Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 30 Αυγούστου 2009

Ο ΠΑΛΑΙΑΣ ΚΑΙ ΚΑΙΝΗΣ ΘΕΙΟΣ ΜΕΣΙΤΗΣ....

Ὁ Παλαιὰς καὶ Καινῆς θεῖος μεσίτης, Προφήτης καὶ Πρόδρομος, Ἄγγελος ἔνσαρκος, παρανομίας ὁ ἔλεγχος, τῆς στειρευούσης, βλαστὸς νηδύος, στόμα πυρίπνοον, Ἡρῴδην διήλεγξας, ἄθεσμα πράττοντα, ὁ δὲ μὴ φέρων τὸν ἔλεγχον, ἀποτμηθῆναι, τὴν κεφαλήν σου διακελεύεται, καὶ προσηνέχθης ὥσπερ ἔδεσμα, ἐγκρατείας τὸ θεῖον ἐντρύφημα, ἐπὶ πίνακι πλέον, στηλιτεύων τὸν ἀκόλαστον.

Ἐκ παρανόμου μητρὸς συνωθουμένη, θυγάτηρ παράνομος, σοῦ τὴν ἀοίδιμον, καὶ τοὶς Ἀγγέλοις αἰδέσιμον, αἰτεῖται κάραν, τοὺς γὰρ ἐλέγχους ταύτης οὐκ ἔφερεν, ὅθεν ἐπὶ πίνακι, ταύτην προσφέρουσα, καὶ τοὶς ποσὶν ἅμα παίζουσα, τῶν δαιτυμόνων, τὴν εὐφροσύνην εἰς πένθος ἔτρεψεν, ἀλλ' ἐπὶ πλέον διελέγχεις, ἀκολασίας τὸ μῖσος μακάριε, τὸν Χριστὸν ἱκετεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Βεβακχευμένος τὴ μέθη ὁ Ἡρῴδης, νόθοις ἐπικλέπτεται, κατορχουμένης φωναίς, καὶ πρὸς τῶ ὅρκω τὸν ἄδικον, τεκταίνει φόνον, σοῦ τοῦ δικαίου Προφήτα ἔνδοξε, ἀλλά σου ὁ θάνατος, τοὶς προθανοῦσι σαφῶς, ἀθανασίαν ἐμήνυσε, καὶ γὰρ ἐγένου, καὶ τοὶς ἐν, Ἅδη κῆρυξ πρωτάγγελος, τὴν παρουοίαν τὴν σωτήριον, προμηνύων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.