Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 31 Αυγούστου 2009

ΖΩΝΗΣ ΘΕΙΑΣ ΤΕΘΕΙΣΗΣ, ΣΗΜΕΡΟΝ ΕΝ ΟΙΚΩ ΣΟΥ ΘΕΟΧΑΡΙΤΩΤΕ.... ΣΕ ΔΟΞΑΖΟΜΕΝ....

Ζώνης θείας τεθείσης, σήμερον ἐν οἴκῳ σου θεοχαρίτωτε, συνεπανετέθη, ἀγαθῶν πᾶσα δόσις τοὶς χρήζουσι, καὶ πληροῦται πᾷς τίς, ἁγιασμοῦ ὁ προσπελάζων, τάς αἰτήσεις πιστῶς κομιζόμενος.

Ὡραιώθης Παρθένε, Λόγον ὡραιότατον ἀποκυήσασα, καὶ τῶ σῶ ὡραίω, τούτω οἴκω τεθῆναι εὐδόκησας, τὴν ὡραίαν Ζώνην, ἥτις τὸ σὸν ὡραῖον σῶμα, Θεοτόκε ὡραίως διέζωσεν.

Σοῦ ὁ Ἅγιος οἶκος, ἄλλος ὡς Παράδεισος, πᾶσι γνωρίζεται, μέσον κεκτημένος, ὥσπερ εὔοσμον ῥόδον τὴν Ζώνην σου, εὐωδίας θείας, ἀναπληροῦσαν τὰς καρδίας, τῶν πιστῶς προσιόντων Πανάμωμε.

Ὄμβρου θείου νεφέλη, γέγονας Πανάμωμε, ἐναποστάζουσα, σωτηρίας ὕδωρ, καὶ τὴν γὴν χερσωθεῖσαν ἐγκλήμασι, πρὸς καρποφορίαν, μεταγαγοῦσα εὐσεβείας, διὰ τοῦτο πιστῶς σὲ δοξάζομεν.