Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 30 Αυγούστου 2009

ΠΡΟΣ ΣΕ ΛΑΟΣ ΠΟΝΗΡΟΤΑΤΟΣ, ΑΦΙΚΕΤΟ ΠΕΙΡΑΖΩΝ ΚΑΙ ΦΑΣΚΩΝ ΣΟΙ, ΣΥ ΕΙ Ο ΚΥΡΙΟΣ, ΑΥΤΟΣ ΔΕ ΕΦΗΣ.... ΕΚΔΙΔΑΣΚΟΜΕΝΟΙ....

Πρὸς σὲ λαὸς πονηρότατος, ἀφίκετο πειράζων καὶ φάσκων σοί, Σὺ εἶ ὁ Κύριος, αὐτὸς δὲ ἔφης, οὐκ ἔγωγε, ἄλλος δ' ἐστὶν ὃς ἤξει, ὀπίσω πρώτός μου.

Ῥευστῆς ἐγὼ πέλω φύσεως, ὃς ἔρχεται δ' ὀπίσω μου ἄρρευστος, πέλει καὶ ἄχρονος, καὶ ποιητὴς πάσης κτίσεως, οὗ οὐκ ἰσχύω λύσαι, οὐδὲ τὰ πέδιλα.

Ὁρῶντες πάντες συνέτρεχον, πόρνοι τε καὶ τελῶναι καὶ ἄσωτοι, καὶ ἐβαπτίζοντο, ἐκ σοῦ Προφήτα πανένδοξε, τὴν πρὸς Χριστὸν πορείαν ἐκδιδασκόμενοι.