὐωδίας, αἴτησαι Χριστὸν ὃν ἔτεκες, βασιλεῖ μὲν τὰ τρόπαια, τῶ φιλοχρίστω δὲ λαῶ, δοῦναι τὴν ἄφεσιν τῶν πταισμάτων, σὲ γὰρ ἀπαύστως μεγαλύνομεν.

ΕΝΝΟΜΟΣ ΓΕΝΟΜΕΝΟΣ....

Ἔννομος γενόμενος, ὁ θεῖος ὄντως φοιτητής σου, καὶ σοὶς ζωηφόροις λόγοις, πειθαρχήσας Ἀλέξανδρος, Ἱεράρχης πεφηνῶς, Κύριε ὅσιος πρᾶος, σώφρων, νὺν ἐπαξίως μακαρίζεται.

Μύστης ἄκριβέστατος, γέγονας πόθω τῶν ἀρρήτων, ὧ θεομακάριστε Πατὴρ ἡμῶν, Ἰωάννη πανόλβιε, καὶ μυσταγωγὸς τῶν μυστηρίων, καὶ κῆρυξ δογμάτων θείων, καὶ λατρευτῆς Τριάδος ἔνδοξε.

Σὲ τὸν ἀνεξίκακον, Πάτερ, καὶ ὅσιον ποιμένα, ἄμεπτον σεπτὸν ἀμιαντον, κήρυκά τε τῆς πίστεως, τῆς ὀρθοδοξίας τὸν διδάσκαλον, ἅπαντες ἐπαξίως συμφώνως, Παῦλε μακαρίζομεν.

ΠΟΤΟΣ ΒΔΕΛΥΡΟΣ, ΚΑΙ ΔΕΙΠΝΟΣ ΠΑΝΑΣΕΜΝΟΣ.....

Πότος βδελυρός, καὶ δεῖπνος πανάσεμνος, ὅρχησις ἄτερπνος, ἔθελξαν τὸν δείλαιον, μάλα πρὸς οἶστρον ἀκολασίας δεινῆς, καὶ τῆς μαινάδος μίσθωμα, κάραν ἐκδίδωσι, τοῦ Προδρόμου, ἢς οὐδὲ ἀντάξιος, κόσμος ἅπας, Φρικτὸν τὸ μυστήριον!

Ὧ πῶς ὁ δεινός, Ἡρῴδης οὐκ ἔφριξε, Κριτὴν ἀλάθητον! ἀλλ' ἐν τῇ ψυχὴ αὐτοῦ, ἔνδον δολίως φόνον ἐνέτρεφε, τοῦ Βαπτιστοῦ, μαινόμενος, ὡς ἐλεγχόμενος, καὶ μὴ φέρων, εὐκαιρίαν ἤθελε, καὶ εὑρῶν, ἀποτέμνει τὸν δίκαιον.

Ὄντως ἀπὸ γής, εἰσέδυς εἰς Ἅγια, οἴά πὲρ Ἄγγελος, ὡς ἀγγελικῶς ἐν γῆ, σοφὲ βιώσας Κυρίου Πρόδρομε, τῶν ὑμνητῶν σου μέμνησο, ἄνωθεν ἔνδοξε, καὶ πταισμάτων, αἴτησαι τὴν ἄφεσιν, καὶ εἰρήνην παράσχου καὶ ἔλεος.

ΤΟΝ ΔΥΣΣΕΒΗ ΠΡΟΣΕΥΧΗ ΤΗ ΠΑΝΑΛΚΕΙ ΣΟΥ, ΑΡΕΙΟΝ ΚΤΕΙΝΑΣ ΑΛΕΞΑΝΔΡΕ....

Τὸν δυσσεβὴ προσευχὴ τὴ παναλκεῖ σου, Ἄρειον κτεῖνας Ἀλέξανδρε θεόφρον, ἐν τοῖς βεβήλοις τόποις, ὑβρίσαντα ἠμύνω, βροχίσας ὡς Ἰούδαν.

Ὁ θεομάχος Χριστοῦ χιτῶνα ῥήξας, ὡς ὁ προδότης πρηνὴς λακήσας μέσον, νὺν θρηνεῖ ἐν Ἅδη, ψυχῶν ἀδίκων μόρον, θανάτω τῶ δικαίω.

Ἐν ἐγκρατείαις ὡς ἄσαρκος ἐφάνης, ἐν ἀγρυπνίαις μικροῦ δεῖν καὶ ἀναίμων, καὶ ἐν διδασκαλίαις, πηγὴ τοῦ Παραδείσου, παμμάκαρ, Ἰωάννη.

ΜΥΣΤΙΠΟΛΟΣ ΤΗΣ ΑΝΩ, ΥΠΕΡΘΕΟΥ ΤΡΙΑΔΟΣ....

Μυστιπόλος τῆς ἄνω, ὑπερθέου Τριάδος ὤφθης πανένδοξε, ἀγνῶς ταύτην λατρεύων, καὶ μέλπων ἀνενδότως, Ἱεράρχα Ἀλέξανδρε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θησαυρον σὲ δογμάτων, καὶ πηγὴν τῶν θαυμάτων, Χριστὸς ἀνέδειξε, πηγάζοντα τὸν πλοῦτον, τὸν τῆς θεογνωσίας, Ἰωάννη τοὶς κράζουσιν, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Ὡς ἰσάγγελον βίον, κατὰ Παῦλον τὸν θεῖον, ὡς καὶ συνώνυμον, κτησαμένω παμμάκαρ, τὸν πλούτόν σοὶ τῶν λόγων, Χριστὸς παρέχει ἄφθονον, Εὐλογητὸς βοῶντι, Χριστός εἰς τοὺς αἰῶνας.

ΠΡΟΣ ΣΕ ΛΑΟΣ ΠΟΝΗΡΟΤΑΤΟΣ, ΑΦΙΚΕΤΟ ΠΕΙΡΑΖΩΝ ΚΑΙ ΦΑΣΚΩΝ ΣΟΙ, ΣΥ ΕΙ Ο ΚΥΡΙΟΣ, ΑΥΤΟΣ ΔΕ ΕΦΗΣ.... ΕΚΔΙΔΑΣΚΟΜΕΝΟΙ....

Πρὸς σὲ λαὸς πονηρότατος, ἀφίκετο πειράζων καὶ φάσκων σοί, Σὺ εἶ ὁ Κύριος, αὐτὸς δὲ ἔφης, οὐκ ἔγωγε, ἄλλος δ' ἐστὶν ὃς ἤξει, ὀπίσω πρώτός μου.

Ῥευστῆς ἐγὼ πέλω φύσεως, ὃς ἔρχεται δ' ὀπίσω μου ἄρρευστος, πέλει καὶ ἄχρονος, καὶ ποιητὴς πάσης κτίσεως, οὗ οὐκ ἰσχύω λύσαι, οὐδὲ τὰ πέδιλα.

Ὁρῶντες πάντες συνέτρεχον, πόρνοι τε καὶ τελῶναι καὶ ἄσωτοι, καὶ ἐβαπτίζοντο, ἐκ σοῦ Προφήτα πανένδοξε, τὴν πρὸς Χριστὸν πορείαν ἐκδιδασκόμενοι.

ΙΣΧΥΝ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ..... ΕΙΣ ΘΕΟΥ ΚΛΗΡΟΝ ΑΓΙΟΝ...

Ἰσχὺν θείου Πνεύματος, ἐνδεδυμένος ἔνδοξε, πάσιν ἀνεβόας τοὶς παροῦσι, Μετανοεῖτε, ἰδοὺ ἀξίνη σαφῶς, τῶν δένδρων πρὸς ῥίζαν κεῖται νύν, τέμνουσα τὰ ἄκαρπα, τὰ δ' ἐσθλᾷ ἐκκαθαίρουσα.

Τὴν γλώτταν ὡς σάλπιγγα, ἔχων Κυρίου Πρόδρομε, εὐήχως ἐφώνεις τοὶς παροῦσιν, Ἐγὼ ἐν ὕδατι βαπτίζω ὑμᾶς, ὀπίσω μου δ' ἄλλος ἰσχυρός, βαπτίζων ἐλεύσεται, ἐν πυρί τε καὶ πνεύματι.

Ὁ θεῖος προέφησε Προφήτης, Ἤξει Κύριος, Ἄγγελος αὐτοῦ δὲ πρὸ προσώπου, στέλλεται τρίβους προετοιμάζων αὐτοῦ, ὃς σώσει λαὸν τὸν ἀπειθῆ, καὶ κατασκευάσειεν, εἰς Θεοῦ κλῆρον ἅγιον.

ΡΙΖΑΣ ΚΑΙ ΜΕΛΑΓΡΙΟΝ, ΟΨΟΝ ΤΕΡΠΝΟΝ, ΗΣΘΙΕΣ ΜΑΚΑΡΙΕ ΠΡΟΔΡΟΜΕ...

Ῥίζας καὶ μελάγριον, ὄψον τερπνόν, ἤσθιες μακάριε Πρόδρομε, καὶ τὰς ἀκρίδας, ἐκ καμήλου δὲ τριχῶν, στολὴν ἐπημφιέννυσο, ὑπὲρ ἁλουργίδα βασίλειον.

Τὸν δημιουργήσαντα λόγῳ τὸ πᾶν, πᾶσι γεωργὸν μάκαρ ἤγγειλας, οὗτος γὰρ ἐστιν, ὁ τὸ πτύον ἐν χειρί, κατέχων, καὶ τὴν ἅλωνα, μάλα διακρίνων ὡς δίκαιος.

Ὕπνον σοὶς οὐκ ἔδωκας μάκαρ σοφέ, ὄμμασιν ὡς ἄσαρκος ἔνδοξε, οὔτε κροτάφοις, εἰς ἀνάπαυσιν σαρκός, ἐως οὗ ὠκοδόμησας, οἶκον σεαυτὸν θείου Πνεύματος.

ΠΑΤΕΡΩΝ Η ΤΡΙΦΩΤΟΣ, ΛΑΜΠΑΣ ΑΝΕΛΑΜΨΕ....

Πατέρων ἢ τρίφωτος, λαμπὰς ἀνέλαμψε, πιστῶν τὰ συστήματα, καταφαιδρύνουσα, πρὸς θείαν ἐπίγνωσιν, λύοντες τῶν ἀθέων, τὴν ἀσέβειαν πᾶσαν, δόγμασι καὶ σοφία, καὶ πολλὴ παρρησία, Ἀλέξανδρος καὶ Ἰωάννης ὁμοῦ, καὶ Παῦλος ὁ ἔνδοξος.

ΤΟΝ ΠΡΟΔΡΟΜΟΝ ΧΡΙΣΤΟΥ, ΒΑΠΤΙΣΤΗΝ.... ΚΑΡΑΝ ΕΚΤΕΜΝΕΤΑΙ...

Τὸν πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν πιστοί, καθαρῶ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος, τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.

ΕΚ ΣΤΕΙΡΑΣ ΤΕΧΘΕΙΣ Ο ΙΩΑΝΝΗΣ....

Ἐκ στεῖρας τεχθεὶς ὁ Ἰωάννης, τὴν γλώτταν διέλυσε πατρός, εἰκότως καὶ γὰρ πέφυκε, φωνὴ τοῦ Λόγου εὔηχος, καὶ εὐλογῶν ἐφθέγγετο, Σὺ μόνος Ἅγιος Κύριος.

Οὐδὲν τῶν παρόντων ἀγαπήσας, τὴν ἔρημον τρέχων παροικεῖς, ὡς πόλιν θείω Πνεύματι, δυναμωθεὶς πανένδοξε, ἀϋλως δὲ ἐβίωσας, ὡς Ἡλιοῦ ὁ θεσπέσιος.

Μὴ φέρων τοῦ βίου τοὺς θορύβους, ὡς ὄρνις ἐμάκρυνας σοφέ, ἐρήμοις αὐλιζόμενος, εὑρές τε ἀναψύχοντα, τὸν σώζοντά σε Κύριον, ἒκ καταιγίδος καὶ θλίψεως.

ΤΡΙΦΩΤΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ, ΣΗΜΕΡΟΝ ΑΝΕΤΕΙΛΕ ΔΙΑΥΓΕΙΑ, Η ΠΑΝΕΝΔΟΞΟΣ ΜΝΗΜΗ... ΙΩΑΝΝΗ ΤΗΝ ΠΙΣΤΙΝ ΤΡΑΝΩΣΑΣΑ...

Τρίφωτος τῶν Πατέρων, σήμερον ἀνέτειλε διαύγεια, ἡ πανένδοξος μνήμη, ἢ πιστῶς ἐντρυφῶντες χορεύσωμεν.

Ἔλυσας Ἱεράρχα, τῶν Αἱρετικῶν τὰ ὀχυρώματα, εὐσεβεῖ παρρησία, καταγγείλας Τριάδα Ἀλέξανδρε.

Παύλω τῶ θεσπεσίω, κοινωνήσας κλήσεως ἀοίδιμε, τῶν ἐκείνου ἐδείχθης, ἀρετῶν ἀπεικόνισμα ἔνθεον.

Κάλαμός σου ἡ γλῶσσα, θεογραφικῶς προαναδέδεικται, Πνεύματος Πάτερ θείου, Ἰωάννη τὴν πίστιν τρανώσασα.

ΘΕΟΥ ΑΡΧΙΣΤΡΑΤΗΓΟΣ, ΠΑΡΘΕΝΕ, ΕΦΗ, ΘΕΟΝΥΜΦΕ, ΠΡΟΣ ΔΡΟΜΟΥΣ ΠΟΡΕΥΘΗΤΙ....

Θεοῦ Ἀρχιστράτηγος, Παρθένε, ἔφη, Θεόνυμφε, πρὸς δρόμους πορεύθητι, τῆς Ἐλισάβετ σπουδή, καὶ γὰρ ἔγκυον, ταύτην εὑροῦσα γνώση, ὃν πὲρ καταγγέλλω σοὶ τόκον τὸν ἄρρητον.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΤΟΝ ΛΥΧΝΟΝ ΤΟΝ ΠΑΜΦΩΤΟΝ.... ΤΗΣ ΘΕΟΜΗΤΟΡΟΣ...

Ἀνοίξω τὸ στόμα μου τὸν λύχνον τὸν πάμφωτον, τῆς οἰκουμένης τὸν κήρυκα, τὸν θεῖον Ἀπόστολον, καὶ ὑπηρέτην Χριστοῦ, τὶς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι, τὸν θεομαρτύρητον, Κυρίου Πρόδρομον.

Ὁ θεῖος ταξιαρχος, τῶν ἀσωμάτων Δυνάμεων, πρὸς θεῖον ἀφίκετο, ναὸν Θεοῦ Ἱερόν, εὐαγγέλια, κομίζων τῶ πρεσβύτη, Κυρίου τὸν Πρόδρομον, τέξη πρεσβύτατε.

Νηδὺς ἔνδον ἔχουσα, στεῖρα καὶ γραὺς τὸν πανάριστον, Προφήτην καὶ Πρόδρομον, ἀπὸ κοιλίας μητρός, προσεκύνησε, Χριστόν, ὧ ξένον θαῦμα! γαστρὶ ἐμφερόμενον τῆς Θεομήτορος.

ΜΝΗΜΗ ΔΙΚΑΙΟΥ ΜΕΤ..... ΠΑΡΕΧΟΝΤΑ ΗΜΙΝ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ...

Μνήμη Δικαίου μέτ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον, Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοὶς ἐν Ἅδη, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

ΓΕΝΕΣΙΟΝ ΑΘΕΜΙΤΟΝ, ΚΑΙ ΣΥΜΠΟΣΙΟΝ ΑΝΑΙΔΕΣΤΑΤΟΝ, ΗΡΩΔΗΣ ΑΠΕΤΕΛΕΣΕΝ.... ΤΟΝ ΜΟΝΟΝ ΠΟΛΥΕΛΕΟΝ...

Γενέσιον ἀθέμιτον, καὶ συμπόσιον ἀναιδέστατον, Ἡρῴδης ἀπετέλεσεν, ἀκολασία γὰρ γυναικεία θελγόμενος, καὶ ἀσεβεῖ θηλυμανία κεντούμενος, ἀπέτεμε κεφαλὴν Προδρομικήν, ἀλλ' οὐκ ἐξέτεμε γλῶσσαν Προφητικήν, ἐλέγχουσαν αὐτοῦ τὴν παράνοιαν, Ἐξέχεεν αἷμα ἀθῶον, καλύψαι θέλων ἁμαρτίαν ἄθεσμον, ἀλλ' οὐκ ἐν τούτῳ ἀπέκρυψε φωνήν, βοῶντος πᾶσι μετάνοιαν, Ἐκεῖνος μὲν συνευφραίνετο φόνω, ἡμεῖς δὲ συνεορτάσωμεν πόθω, τοῦ Βαπτιστοῦ Ἰωάννου τὴν μακαρίαν σφαγήν, προέλαβε γὰρ ἐν Ἄδου τήν ζωὴν κηρύξαι, τοὶς ἐν σκότει καὶ σκιὰ θανάτου καθημένοις, τὴν ἐξ ὕψους ἀνατολήν, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν μόνον πολυέλεον.

ΠΑΜΜΑΚΑΡ ΑΛΕΞΑΝΔΡΕ ΠΟΙΜΗΝ,..... ΜΑΚΑΡΙΖΟΜΕΝ....

Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας, ὀρθοδοξίας ὑπέρμαχος, Ἀρείου καθελῶν, τὴν ἀλαζονείαν, προσευχαὶς συντόνοις σου, τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος, καὶ νὺν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἰωάννη τίμιε σαρκός, τὴν φθορὰν ἐμίσησας, δι' ἐγκρατείας καὶ πίστεως, δι' ἀγρυπνίας τε, καὶ Ὁμολογίας, Ἄγγελος ἐπίγειος, εὑρέθης καὶ οὐράνιος ἄνθρωπος, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Παύλου θείοις δόγμασι σαφῶς, ὄντως ἐπειθάρχησας, μεθ' οὗ εἰς τρίτον ἀνέδραμες, οὐρανὸν Ὅσιε, ἀρετῶν τῶ ὕψει, καὶ ἤκουσας ῥήματα, τὰ ἄρρητα καὶ θεία τοῦ Πνεύματος, Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε, τὸν Σωτήρα ἀπαύστως ἱκέτευε.
Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοὺς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου, τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοὶς ἀνακειμένοις, Ὧ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιφονίας πλήρους! Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

Ο ΠΑΛΑΙΑΣ ΚΑΙ ΚΑΙΝΗΣ ΘΕΙΟΣ ΜΕΣΙΤΗΣ....

Ὁ Παλαιὰς καὶ Καινῆς θεῖος μεσίτης, Προφήτης καὶ Πρόδρομος, Ἄγγελος ἔνσαρκος, παρανομίας ὁ ἔλεγχος, τῆς στειρευούσης, βλαστὸς νηδύος, στόμα πυρίπνοον, Ἡρῴδην διήλεγξας, ἄθεσμα πράττοντα, ὁ δὲ μὴ φέρων τὸν ἔλεγχον, ἀποτμηθῆναι, τὴν κεφαλήν σου διακελεύεται, καὶ προσηνέχθης ὥσπερ ἔδεσμα, ἐγκρατείας τὸ θεῖον ἐντρύφημα, ἐπὶ πίνακι πλέον, στηλιτεύων τὸν ἀκόλαστον.

Ἐκ παρανόμου μητρὸς συνωθουμένη, θυγάτηρ παράνομος, σοῦ τὴν ἀοίδιμον, καὶ τοὶς Ἀγγέλοις αἰδέσιμον, αἰτεῖται κάραν, τοὺς γὰρ ἐλέγχους ταύτης οὐκ ἔφερεν, ὅθεν ἐπὶ πίνακι, ταύτην προσφέρουσα, καὶ τοὶς ποσὶν ἅμα παίζουσα, τῶν δαιτυμόνων, τὴν εὐφροσύνην εἰς πένθος ἔτρεψεν, ἀλλ' ἐπὶ πλέον διελέγχεις, ἀκολασίας τὸ μῖσος μακάριε, τὸν Χριστὸν ἱκετεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Βεβακχευμένος τὴ μέθη ὁ Ἡρῴδης, νόθοις ἐπικλέπτεται, κατορχουμένης φωναίς, καὶ πρὸς τῶ ὅρκω τὸν ἄδικον, τεκταίνει φόνον, σοῦ τοῦ δικαίου Προφήτα ἔνδοξε, ἀλλά σου ὁ θάνατος, τοὶς προθανοῦσι σαφῶς, ἀθανασίαν ἐμήνυσε, καὶ γὰρ ἐγένου, καὶ τοὶς ἐν, Ἅδη κῆρυξ πρωτάγγελος, τὴν παρουοίαν τὴν σωτήριον, προμηνύων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ΡΩΜΑΛΕΩΣ ΤΩ ΗΡΩΔΗ ΑΝΘΙΣΤΑΜΕΝΟΣ.... ΧΩΛΟΙ ΠΕΡΙΠΑΤΟΥΣΙΝ...

Ῥωμαλέως τῶ Ἡρῴδη ἀνθιστάμενος, ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν, Οὐκ ἔξεστιν ἔχειν σε εὐνὴν ὁμαίμονος, ὡς ἀθέμιτον, ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει.

Οἵα ἔνδοξος Προφήτης πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς ἀμνὸν τοῦ Θεοῦ, τοὶς πάσιν ὑπέδειξας, πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν πρὸς Κύριον, ὁ Θεὸς εὐλογητὸς εἶ.

Μέλλων τέλος τὸ μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας, ἐπερωτῶν αὐτόν, Σὺ εἶ Κύριε, τοῦ σῶσαι ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;

Ὁ Χριστὸς τοὶς μαθηταῖς προσαπεφθέγξατο, Ἄπιτε εἴπατε, τῶ Ἰωάννη, ἰδού, νεκροὶ ἐξανίστανται, κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος οἱ χωλοὶ περιπατοῦσιν.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΑΛΕΞΑΝΔΡΟΥ, ΙΩΑΝΝΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΤΟΥ ΝΕΟΥ....

TH Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινοπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Τὴ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου.
Στίχοι
· Σχοίνους διαδρὰς Ἀλέξανδρε σαρκίου,
· Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.
· Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
· Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.
· Δρόμους ὁ Παῦλος ἐκλιπων τοὺς τοῦ βίου,
· Εὕρηκε παύλαν τῶν πόνον τῶν τοῦ βίου.
· Τριττὺς τὴ Τριάδι τριακοστὴ νὺν πάρα ἔστη.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ ὁσίου καὶ θαυματουργοῦ Φαντίνου.
Στίχοι
· Καὶ γὴν ὑπελθων θαυματουργὸς Φαντῖνος,
· Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει.
· Φαντῖνος βιότου ἀνεχάζετο ἐν τριακοστῇ.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων δεκαὲξ μαρτύρων τῶν θηβαίων.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Σάββατο 29 Αυγούστου 2009

ΠΑΝΑΣΕΜΝΟΝ ΚΟΡΙΟΝ, ΤΟΥ ΜΕΘΥΣΜΟΥ ΠΛΗΣΘΕΝ ΕΦΗΣΕ.... ΦΟΝΟΝ ΑΔΙΚΟΝ ΕΠΡΑΞΑΣ....

Πανάσεμνον κόριον, τοῦ μεθυσμοῦ πλησθὲν ἔφησε, Δὸς μοί, τανῦν, κάραν Ἰωάννου, ὧ Ἡρῴδη ἐν πίνακι.

Ἡ παὶς ἐξωρχήσατο, καὶ ὡς παράνομον τέρψασα, τὸν Ἡρῴδην, πρὸς φόνον ἀνθέλκει, τοῦ Προδρόμου καὶ κήρυκος.

Ὧ σὴς ἀθλιότητος, Ἡρῴδη ἄφρον καὶ ἄνομε! ποία τόλμη, κόρης ἀσελγούσης, φόνον ἄδικον ἔπραξας.

ΤΑΞΕΙΣ ΣΕ ΑΓΓΕΛΩΝ ΚΑΙ ΤΩΝ ΒΡΟΤΩΝ, ΑΝΥΜΦΕΥΤΕ ΜΗΤΕΡ....ΕΒΑΣΤΑΣΑΣ.

Τάξεις σὲ Ἀγγέλων καὶ τῶν βροτῶν, ἀνύμφευτε Μῆτερ, εὐφημοῦσιν ἀνελλιπῶς, τὸν Κτίστην γὰρ τούτων ὥσπερ βρέφος, ἐν ταῖς ἀγκάλαις σου ἐβάστασας.

ΤΟΝ ΑΠΟ ΝΗΔΥΟΣ ΣΤΕΙΡΩΤΙΚΗΣ, ΦΑΝΕΝΤΑ ΠΡΟΦΗΤΗΝ, ....,ΩΣ ΝΟΜΟΥ ΣΦΡΑΓΙΣ ΕΠΙΣΦΡΑΓΙΖΩΝ...

Τὸν ἀπὸ νηδύος στειρωτικῆς, φανέντα Προφήτην, τοῦ ἐκ μήτρας παρθενικῆς, κυοφορηθέντος ἀπορρήτως, τὸν Ἱερὸν ἀνυμνήσωμεν Πρόδρομον.

Τοὺς ὅρους τῆς φύσεως ὑπερβάς, τῆς δικαιοσύνης, συνετήρησας τοὺς θεσμούς, παράνομον μίξιν διελέγχων, μὴ δεδοικῶς βασιλέων θρασύτητα.

Τοῦ νόμου τῶ γάλακτι ἐκτραφείς, τὴν νομοθεσίαν, συναφείας τῆς νομικῆς, ὡς νόμου σφραγὶς ἐπισφραγίζων, ἀντικατέστης πρὸς μῖσος ἀκόλαστον.

ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ Ο ΚΗΡΥΞ,,,, ΕΛΕΗΘΗΝΑΙ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Τῆς μετανοίας ὁ κῆρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γὴν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοὶς πιστοὶς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας, Ὡς παρεστηκῶς τῶ θρόνω τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ ΜΗΤΗΡ ΘΕΟΥ, ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ ΤΑ ΠΑΘΗ....

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοί, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, καὶ τὸ σῶμα, μολύνας τὴν ψυχὴν ὁ ἄθλιος, Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ τὴ ὥρα, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα ὁ δούλός σου ἄχραντε.

ΕΚ ΤΗΣ ΣΤΕΙΡΑΣ ΕΚΛΑΜΨΑΣ....

Ἐκ τῆς στεῖρας ἐκλάμψας ψήφω Θεοῦ, καὶ δεσμὰ διαρρήξας γλώσσης πατρός, ἔδειξας τὸν ἥλιον, ἑωσφόρον αὐγάζοντα, καὶ λαοὶς ἐν ἐρήμῳ, τὸν Κτίστην ἐκήρυξας, τὸν ἀμνὸν τὸν αἴροντα, τοῦ κόσμου τὰ πταίσματα, ὅθεν καὶ πρὸς ζῆλον, βασιλέα ἐλέγξας, τὴν ἔνδοξον κάραν σου, ἀπετμήθης ἀοίδιμε, Ἰωάννη πανεύφημε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ΤΟΝ ΕΚ ΜΗΤΡΑΣ ΠΡΟΦΗΤΗΝ ΑΝΑΔΕΙΧΘΕΝΤΑ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ

Τὸν ἐκ μήτρας Προφήτην ἀναδειχθέντα ἡμῖν, καὶ ἐκ στεῖρας φωστήρα τὴ οἰκουμένη φαιδρώς, προελθόντα ἐν ὠδαῖς ἀνυμνήσωμεν, τοῦ Χριστοῦ τὸν Βαπτιστήν, καὶ νικηφόρον ἀθλητήν, τὸν Πρόδρομον Ἰωάννην, πρεσβεύει γὰρ τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΜΕΣΙΤΗΝ ΣΥΜΦΩΝΩΣ ΝΟΜΟΥ ΚΑΙ ΧΑΡΙΤΟΣ, ΟΙ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ....ΗΜΑΣ...

Τὸν μεσίτην συμφώνως νόμου καὶ χάριτος, οἱ πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, ὅτι μετάνοιαν ἡμῖν προεκήρυξε, καὶ Ἡρῴδην ἐμφανῶς, στηλιτεύσας εὐθαρσῶς, τήν κάραν αὐτοῦ ἐτμήθη, καὶ ἄρτι ζῶν μέτ' Ἀγγέλων, Χριστῷ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

ΜΝΗΜΗ ΔΙΚΑΙΟΥ ΜΕΤ΄ ΕΓΚΩΜΙΩΝ, ΣΟΙ ΔΕ ΑΡΚΕΣΕΙ....

Μνήμη Δικαίου μέτ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον, Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοὶς ἐν Ἅδη, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ Ο ΚΗΡΥΞ, ΙΩΑΝΝΗ ΒΑΠΤΙΣΤΑ....ΔΙΑ ΤΟΝ ΝΟΜΟΝ ΚΥΡΙΟΥ, ΤΗΝ ΚΕΦΑΛΗΝ ΑΠΕΤΜΗΘΗΣ....

Τῆς μετανοίας ὁ κῆρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γὴν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοὶς πιστοὶς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας, Ὡς παρεστηκῶς τῶ θρόνω τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης, ὧ πανάγιε Ἰωάννη, Ἤλεγξας βασιλέα δυσσεβὴ παρανομήσαντα, παρρησία, ἀμέμπτω, διὸ θαυμάζουσί σε στρατιαὶ τῶν Ἀγγέλων, δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων, τιμώμέν σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε, δοξάζοντες τὴν Ἁγίαν Τριάδα, τὴν σὲ στεφανώσασαν Πρόδρομε μακάριε.
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τὴ καρδία.
Ὁ ἐκ Προφήτου Προφήτης, καὶ μείζων Προφητῶν γενόμενος, ἐκ κοιλίας μητρὸς ὁ ἡγιασμένος, εἰς ὑπουργίαν Κυρίου, σήμερον ὑπ' ἀνόμου βασιλέως, τὴν κάραν ἀπετμήθη, καὶ τὴν ἀσέμνως ὀρχησαμένην κόρην, τρανῶς καὶ πρὸ τῆς ἐκτομῆς, καὶ μετὰ τὴν ἐκτομὴν διελέγξας, ἤσχυνε τῆς ἁμαρτίας τὴν φάλαγγα, καὶ διὰ τοῦτο βοῶμεν, Βαπτιστὰ Ἰωάννη, ὡς ἔχων παρρησίαν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Πρόδρομε τοῦ Σωτῆρος, σὺ βασιλεῖς ἤλεγξας, παρανομίαν μὴ ἐργάζεσθαι, διὸ παίγνιον ἀνόμου γυναικός, ἔπεισε τὸν Ἡρῴδην ἄποτεμείν σου τὴν κεφαλήν, καὶ διὰ τοῦτο ἀπὸ ἀνατολῶν ἠλίου μέχρι δυσμῶν, αἰνετὸν τὸ ὄνομά σου, Παρρησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΜΑΚΑΡΙΖΟΜΕΝ ΣΕ ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ....

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

ΤΗΣ ΑΝΟΜΟΥ ΠΡΑΞΕΩΣ, ΤΟΥΣ ΕΛΕΓΧΟΥΣ ΕΚΦΥΓΕΙΝ Ο ΗΡΩΔΗΣ....

Τῆς ἀνόμου πράξεως, τοὺς ἐλέγχους ἐκφυγεῖν ὁ Ἡρῴδης βουληθείς, τὴν κεφαλήν σου Πρόδρομε, παρανόμω γυναικὶ παρεδίδου σφαλερῶς, οὗ γὰρ ἐπέγνω ὁ δείλαιος στηλιτεύων ἑαυτόν, ἐπὶ δίσκου περιφέρων αὐτήν, Ἀλλ' ὡς ἁγνείας πρακτικὸς διδάσκαλος, καὶ μετανοίας ὁδηγὸς σωτήριος, πρέσβευε Βαπτιστὰ τῶ Χριστῷ, ἐκ τῶν παθῶν τῆς ἀτιμίας λυτρώσασθαι ἡμᾶς.

ΤΙ ΣΕ ΚΑΛΕΣΩΜΕΝ ΠΡΟΦΗΤΑ; ΑΓΓΕΛΟΝ, ΑΠΟΣΤΟΛΟΝ, Ή ΜΑΡΤΥΡΑ ΑΓΓΕΛΟΝ.....

Τὶ σὲ καλέσωμεν Προφήτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διήγαγες, Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη, Μάρτυρα δέ, ὅτι σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς ἀποτμηθείσης κεφαλῆς τοῦ Προδρόμου, τὰ μνημόσυνα τελέσωμεν, ποτὲ μὲν ἐπὶ πίνακι ἐκβλυζούσης αἵματα, νυνὶ δὲ ἐν τοῖς πέρασι προχεούσης ἰάματα.
Σήμερον ἡ ἀνοσιουργότροπος μήτηρ τοῦ φόνου, τὴν ἐξ ἀνόμου συμπλοκῆς, αὐτῆς πανασελγὴ θυγατέρα, Κατὰ τοῦ πάντων τῶν Προφητῶν, θεοπροκρίτου μείζονος, φονοτρόπω συμβουλὴ ἐσκευώρητο, Τοῦ γὰρ ἐχθίστου Ἡρῴδου τελοῦντος συμπόσιον τοῦ Ἑαυτοῦ ἀθεμίτου γενεθλίου, μεθ' ὅρκου αἰτήσασθαι παρεσκεύασε, τὴν θαυματόβρυτον τοῦ θεοκήρυκος τιμίαν κεφαλήν, ὁ καὶ τετέλεκεν ὁ παράφρων, θυμελικοῦ ὀρχήματος δοὺς αὐτὴν ἀντίμισθον, εὐορκίας χάριν, ὅμως οὐκ ἐπαύσατο ὁ μύστης τῆς Χριστοῦ παρουσίας, τὴν θεοστυγῆ μίξιν αὐτῶν, καὶ μετὰ τὸ τέλος στηλιτεύειν, ἀλλ' ἐλέγχων ἐβόα, Οὐκ ἔξεστί σοί, λέγων, μοιχεύειν τοῦ ἀδελφοῦ σου Φιλίππου τὴν γυναίκα, Ὧ γενεθλίου προφητοκτόνου, καὶ αἱμάτων γέμοντος συμποσίου! Ἡμεῖς δὲ εὐσεβοφρόνως, ἐν τῇ ἀποτομὴ τοῦ Προδρόμου, λευχειμονοῦντες ἑορτάσωμεν, ὡς ἐν εὐσήμῳ ἡμέρα ἀγαλλιώμενοι, καὶ αἰτησώμεθα τοῦτον, ἐξευμενίσαι τὴν Τριάδα, τῶν παθῶν τῆς ἀτιμίας ῥύσασθαι ἡμᾶς, καὶ σώσαl! τὰς ψυχὰς ἡμῶν.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος, Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΑΠΟ ΝΗΔΥΟΣ ΣΤΕΙΡΩΤΙΚΗΣ, ΦΑΝΕΝΤΑ ΠΡΟΦΗΤΗΝ, ΤΟΥ ΕΚ ΜΗΤΡΑΣ ΠΑΡΘΕΝΙΚΗΣ....

Τὸν ἀπὸ νηδύος στειρωτικῆς, φανέντα Προφήτην, τοῦ ἐκ μήτρας παρθενικῆς, κυοφορηθέντος ἀπορρήτως, τὸν Ἱερὸν ἀνυμνήσωμεν Πρόδρομον.

Τοὺς ὅρους τῆς φύσεως ὑπερβάς, τῆς δικαιοσύνης, συνετήρησας τοὺς θεσμούς, παράνομον μίξιν διελέγχων, μὴ δεδοικῶς βασιλέων θρασύτητα.

Τοῦ νόμου τῶ γάλακτι ἐκτραφείς, τὴν νομοθεσίαν, συναφείας τῆς νομικῆς, ὡς νόμου σφραγὶς ἐπισφραγίζων, ἀντικατέστης πρὸς μῖσος ἀκόλαστον.

ΟΥΚ ΕΝΕΓΚΩΝ, ΤΟ ΤΩΝ ΕΛΕΓΧΩΝ ΑΠΟΤΟΜΟΝ.....

Οὐκ ἐνεγκῶν, τὸ τῶν ἐλέγχων ἀπότομον, ὁ τοῦ νόμου, ταὶς ποιναὶς ὑπεύθυνος, ου' παρρησίαν θεοσεβή, ὁ ταὶς ἀσελγείαις τῶν ἡδονῶν συμφυρόμενος, δεσμήσας συνετήρει, τὸν ἀϋλως τοὶς ἄνω, πρὸ τοῦ τέλους χοροὶς συναπτόμενον.

Ψυχοβλαβῆ, μέθην καὶ οἶστρον ἀκόλαστον, ἐκνοσήσας, ἔκδοτος ὁ δείλαιος, τοὶς χορικοίς, κρότοις τῶν ποδῶν, ἀποδεδειγμένος, φονεὺς Προφήτου γεγένηται, συνέλαβε γὰρ μέθην, ἀσωτίας μητέρα, καὶ δεινὴν ἀνομίαν ἀπέτεκεν.

Ὄντως ἐν σοί, οὐ διεψεύσθη ἡ θεία φωνή, τῶν Προφητῶν, σὺ γὰρ πέλεις περισσότερος, ὡς προφητείαις ἀξιωθεῖς, ἐξ αὐτῆς νηδύος, ἐν ἀτελεῖ τῶ τοῦ σώματος, καὶ τὸν προφητευθέντα, ὑπὸ σοῦ Θεὸν Λόγον, καὶ ἰδὼν καὶ βαπτίσας ἐν σώματι.

ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ Ο ΚΗΡΥΞ, ΙΩΑΝΝΗ ΒΑΠΤΙΣΤΑ,,,,

Τῆς μετανοίας ὁ κῆρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γὴν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοὶς πιστοὶς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας, Ὡς παρεστηκῶς τῶ θρόνω τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΝΥΝ ΕΠΕΦΑΝΕΝ ΗΜΙΝ, Ο ΤΟΥ ΣΩΤΗΡΟΣ ΒΑΠΤΙΣΤΗΣ, ΚΑΙ ΕΥΦΡΑΙΝΕΙ ΝΟΗΤΩΣ..... ΙΩΑΝΝΗ ΒΟΗΣΩΜΕΝ....

Νὺν ἐπέφανεν ἡμῖν, ὁ τοῦ Σωτῆρος Βαπτιστής, καὶ εὐφραίνει νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ σφραγίς, ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ μάρτυς ἀψευδής, τῆς παρουσίας αὐτοῦ, Πνευματικοὶς οὖν ἄσμασι συμφώνως, τῶ Ἰωάννη βοήσωμεν, Προφήτα κῆρυξ, τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.

ΤΟΝ ΠΡΟΔΡΟΜΟΝ ΧΡΙΣΤΟΥ, ΒΑΠΤΙΣΤΗΝ ΚΑΙ ΠΡΟΦΗΤΗΝ,,,,,

Τὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, Τιμήσωμεν πιστοί, καθαρῶ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος, τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρῴδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.

ΜΝΗΜΗ ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς ἀποτομῆς τῆς τιμιας Κεφαλῆς τοῦ ἁγίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, Ἰωάννου.
Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
· Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει,
· Τοῦ χείρα θέντος εἰς κεφαλὴν Κυρίου.
· Εἰκάδι ἀμφ' ἐνάτη Προδρόμου τάμεν αὐχένα χαλκός.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ, τῆς ἐξ Αἰγίνης καταγομένης.

Ταὶς τοῦ σοῦ Προδρόμου Χριστὲ πρεσβείαις, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Παρασκευή 28 Αυγούστου 2009

ΤΩ ΑΝΘΡΑΚΙ ΠΥΡΟΥΜΕΝΟΣ, ΜΑΚΑΡ ΤΗΣ ΑΠΑΘΕΙΑΣ,,,, ΠΑΤΕΡ ΜΩΣΗ ΑΞΙΑΓΑΣΤΕ....

Τῶ ἄνθρακι πυρούμενος, μάκαρ τῆς ἀπαθείας, ὕλην εὐκατάπρηστον, τὴν τῶν παθῶν ἀπετέφρωσας.

Ἀστὴρ τῆς ἐγκρατείας, ὑψώμασι διαπρέπων, ὤφθης τὰς ψυχὰς ἡμῶν, καταφωτίζων ἀοίδιμε.

Τεθρίππω ἀρετῶν ἐπιβέβηκας, καὶ πρὸς νύσσαν, ἔφθασας οὐράνιον, Πάτερ Μωσὴ ἀξιάγαστε.

ΠΝΕΥΜΑΤΙ ΚΙΝΟΥΜΕΝΟΣ, ΠΝΕΥΜΑΤΙΚΑΙΣ ΣΟΦΕ ΠΡΑΞΕΣΙΝ...ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ...

Πνεύματι κινούμενος, πνευματικαὶς σοφὲ πράξεσιν, ἐγκαρτερῶν, τὰ τῆς πονηρίας, καθυπέταξας πνεύματα.

Σθένει δυναμούμενος, θεαρχικῶ Μωσὴ Ὅσιε, τὸν ἰσχυρόν, ἄσαρκος καθάπερ, ἐταπείνωσας δράκοντα.

Ὄμβροις τῶν δακρύων σου, πυρκαϊὰν παθῶν ἔσβεσας, καὶ ποταμός, ὤφθης χαρισμάτων, πεπλησμένος τοῦ Πνεύματος.

ΜΩΣΗΣ Ο ΠΟΛΥΘΡΥΛΗΤΟΣ, ΚΟΣΜΟΥ ΤΕΡΠΝΟΤΗΤΑ.... ΜΕΓΑ ΕΛΕΟΣ...

Μωσὴς ὁ πολυθρύλητος, κόσμου τερπνότητα, λιπῶν ἐμφρόνως, πόνοις ἀσκήσεως συντονωτάτοις, πάθη ὑπέταξε σαρκός, καὶ καταβαλῶν τὸν πολυμήχανον, νίκης τοὺς στεφάνους ἐκομίσατο, Αὐτοῦ ταὶς ἱκεσίαις Κύριε, δίδου τὸ μέγα ἔλεος.

Ἐγκράτειαν ἀσύγκριτον, στάσιν παννύχιον, ἄγρυπνον ὄμμα, νοῦν φανταζόμενον τὸ θεῖον κάλλος, ἔσχες μακάριε Μωσή, ὅθεν ἰαμάτων χάριν εἴληφας, πάθη θεραπεύειν χαλεπώτατα, Διὸ σὲ δυσωποῦμεν, Αἴτησαι πᾶσι Πάτερ τὸ μέγα ἔλεος.

Δαιμόνων πανουργεύματα, καὶ τὰ τοξεύματα, καὶ τὰς ἐνέδρας, θεία σκεπόμενος Μωσὴ παλάμη, Πάτερ διῆλθες ἀβλαβῶς, καὶ τὴ ἀπαθεῖα σεμνυνόμενος, πᾶσι τοὶς Ὁσίοις συνηρίθμησαι, πρεσβεύων δωρηθῆναι, πίστει τοὶς σὲ τιμῶσι τὸ μέγα ἔλεος.

ΘΕΙΑΣ ΦΥΣΕΩΣ ΟΥΚ ΕΧΩΡΙΣΘΗ, ΣΑΡΞ ΓΕΝΟΜΕΝΟΣ, ΕΝ ΤΗ ΓΑΣΤΡΙ ΣΟΥ.....

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος, ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΑΙΣ ΠΡΟΣΕΥΧΑΙΣ ΝΕΥΡΟΥΜΕΝΟΣ, ΤΑΠΕΙΝΩΣΕΙ ΥΨΟΥΜΕΝΟΣ, ΤΗ ΔΙΚΑΙΟΣΥΝΗ....

Ταὶς προσευχαὶς νευρούμενος, ταπεινώσει ὑψούμενος, τὴ δικαιοσύνη, τὴν ψυχὴν λαμπόμενος, ἀγάπη κοσμούμενος, πρὸς ἀρετῶν ἀκρώρειαν, πρὸς περιφανὲς Πάτερ ἀνέδραμες ὕψος, κραυγάζων, τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ μελανὸς μὲν τῶ σώματι, τὴν ψυχὴν φαιδροτέραν δέ, τῶν ἡλιακῶν μαρμαρυγῶν κτησάμενος, δαιμόνων ἠμαύρωσεν, ἐζοφωμένα πρόσωπα, τὰς δὲ τῶν πιστῶν, καταλαμπρύνει καρδίας, αὐτοῦ τὴ ἐκμιμήσει, τῶν θερμῶς μελωδούντων, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὴ ταπεινώσει πάντοθεν, πεφραγμένος διέφυγες, Πάτερ Αἰθιόπων, νοητῶν τοξεύματα, ἀλείπτης δὲ γέγονας, τῶν μοναστῶν πρὸς πάλην ἐχθρῶν, ἔργοις τε καὶ λόγοις, σὺν αὐτοῖς ἀνακράζων, Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ, ΚΑΙ ΕΝ ΣΩΜΑΤΙ ΑΓΓΕΛΟΣ, ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΑΝΕΔΕΙΧΘΗΣ ΘΕΟΦΟΡΕ

Τῆς ἐρήμου πολίτης, καὶ ἓν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Μωσὴ πατὴρ ἡμῶν, νηστεία ἀγρυπνία, προσευχή, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοί, Δόξα τῶ δεδωκότι σοὶ ἰσχύν, δόξα τῶ σὲ στεφανώσαντι, δόξα τῶ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

ΦΕΓΓΟΣ ΑΔΥΤΟΝ ΕΙΣΔΕΔΕΓΜΕΝΟΣ, ΑΠΗΜΑΥΡΩΣΑΣ ΤΩΝ ΝΟΟΥΜΕΝΩΝ, ΑΙΘΙΟΠΩΝ ΘΕΟΦΟΡΕ....

Φέγγος ἄδυτον εἰσδεδεγμένος, ἀπημαύρωσας τῶν νοουμένων, Αἰθιόπων θεοφόρε τὰ πρόσωπα, καὶ τὰς αὐτῶν κακουργίας διέλυσας, ταὶς πρὸς τὸ θεῖον ἀπαύστοις σου νεύσεσι Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΑΙΘΙΟΠΩΝ ΠΡΟΣΩΠΑ, ΑΠΟΡΡΑΠΙΣΑΣ ΝΟΗΤΩΝ ΑΝΕΛΑΜΨΑΣ,,,,

Αἰθιόπων πρόσωπα, ἀπορραπίσας, νοητῶν ἀνέλαμψας, καθάπερ ἥλιος φαιδρός, φωταγωγῶν τὰς ψυχὰς ἡμῶν, τῶν σὲ τιμώντων, Μωσὴ παμμακάριστε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ....

ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.
Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος.
Στίχοι
· Φήσεις τὸ ῥητὸν καὶ θανῶν, Μωσὴ μέλα.
· «Ἄνθρωπος ὄψιν, καὶ Θεὸς τὴν καρδίαν».
· Θάψαν ἐν εἰκάδι Μωσὴν ὀγδόη Αἰθιοπήα.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου τοῦ Νέου.
Στίχοι
· Τράχηλον Ἀκάκιος ἐκτμηθεὶς ξίφει,
· Ψυχὴς τὸ λευκὸν μηνύων, βλύζει γάλα.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Διομήδους καὶ Λαυρεντίου.
Στίχοι
· Διττοὶς ἀθληταῖς προσδεθείσι πλατάνω,
· Ταθέντα τόξα, πλατάνων κενοῖ ψόφοι.

Τὴ αὐτὴ ἡμέρα, ὁ δίκαιος Ἐζεκίας ὁ Βασιλεὺς ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Εἶ δακρύσας ἣν Ἐζεκίας, ὡς πάλαι,
· Ζωῆς ἂν ἄλλην εὗρε προσθήκην πάλιν.

Τὴ αὐτὴ ἤμέρα, μνήμη τῆς Ἁγίας Ἄννης, τῆς θυγατρὸς Φανουήλ.
Στίχοι
· Οὗ γὴς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ,
· Ἕως ἐφ' αὐτῆς εἶδε τὸν Θεὸν βρέφος.

Οἱ ἅγιοι τριάκοντα τρεῖς μάρτυρες, οἱ ἐξ Ἡρακλείας, πυρὶ τελειοῦνται.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη 27 Αυγούστου 2009

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ, ΤΗΣ ΕΡΗΜΟΥ ΤΟ ΑΓΟΝΟΝ ΕΓΕΩΡΓΗΣΑΣ,,,,

Ταὶς τῶν δακρύων σου ῥοαίς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοὶς ἐκ βάθους στεναγμοίς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τὴ οἰκουμένη λάμπων τοὶς θαύμασι, Ποιμὴν Πατὴρ ἡμῶν Ὅσιε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ..... ΜΝΗΜΗΝ ΜΝΗΜΟΝΕΥΕ...

Ἔδυς μὲν οἴά πὲρ ἀστήρ, ἀπὸ κόσμου πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ ἥλιον, καὶ ὡς ἀκτῖνας τοὶς πιστοίς, τὰς σᾶς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τὴν ψυχῶν ἀμαυρότητα.

Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος ἀοίδιμε γέγονε, καὶ γὰρ ὁσίως ἐν γῆ, ἐπολιτεύσῳ τούτου προστάγματα, καὶ δικαίωμα Ποιμήν, τηρήσας ἀλώβητα, ὅθεν ἀνέτειλεν, ὡς δικαίω σοὶ τὸ φῶς τὸ ἀνέσπερον.

Ταὶς θείαις Πάτερ καλλοναίς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ τῶ μεγάλω φωτί, πεφωτισμένος νὺν παριστάμενος, καὶ ἀκροτάτω ἐφετῶ, ἐγγίζων τρανότερον, τῶν σὲ τιμώντων Ποιμήν, καὶ τελούντων σου τὴν μνήμην μνημόνευε.

ΘΕΙΑΙΣ ΣΧΟΛΑΖΩΝ ΘΕΩΡΙΑΙΣ....

Θείαις σχολάζων θεωρίαις, λαμπρυνόμενος ἀϋλοις θεαυγίαις, καὶ ἡμέρας υἱός, καὶ φῶς τῶν ἐν σκότει, ὡς ἀληθῶς γεγένησαι, ἐεοφόρε εἰς αἰῶνας.

Ἤρθης πρὸς ὕψος ἀπαθείας, μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, Παραδείσου τρυφῆς, ἐγένου κληρονόμος, ἀναβοῶν μακάριε, ὁ Θεὸς εὐλογητὸς εἶ.

Λάμπων ἀκτίσιν ἀπαθείας, ἀπημαύρωσας δαιμόνων ἐπηρείας, καὶ τῆς τούτων πολλούς, κακώσεως ἐρρύσω, ἀναβοῶντας Ὅσιε, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΤΩΝ ΛΑΜΠΡΩΝ ΑΓΩΝΩΝ ΣΟΥ ΟΣΙΕ ΠΑΤΕΡ.... ΠΑΤΗΡ ΗΜΩΝ ΟΣΙΕ...

Τῶν λαμπρῶν ἀγώνων σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη μνήμη τὰς ψυχάς, τῶν εὐσεβῶν κατευφραίνουσα, Ποιμὴν θεόφρον, Πατὴρ ἡμῶν Ὅσιε.

ΤΙ ΣΕ ΝΥΝ ΠΟΙΜΗΝ ΟΝΟΜΑΣΩΜΕΝ

Τὶ σὲ νὺν Ποιμὴν ὀνομάσωμεν, μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων αὐτουργόν, ἐγκρατείας ταὶς πληγαίς, πάθη μαστίξαντα ψυχῆς, πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω, μητροπόλεως οἰκήτορα, τῶν ἀρετῶν ἐνδιαίτημα, τὸν τῆς ἐρήμου κοσμήτορα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὶ σὲ νὺν Ποιμὴν πρεσφθεγξώμεθα; τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, πλημμύραν, διδαγμάτων θείου Πνεύματος, φωστήρα, διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον, πάθη ποικίλα ἰώμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Λύχνος διακρίσεως γέγονας, καταυγαζων τὰς ψυχὰς τῶν προσιόντων σοὶ πιστῶς, καὶ τὴν τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖς σοφέ, διὸ σὲ ἐν αἰνέσει μακαρίζομεν, τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, Ποιμὴν Πατέρων τὸ καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΛΗΝ ΣΑΦΩΣ ΔΕΞΑΜΕΝΟΣ, ΤΗΝ ΤΡΙΣΗΛΙΟΝ ΑΙΓΛΗΝ , ΤΗΣ ΘΕΑΡΧΙΑΣ ΠΑΝΣΟΦΕ....

Ὅλην σαφῶς δεξάμενος, τὴν τρισήλιον αἴγλην, τῆς θεαρχίας πάνσοφε, νὺν Θεὸς χρηματίζεις, Θεοῦ τοῦ φύσει μεθέξει, ὃν δυσώπει ῥυσθῆναι, κινδύνων τε καὶ θλίψεων, τοὺς τιμώντάς σε Πάτερ, καὶ τὴν σεπτήν, καὶ φωσφόρον μνήμην σου ἐκτελοῦντας, Ποιμὴν θεόφρον Ὅσιε, ἀσκητῶν ὡραιότης.

ΙΔΕ ΗΝ ΕΦΗΣΕ ΠΑΡΘΕΝΟΝ, ΕΝ ΤΩ ΠΝΕΥΜΑΤΙ Ο ΜΕΓΑΣ ΗΣΑΪΑΣ....Ο ΘΕΟΣ ΕΥΛΟΓΗΤΟΣ ΕΙ....

Ἴδε ἣν ἔφησε Παρθένον, ἐν τῷ Πνεύματι ὁ μέγας Ἡσαϊας, ἐν γαστρὶ τὸν Θεόν, συνέλαβε καὶ τίκτει, ὧ μελωδοῦντες κράζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΙΜΕΝΟΣ...

ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος.
Στίχοι
· Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου,
· Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος.
· Ποιμένα εἰς μέγαν ἑβδόμη εἰκάδι ὤχετο Ποιμήν.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης.
Στίχοι
· Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νὺν ἔχει,
· Ὃν οὐρανοὶς ἣν ἐμφρόνως θησαυρίσας.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης.
Στίχοι
· Τὴν κλήσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην
· Πληρῶ θανόντι ἐπαινὸν σοὶ τὸ χρέος.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου.
Στίχοι
· Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων.
· Λευκαίνεται γάρ, καὶ πεφυκῶς Αἰθίοψ.

Τὴ αὐτὴ ἡμέρα, ἢ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται.
Στίχοι
· Ὁ μανδύας σοὶ πῖλος, ἡ πόρπη πέτρα.
· Μεθ' ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ.

Μνήμη τοῦ Ἁγίου μάρτυρος Φανουρίου ἀναφανέντος ἐν ἔτει 1500.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 26 Αυγούστου 2009

ΖΗΛΟΣ ΑΝΔΡΟΣ ΕΥΣΕΒΟΥΣ, ΕΙΛΚΥΣΕ ΓΥΝΑΙΚΑ ΘΕΟΦΙΛΗ....

Ζῆλος ἀνδρὸς εὐσεβοῦς, εἵλκυσε γυναίκα θεοφιλῆ, πρὸς παραίνεσιν φαιδράν, Ἀδριανὸς γὰρ ὁ πανάριστος, Ναταλίας τῶν ῥημάτων ὑπαχθείς, ἀθλήσεως τὸν δρόμον ἐκτετέλεκεν, Ὧ γυναικὸς θεοφιλοῦς! οὐχ ὡς γὰρ Εὔα τῶ, Ἀδὰμ ἤνεγκε φθοράν, ἀλλὰ ζωὴν ἄληκτον τῶ συζύγω προεξένησε, Ταύτην σὺν τῶ ἀνδρὶ ἐπαινοῦντες, βοήσωμεν Χριστῷ, Δὸς ἡμῖν βοήθειαν, ταὶς πρεσβείαις τῶν Ἁγίων σου.

ΧΡΙΣΤΟΥ ΚΥΒΕΡΝΩΜΕΝΟΙ, ΤΗ ΠΑΛΑΜΗ ΑΒΛΑΒΩΣ, ΤΗΣ ΑΘΕΪΑΣ ΠΕΛΑΓΟΣ..... ΝΑΤΑΛΙΑ ΤΟΥ ΠΟΘΟΥ ΟΥ ΔΙΗΜΑΡΤΕΣ....

Χριστοῦ κυβερνώμενοι, τὴ παλάμη ἀβλαβῶς, τῆς ἀθεϊας πέλαγος, διήλθετε καὶ ὅρμω τῶ γαληνῶ, τῆς ἄνω λαμπρότητος, ἀθληταὶ τοῦ Κυρίου προσωρμίσθητε.

Ὡς ἄνθη μυρίζουσι, τῶν ἀγώνων σου σοφέ, τὰ ὑπὲρ φύσιν ἔπαθλα, καὶ γὰρ Θεοῦ ἐδείχθης, Ἀδριανέ, εὐῶδες θυμίαμα, τῶ πυρὶ τῶν βασάνων πυρπολούμενος.

Τῶ κάλλει τῆς πίστεως, ἡ ἁγία σου ψυχή, ὡραϊσμένη πάνσεμνε, καὶ τὸ κάλλος ζητοῦσα, ὡς ἀληθῶς, Χριστοῦ τὸ ἀμήχανον, Ναταλία τοῦ πόθου οὗ διήμαρτες.

ΤΟΝ ΣΕΑΥΤΗΣ ΔΕΞΑΜΕΝΗ ΔΗΜΙΟΥΡΓΟΝ...ΔΕΣΠΟΙΝΑ...

Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων, ἀληθῶς ἐδείχθης Δέσποινα.

ΓΥΝΑΙΚΟΣ ΘΕΟΦΡΟΝΟΣ ΤΟΥΣ ΘΕΙΟΥΣ ΛΟΓΟΥΣ, ΕΝ ΚΑΡΔΙΑ ΘΕΜΕΝΟΣ, ΑΔΡΙΑΝΕ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ....

Γυναικὸς θεόφρονος τοὺς θείους λόγους, ἐν Καρδίᾳ θέμενος, Ἀδριανὲ μάρτυς Χριστοῦ, ἐν τοῖς βασάνοις προσέδραμες, σὺν τὴ συζύγω τὸ στέφος δεξάμενος.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ ΘΕΩΡΟΥΣΑ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΑΔΙΚΩΣ...

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῶ ἀδίκως ὑψούμενον, θρηνωδοῦσα ἐκραύγαζεν, ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν πὲρ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοὶς ἀνυμνούσί σου πίστει, τὰ θεία παθήματα.

ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΤΟΙΣ ΠΟΝΟΙΣ ΠΕΡΙΠΛΑΚΕΙΣ, ΚΑΙ ΑΝΔΡΕΙΩΣ ΤΗ ΠΙΣΤΕΙ ΚΑΘΟΠΛΙΣΘΕΙΣ, ΠΡΟΘΥΜΩΣ .... ΤΗΝ ΑΓΙΑΝ ΜΝΗΜΗΝ ΣΟΥ...

Τῶν μαρτύρων τοὶς πόνοις περιπλακείς, καὶ ἀνδρείως τὴ πίστει καθοπλισθείς, προθύμως ἀνέθηκας, σεαυτὸν τῶ Κυρίω σου, καὶ τοῦ ἐχθροῦ κατέβαλες, τὸ θράσος τὴ χάριτι, Ἀδριανὲ παμμάκαρ, Χριστοῦ μάρτυς ἔνδοξε, ὅθεν Ναταλία, ἐναθλοῦντα ὁρῶσα, ἐπήλειφε λόγοις σε, σωτηρίοις πανεύφημε, Διὰ τοῦτο βοώμέν σοί, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ΤΗΝ ΥΠΕΡΤΙΜΟΝ ΑΘΛΗΣΙΝ, ΤΑ ΓΕΝΝΑΙΑ ΠΑΛΑΙΣΜΑΤΑ....ΝΑΤΑΛΙΑ ΔΕ, ΑΔΡΙΑΝΟΝ ΠΡΟΣ ΠΑΡΑΔΕΙΣΟΝ....

Τὴν ὑπέρτιμον ἄθλησιν, τὰ γενναία παλαίσματα, τῶν μαρτύρων ἔνδοξε θεασάμενος, αὐτομολεῖς πρὸς τὰ σκάμματα, ἀνδρείω φρονήματι, ἀφειδήσας τῆς σαρκός, δι' ἀγάπην τὴν ἔνθεον, ὅθεν ἤνυσας, τοὺς γενναίους ἀγῶνας, ταπεινώσας, τὴν ὀφρὺν τοῦ ἀντιπάλου, Ἀδριανὲ καρτερώτατε.

Ταὶς εἱρκταὶς συγκλειόμενος, τοὶς βουνεύροις τυπτόμενος, τοὶς κλοιοὶς ἀοίδιμε βαρυνόμενος, καὶ τοὶς μοχλοὶς συνθλιβόμενος, σὺν πλείοσι μάρτυσι, σὺν αὐτοῖς τῶν ἀγαθῶν, οὐρανίων ἐπέτυχες, ἐπαλείφουσαν, τὴν ὁμόζυγον ἔχων Ναταλίαν, τὴν Θεῷ πεποθημένην, Ἀδριανὲ γενναιότατε.

Τὸν Ἀδὰμ ἡ ὁμόζυγος, Παραδείσου ἐξώρισε, συμβουλία ὄφεως, Ναταλία δέ, Ἀδριανὸν πρὸς Παράδεισον, πανσόφως εἰσήγαγεν, ἱεραῖς προσλαλιαίς, νουθετοῦσα διδάσκουσα, τὰ ἐπίπονα, τῆς ἀθλήσεως φέρειν οὐρανίους, ἀντιδόσεις προξενοῦντα, καὶ αἰωνίζουσαν εὔκλειαν.

ΚΑΙΡΟΣ ΕΠΕΣΤΗ ΤΟΙΣ ΠΙΣΤΟΙΣ, ΧΑΡΜΟΣΥΝΟΣ ΗΜΕΡΑ, ΑΔΡΙΑΝΟΥ ΤΟΥ ΘΕΙΟΥ ΕΝΘΕΩΣ ΕΥΦΡΑΝΘΩΜΕΝ....

Καιρὸς ἐπέστη τοὶς πιστοίς, χαρμόσυνος ἡμέρα, Ἀδριανοῦ τοῦ θείου ἐνθέως εὐφρανθῶμεν, ἀναβοῶντες πρὸς αὐτόν, Μάρτυς τοῦ Κυρίου, ὁ τὸν ἀγῶνα τὸν καλὸν σαφῶς ἀγωνισάμενος, καὶ στέφος οὐρανόθεν δεξάμενος τῆς δικαιοσύνης, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλλοτρίου ἡμᾶς ῥύσαι πάντας, ἴασίν τε ψυχῶν καὶ τῶν σωμάτων ἐξαπόστειλον ἡμῖν, καὶ τὴν κηλῖδα πᾶσαν τοῦ νοὸς ἐκκάθαρον οὐρανόθεν, σὺν τὴ συζύγω τὸ στέφος δεξάμενος.

ΔΕΣΜΑ ΦΥΓΩΝ ΕΙΔΩΛΙΚΗΣ, ΜΑΤΑΙΟΤΗΤΟΣ ΜΑΡΤΥΣ, ΣΥΝΕΔΕΘΗΣ ΤΩ ΠΟΘΩ... ΤΕΛΕΟΝ ΜΙΜΗΣΑΣΑ...

Δεσμὰ φυγῶν εἰδωλικῆς, ματαιότητος μάρτυς, συνεδέθης τῶ πόθω, τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ τοὶς δεσμοὶς τῶν αὐτοῦ, ἀθλοφόρων, χαίρων ἐκοινώνησας.

Μοχλῶ τὰ σκέλη σιδηρῶ, συνθλαττόμενοι πάντες, ἀθλοφόροι Κυρίου, ἀσεβείας τὰ ὀστά, ὑπομονῆς τῶ μοχλῶ, καὶ ἀνδρείας, ὄντως συνετρίψατε.

Πυρὶ ἀγάπης θεϊκῆς, τὴν ψυχὴν φλεγομένη, τοῦ συζύγου ἐξήψας, τὸν ἔρωτα εἰς Χριστόν, τὸν πόθον τὸν τῆς σαρκὸς Ναταλία, τέλεον μιμήσασα.

ΕΝ ΤΗ ΝΥΚΤΙ ΜΕ ΤΟΥ ΒΙΟΥ ΥΠΝΩ ΔΕΙΝΩ ΣΥΣΧΕΘΕΝΤΑ ΠΡΑΞΕΣΙ, ΜΕΤΑΝΟΙΑΣ ΠΡΟΣ ΤΟ ΦΩΣ....

Ἐν τῇ νυκτὶ μὲ τοῦ βίου ὕπνω δεινῶ συσχεθέντα πράξεσι, μετανοίας πρὸς τὸ φῶς, ὁ Θεὸς ἐξέγειρον εὐχαίς, τῶν μαρτύρων σου Χριστέ, ἵνα δοξάζω σε.

Ἀπὸ χειλέων σταζόντων τὸν γλυκασμὸν τῆς ἐνθέου γνώσεως, γλυκανθεὶς Ἀδριανέ, τὸν ἰὸν ἐξήμεσας τῆς πρὶν ἀγνωσίας ἀληθῶς θεομακάριστε.

Ἀνατολῆς λαμπροτέραν ἡλιακῆς, τὴν ψυχὴν ὡς ἔχουσα, τῆς ἀθλήσεως πρὸς φῶς, συνωθεῖς ὁμόζυγον τὸν σόν, Ναταλία, γυναικῶν τὸ ἐγκαλλώπισμα.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας.
Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν.
Στίχοι
· Ἀδριανοῦ τέμνουσι χείρας καὶ πόδας
· Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.
· Ἐν τῷ βίω σύνευνος, ἐν δὲ τῶ πόλω
· Ἀδριανῶ σύσκηνος ἡ Ναταλία.
· Ἀδριανὸς τμήθη χείρας πόδας εἰκάδι ἕκτη.

Τὴ αὐτὴ ἡμέρα οἱ συναθλήσαντες τῶ Ἁγίω Ἀδριανῶ ξίφει τελειοῦνται.
Στίχοι
· Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα,
· Τὰ τετράκις τοσαύτα χείρας καὶ πόδας.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος.
Στίχοι
· Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο,
· Ξίφους δραμόντες στάδιον κουφοδρόμως.
· Ῥυψθεὶς ὑσσώπω δακρύων, Ἰβιστίων,
· Εὔθυμος εἰς ἄδακρυ χωρεὶς χωρίον.

Τὴ αὐτὴ ἡμέρα, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ.
Στίχοι
· Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος,
· Ἐν τῇ μεγίστη τῶν στεφάνων ἡμέρα.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως.
Στίχοι
· Ζήλω τὰ βασίλεια Παμβασιλέως,
· Ὤκησεν υἱὸς γηϊνου βασιλέως.

Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Τιθόης ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
· Οὐκ εἶχεν, οἶμαι, σάρκα Τιθόης ὅλως.
· Κὰν εἶχε, τήξας, οὐκ ἐὰ βρῶσιν τάφω.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τρίτη 25 Αυγούστου 2009

ΜΙΑΝ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ, ΑΝΑΚΗΡΥΤΤΩΝ ΘΕΟΤΗΤΑ, ΤΗΝ ΠΟΛΥΘΕΟΝ ΘΑΛΑΣΣΑΝ.... ΤΩΝ ΠΙΣΤΩΝ Η ΠΑΡΑΚΛΗΣΙΣ....

Μίαν τρισυπόστατον, ἀνακηρύττων θεότητα, τὴν πολύθεον θάλασσαν, ἐθνῶν διετάραξας, καὶ γαληνοτάτους, μάκαρ πρὸς λιμένας, τοὺς νηχομένους τῶ βυθῶ, τῆς ἀθεϊας σὺ ἐγκαθώρμισας, ἐντεῦθεν τὴν οὐράνιον, ἀντιμισθίαν ἀπείληφας, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἠλίω φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλω θείω Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γήν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας, διὸ σὲ μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.

Κρήτης ἐξορμώμενος, καὶ ἐν αὐτῇ ἀφικόμενος, ἀρραγὴς ὡς θεμέλιος, ἐν ἢ ἐστερέωτο, ὀρθοτάτη πίστει, τὴ οἰκοδομία, ἐπωκοδόμησε πιστούς, τῆς οὐρανίου θείας δυνάμεως, ὁ Τίτος, ὁ μακάριος, ὁ τῆς πατρίδος πρωτόθρονος, ὁ τοῦ Παύλου συνέκδημος, τῶν πιστῶν ἡ παράκλησις.

ΤΟΝ ΠΟΛΥΦΩΤΟΝ ΗΛΙΟΝ, ΤΟΝ ΑΣΤΕΡΑ ΤΟΝ ΑΔΥΤΟΝ, ΟΥΡΑΝΟΝ ΤΟΝ ΕΜΨΥΧΟΝ ΔΙΗΓΟΥΜΕΝΟΝ, ΔΟΞΑ ΘΕΟΥ ΤΗΝ ΣΩΤΗΡΙΟΝ, ΤΟ ΕΝΘΕΟΝ ΚΗΡΥΓΜΑ...

Τὸν πολύφωτον ἥλιον, τὸν ἀστέρα τὸν ἄδυτον, οὐρανὸν τὸν ἔμψυχον διηγούμενον, δόξαν Θεοῦ τὴν σωτήριον, τὸ ἔνθεον κήρυγμα, τὸν φωστήρα τῶν ἐθνῶν, ποταμόν τὸν προχέοντα, ῥεῖθρα γνώσεως, καὶ ἀρδεύοντα πάντων τὰς καρδίας, μακαρίσωμεν γνησίως, Βαρθολομαῖον τὸν ἔνδοξον.

Αἱ πορείαί σου ὤφθησαν, ἐν θαλάσσῃ Ἀπόστολε, ὑπὲρ νοῦν ἀνθρώπινον φανερούμεναι, ἀπορριφεὶς γὰρ σὺν λάρνακι, πρὸς Δύσιν ἐξέδραμες, ἐξ Ἑῴας εὐκλεῶν, ἑπομένων μαρτύρων σοί, ἑκατέρωθεν, καὶ τιμὴν ποιουμένων ἐπινεύσει, τοῦ Δεσπότου τῶν ἁπάντων, Βαρθολομαῖε Ἀπόστολε.

Τὴν ὑγρὰν ἐπιβάσεσι, θαυμασίαις ἡγίασας, καὶ πρὸς νῆσον ἔφθασας τῆς Λιπάρεως, μύρα πηγάζων ἀοίδιμε, καὶ πάθη ἀνίατα, θεραπεύων καὶ σωτήρ, τῶν ἐκεῖσε γενόμενος, καὶ προσφύγιον, καὶ προστάτης καὶ ῥύστης πρὸς τὸν πάντων, Βασιλέα καὶ Σωτήρα, Βαρθολομαῖε Ἀπόστολε.

ΑΓΕΙ ΕΟΡΤΗΝ ΤΗ ΜΝΗΜΗ ΣΟΥ ΣΗΜΕΡΟΝ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΧΟΡΟΣ, ΜΑΡΤΥΡΕΣ ΑΓΑΛΛΟΝΤΑΙ.... ΗΜΑΣ ΕΚΛΥΤΡΟΥΜΕΝΟΣ...

Ἄγει ἑορτήν, τὴ μνήμη σου σήμερον, τῶν Ἀποστόλων χορός, μάρτυρες ἀγάλλονται, καὶ τῶν δικαίων πάντων τὰ πνεύματα, οἱ δὲ πιστοὶ τοὶς ὕμνοις σὲ καταγεραίρομεν, καὶ βοῶμεν, Πάσης ἡμᾶς θλίψεως, μαθητὰ τοῦ Χριστοῦ ἀπολύτρωσαι.

Τὸ διὰ Σταυροῦ, μακάριον ἔνδοξε, τέλος δεξάμενος, σύμμορφος γεγένησαι, τῶν παθημάτων τοῦ Διδασκάλου σου, καὶ κοινωνὸς λαμπρότατος, καὶ θείας δόξης ἀεί, σὺν Ἀγγέλοις τούτω παριστάμενος, καὶ ἀρρήτου φωτὸς ἀξιούμενος.

Ἤ πλησιφαής, καὶ εὔσημος μνήμη σου, ἡμῖν ἐπέλαμψεν, ἅπαντας φωτίζουσα, Χριστοῦ αὐτόπτα Βαρθολομαῖε σοφέ, ἐν ἢ παρακαλούμέν σε, μνήσθητι πάντων ἡμῶν, ἐναντίας πάσης περιστάσεως, ταὶς εὐχαίς σου ἡμᾶς ἐκλυτρούμενος.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ...ΑΙΩΝΑΣ...

Παίδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νὺν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΡΟΜΦΑΙΑ Η ΠΑΛΑΙ ΣΤΡΕΦΟΜΕΝΗ, ΤΑ ΝΩΤΑ ΠΑΡΘΕΝΕ ΝΥΝ ΜΟΙ ΔΙΔΩΣΙ, ΛΟΓΟΝ ΟΤΙ ΕΤΕΚΕΣ, ΣΑΡΚΑ ΠΕΡΙΚΕΙΜΕΝΟΝ,.... ΒΡΟΤΟΙ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Ῥομφαία ἡ πάλαι στρεφομένη, τὰ νῶτα Παρθένε νὺν μοὶ δίδωσι, Λόγον ὅτι ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταὶς φύσεσι κατανοούμενον, ὃν τρέμουσιν Ἀγγέλων αἱ τάξεις, καὶ δοξολογοῦσι, βροτοὶ εἰς τοὺς αἰῶνας.

ΤΟΥΣ ΝΟΜΟΥΣ ΤΗΣ ΦΥΣΕΩΣ ΛΑΘΟΥΣΑ ΚΑΙ ΤΙΚΤΕΙΣ ΚΑΙ ΜΕΝΕΙΣ... ΑΙΩΝΑΣ...

Τοὺς νόμους τῆς φύσεως λαθοῦσα, καὶ τίκτεις καὶ μένεις ἀειπάρθενος, Λόγον γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, ὑπερβολὴ χρηστότητος, ὧ πάντες κράζομεν, τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΠΕΠΟΙΚΙΛΜΕΝΗ ΑΡΕΤΑΙΣ.... ΠΑΣΗΣ ΗΜΑΣ ΑΝΑΓΚΗΣ...

Πεποικιλμένη ἀρεταίς, τοῦ Παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.

ΤΗΝ ΙΕΡΑΝ ΚΑΤΑΘΕΣΙΝ, ΤΟΥ ΣΕΠΤΟΥ ΣΟΥ ΛΕΙΨΑΝΟΥ....

Τὴν ἱερὰν κατάθεσιν, τοῦ σεπτοῦ σου λειψάνου, Βαρθολομαῖε πάνσοφε, ἑορτάζοντες πόθω, ἀνευφημούμέν σε πίστει, ἐξ Ἑῴας γὰρ μάκαρ, πρὸς νῆσον τῆς Λιπάρεως, παραδόξως ἐκπλεύσας, ταὶς θαυμασταῖς, σοῦ πορείαις ἅπασαν τὴν Ἑσπέραν, ἐφώτισας Ἀπόστολε, τοῦ Χριστοῦ Θεοκῆρυξ.

ΜΥΣΤΑ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ΚΑΙ ΑΠΟΣΤΟΛΕ ΤΙΤΕ.....

Μύστα τῆς θείας χάριτος, καὶ Ἀπόστολε Τίτε, σὺν Παύλω τῶ θεόφρονι, πρέσβευε τὴ Τριάδι, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῖν τοὶς τελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ σὲ πόθω τιμῶσι, τῶν δυσχερῶν, καὶ πταισμάτων λύσιν καὶ σωτηρίαν, καὶ δόξαν καὶ λαμπρότητα, οὐρανῶν βασιλείας.

Η ΣΟΦΙΑ ΤΟΥ ΘΕΟΥ, Ο ΣΥΝΑΙΔΙΟΣ ΛΟΓΟΣ ΤΟΥ ΠΑΤΡΟΣ.... ΤΙΤΕ ΚΑΥΧΗΜΑ ΤΗΣ ΚΡΗΤΗΣ, ΕΚΤΕΝΩΣ ΠΡΕΣΒΕΥΣΑΤΕ......

Ἡ σοφία τοῦ Θεοῦ, ὁ συναϊδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέφη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἔστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Βαρθολομαῖε θεόληπτε, καὶ Τίτε καύχημα, τῆς Κρήτης, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΡΑΝΙΣΙΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΕΣΒΕΣΘΗ, ΤΟ ΠΥΡ ΤΗΣ ΑΠΑΤΗΣ ΤΟ ΑΛΛΟΤΡΙΟΝ, ΝΟΣΟΙ ΕΔΙΩΧΘΗΣΑΝ, ΔΑΙΜΟΝΕΣ ΗΛΑΘΗΣΑΝ.... ΤΟΝ ΚΥΡΙΟΝ ΥΜΝΕΙΤΕ ΕΒΟΑΣ, ΚΑΙ ΥΠΕΡΥΨΟΥΤΕ, .....

Ῥανίσιν αἱμάτων σου ἐσβέσθη, τὸ πὺρ τῆς ἀπάτης τὸ ἀλλότριον, νόσοι ἐδιώχθησαν, δαίμονες ἤλάθησαν, τὴ πρὸς Θεὸν δεήσει σου, Τίτε' Ἀπόστολε, διὸ σὲ ὡς θεράποντα θεῖον, τοῦ παμβασιλέως, Χριστοῦ ἀνευφημοῦμεν.

Ὅλος τῶ Θεῷ ἱερωμένος, καὶ θείαις ἠγλαϊσμένος Τίτε χάρισι, Λόγον τὸν σωτήριον, πᾶσι διετράνωσας, τὸν ἀλογίας πάνσοφε, ἡμᾶς ῥυσάμενον, τοὺς πίστει ἀληθεῖ εὐλογοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Φωτὸς καθαρώτατον δοχεῖον, ἐγένου καταφωτίσας τὴν ὑφήλιον, θείοις ἀμαρύγμασι, Τίτε ἀξιάγαστε, καὶ ἀμαυρώσας ἔντασιν, παρανομούντων ἔχθρών, τὸν Κύριον ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΙΑΝ ΘΕΟΤΗΤΑ ΥΜΝΕΙΝ, ΜΙΑΝ ΚΥΡΙΟΤΗΤΑ ΣΕΒΕΙΝ, ΤΙΤΟΣ ΔΙΔΑΣΚΩΝ ΤΟΥΣ ΒΡΟΤΟΥΣ, ΠΟΛΥΘΕΟΥ ΜΑΝΙΑΣ....ΕΥΛΟΓΗΤΟΣ ΕΙ...

Μίαν θεότητα ὑμνεῖν, μίαν κυριότητα σέβειν, Τίτος διδάσκων τοὺς βροτούς, πολυθέου μανίας ἀπήλλαξεν, εὐσεβῶς ἀνακράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Νενεκρωμένη τὴ ψυχή, ἄψυχον οἱ σέβοντες ὕλην, τὸν νεκρωθέντα δι' ἡμᾶς, ζωοδότην Θεὸν κατενόησαν, ὑπὸ σοῦ παιδευόμενοι, μαθητὰ καὶ μυστολέκτα τῶν ἀπορρήτων.

Ὡς ἀληθείας ὑπουργός, ψεύδους καθαιρέτης ἐφάνης, καὶ ὡς τοῦ Παύλου μαθητής, διωγμοὺς καὶ κινδύνους ὑπέμεινας, σὺν αὐτῷ μέλπων ἔνδοξε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ΜΩΡΑΝΘΕΙΣΑΝ, ΤΗ ΚΑΚΙΑ ΠΑΝΑΟΙΔΙΜΕ, ΤΗΝ ΑΝΘΡΩΠΟΤΗΤΑ, ΝΟΣΤΙΜΩ ΑΛΑΤΙ....

Μωρανθεῖσαν, τὴ κακία παναοίδιμε, τὴν ἀνθρωπότητα, νοστίμω ἄλατι, ἰάσω τῶν λόγων του, καὶ ψάλλειν ἔπεισας, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.

Οὐρανὸς ὡς ὑψηλότατος γενόμενος, δόξαν Θεοῦ νοητῶς, ὑψηλοτάτη φωνή, κηρύττεις ὡς ἔνθεος, μάκαρ Ἀπόστολος, ὧ κραυγάζομεν, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

Ὑφαντὸν τῆς θείας χάριτος ἱμάτιον, μάκαρ ἐνέδυσας, τοὺς γυμνωθέντας τὸ πρίν, κακία τοῦ ὄφεως, καὶ ψάλλειν ἔπεισας, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΡΕΙΘΡΟΙΣ ΠΡΟΣΚΛΥΖΟΜΕΝΟΣ ΕΝΘΕΟΙΣ, ΕΔΕΜ ΠΟΤΑΜΟΣ... ΓΕΝΝΑΙΩΝ ΑΘΛΟΦΟΡΩΝ...

Ῥείθροις προσκλυζόμενος ἐνθέοις, Ἐδὲμ ποταμὸς ὡς ἐκπεπόρευσαι, ἄρδων τὴν ὑφήλιον, ταὶς διδασκαλίαις σου, καὶ τὰ τῆς πλάνης ὕδατα, ξηραίνων χάριτι, καὶ κράζων, Τὸν Σωτήρα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Λόγος ὡς θεῖον θεολόγον, τὰ λόγου ἐπέκεινα μυήσας σε, βέλος ὡς σωτήριον, κόσμω ἐξαπέστειλε, κατατιτρώσκων σύστημα, δυσμενὲς ἔνδοξε, καὶ σώζων τοὺς πιστῶς μελωδοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.

Σταλάζον ὡς ὄρος ἀνεφάνης, τὸν θεῖον γλυκασμὸν ἀξιοθαύμαστε, θάλασσαν διέσχισας, τρίβον μετὰ θάνατον, ταὶς θεϊκαὶς δυνάμεσι προσπεραιούμενος, τὰ ταύτης ἀποντίστως πελάγη, σὲ δορυφορούντων, γενναίων ἀθλοφόρων.

ΜΝΗΜΗ ΤΗΣ ΕΠΑΝΟΔΟΥ ΤΟΥ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ, ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΙΤΟΥ....

ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου Ἁγίου Ἀποστόλου Βαρθολομαίου, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου.
Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου.
Στίχοι
· Ἴνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
· Βαρθολομαῖος εὑρέθη κεκρυμμένος.
· Σὸν νέκυν εἰκάδι Βαρθολομαῖε ἐφεῦρον πέμπτη.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
· Ἴτω παρ' ἡμῶν καὶ Τίτω βραχὺς τίτλος,
· Τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων.
· Οὐράνιον δάπεδον λάχες εἰκάδι Τίτ' ἑνὶ πέμπτη.

Τὴ αὐτὴ ἡμέρα, μνήιμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
· Ὁ κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας.
· Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε,
· Σπάσας τελευτῆς Ἐπιφάνιος μέθυ,
· Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῶ κάρω.
· Ἐπιφανίω, Γενναδίω ποιμέσι
· Χριστοῦ, Ἰωάννη τε ὕμνον προσφέρω.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δευτέρα 24 Αυγούστου 2009

ΟΛΩ ΝΟΪ, ΑΠΟΔΗΜΩΝ ΠΡΟΣ ΤΟΝ ΚΥΡΙΟΝ, ΟΥΚ ΗΣΘΑΝΟΥ, ΠΑΝΤΟΘΕΝ ΤΥΠΤΟΜΕΝΟΣ....

Ὅλω νοϊ, ἀποδημῶν πρὸς τὸν Κύριον, οὐκ ἠσθάνου, πάντοθεν τυπτόμενος, καὶ σπαραττόμενος χαλεπῶς, οἵα δὲ εὐῶδες, θυμίαμα ἀξιάγαστε, ὀσμῆς τοὺς παρεστώτας, ἀπεπλήρωσας θείας, ἐνεργεία θεόφρον τοῦ Πνευματος.

Ὑπὸ Θεοῦ, μάρτυς θεόφρον φρουρούμενος, ἐν φρουρᾷ τε, δέσμιος καθήμενος, ἄρτον οὐράνιον ὁρατῶς, χαίρων ὑπεδέξω, Θεοῦ σὲ παραθαρρύνοντος, τοῦ μόνου ἀθλοθέτου, Εὐτυχῆ ἀθλοφόρε, οὗ τὸ πάθος τὸ θεῖον ἐζήλωσας.

Σοῦ τὸ σεπτόν, στόμα ἀνοίξας ἐν Πνεύματι, πρὸ βημάτων, πάνσοφε ἱστάμενος, δικαστικῶν τὴν ἀληθινήν, πίστιν τῆς Τριάδος, ἐτράνωσας ἐμφανέστατα, εἰδώλων δὲ τὴν πλάνην, ἐστηλίτευσας μάκαρ, καὶ τυράννων ἀθέων φρονήματα.

Μετὰ πολλάς, ἄλλας αἰκίας τοῦ σώματος, θείω πόθω, μάκαρ πυρπολούμενος, τὴν ἐξαφθεῖσαν φλόγα πυρός, χαίρων ὑπεισῆλθες, ἀποτομία δικάζοντος, ἐφλέχθης δὲ οὐδόλως, ἡ γὰρ θεία σὲ δρόσος, Εὐτυχῆ οὐρανόθεν ἑδρόσιζεν.

Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ ΤΟΥ ΛΟΓΟΥ, Η ΑΚΗΡΑΤΟΣ ΠΑΡΘΕΝΟΜΗΤΩΡ...

Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνωδοῦσα ἐκραύγαζεν, Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!

ΦΕΓΓΟΣ ΗΣΤΡΑΨΑΣ ΘΕΟΓΝΩΣΙΑΣ, ΣΚΟΤΟΣ ΕΛΥΣΑΣ ΠΟΛΥΘΕΙΑΣ, ΜΑΡΤΥΡΙΚΩΣ ΕΚΤΕΛΕΣΑΣ ΤΟΝ ΔΡΟΜΟΝ ΣΟΥ....

Φέγγος ἤστραψας θεογνωσίας, σκότος ἔλυσας πολυθεϊας, μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἰαμάτων πηγάζων χαρίσματα, τῶν προσιόντων καθαίρεις νοσήματα, μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ ΜΑΘΗΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ....

ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου.
Τὴ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
· Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
· Θείας τετευχως Εὐτυχῆ κληρουχίας.
· Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτη

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.
Στίχοι
· Ἕλξει μετρήσας πολλὰ πολλὰ γὴς πλέθρα,
· Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.
Στίχοι
· Κοινῶ τελευτῶν Γεώργιος τῶ τέλει,
· Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.

Τὴ αὐτὴ ἡμέρα, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸ ποὺ Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Στίχοι
· Γόνοιο βίου νὺν τυχοῦσα ἀφθάρτου,
· Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
· Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἕν γε τετάρτη.

Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ 1779, ἀγχόνη τελειοῦται.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΙΑ ΓΕΓΟΝΑΣ ΣΚΗΝΗ ΤΟΥ ΛΟΓΟΥ... ΠΑΡΕΧΟΥΣΑ ΣΕΜΝΗ ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ...

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τὴ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.

ΕΝ ΣΟΙ ΠΑΡΘΕΝΕ ΤΗΝ ΕΛΠΙΔΑ ΤΙΘΗΜΙ, ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΜΟΥ, ΑΜΑΡΤΙΩΝ ΡΥΠΟΥ...

Ἐν σοὶ Παρθένε τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, ἁμαρτιῶν ῥύπου, ὅλον μὲ ἀπόπλυνον, καὶ καθαρὸν ἀπέργασαι, τῶ Υἱῶ σοῦ ἀρίστως, εὐαρεστοῦντα καὶ πράττοντα, τούτου τὸ πανάγιον θέλημα.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΜΑΡΤΥΡΩΝ ΣΥΣΚΗΝΟΣ....

Τῶν Ἀποστόλων καὶ μαρτύρων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, ἑορτὴν ἐκτελοῦντας, φωτὸς μετόχους ἀνάδειξον, μάρτυς Εὐτυχῆ ἀξιάγαστε.

Ἠγαπημένω μαθητὴ μακάριε, μαθητευθεὶς εὐσεβῶς, καὶ τοὺς αὐτοῦ τρόπους, ἄγαν μιμησάμενος, τὸν Κύριον ἠγάπησας, τοὺς αὐτοῦ θείους νόμους, πληρώσας καὶ τὰ παθήματα, τούτου Εὐτυχῆ μιμησάμενος.

Νόμω τῶ θείω εὐσεβῶς πειθόμενος, σάρκα ἐνέκρωσας, ἀσκητικοὶς πόνοις, κόσμου μακρυνόμενος, καὶ ὄρεσιν ἀοίδιμε, διαιτώμενος μάρτυς, καὶ τὴν ψυχὴν καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος.

Κυριακή 23 Αυγούστου 2009

ΝΕΝΙΚΗΝΤΑΙ ΤΗΣ ΦΥΣΕΩΣ ΟΙ ΟΡΟΙ.... ΚΛΗΡΟΝΟΜΙΑΝ ΣΟΥ....

Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος, Ἡ μετὰ τὸ κὸν Παρθένος, καὶ μετὰ θάνατον ζώσα, σώζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου

ΤΗΝ ΕΝ ΠΡΕΣΒΕΙΑΙΣ ΑΚΟΙΜΗΤΟΝ.... Ο ΜΗΤΡΑΝ ΟΙΚΗΣΑΣ ΑΕΙΠΑΡΘΕΝΟΝ...

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΕΝ ΤΗ ΓΕΝΝΗΣΕΙ ΤΗΝ ΠΑΡΘΕΝΙΑΝ ΕΦΥΛΑΞΑΣ,,,, ΨΥΧΑΣ ΗΜΩΝ,,,,

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἓν τὴ Κοιμήσει τὸν κόσμον οὗ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταὶς πρεσβείαις ταὶς σαὶς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ, ΚΑΙ ΠΡΟΣΠΕΣΩΜΕΝ ΧΡΙΣΤΩ, ..... ΑΛΛΗΛΟΥΙΑ...

Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοί. Ἀλληλούϊα.

ΕΤΟΙΜΗ Η ΚΑΡΔΙΑ ΜΟΥ, Ο ΘΕΟΣ, ΕΤΟΙΜΗ Η ΚΑΡΔΙΑ ΜΟΥ......

Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἓν τὴ Κοιμήσει τὸν κόσμον οὗ κατέλιπες Θεοτόκε, Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταὶς πρεσβείαις ταὶς σαὶς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Τὶ ἀνταποδώσω τῶ Κυρίω περὶ
πάντων ὧν ἀνταπέδωκέ μοὶ;
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν...
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν...

ΜΑΚΑΡΙΖΟΜΕΝ ΣΕ ΠΑΣΑΙ ΑΙ ΓΕΝΕΑΙ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ....

Μακαρίζομέν σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε, ἐν σοὶ γὰρ ὁ ἀχώρητος Χριστὸς ὁ Θεὸς ἡμῶν, χωρηθῆναι εὐδόκησε, Μακάριοι ἑσμὲν καὶ ἡμεῖς προστασίαν σὲ ἔχοντες, ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπὲρ ἡμῶν, καὶ τὰ σκῆπτρα τῆς βασιλείας, ταὶς σαὶς ἱκεσίαις κρατύνονται, Διὸ ἀνυμνοῦντες βοώμέν σοὶ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Η ΔΗΜΙΟΥΡΓΙΚΗ, ΚΑΙ ΣΥΝΕΚΤΙΚΗ ΤΩΝ ΑΠΑΝΤΩΝ, ΘΕΟΥ ΣΟΦΙΑ...

Ἡ δημιουργική, καὶ συνεκτικὴ τῶν ἁπάντων, Θεοῦ σοφία καὶ δύναμις, ἀκλινὴ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ, μόνος γὰρ εἶ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος».

Γυναίκά σε θνητήν, ἀλλ' ὑπερφυῶς καὶ Μητέρα, Θεοῦ εἰδότες Πανάμωμε, οἱ κλεινοὶ Ἀπόστολοι, πεφρικυίαις ἥπτοντο χερσί, δόξη ἀπαστράπτουσαν, ὡς θεοδόχον σκῆνος θεώμενοι.

Ὑπέφθασε χερσί, ταὶς ὑβριστικαὶς τοῦ αὐθάδους, τομὴν ἡ δίκη ἐπάξασα, τοῦ Θεοῦ φυλάξαντος, τὸ σέβας τὴ ἐμψύχω κιβωτῶ, δόξη τῆς θεότητος, ἐν ἢ ὁ Λόγος σάρξ ἐχρημάτισε.

ΠΕΠΟΙΚΙΛΜΕΝΗ ΘΕΙΑ ΔΟΞΗ, Η ΙΕΡΑ ΚΑΙ ΕΥΚΛΕΗΣ....

Πεποικιλμένη τὴ θεία δόξη, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῶ σῶ, ἄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
Ἀμφεπονεῖτο ἀϋλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σώμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.
Νικητικὰ μὲν βραβεῖα ἥρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοὶς τῆς φύσεως νόμοις, διὸ θνήσκουσα, σὺν τῶ Υἱῶ ἐγείρη διαιωνίζουσα.

Ο ΠΑΝΤΙΜΟΣ ΧΟΡΟΣ, ΤΩΝ ΣΟΦΩΝ ΑΠΟΣΤΟΛΩΝ....

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σώμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

ΑΝΑΒΟΗΣΟΝ ΔΑΥΙΔ, ΤΙΣ Η ΠΑΡΟΥΣΑ ΕΟΡΤΗ

Ἀναβόησον Δαυϊδ, τὶς ἡ παροῦσα Ἑορτὴ; 'Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίω τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον, μετέστησεν αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς, καὶ διὰ τοῦτο χαίρουσι, μητέρες καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι, Χαῖρε, ἡ μεταστάσα πρὸς τὰ ἄνω βασίλεια.

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΜΕΤΑΣΤΑΣΕΩΣ ΘΕΟΤΟΚΟΥ

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σώμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

ΠΕΠΟΙΚΙΛΜΕΝΗ ΤΗ ΘΕΙΑ ΔΟΞΗ, Η ΙΕΡΑ ΚΑΙ ΕΥΚΛΕΗΣ ΠΑΡΘΕΝΕ ΜΝΗΜΗ ΣΟΥ..... ΔΙΑΙΩΝΙΖΟΥΣΑ....

Πεποικιλμένη τὴ θεία δόξη, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῶ σῶ, ἄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται».

Ἀμφεπονεῖτο ἀϋλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σώμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Νικητικὰ μὲν βραβεῖα ἥρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοὶς τῆς φύσεως νόμοις, διὸ θνήσκουσα, σὺν τῶ Υἱῶ ἐγείρη διαιωνίζουσα.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ, ΤΕΛΟΥΝΤΕΣ ΕΟΡΤΗΝ ΟΙ ΘΕΟΦΡΟΝΕΣ.....

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χείρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ἐκ σοῦ ζωὴ ἀνατέταλκε, τὰς κλεὶς τῆς παρθενίας μὴ λύσασα, πῶς οὖν τὸ ἄχραντον, ζωαρχικόν τε σου σκήνωμα, τῆς τοῦ θανάτου πείρας γέγονε μέτοχον.
Ζωῆς ὑπάρξασα τέμενος, ζωῆς τῆς ἀϊδίου τετύχηκας, διὰ θανάτου γάρ, πρὸς τὴν ζωὴν μεταβέβηκας, ἡ τὴν ζωὴν τεκοῦσα τὴν ἐνυπόστατον.

ΤΗΝ ΕΝ ΠΡΕΣΒΕΙΑΙΣ ΑΚΟΙΜΗΤΟΝ ΘΕΟΤΟΚΟΝ....

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΤΕΙΧΙΣΟΝ ΜΟΥ ΤΑΣ ΦΡΕΝΑΣ ΣΩΤΗΡ ΜΟΥ, ΤΟ ΓΑΡ .....

Τείχισόν μου τὰς φρένας Σωτήρ μου, τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με, σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν, Σὺ οὖν μοὶ δώρησαι γλώτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον, πᾶσα γὰρ δόσις ἑλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΙΤΑΜΩ ΘΥΜΩ ΤΕ ΚΑΙ ΠΥΡΙ, ΘΕΙΟΣ ΕΡΩΣ ΑΝΤΙΤΑΤΤΟΜΕΝΟΣ, ΤΟ ΜΕΝ ΠΥΡ ΕΔΡΟΣΙΖΕ....

Ἰταμῶ θυμῶ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πὺρ ἑδρόσιζε, τῶ θυμῶ δὲ ἐγέλα, θεοπνεύστω λογική, τὴ τῶν ὁσίων τριφθόγγω λύρα ἀντιφθεγγόμενος, μουσικοὶς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῶ θείω Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινή, τοὶς οὐρανίοις φυλάξας δόμοις, νὺν εἰσωκίσατο, Σὺν αὐτὴ σκιρτῶντες βοῶμεν Χριστῷ, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν κυμβάλοις χείλεσιν ἁγνοίς, μουσική τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμω κλητὴ ἡμέρα τῆς Μεταστάσεως, πρακτικαὶς κροτοῦντες βοῶμεν χερσίν, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεόφρων ἤθροισται λαός, τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ...

Οὐκ ἐλάτρευσαν τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελωδήσατε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Σαλπισάτωσαν τὴ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νύν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα.

Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοὶς ἐπὶ γῆς σοὶ μέλπουσιν, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΑΠΟΔΟΣΙΣ ΕΟΡΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ & ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΥΠΠΟΥ....

ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.
Τὴ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.
Στίχοι
· Ὑπῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους
· Ἐλεύθερος προσῆλθε τῶ Χριστῷ φίλος.
· Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου.
Στίχοι
· Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου,
· Λουτρῶν σχεδίων αἱμάτων ποταμίων.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων.
Στίχοι
· Σπεύδει λιπεῖν γὴν ἐκ ξίφους Εἰρηναῖος.
· Ἐρωτιὰ γὰρ τῶ πρὸς οὐρανοὺς πόθω.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.
Στίχοι
· Καλλίνικος μένουσαν ἡδονὴν μένων,
· Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἣν ἔχων.

Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι τριάκοντα ὀκτω μάρτυρες, οἱ ἐν θράκῃ, ξίφει τελειοῦνται.
Στίχοι
· Ἤνεγκε τριπλὴ μαρτύρων δεκὰς ξίφος,
· Ἔχουσα καὶ σύναθλον ἁπλὴν ὀκτάδα.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Σάββατο 22 Αυγούστου 2009

ΓΗ ΜΕΝ ΤΗ ΣΗ ΤΑΦΗ, ΗΥΛΟΓΗΤΑΙ ΠΑΡΘΕΝΕ, ΑΗΡ ΔΕ ΤΗ ΑΝΟΔΩ, ΗΓΙΑΣΤΑΙ ΤΗ ΞΕΝΗ....

Γῆ μὲν τὴ σὴ ταφή, ηὔλόγηται Παρθένε, ἀὴρ δὲ τὴ ἀνόδω, ἡγίασται τὴ ξένη, νόμω θανούσης φύσεως.
Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Υμνοις σου τὸ σεπτόν, καὶ θεοδόχον σῶμα, προπέμποντες οἱ θεῖοι, Ἀπόστολοι ἐβόων, Ποῦ νὺν ἀπαίρεις Δέσποινα;
Ὤμοσε Κύριος τῶ Δαυϊδ ἀλήθειαν.
Σώμά σου τὴ φθορά, ἀπρόσιτον ὑπῆρξε, καὶ πρὸς ταφὴν ἐδόθη, τῆς φύσεως τῶ νόμω, μένει δὲ ἀδιάφθορον.

ΑΓΑΘΟΝΙΚΟΥ ΜΑΡΤΥΡΟΣ, ΤΗΝ ΥΠΕΡΦΩΤΟΝ ΜΝΗΜΗΝ, ΛΑΜΠΡΟΦΑΝΩΣ ΤΕΛΕΣΩΜΕΝ....

Ἀγαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τὴ τῆς Πανάγνου Κοιμήσει, Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατήσχυνεν, ἐναθλῶν στερροψύχως, τῶ δὲ Χριστῷ, χαίρων νὺν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.

ΙΕΡΩΤΑΤΑΙΣ ΧΟΡΙΕΙΑΣ, ΤΩΝ ΙΕΡΩΝ ΑΠΟΣΤΟΛΩΝ, ΚΑΙ ΣΥΝΑΥΛΙΑΙΣ ΑΘΛΗΤΩΝ....

Ἱερωτάταις χορείαις, τῶν Ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τὴ Τριάδι, στεφηφόρος, νὺν παρίστασαι φαιδρώς.

Ὡς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σὲ δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν.

Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ Ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ.

Ἡ παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νὺν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ἢ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμώντές σε, Ἀγαθόνικε πόθω, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

ΕΠΟΥΡΑΝΙΟΥ ΔΟΞΗΣ ΚΟΙΝΩΝΟΣ ΓΕΓΕΝΗΣΑΙ, ΠΑΝΤΑ ΤΑ ΕΝ ΓΗ ΠΑΡΑΔΡΑΜΩΝ, ΚΑΙ ΕΚ ΨΥΧΗΣ ΤΟΝ .....

Ἐπουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῆ παραδραμῶν, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γὴς Δεσπότην, ἀγαπήσας ἔνδοξε, ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς.

Ἰχνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοίς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ.

Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι' ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα, ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.

ΛΟΥΠΠΟΣ Ο ΜΑΚΑΡΙΟΣ, ΤΗΣ ΑΘΕΙΑΣ ΔΙΕΛΥΣΕ.....

Λοῦππος ὁ μακάριος, τῆς ἀθεϊας διέλυσε, τὸν κρυμὸν τὸν βαρύτατον, θέρμη θείου Πνεύματος, καὶ τμηθεὶς τῶ ξίφει, ἰάσεως ῥεῖθρα, ἀναπηγάζει καὶ ψυχάς, κατατακείσας δροσίζει χάριτι, αὐτὸν ἀνευφημήσωμεν, ὡς πρεσβευτὴν ἡμῶν ἄριστον, καὶ θερμὸν ἀντιλήπτορα, εὐσεβῶς φιλομάρτυρες.

Ἑλλήνων σεβάσματα, βυθῶ ὑδάτων παρέδωκας, καὶ ἀθέους κατέπληξας, ὁρῶντας τὰ θαύματα, τὰ τὴ σὴ παμμάκαρ, τελούμενα πίστει, μέσον ἐκείνων δὲ ἐστῶς, λουτρόν τὸ θεῖον ἐξ ὕψους δέδεξαι, Θεοῦ σὲ μεγαλύνοντος, ὡς γνησιώτατον μάρτυρα, καὶ γενναῖον ἀδάμαντα, καὶ Ἀγγέλων συμμέτοχον.

Πειρώμενοι τέμνειν σε, ἐχθροὶ ἀλλήλους κατέτεμνον, καὶ τοὶς βέλεσι βάλλοντες, ἀλλήλους ἐτίτρωσκον, ἀθλοφόρε Λοῦππε, καὶ πρίζειν δοκοῦντες, δένδρω προσήξαν τὴν πληγήν, ἐσκοτισμένοι μάκαρ ὑπάρχοντες, ἐφρούρει γὰρ σὲ Κύριος, δι' ὃν τὸ πάσχειν προήρησο, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν, τῶν Ἀγγέλων συνόμιλε.

ΠΡΩΤΗΝ ΑΓΑΘΟΤΗΤΑ, ΚΑΙ ΥΠΕΡ ΝΟΥΝ ΩΡΑΙΟΤΗΤΑ, ΕΚΖΗΤΩΝ ΑΓΑΘΟΝΙΚΕ....

Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῶ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γὴν κατέρραξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Σοφία κοσμούμενος, λόγον ζωήρρυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθείας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τὴ θεία χάριτι, διὸ τὰ χαλεπώτατα, ὑπενεγκῶν πειρατήρια, πρὸς τὰ ἄνω βασίλεια, στεφηφόρος ἀνέδραμες.

Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῶ Δεσπότη παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον, διὸ ταὶς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.

ΤΟΝ ΑΓΑΘΟΝ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΟΝ ΚΑΘΙΚΕΤΕΥΕ, ΑΓΑΘΟΝΙΚΕ ΠΑΝΣΟΦΕ, ΤΟΥ ΑΓΑΘΥΝΑΙ ΤΗΝ ΚΑΚΩΣΙΝ ΤΗΣ ΕΜΗΣ ΚΑΡΔΙΑΣ, ...., ..... ΑΦΘΑΡΤΟΝ ΣΤΕΦΑΝΟΝ...

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθύναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοί, τοῦ ἀξίως ὑμνήσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἴά πὲρ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γὴν ἀληθείας, βοῶν ἐν παρρησίᾳ, Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς, διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΟΝΙΚΟΥ....

ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου.
Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ.
Στίχοι
· Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη,
· Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους.
· Τρεῖς καρτεροῦντες μηχανήματος βίαν,
· Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου.
· Ἐν μάρτυσι τμηθείσιν αὐχένα ξίφει,
· Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει.
· Ἰδοὺ παρ ἡμῖν καὶ Κυρηναῖος νέος,
· Οὐκ ἀγγαρευθείς, ἀλλ' εἴκων Σταυρὸν φέρων.
· Ἔκτανε δευτερίη ξίφος εἰκάδι Ἀγαθόνικον.

Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς.
Στίχοι
· Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον,
· Ἀνθοῦσαν ἑδρέψαντο χεῖρες Ἀγγέλων.
· Ἀθανάσιος κὰν τεθνήξωμαι ξίφει,
· Τοὶς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις.
· Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο
· Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι.

Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦνται.
Στίχοι
· Ξίφει τριὰς τμηθεῖσα, τριστάτας πλάνης,
· Βυθῶ καλύπτει τῶν ἑαυτῆς αἱμάτων.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Παρασκευή 21 Αυγούστου 2009

ΟΥΡΑΝΟΣ ΕΦΑΝΗΣ, ΔΟΞΑΝ ΔΙΗΓΟΥΜΕΝΟΣ ΘΕΟΥ ΘΑΔΔΑΙΕ, ΚΑΙ ΕΘΝΩΝ ΕΓΕΝΟΥ...

Οὐρανὸς ἐφάνης, δόξαν διηγούμενος Θεοῦ Θαδδαῖε, καὶ ἐθνῶν ἐγένου, φωτισμὸς πρὸς πίστωσιν θείαν ἐνάγων, τοὺς θερμῶς βοῶντας, Ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἴωνας.

Ῥῶσιν ἀσθενοῦσι, καὶ τυφλοὶς ἀνάβλεψιν καὶ παρειμένοις, εὐδρομίαν μάκαρ, χορηγῶν τοῦ Πνεύματος τὴ δυναστεία πόλεως Ἐδέσσης, φωστὴρ ἐχρημάτισας, τῆς ἀεὶ πιστῶς σε, Θαδδαῖε εὐφημούσης.

Ὁ περιουσία, θαυμασίων ἄπιστον ἔθνος εἰς πίστιν, ἐπινεύσει θεία, μεταποιησάμενος, καὶ ἐξ εἰδώλων, πλάνης διασώσας τοὺς αὐτῷ προστρέχοντας, πίστει κατὰ χρέος, δοξάζεται Θαδδαῖος.

ΕΟΡΤΗ ΧΑΡΜΟΣΥΝΟΣ, ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΠΕΣΤΗ....

Ἑορτὴ χαρμόσυνος, τοῦ Ἀποστόλου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην, νέμει γάρ, τοὶς αὐτὸν πίστει ἀεὶ τιμῶσι, λύτρωσιν ἁμαρτημάτων, καὶ ῥῶσιν θείαν, καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

ΤΟΝ ΧΡΙΣΤΟΥ ΜΑΘΗΤΗΝ ΑΠΑΝΤΕΣ

Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον, Οὗτος γὰρ τῶ κόσμω ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῶ θείω θρόνω λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοὶς αὐτὸν ἐκ πόθου γεραίρουσι, Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΑΔΔΑΙΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΒΑΣΣΗΣ...

ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου καὶ τῆς Ἁγίας Μάρτυρος Βάσσης.
Τὴ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου.
Στίχοι
· Θαδδαῖε! ποῖον ἄλλο σοὶ πλέξω στέφος,
· Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου;
· Εἰκάδι πρώτη Θαδδαῖος βιότοιο ἀπέπτη.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ.
Στίχοι
· Μητρὸς μιᾶς κάλλιστα παιδία τρία,
· Σὺν μητρὶ Βάσση πρὸς τομὴν ψυχὴ μία.
· Βάσσαν σὺν τεκέεσσι τάμε ξίφος εἰκάδι πρώτη.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη 20 Αυγούστου 2009

ΛΥΤΡΩΤΑ ΤΟΥ ΠΑΝΤΟΣ ΠΑΝΤΟΔΥΝΑΜΕ....

Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἑδρόσισας, καὶ ἐδίδαξας μέλπειν, Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον

ΩΦΘΗΣ ΑΦΛΕΚΤΟΣ ΤΕΚΟΥΣΑ, ΠΑΝΑΓΝΕ ΩΣ ΑΛΗΘΩΣ, ΤΟ ΠΥΡ ΤΗΣ ΘΕΟΤΗΤΟΣ...

Ὤφθης ἄφλεκτος τεκοῦσα, πάναγνε ὡς ἀληθῶς, τὸ πὺρ τῆς θεότητος, διὸ τὰ ὑλώδη μου πάθη, Θεοκυῆτορ φλέξον, ὡς συμπαθὴς καὶ φιλάγαθος.

ΥΨΗΛΟΤΑΤΩΣ, ΤΩ ΘΕΩ ΠΡΟΣΚΟΛΛΩΜΕΝΟΣ ΕΝΔΟΞΕ....

Ὑψηλοτάτως, τῶ Θεῷ προσκολλώμενος ἔνδοξε, ἠγαπήθης παρ' αὐτοῦ, φρονήσει θεία κοσμούμενος, καὶ ἀκεραιότητι, καλλωπιζόμενος.

Βίον Ἀγγέλων, ἐπὶ γῆς Σαμουὴλ ἐνδεικνύμενος, συλλαλοῦντας ἐμφανῶς, Ἀγγέλους ἔσχες μακάριε, καὶ τὰ ὑπὲρ ἔννοιαν, μυσταγωγούντάς σε.

Λαμπρὸν τὸ ὄμμα, τῆς ψυχῆς ἱερῶς προσκτησάμενος, βλέπεις ὄντως τὰ μακράν, ὡς ἐνεστῶτα μακάριε, Προφήτης δεικνύμενος, τοῦ Παντοκράτορος.

ΤΗΝ ΣΤΕΙΡΑΝ ΜΟΥ ΨΥΧΗΝ, ΑΡΕΤΩΝ ΕΥΤΕΚΝΙΑΝ....

Τὴν στείράν μου ψυχήν, ἀρετῶν εὐτεκνίαν, ἐκβλαστάνειν σαὶς εὐχαίς, ἀξίωσον σοφέ, στειρευούσης τὸ βλάστημα, ὅπως σου ἀνευφημήσω, τὴν φωσφόρον πανήγυριν, ἱεροῖς Σαμουὴλ μελωδήμασιν.

Ὁ πάλαι τὴν νηδύν, διανοίξας τῆς Σάρρας, τὴν τῆς Ἄννης προσευχήν, πληροῖ περιφανῶς, καὶ τὴν ἄγονον γόνιμον, χάριτι ἄποτελέσας Σαμουὴλ ὡς ἀστέρα σε, ἐξ αὐτῆς ἀνατεῖλαι ηὐδόκησεν.

Τὴ θεία ἱερῶς, συνακμάσας παμμάκαρ, διπλοϊδι τὴν ψυχήν, ἀκτίσι μυστικαὶς ἐφωτίσθης τοῦ Πνεύματος, πᾶσαν μύησιν θεόφρον μυηθείς, καὶ ὡς Ἄγγελος, λειτουργήσας Θεῷ παντοκράτορι.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΣΑΜΟΥΗΛ ΚΑΙ ΑΓΙΟΥ ΘΕΟΧΑΡΗ

ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ.
Τὴ Κ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ.
Στίχοι
· Μύσας τελευτὴ καὶ Σαμουὴλ ὁ βλέπων,
· Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτή σας βλέπει.
· Βὴ δ' ὀρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς θράκης μαρτυρησάντων.
Στίχοι
· Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους.
· Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος.
Στίχοι
· Ξίφει παθῶν Σεβῆρος εὗρεν ἀξίως,
· Ἐπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους.
· Ἐχει τὸ πὺρ σὲ πρὸς βραχὺν Μέμνον χρόνον,
· Μένει δὲ σὲ στέφανος εἰς ἀεὶ μένων.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ.
Στίχοι
· Βουλὰς ὅλας παρῆλθες τὰς Ἀχιτόφελ,
· Βουλὴ μιὰ Λούκιος ἀθλήσας ξίφει.

Τὴ αὐτὴ ἡμέρα μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαί (ἢ Δοσὰ ἢ Σοδά).

Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

Τετάρτη 19 Αυγούστου 2009

ΡΟΑΙΣ ΑΙΜΑΤΩΝ, ΠΗΓΗΝ ΕΚΒΛΥΣΑΙ ΠΕΠΟΙΗΚΑΣ....

Ῥοαὶς αἱμάτων, πηγὴν ἐκβλύσαι πεποίηκας, πᾶσαν νοσημάτων μάρτυς ὡς ἀληθῶς, ἀλγηδόνα θεραπεύουσαν, τῶν προσιόντων σοί, ἐν ἀδιστάκτῳ πίστει θεόπνευστε.

Ἅγιον δῆμον, τῶ παναγίω Λόγῳ, μάρτυς σοφέ, ὅλον προσηγάγω αἵματι τὴν ζωήν, τὴν ἀγήρω κληρωσάμενον, μεθῶν δυσώπησον, ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεὸν ἤμων.

Τῶ θείω λύθρω, τῶν σῶν αἱμάτων χλαίναν σεαυτῶ, μάρτυς πορφυρώσας, ταύτην τε στολισθείς, τῶν ὅλων βασιλεύοντι, συμβασιλεύεις νύν, νικητικῶ στεφάνω κοσμούμενος.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΝΔΡΕΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ...

ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου τοῦ Στρατηλάτου καὶ τῶν σὺν αὐτῷ δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν.
Τὴ ΙΘ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου, καί των σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν.
Στίχοι
· Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος,
· Σοὶ τῶ παραστήσαντι λίμνας ὑδάτων.
· Ἐννεακαιδεκάτη τάμον Ἀνδρέου αὐχένα λαμπρόν.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ θέκλης.
Στίχοι
· Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον,
· Ἄρωμα Τιμόθεον εὔοσμον μάλα.
· Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει,
· Καὶ ψυχοδηκτης δάκνεται θὴρ τὴν καρδίαν.
· Ἔμοιγε κλῆσις θέκλα, πατρὶς Βιζύη.
· Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐτυχιανοῦ τοῦ στρατιώτου καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων.

Ὁ ὅσιος θεοφάνης ὁ νέος καὶ θαυματουργός, ὁ ἐν τῷ ὄρει τῆς κατὰ Μακεδονίαν Ναούσης ἀσκήσας, οὗ καὶ τὸ λείψανον ἐν τῇ Ναούση ἤδη ἐστίν, ἓν εἰρήνη τελειοῦται.
Στίχοι
· Εὐτυχιανὸς καίεται, κρίνας μέγα
· Τὴν καύσιν εὐτύχημα, μικρὸν τὸ πάθος.
· Ὁ Στρατήγιος, Χριστὸν ὡς ὅπλον φέρων,
· Κατεστρατήγει καὶ πυρὰς διηρμένης.

Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΣΑΡΚΑ ΥΠΕΡΒΟΛΗ ΧΡΗΣΤΟΤΗΤΟΣ, ΕΚ ΣΟΥ ΠΑΝΑΜΩΜΕ....

Ὁ σάρκα ὑπερβολὴ χρηστότητος, ἐκ σοῦ πανάμωμε, εἷς σωτηρίαν πάντων τῶν πιστῶν, ἀληθῶς ἐνδυσάμενος, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, διπλοῦς ταὶς φύσεσι γνωρίζεται.

ΥΜΝΗΣΑΙ ΤΗΝ ΙΕΡΑΝ ΠΑΝΗΓΥΡΙΝ, ΣΟΥ ΠΡΟΘΕΜΕΝΟΥ ΜΟΥ, ΦΩΤΙΣΤΙΚΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΑΥΓΑΙΣ.....

Ὑμνῆσαι τὴν ἱερὰν πανήγυριν, σοῦ προθεμένου μου, φωτιστικαὶς τοῦ Πνεύματος αὐγαίς, τὴν ψυχήν μου καταύγασον, καὶ τὴν ἀχλὺν ἀπέλασον, τῆς ἀγνωσίας μάρτυς ἔνδοξε.

Μαρτύρων περιφανῶς λαμπρότητα, μάκαρ ἐπλούτησας, ἀνδρειοφρόνως σθένει θεϊκῶ, συμπατήσας τὸν δόλιον, καὶ νικητὴς γενόμενος, μάρτυς Ἀνδρέα μεγαλώνυμε.

Νεκρώσας τὰ ἐπὶ γῆς φρονήματα, μάρτυς πολύαθλε, τῶ νεκρωθέντι Λόγῳ διὰ σέ, ἀνδρικῶς ἠκολούθη σας, καὶ πρὸς ζωὴν ἀνώλεθρον, διὰ θανάτου μεταβέβηκας.

ΕΝ ΧΕΡΣΙ ΤΟΥ ΔΙ ΗΜΑΣ, ΕΝΑΝΘΡΩΠΗΣΑΝΤΟΣ....

Ἐν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην, ὅθεν σὲ σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν, Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τάς ψυχὰς ἡμῶν.

Ω ΤΩΝ ΥΠΕΡΦΥΩΝ, ΑΓΝΗ ΣΟΥ ΜΥΣΤΗΡΙΩΝ..... ΠΟΙΗΤΗΝ ΤΗΣ ΚΤΙΣΕΩΣ...

Ὦ τῶν ὑπερφυῶν, Ἁγνή σου μυστηρίων! τοῦ Θεοῦ γὰρ ὡς μήτηρ, πρὸς τοῦτον Θεοτόκε, λαμπρῶς νὺν ἐξεδήμησας.
Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου.
Κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος τῆς πανάγνου, καὶ Θεοτόκου πέλει, ἀνάγων τοὺς ὑμνοῦντας, τὴν θείαν αὐτῆς Κοίμησιν.
Ὤμοσε Κύριος τῶ Δαυϊδ ἀλήθειαν.
Ὅτε πρὸς τὸν ἐκ σοῦ, τεχθέντα μετετέθης, συνῆλθον ἐν νεφέλαις, τὸ σώμά σου κηδεῦσαι, Παρθένε οἱ Ἀπόστολοι.
Πάντες οἱ γηγενεῖς, προσδράμωμεν προθύμως, μετὰ τῶν ἀσωμάτων, κηδεῦσαι τὴν τεκοῦσαν, τὸν Ποιητὴν τῆς κτίσεως.

ΜΕΤΑ ΒΡΟΝΤΗΣ ΕΝ ΝΕΦΕΛΑΙΣ....

Μετὰ βροντῆς ἐν νεφέλαις, τοὺς Ἀποστόλους π Σωτήρ, πρὸς τὴν τεκοῦσαν ἐκπέμπει, πόθω κηδεύσοντας αὐτήν, κατέρχεται δὲ καὶ οὗτος, δορυφορούντων Ἀγγέλων.

ΑΝΔΡΕΑΣ Ο ΠΑΝΕΥΦΗΜΟΣ, ΣΤΡΑΤΗΛΑΤΗΣ ΚΑΙ ΜΑΡΤΥΣ...

Ἀνδρέας ὁ πανευφημος, στρατηλάτης καὶ μάρτυς, Σταυροῦ τὴ θεία χάριτι, θράσος τύραννον εἷλε, καὶ στέφος ἤρατο δόξης, τούτω δὲ συνεκλάμπει, μαρτύρων δῆμος ἔνθεος, φάλαγξ τροπαιοφόρος, συνασπισμός, ἀρραγὴς ἀήττητος, ὧν τὴν μνήμην, φαιδρὼς πανηγυρίζοντες, τὸν Χριστὸν ἀνυμνοῦμεν.

ΙΔΕ ΦΩΤΑΥΓΟΥΣ ΑΘΛΟΦΟΡΟΥ, ΜΝΗΜΗ ΕΞΕΛΑΜΨΕ ΦΩΣΦΟΡΟΣ...

Ἴδε φωταυγοῦς ἀθλοφόρου, μνήμη ἐξέλαμψε φωσφόρος, σκότος τῶν δαιμόνων μειοῦσα, πιστοὺς δὲ πάντας καταφωτίζουσα, ταύτην λαμπρῶς τελέσωμεν, τοῦτον ἀξίως μακαρίζοντες.

Ὤφθης ὥσπερ ἥλιος μέγας, μέσον Ἀνδρέα τῶν συνάθλων, τούτους πρὸς ἀνέσπερον φέγγος, τῆς οὐρανίου μάρτυς λαμπρότητος, καθοδηγῶν τῶ λόγῳ σου, μεθ' ὧν σὲ πίστει μακαρίζομεν.

Σὲ τὸν φρυκτωρία θαυμάτων, πᾶσαν φωτίζοντα τὴν κτίσιν, σὲ τὸν ἀκλινὴ στεφανίτην, τῆς Ἐκκλησίας στῦλον γενόμενον, καὶ τῶν πιστῶν κραταίωμα, μάρτυς Ἀνδρέα μακαρίζομεν.

Ἤνθησας λειμῶνος ἐν μέσῳ, τῶν ἀθλοφόρων ὥσπερ ῥόδον, φέρων μυστικὴν εὐωδίαν, καὶ κατευφραίνων Πιστῶν τὸ πλήρωμα, καὶ τὴν δυσώδει πάνσοφε, πλάνην διώκων θεία χάριτι.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ, ΕΝ ΛΑΚΚΩ ΕΦΡΑΞΕ...

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες, Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸ Κύριον

Η ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ, ΤΩ ΥΠΕΡ ΦΥΣΙΝ ΘΕΙΩ ΤΟΚΩ ΣΟΥ, ΚΟΡΗ ΠΡΟΦΑΝΩΣ....

Ἡ τοὺς ἀνθρώπους, τῶ ὑπὲρ φύσιν θείω τόκω σου, Κόρη προφανῶς θεώσασα ὡς Θεόν, ἀπορρήτως σωματώσασα, εὐλογημένη σὺ ἓν γυναιξίν, ὑπάρχεις πανάμωμε.

ΡΟΜΦΑΙΑΙ ΤΟΥ ΕΧΘΡΟΥ, ΝΥΝ ΕΙΣ ΤΕΛΟΣ ΕΞΕΛΙΠΟΝ, ΤΕΚΟΥΣΗΣ ΣΟΥ ΘΕΟΤΟΚΕ....

Ῥομφαῖαι τοῦ ἐχθροῦ, νὺν εἰς τέλος ἐξέλιπον, τεκούσης σου Θεοτόκε, τὸν τὴ λόγχη τρωθέντα, καὶ κόσμον ἀναπλάσαντα.

Τρίτη 18 Αυγούστου 2009

ΝΟΜΟΝ ΘΕΙΟΝ ΠΛΗΡΟΥΝΤΕΣ, ΠΑΝΕΥΚΛΕΕΙΣ ΜΑΡΤΥΡΕΣ

Νόμον θεῖον πληροῦντες, πανευκλεεὶς μάρτυρες, πένησι πλουσίως, τὸν ἄρτον ἐχορηγήσατε, καὶ πρὸς εὐσέβειαν, καθωδηγήσατε θείαν, σωτηρίας πρόξενοι, τούτοις γενόμενοι.

Ἤ δυὰς ἡ φωσφόρος, τῶν ἀθλητῶν λάμψασα, ταὶς τῶν θαυμασίων ἀκτίσι, σκότος ἀπήλασε, πλάνης πολύθεον, καὶ πλανωμένους πρὸς φέγγος, τῆς ἐνθέου πίστεως, πάντας ὡδήγησε.

Νηπιάζοντα δῆμον, πανευσεβῶς μάρτυρες, θείαις ὑποθήκαις, πρὸς τρίβον ἐνθέου γνώσεως, καθωδηγήσατε, καὶ τοὺς βωμοὺς τῶν δαιμόνων, προσευχὴ μακάριοι, κατηδαφίσατε.

ΤΗ ΕΝΔΟΞΩ ΜΝΗΜΗ ΣΟΥ Η ΟΙΚΟΥΜΕΝΗ, ΤΩ ΑΥΛΩ...

Τὴ ἐνδόξω μνήμη σου ἢ οἰκουμένη, τῶ ἀϋλω Πνεύματι, πεποικιλμένη νοερῶς, ἓν εὐφροσύνη κραυγάζει σοί, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΔΑΥΙΤΙΚΗΝ ΩΔΗΝ ΣΗΜΕΡΟΝ ΛΑΟΙ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Δαυϊτικὴν ὠδὴν σήμερον λαοί, ἄσωμεν Χριστῷ τῶ Θεῷ, Ἀπενεχθήσονται, φησὶ τῶ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἡ γάρ ἐκ σπέρματος Δαυϊδ, δι' ἦς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, 'Ἣν ὡς Μητέρα Θεοῦ ἀνυμνοῦντες, βοῶμεν καὶ λέγομεν, Σῶσον ἡμᾶς, τοὺς ὁμολογούντάς σε Θεοτόκον, ἀπὸ πάσης περιστάσεως, καὶ λύτρωσαι κινδύνων τὰς ψυχὰς ἡμῶν.

ΡΩΝΝΥΜΕΘΑ ΠΡΟΣΨΑΥΟΝΤΕΣ....ΠΑΝΦΩΤΟΝ ΜΝΗΜΗΝ...

Ῥωννύμεθα προσψαύοντες, τοὶς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, κατ ἄμφω Λαῦρε καὶ Φλῶρε, Ἀλλ' ὧ μεγαλομάρτυρες, μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ὧ παρίστασθε, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.

ΡΗΜΑΤΙ ΖΩΝΤΙ ΤΡΕΦΟΝΤΕΣ

Ῥήματι ζώντι τρέφοντες, τὰς ψυχὰς παναοίδιμοι, τὰς λιμῶ τακείσας, σωτηρίου βρώσεως, πενήτων προμήθεια, καὶ ὀρφανῶν ἐδείχθητε, πάσιν ἐπαρκοῦντες καὶ Χριστόν μελωδοῦντες, Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἱερωτάτην ἔχοντες, καὶ ζωὴν καὶ τελείωσιν, χρόνον ἐπὶ μήκιστον, σοφοὶ κρυπτόμενοι, ἐκ γῆς ἀνεδόθητε, ὑπὲρ αὐγὰς ἠλίου ἡμῖν, λάμψαντες ἀκτῖνας παραδόξων θαυμάτων, τοὶς πίστει μελωδοῦσιν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δύο φωστὴ ρὲς ὤφθητε, νοητῶ στερεώματι, τῶ τῆς Ἐκκλησίας, ἱερῶς ἐμπρέψαντες, καὶ πᾶσαν φωτίζετε, περιφανῶς τὴν κτίσιν ἀεί, θαυματοποιίαις, ἀθλοφόροι βοῶντες, Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΩΣ ΡΟΔΟΝ ΚΟΙΛΑΔΩΝ ΣΕ, ΤΟΥ ΒΙΟΥ ΚΟΡΗ ΘΕΟΣ ΕΚΛΕΓΕΤΑΙ....

Ὡς ῥόδον κοιλάδων σε, τοῦ βίου Κόρη Θεὸς ἐκλέγεται, καὶ ἐν σοὶ κατοικήσας, σαρκὶ προῆλθεν εὐωδιάζων ἡμᾶς, θεογνωσίας πνοαὶς παναμώμητε, τοὺς Θεοτόκον ἀεὶ ὁμολογούντάς σε.

ΟΥΧ ΑΡΜΑ ΠΥΡΙΜΟΡΦΟΝ, ΤΩΝ ΑΠΟ ΓΗΣ ΣΕ ΜΕΤΕΣΤΗΣΕΝ, ΩΣ ΗΛΙΑΝ ΤΟΝ ΔΙΚΑΙΟΝ...

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γὴς σὲ μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ' αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σὲ Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.
Δεῦτε ὧ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρὼς ἑορτάσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.
Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφω κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοὶς Ἀποστόλοις, φόβω κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΛΙΘΟΙ ΤΕΛΕΙΟΤΑΤΟΙ, ΤΩ ΜΑΡΤΥΡΙΩ ΤΕΜΝΟΜΕΝΟΙ, ΚΑΙ ΠΟΙΝΑΙΣ ΛΑΞΕΥΟΜΕΝΟΙ, ΟΙ ΑΓΙΟΙ ΩΦΘΗΣΑΝ,,,, ΟΜΟΣΚΗΝΟΙ...

Λίθοι τελειότατοι, τῶ μαρτυρίω τεμνόμενοι, καὶ ποιναὶς λαξευόμενοι, οἱ Ἅγιοι ὤφθησαν, οἰκοδομηθέντες, εἰς ναὸν Κυρίου, καὶ τῶν εἰδώλων τοὺς βωμούς, καὶ τὰ τεμένη κατεδαφίσαντες, Αὐτοὺς οὖν μακαρίσωμεν, ὡς Παραδείσου οἰκήτορας, ὡς ναοῦ ἀναθήματα, οὐρανίου ὑπάρχοντας.

Χάριν ἀπαντλήσατε, καὶ φωτισμὸν ἀπαρύσασθε, εὐφροσύνην καὶ ἔλεος, λειψάνοις προσψαύοντες, ἱερῶν μαρτύρων, Φλώρου τε καὶ Λαύρου, ἐξ ὧν πηγάζει δαψιλῶς, τῶν ἰαμάτων θεία ἐνέργεια, καὶ τούτους μακαρίζοντες, ὡς τοῦ Κυρίου θεράποντας, ἐκτενῶς ἐκβοήσωμεν, ὁ Θεὸς ἡμῶν δόξα σοί.

Λάκκω συγκλειόμενοι, καὶ ὑπὸ γὴν καλυπτόμενοι, ἀπηνεία δικάζοντος, θείαις εἰσηγήσεσι, καὶ ἀποκαλύψει, Πνεύματος Ἁγίου, ἐφανερώθητε ἡμῖν, ὥσπερ ἀστέρες ἐναπαστράπτοντες, σημεῖα καὶ τεράστια, καὶ ἰαμάτων χαρίσματα, ἀθλοφόροι αὐτάδελφοι, τῶν Ἀγγέλων ὁμόσκηνοι.

ΙΔΟΥ ΔΗ ΑΝΕΒΟΑ ΠΑΛΑΙ ΔΑΥΙΔ, ΤΙ ΚΑΛΟΝ ΚΑΙ ΤΕΡΠΝΟΝ ΚΑΙ ΣΩΤΗΡΙΟΝ....

Ἰδοὺ δὴ ἀνεβόα πάλαι Δαυϊδ, Τὶ καλὸν καὶ τερπνὸν καὶ σωτήριον, ἀλλ' ἢ σαφῶς, θείους ἀδελφοὺς ἐπὶ τὸ αὐτό, τὸ κατοικεῖν ἐν πνεύματι, ἀγωνισαμένους περιφανῶς, καὶ νίκην ἀραμένους, κατὰ τοῦ διαβόλου, οὓς ἐπαξίως μακαρίσωμεν.

Ὡραῖοι ἀπεφάνθητε ὀφθαλμοί, τῆς σεπτῆς Ἐκκλησίας ἐν χάριτι, καὶ ὀφθαλμοὺς πάλαι πηρωθέντας σκότει δεινῶ, καὶ πρὸ θανάτου Ἅγιοι, καὶ μετὰ τὸ τέλος τὸ ἱερόν, ἠνοίξατε εἰς δόξαν, τοῦ πάντων εὐεργέτου, Φλῶρε καὶ Λαῦρε ἀξιάγαστοι.

Σημείοις ἐναργέσι καὶ φοβεροῖς, ὁ Χριστὸς τὴν ταφὴν ὑμῶν Ἅγιοι, καὶ τὴν σορόν, πάλαι ὡς προέφησε φανεροῖ, ἐν ἢ τᾷ καρτερώτατα, σώματα κατέκειντο ἱερῶς, ἀκτῖνας ἰαμάτων, ἐκπέμποντα πλουσίως, καὶ εὐωδίαν ἀξιέπαινον.

Ἡ θεία καὶ φωσφόρος ὄντως δυάς, Λαῦρε Φλῶρε καλλίνικοι μάρτυρες, ἐν οὐρανοῖς, πάντοτε Τριάδι τὴ παντουργῶ, παρεστηκότες λύτρωσιν, τῶν ἁμαρτημάτων καὶ τῶν δεινῶν, αἰτήσασθε τοὶς πίστει, ὑμῶν τὴν θείαν μνήμην, ἐπὶ τῆς γῆς πανηγυρίζουσι.

ΞΥΛΙΝΟΥΣ ΛΙΘΙΝΟΥΣ ΤΕ, ΘΕΟΥΣ ΑΘΕΩΝ ΚΑΤΑΣΤΡΕΨΑΜΕΝΟΙ...

Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοὶς μελωδοῦσιν ἑαυτοὺς ἀνέστησαν, Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

Ὑπάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνω βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταὶς ἕπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεὶς ἔνδοξοι μάρτυρες.

Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες, Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΦΛΩΡΟΥ ΚΑΙ ΛΑΥΡΟΥ

ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου.
Στίχοι
· Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου,
· Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ
· Φλώρω ἄμ' ὄγδοάτη δεκάτη φρέαρ εἰσέδυ Λαῦρος.

Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη
Στίχοι
· Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον,
· Τὸ σύντροφον δός, εἰς τὸ πὺρ λελοιπότες.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων μαρτύρων Ἔρμου, Σεραπίωνος καὶ Πολυαίνου.
Στίχοι
· Ἕρμω βιαίως ἐν πέτραις συρομένω,
· Ὑπῆρξε πέτρα προσφυγὴ λαγῶ πόλος.
· Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει,
· Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας.
· Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις,
· Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανὴς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας.

Τὴ αὐτὴ ἡμέρα, οἱ ἐν τῇ ἐρήμω τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
· Ἀδελφότης τέθνηκεν ἀνδρῶν τεσσάρων,
· Τὰ κῶλα θέντες εἰς ἐρημίαν μίαν.

Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἰωάννου καὶ Γεωργίου.
Στίχοι
· Ὁ Γεώργιος «Ὡς κελεύεις Χριστέ μου»,
· Ἔφασκε θνήσκων «ἔρχομαι κληθεὶς ἄνω».
· Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας, Στέρησιν οὗ φέροντα τὴν Ἰωάννου.

Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δευτέρα 17 Αυγούστου 2009

ΜΥΡΙΠΝΟΟΝ ΩΣ ΡΟΔΟΝ ΣΕ, Η ΕΚΚΛΗΣΙΑ....

Μυρίπνοον ὡς ῥόδον σε, ἡ Ἐκλησία κέκτηται, Μύρων πολύαθλε μάρτυς, τοῦ γὰρ Χριστοῦ εὐωδία, ἐδείχθης παναοίδιμε, ὑπὲρ οὗ χαιρων ἤθλησας, παρ' οὗ καὶ δόξης ἔτυχες, πρὸς ὃν ἀεὶ μνημονεύεις, τῶν σὲ τιμώντων ἐκ πόθου.

ΙΝΑ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ ΔΟΞΑΝ, ΚΑΙ ΤΟ ΑΦΡΑΣΤΟΝ ΚΑΛΛΟΣ, ΧΡΙΣΤΟΥ ΤΟΥ ΑΘΛΟΘΕΤΟΥ....

Ἴνα τὴν μέλλουσαν δόξαν, καὶ τὸ ἄφραστον κάλλος, Χριστοῦ τοῦ ἀθλοθέτου κατιδεῖν, ἀξιωθὴς γενναιότατε, ὑποκλίνεις αὐχένα, καὶ δέχη τὴν τοῦ ξίφους ἐκτομήν, καὶ χαρὰς τῶν μαρτύρων, πληροῖς τὰς θείας φάλαγγας.

'ὥσπερ ἡδύπνοον μύρον, ἀξιάγαστε Μύρων, μυρίζουσα καρδίας τῶν πιστῶν, ἡ ἀξιάγαστος μνήμη σου, τοὶς ποθοῦσιν ἐπέστη, ἐν ἢ πανηγυρίζοντας ἡμᾶς, εὐωδίας ἐνθέου, ταὶς σαὶς πρεσβείαις πλήρωσον.

Σοῦ Ἀχαϊα καυχᾶται, τοὶς σπαργάνοις καὶ ἄθλοις, γενναῖε τοῦ Κυρίου ἀθλητά, πλέον δὲ τέρπεται Κύζικος, τὸ πολύαθλον σῶμα, κατέχουσα ὡς ὄλβον ἀληθῆ, καὶ πηγήν ἰαμάτων, καὶ νόσων καθαρτήριον.

Ἡ τῶν Ἁγίων ἁπάντων, ἐκλεκτὴ ἐν ὑψίστοις, μητρόπολις Σιὼν ἡ νοητή, τῶν πρωτοτόκων ὡς γέγραπται, ἡ σεπτὴ Ἐκκλησία, ὡς μάρτυρα ἀεὶ ὑπὲρ ἡμῶν, δυσωπούντά σε ἔχει, μαρτύρων ἀκροθίνιον.