Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.
Δυὰς φωτοειδής, τῶν σοφῶν Ἀναργύρων, Τριάδι τῇ σεπτῇ, σὺν πᾶσιν ἐκλεκτοῖς, παρεστῶσα ἱκέτευε, μνήμην σου τὴν φωτοφόρον, τοὺς τελοῦντας φωτίζεσθαι, ταῖς τοῦ Πνεύματος θείαις λαμπροτησιν.
Ὑπέρτερον τὸν νοῦν, τῶν ἐνύλων δεικνύντες, τὰς ἀΰλους ἀστραπάς, τοῦ Πνεύματος σοφοί, ὑπεδέξασθε Ἅγιοι· ὅθεν σκότος νοσημάτων, διαλύετε πάντοτε, ἐπισκέψεσι θείαις Ἀνάργυροι.
Ἀνύστακτον ψυχῆς, κεκτημένοι τὸ ὄμμα, πρὸς ἐκπλήρωσιν Θεοῦ, τῶν θείων ἐντολῶν, τοὺς ὑπνοῦντας νοσήμασιν, ἔνδοξοι πρὸς εὐρωστίαν, διϋπνίζετε χάριτι, συμπαθεῖς θεοφόροι Ἀνάργυροι.