Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 29 Αυγούστου 2009

ΤΙ ΣΕ ΚΑΛΕΣΩΜΕΝ ΠΡΟΦΗΤΑ; ΑΓΓΕΛΟΝ, ΑΠΟΣΤΟΛΟΝ, Ή ΜΑΡΤΥΡΑ ΑΓΓΕΛΟΝ.....

Τὶ σὲ καλέσωμεν Προφήτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διήγαγες, Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη, Μάρτυρα δέ, ὅτι σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς ἀποτμηθείσης κεφαλῆς τοῦ Προδρόμου, τὰ μνημόσυνα τελέσωμεν, ποτὲ μὲν ἐπὶ πίνακι ἐκβλυζούσης αἵματα, νυνὶ δὲ ἐν τοῖς πέρασι προχεούσης ἰάματα.
Σήμερον ἡ ἀνοσιουργότροπος μήτηρ τοῦ φόνου, τὴν ἐξ ἀνόμου συμπλοκῆς, αὐτῆς πανασελγὴ θυγατέρα, Κατὰ τοῦ πάντων τῶν Προφητῶν, θεοπροκρίτου μείζονος, φονοτρόπω συμβουλὴ ἐσκευώρητο, Τοῦ γὰρ ἐχθίστου Ἡρῴδου τελοῦντος συμπόσιον τοῦ Ἑαυτοῦ ἀθεμίτου γενεθλίου, μεθ' ὅρκου αἰτήσασθαι παρεσκεύασε, τὴν θαυματόβρυτον τοῦ θεοκήρυκος τιμίαν κεφαλήν, ὁ καὶ τετέλεκεν ὁ παράφρων, θυμελικοῦ ὀρχήματος δοὺς αὐτὴν ἀντίμισθον, εὐορκίας χάριν, ὅμως οὐκ ἐπαύσατο ὁ μύστης τῆς Χριστοῦ παρουσίας, τὴν θεοστυγῆ μίξιν αὐτῶν, καὶ μετὰ τὸ τέλος στηλιτεύειν, ἀλλ' ἐλέγχων ἐβόα, Οὐκ ἔξεστί σοί, λέγων, μοιχεύειν τοῦ ἀδελφοῦ σου Φιλίππου τὴν γυναίκα, Ὧ γενεθλίου προφητοκτόνου, καὶ αἱμάτων γέμοντος συμποσίου! Ἡμεῖς δὲ εὐσεβοφρόνως, ἐν τῇ ἀποτομὴ τοῦ Προδρόμου, λευχειμονοῦντες ἑορτάσωμεν, ὡς ἐν εὐσήμῳ ἡμέρα ἀγαλλιώμενοι, καὶ αἰτησώμεθα τοῦτον, ἐξευμενίσαι τὴν Τριάδα, τῶν παθῶν τῆς ἀτιμίας ῥύσασθαι ἡμᾶς, καὶ σώσαl! τὰς ψυχὰς ἡμῶν.