Αναρτήσεις

Προβολή αναρτήσεων από Απρίλιος, 2010

ΚΑΘΑΡΘΩΜΕΝ ΕΝΝΟΙΩΝ ΤΟΥΣ ΚΕΥΘΜΩΝΑΣ...

Καθαρθῶμεν ἐννοιῶν τοὺς κευθμῶνας καὶ ψυχικὰς λαμπηδόνας διαυγάσωμεν, καὶ τὴν ζωὴν κατίδωμεν Χριστόν, ἐν ἱερῷ ἀφικόμενον, ὑπερβολῇ ἀγαθότητος, ἵνα τὸν ἐχθρόν θριαμβεύσῃ, καὶ σώσῃ τὸ γένος ἡμῶν, διὰ πάθους Σταυροῦ καὶ τῆς Ἀναστάσεως, πρὸς ὃν βοήσωμεν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

ΤΗΣ ΣΟΦΙΑΣ ΤΟ ΥΔΩΡ ΚΑΙ ΤΗΣ ΖΩΗΣ, ΑΝΑΒΛΥΖΩΝ

Τῆς σοφίας τὸ ὕδωρ καὶ τῆς ζωῆς, ἀναβλύζων τῷ κόσμῳ, πάντας Σωτήρ, καλεῖς τοῦ ἀρύσασθαι, σωτηρίας τὰ νάματα· τὸν γὰρ θεῖον νόμον σου δεχόμενος ἄνθρωπος, ἐν αὐτῷ σβεννύει, τῆς πλάνης τοὺς ἄνθρακας· ὅθεν εἰς αἰῶνας, οὐ διψήσει, οὐ λήξει τοῦ κόρου σου Δέσποτα, Βασιλεῦ ἐπουράνιε· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.

ΩΦΘΗ ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΤΕΡΠΝΗ, ΤΗΣ ΤΟΥ ΣΩΤΗΡΟΣ, ΑΝΑΣΤΑΣΕΩΣ ΣΗΜΕΡΟΝ...

Ὤφθη φωτοφανὴς καὶ τερπνή, τῆς τοῦ Σωτῆρος, Ἀναστάσεως σήμερον, μεσότης ἡ παναγία, ὡς μεσημβρία φαιδρά, φρυκτωροῦσα κόσμον θείαις χάρισι, Χριστοῦ τῆς Ἐγέρσεως, λαμπαδοχοῦσα τεράστια, τῆς ἀφθαρσίας, ἀπαστράπτει τὰ σύμβολα, καὶ προδείκνυσι, τὴν εἰς ὕψος Ἀνάληψιν, φαίνει τὴν πολυέραστον, τοῦ Πνεύματος ἔλευσιν, Πεντηκοστῆς τῆς πανσέπτου, τὴν λαμπροτάτην πανήγυριν· διὸ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος. Δόξης ὡς θεϊκῆς ποταμός, τῆς ἑορτῆς νῦν μεσαζούσης ὁ Κύριος, τὰ ῥεῖθρα τῆς εὐσπλαγχνίας, πᾶσι παρέχων βοᾷ, οἱ διψῶντες δεῦτε, καὶ ἀρύσασθε. Πηγὴ συμπαθείας γάρ, καὶ ἐλέους τὸ πέλαγος, αὐτὸς ὑπάρχων, βρύει κόσμῳ τὴν ἄφεσιν, πλύνει πταίσματα, καὶ καθαίρει νοσήματα, σῴζει τοὺς τὴν Ἀνάστασιν, αὐτοῦ ἑορτάζοντας, σκέπει τοὺς πόθῳ τιμῶντας, τὴν μετὰ δόξης Ἀνάληψιν, αὐτοῦ καὶ παρέχει, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος. Μέσον τοῦ ἱεροῦ ἑστηκώς, ὁ ἀπερίγραπτος Θεός τε καὶ Κύριος· Θεὸς γὰρ ὑπῆρχε φύσει, κἂν δι' ἡμᾶς βροτωθείς, περιγεγραμμένος, ὤφθη σώματι, τοῖς πᾶσι...

ΜΑΚΑΡ ΘΕΟΠΤΑ ΙΑΚΩΒΕ....

Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητήν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε. Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον. Ἄρχων κατεστάθης Ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περὶ σοῦ ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος, καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.

ΩΣ ΑΛΙΕΥΣ ΛΟΓΙΚΩΝ

Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ ΑΔΕΛΦΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου, Ἰακώβου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου. Στίχοι Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη, Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους. Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ. Στίχοι Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω, Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου. Στίχοι Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην, Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Στίχοι Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα, Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας. Στίχοι Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις, Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν. Ταῖς αὐτῶν ἁγίαις πρε...

ΤΟΥ ΠΑΥΛΟΥ ΦΟΙΤΗΤΑΙ, ΣΟΦΟΙ ΓΕΝΟΜΕΝΟΙ...

Τοῦ Παύλου φοιτηταί, σοφοὶ γενόμενοι, κατ' ἴχνος ἐκείνου τε πορευθέντες διεδράμετε τὰ σύμπαντα, τὸν σωτήριον λόγον καταγγέλλοντες. Ὡς θεῖοι ποταμοί, σοφίας ἔνδοξοι, ναμάτων πληροῦτε τῶν σωτηρίων, Ἐκκλησίας τὰ συστήματα, ἐκ πηγῶν σωτηρίου ῥεῖθρα βλύζοντες. Παντοίων ἀναγκών, καὶ περιστάσεων, τοῦ βίου πρεσβείαις ὑμῶν ἁγίαις, θεοφόροι κυβερνήσατε, τοὺς ὑμᾶς νῦν τιμῶντας διασῴζοντες.

ΠΑΝΤΑ ΚΑΤΕΛΙΠΕΤΕ ΤΕΡΠΝΑ...

Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσί τε τούτου, πίστει προσηνέχθητε Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἰάσων Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην ταῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν. Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν, ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν ταῖς θεοσόφοις διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΟΝ ΕΠΙ ΓΗΣ ΤΟΥΣ ΑΓΙΟΥΣ.... ΙΑΣΩΝ ΚΑΙ ΣΩΣΙΠΑΤΡΕ...

Τὸν ἐπὶ γῆς τοὺς Ἁγίους, μεγαλύναντα Λόγον Θεοῦ, καὶ τὸ μνημόσυνον αὐτῶν, εἰς τὸν αἰῶνα δοξάσαντα, καὶ νῦν ἐν τοῖς ὑψίστοις, κατέχοντα τὰ πνεύματα αὐτῶν, ἐν χειρὶ τῇ οἰκείᾳ ἀπαύστως μεγαλύνομεν. Τελειωθέντες θεόπται, ἐν ὀλίγῳ πληροῦτε, ἐν τόποις φωτεινοῖς χρόνους μακρούς, ἔνθα χαρὰ ἀνεκλάλητος, καὶ ἀΐδιος δόξα, καὶ φῶς τὸ καταλάμπον ὡς Θεός, τοῦ φωτὸς τοὺς ἀξίους, ὑπὲρ ἡμῶν πρεσβεύοντας. Νῦν εὐφημοῦντες θεόπται, δυσωποῦμεν ἐν ὕμνοις, ὑμᾶς ὡς κυβερνήτας ἱερούς, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος, ἱκετεύσατε κόσμου, καὶ εὐσταθείας τῶν Ἐκκλησιῶν, καὶ ἡμῶν σωτηρίας, Ἰάσων καὶ Σωσίπατρε.

ΜΕΣΟΥΣΗΣ ΤΗΣ ΕΟΡΤΗΣ ΠΡΟ ΤΟΥ ΠΑΘΟΥΣ...

Μεσούσης τῆς ἑορτῆς πρὸ τοῦ Πάθους, καὶ τῆς ἐνδόξου Ἀναστάσεώς σου Κύριε, ἦς διδάσκων ἀγαθὲ ἐν τῷ ἱερῷ, τοὺς ἀπειθοῦντας Ἰουδαίους, καὶ Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω, ὁ πιστεύων εἰς ἐμέ, ὕδατος ζωῆς Πνεύματος θείου, ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ. Ὢ τῆς ἀρρήτου σοφίας τῆς σῆς συνέσεως! ὁ τὰ πάντα πληρῶν Θεὸς ἡμῶν δόξα σοι.

ΕΣΤΗΚΩΣ ΕΝ ΤΩ ΜΕΣΩ ΤΟΥ ΙΕΡΟΥ...

Ἑστηκὼς ἐν τῷ μέσῳ τοῦ ἱεροῦ, μεσαζούσης ἐνθέως τῆς Ἑορτῆς, ὁ διψῶν ἀνέκραζες· ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πίνων ἐκ τούτου, τοῦ θείου μου νάματος, ποταμοὺς ἐκ κοιλίας, ἐκρεύσει δογμάτων μου, ὅστις δὲ πιστεύει, εἰς ἐμὲ τὸν σταλέντα, ἐκ θείου Γεννήτορος, μετ' ἐμοῦ δοξασθήσεται. Διὰ τοῦτο βοῶμέν σοι· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι πλουσίως ἐξέχεας τὰ νάματα, τῆς σῆς φιλανθρωπίας τοῖς δούλοις σου.

ΠΡΟΚΑΤΑΛΥΣΑΣ ΤΟ ΚΡΑΤΟΣ ΤΟΥ ΘΑΝΑΤΟΥ....

Προκαταλύσας τὸ κράτος τοῦ θανάτου, Χριστὲ τῷ θανάτῳ σου, ζωὴν παρέσχες βροτοῖς, ἐν τῇ ἐνδόξῳ Ἐγέρσει σου, συνεξεγείρας, γένος ἀνθρώπων τῇ καταβάσει σου. Ὅθεν χαριστήριον, αἶνόν σοι ᾄδομεν, τὴν ἑορτὴν ἑορτάζοντες, τῆς τριημέρου, καὶ λαμπροφόρου σου Ἀναστάσεως, ἐν ᾗ τὸ μέσον τῶν πανσέπτων νῦν, ἡμερῶν ἡμῖν πᾶσιν ἐπέλαμψεν, Ἰησοῦ ζωοδότα, εὐεργέτα τῶν ψυχῶν ἡμῶν. Πρὸ τοῦ τιμίου σταυροῦ σου καὶ τοῦ Πάθους, θαυμάτων τὰ ἔνδοξα, ἐπιτελῶν τοῖς λαοῖς, τῆς ἑορτῆς καθὼς γέγραπται, ἐν μέσῳ ἔστης, τῆς νομικῆς Χριστὲ Παντοδύναμε, καὶ πᾶσιν ἐβόησας· Εἴ τις διψᾷ, πρὸς ἐμὲ αὐτομολείτω, καὶ ὕδατος τοῦ θείου πόμα, ἀπαντλησάτω καὶ ζωῆς νάματα· ὕδωρ ζωῆς γὰρ καὶ δυνάμεως καὶ σοφίας ἐγὼ πᾶσι δίδωμι, ὅτι θέλων ἀνθρώποις, ὡμοιώθην ὡς φιλάνθρωπος. Ὡς ἐπὶ κλίνης με κείμενον ὀδύνης, Χριστὲ πολυέλεε, τῶν ἐγκλημάτων μου καὶ παρειμένον τοῖς μέλεσιν, ὡς διὰ μέγα, φιλανθρωπίας πέλαγος ἄνθρωπος, θελήσει γενόμενος, νῦν ἀοράτως με, ὡς τὸν παράλυτον ἔγειρον, καὶ τρίβους θείας, τῶν ἐντολῶν σου τρέχειν εὐόδωσον, ὁ πρ...

ΑΠΟΣΤΟΛΟΙ ΘΕΗΓΟΡΟΙ....

Ἀπόστολοι θεηγόροι, καὶ κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι, παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι, φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν χάριτι, ἀλλ' ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΑΙΣ ΔΟΓΜΑΣΙ ΤΟΥ ΠΑΥΛΟΥ...

Ταῖς δόγμασι τοῦ Παύλου καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ ἀεὶ κόσμον θαύμασιν, Ἰάσων, ἡ πηγὴ τῶν ἰαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος, Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑΣΟΝΟΣ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΥ...

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσονος καὶ Σωσιπάτρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου. Στίχοι Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας, Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην. Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ. Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται. Στίχοι Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος, Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται. Στίχοι Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη, Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων. Στίχοι Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα, Ἡγήσομαι γάρ, καὶ προεισέλ...

ΣΑΡΚΙΚΩΣ ΕΚΟΠΙΑΣΑΣ, Η ΑΝΑΠΑΥΣΙΣ ΠΑΝΤΩΝ, ΕΚΟΥΣΙΩΣ ΕΔΙΨΗΣΑΣ...

Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν Ἰησοῦ ἐπαγγειλάμενος. Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διαλέγων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων· ἡ μὲν γὰρ ἐπίστευσεν, Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο. Ὕδωρ ζῶν τὸ ἁλλόμενον, ὕδωρ ἀθανασίας, ἡ πηγὴ ἡ ἀείζωος, παρέχειν ἐπηγγείλω, τοῖς πίστει τὸ Πνεῦμά σου, προσδεχομένοις Σωτὴρ τὸ προϊὸν ἐκ Πατρός. Πέντε ἄρτοις ἐξέθρεψας, χιλιάδας πεινώντων, καὶ τοῦ κόρου τὰ λείψανα εἰς ἄλλας μυριάδας, Σωτὴρ ἐπερίσσευσας, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς Μαθηταῖς. Ὁ ἐσθίων τὸν ἄρτον σου, ζήσεται αἰωνίως, καὶ ὁ πίνων τὸ αἷμά σου, ἐν σοὶ μένει Σωτήρ μου, καὶ σὺ ἐν αὐτῷ μένεις, καὶ ἀναστήσεις αὐτόν, ἐν τῇ ἐσχάτῃ ῥοπῇ. Ἐθαυμάστωσας Δέσποτα, τὴν σὴν οἰκονομίαν, πιστωσάμενος θαύμασι τὴν θείαν ἐξουσίαν, τὰς νόσους ἀπήλασας, νεκροὺς ἀνέστησας, τυφλοὺς ἐφώτισας ὡς Θεός. Τοὺς λεπροὺς ἐκαθάρισας, τοὺς χωλοὺς ἀνωρθώσω, παραλύτους συνέσφιγξας, Αἱμόρρουν ἐθεράπευσας· ἐπέζευσας πέλα...

Η ΣΟΦΙΑ ΚΑΙ ΔΥΝΑΜΙΣ....

Ἡ σοφία καὶ δύναμις, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, Λόγος ὁ ἀΐδιος, καὶ Υἱὸς τοῦ Θεοῦ, ἐν ἱερῷ παρεγένετο, σαρκὶ καὶ ἐδίδασκεν Ἰουδαίων τοὺς λαούς, τοὺς δεινοὺς καὶ ἀγνώμονας καὶ ἐθαύμαζον, τῆς σοφίας τὸν πλοῦτον ἐκβοῶντες· Πόθεν γράμματα γινώσκει παρ' οὐδενὸς μὴ μεμαθηκώς; (Δίς) Γραμματεῖς ἐπεστόμιζεν, Ἰουδαίους διήλεγχεν, ὁ Μεσσίας Κύριος, ἐκβοῶν αὐτοῖς· Μὴ τὴν κατ' ὄψιν παράνομοι, ὡς ἄδικοι κρίνετε· ἐν Σαββάτῳ γὰρ ἐγώ, τὸν Παράλυτον ἤγειρα· ὅθεν Κύριος, τοῦ Σαββάτου ὑπάρχω, καὶ τοῦ νόμου, τί ζητεῖτέ με φονεῦσαι, τὸν τοὺς θανόντας ἐγείραντα; Μωϋσέα ἑλίθασαν οἱ δεινοὶ καὶ παράνομοι, Ἰουδαίων σύστημα τὸ ἀχάριστον, τὸν Ἡσαΐαν δὲ ἔπρισαν, ξυλίνῳ ἐν πρίονι, ἐν βορβόρῳ τὸν σοφόν, Ἱερεμίαν ἐνέβαλον· τὸν δὲ Κύριον, ἐν Σταυρῷ ἀνυψοῦντες, ἐπεβόων· Τὸν ναὸν ὁ καταλύων, σῶσον σαυτὸν καὶ πιστεύσομεν.

ΤΗΝ ΧΕΡΣΩΘΕΙΣΑΝ ΨΥΧΗΝ...

Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς· σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου, Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

ΜΑΡΤΥΡΕΣ ΧΡΙΣΤΟΥ ΠΑΝΕΥΦΗΜΟΙ....

Μάρτυρες Χριστοῦ πανεύφημοι, κατακρατούσης ποτέ, τῆς Ἑλλήνων σκαιότητος, καὶ ὠθούσης ἅπαντας, πρὸς ἀθέμιτα βάραθρα, ὁδὸν εὐθεῖαν, οὐ κατελίπετε, καὶ ἀθεΐᾳ, οὐ προσετέθητε, ἀλλ' ἐνηθλήσατε, γνώμης ἀνδρειότητι, καὶ τὴν ζωήν, ξίφει θανατούμενοι, κατεκληρώσασθε. Θέογνιν Ῥοῦφον Ἀντίπατρον, θεόστιχον Ἀρτεμᾶν, Μάγνον τε καὶ Θεόδοτον, τὸν κλεινὸν θαυμάσιον, καὶ τὸν θεῖον Φιλήμονα, τοὺς ἐν ἀθλήσει, φαιδρῶς ἐκλάμψαντας, καὶ τοὺς ἐν σκότει, φωταγωγήσαντας, πίστει τιμήσωμεν, ὕμνοις μακαρίσωμεν, τὴν ἱεράν, τούτων ἑορτάζοντες, μνήμην γηθόμενοι. Ἄνθη Μαρτύρων τερπνότατα, παρεμβολὴ ἱερά, θεοσύλλεκτον ἄθροισμα, ἐκκλησία ἄριστος, συνοδία θεόλεκτος, χορὸς Ἁγίων, δῆμος μακάριος, ὑπὲρ Τριάδος, ἀγωνισάμενοι, ταύτην αἰτήσασθε, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, καὶ εἰρήνην ἅπασι, καὶ μέγα ἔλεος.

ΤΕΤΑΡΤΗ ΤΗΣ ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΣ...

Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν. Στίχοι Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ. Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστε ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΑΓΙΩΝ ΕΝΝΕΑ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΚΥΖΙΚΩ...

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ, Θεόγνιδος, Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου, Θαυμασίου καὶ Φιλήμονος. Στίχοι Εἰκὼν ἀΰλων Ταγμάτων τῶν ἐννέα, Οἱ τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα. Εἰκάδι ὀγδοάτῃ βιότου λυγροῦ ἐννὲ᾽ ἀπῆραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Στίχοι Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην, Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων. Διήγησις περὶ τοῦ γενομένου θαύματος ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ. Στίχοι Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων, Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΕΚ ΓΕΝΟΥΣ ΑΒΡΑΑΜ....

Τὸν ἐκ γένους Ἀβραάμ, καὶ ἐκ σειρᾶς τῆς τοῦ Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰωσήφ, καὶ συγγενῆ τοῦ Ἰησοῦ, εὐφημήσωμεν σήμερον Συμεὼν τὸν τρισόλβιον, ὡς μεγάλως μέν τῇ ἀγχιστείᾳ Χριστοῦ κλεϊζόμενον, λαμπρῶς δὲ τῷ θρόνῳ τῆς μητρὸς τῶν Ἐκκλησιῶν ἀγλαϊζόμενον, εὐκλεῶς δὲ τῷ αἵματι τοῦ μαρτυρίου καλλυνόμενον· καὶ γὰρ οὗτος, ὡς ὁ Δεσπότης, τῷ σταυρῷ προσεπάγη, τὸ θεῖον πάθος αὐτοῦ μιμησάμενος.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΣΥΜΕΩΝ, ΣΥΓΓΕΝΟΥΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, συγγενοῦς τοῦ Κυρίου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου. Στίχοι Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ, Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου. Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν. Στίχοι Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ, Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος. Στίχοι Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις, 'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος. Στίχοι Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων, Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται. Στίχοι Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων, Κόνιν φύρεσθαι τὴν...

ΤΟΝ ΔΙΕΣΠΑΡΜΕΝΟΝ ΜΟΥ ΝΟΥΝ ....

Τὸν διεσπαρμένον μου νοῦν συνάγαγε Κύριε, καὶ τὴν χερσωθεῖσάν μου καρδίαν καθάρισον, ὡς τῷ Πέτρῳ διδούς μοι μετάνοιαν, ὡς τῷ Τελώνῃ στεναγμόν, καὶ ὡς τῇ Πόρνῃ δάκρυα, ἵνα μεγάλῃ τῇ φωνῇ κραυγάζω σοι· ὁ Θεὸς σῶσόν με, ὡς μόνος εὔσπλαγχνος, καὶ φιλάνθρωπος.

Ο ΤΗ ΠΑΛΑΜΗ ΤΗ ΑΧΡΑΝΤΩ ΠΛΑΣΤΟΥΡΓΗΣΑΣ...

Ὁ τῇ παλάμῃ τῇ ἀχράντῳ πλαστουργήσας τὸν ἄνθρωπον, ἦλθες εὔσπλαγχνε τοὺς νοσοῦντας ἰάσασθαι Χριστέ, τὸν Παράλυτον ἐν τῇ Προβατικῇ καλυμβήθρᾳ διὰ τοῦ λόγου σου ἀνέστησας. Αἱμόρρου δὲ τὸ ἄλγος ἐθεράπευσας, τῆς Χαναναίας τὴν παῖδα ἐνοχλουμένην ἠλέησας, καὶ τὴν αἴτησιν τοῦ Ἑκατοντάρχου οὐ παρεῖδες. Διὰ τοῦτο κράζομεν· Παντοδύναμε Κύριε, δόξα σοι. Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῇς κολυμβήθρας· οὐ γάρ ἐστί μοι τίς ὁ ἐμβάλλων με ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι. Δόξα... Καὶ νῦν... Ἦχος πλ. α' Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδὰ πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρ...

ΙΕΡΩΣΥΝΗΣ ΠΑΜΜΑΚΑΡ....

Ἱερωσύνης παμμάκαρ, καὶ σεπτῆς μαρτυρίας, ταῖς θείαις ἀπαστράπτων καλλοναῖς, νῦν κατοικεῖς τὰ οὐράνια, καὶ παρίστασαι χαίρων, Τριάδι τῇ Ἁγίᾳ Βασιλεῦ, μετὰ πάντων Μαρτύρων, ὑπὲρ ἡμῶν δεόμενος. Ὡς φωταυγής σου ἡ μνήμη, ἀπαστράπτουσα αἴγλην, ἐνθέων χαρισμάτων τοῖς πιστοῖς, ὡς ἱερόν σου τὸ τέμενος, ἔνθα κείμενος βρύεις, ἰάματα καὶ σῴζεις Βασιλεῦ, χαλεπῶν ἐκ κινδύνων, τοὺς πόθῳ σε γεραίροντας. Ἡ τῶν λειψάνων σου θήκη, ὡς πηγὴ καθορᾶται, ἰάσεων ἐκβλύζουσα κρουνούς, καὶ θεραπεύουσα ἅπαντα, τὰ νοσήματα Πάτερ, ψυχῶν καὶ τῶν σωμάτων Βασιλεῦ· διὰ τοῦτο πιστῶς σου, τελοῦμεν τὸ μνημόσυνον.

ΑΝΕΒΗ Ο ΙΗΣΟΥΣ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ....

Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατεκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν, ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι.

ΠΟΛΛΑΚΙΣ ΤΗΝ ΥΜΝΩΔΙΑΝ ΕΚΤΕΛΩΝ...

Πολλάκις τὴν ὑμνῳδίαν ἐκτελῶν, εὑρέθην τὴν ἁμαρτίαν ἐκπληρῶν, τῇ μὲν γλώττῃ ᾄσματα φθεγγόμενος, τῇ δὲ ψυχῇ ἄτοπα λογιζόμενος· ἀλλ' ἑκάτερα διόρθωσον, Χριστὲ ὁ Θεός, διὰ τῆς μετανοίας, καὶ σῶσόν με.

... ΣΩΤΕΡ ΘΕΕ ΜΟΥ

Ὢ τοῦ παραδόξου θαύματος! ὁ ποιητὴς τοῦ παντός, σαρκοφόρος γενόμενος, τὴν ἡμῶν ἑπτώχευσε φύσιν θέλων ὡς εὔσπλαγχνος, καὶ τοῖς ἀνθρώποις συνδιαιτώμενος, θαυμάτων πλήθη Ἑβραίοις δέδειχεν· ὅθεν ἰάσατο, τὸν ποτὲ Παράλυτον, εἰπὼν αὐτῷ· Ἆρόν σου τὸν κράββατον, ἐν Βηθεσδὰ ἐπιστάς. Σῶτερ Θεέ μου καὶ Κύριε, τοὺς πεπτωκότας βροτούς, ἀναστῆσαι βουλόμενος, ἐπὶ γῆς ἄνθρωπος, περιήρχου ἰώμενος, πάντων τὰς ὡς νόσους δι' εὐσπλαγχνίαν πολλήν· διὸ φοιτήσας, Προβατικῇ ἐν στοᾷ, σῷον ἀνέδειξας, τὸν ποτὲ Παράλυτον λόγῳ τῷ σῷ, ὀκτὼ καὶ τριάκοντα, ἔτεσι κείμενον. Φθόνῳ Ἑβραῖοι τηκόμενοι, εὐεργεσίας τὰς σάς, ὑπεράγαθε Κύριε, ἀφορμὴν ποιούμενοι, καὶ μανίας ὑπέκκαυμα, παρανομοῦντες αὐτοὶ τὸν νόμον ἀεί, σὲ ἐπεζήτουν, κτεῖναι τὴν ὄντως ζωὴν διὰ τὸ Σάββατον, ὅτε ὅλον ἄνθρωπον, ἔδειξας σὺ ὑγιῆ, παράλυτον ὄντα τὸ πρότερον. Δόξα... Καὶ νῦν ... Ἦχος α' Ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ ἄνθρωπος κατέκειτο ἐν ἀσθενείᾳ, καὶ ἰδών σε Κύριε, ἐβόα· Ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με ἐν αὐτῷ, ἐν ᾧ δ...

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΕΩΣ ... ΓΛΑΦΥΡΑΣ, ΙΟΥΣΤΑΣ....

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Στίχοι Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ, Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων. Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων, Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν, Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω, Δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΤΩΝ ΘΕΗΓΟΡΩΝ ΛΟΓΙΩΝ, ΤΟΝ ΣΥΓΓΡΑΦΕΑ ΠΙΣΤΟΙ....

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον. Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε. Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα. Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι. Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμε...

ΣΕ ΤΗΝ ΕΝΥΠΟΣΤΑΤΟΝ ΧΡΙΣΤΕ...

Σὲ τὴν ἐνυπόστατον Χριστέ, σοφίαν ἀνεκήρυξε, μαρμαρυγαῖς ταῖς σαῖς αὐγαζόμενος, παντὶ τῷ κόσμῳ φανεῖσαν Δέσποτα, καὶ ζωὴν παρέχουσαν, καὶ βροτοὺς φωτίζουσαν, ὁ θεράπων σου Μᾶρκος φιλάνθρωπε. Τὸ ῥεῖθρον δεξάμενος Χριστέ, σοφίας τὸ ἀείρυτον, ὡς ποταμὸς ῥοιζῶν γῆς ἐπέκλυσε, θεογνωσίας φωτὶ τὰ πέρατα, σοῦ δεικνὺς ὑπάρχουσαν, ἀληθῆ τὴν πρόρρησιν, ὁ αὐτόπτης σου Μᾶρκος φιλάνθρωπε. Τῷ Πέτρῳ ἑπόμενος σοφέ, σοφῶς τὸ Εὐαγγέλιον, ὡς μαθητὴς αὐτοῦ διετύπωσας, θεολογίας τὸ φῶς δρεψάμενος, παρ' αὐτοῦ Ἀπόστολε, καὶ Θεοῦ τὴν ἔνσαρκον, παρουσίαν μηνύσας τρανότατα.

ΕΞ ΥΨΟΥΣ ΛΑΒΩΝ...

Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

ΤΟΥ ΚΟΡΥΦΑΙΟΥ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ....

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

ΕΝ ΣΙΝΑΙΩ ΤΩ ΟΡΕΙ....

Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδέ σε, ἐν τῇ βάτῳ Μωϋσῆς, τὴν ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, δεξαμένην ἐν γαστρί, Δανιὴλ δέ σε εἶδεν, ὄρος ἀλατόμητον, ῥάβδον βλαστήσασαν, Ἡσαΐας κέκραγε, τὴν ἐκ ῥίζης Δαυΐδ. Ἰησοῦ ἐπὶ ξύλου ὑψούμενος, συνανύψωσας ἡμᾶς, καὶ τεθεὶς ἑκουσίως ἐν μνήματι, ἐκ μνημάτων τοὺς νεκρούς, ἐξανέστησας πάντας, ὑμνοῦντας τὸ κράτος σου τὸ ἀκατάληπτον, καὶ τὴν δυναστείαν τὴν σὴν τὴν ἀήττητον. Ὡραιότατος τάφου ἀνέτειλας, ὡς νυμφίος ἐκ παστοῦ, ὡραιότατε Λόγε, καὶ ἔλυσας τὸ τοῦ ᾍδου ἀμειδές, καὶ δεσμώτας ἐξῆρας, συμφώνως κραυγάζοντας· Δόξα τῇ δόξῃ σου, δόξα Ἰησοῦ ὁ Θεὸς τῇ Ἐγέρσει σου. Στεναγμούς τε καὶ δάκρυα φέρουσαι, μετὰ μύρων ἐν σπουδῇ, τὸ πανάγιον μνῆμα κατέλαβον αἱ γυναῖκες, καὶ Χριστοῦ ἐδιδάσκοντο πίστει τὴν ἔνδοξον Ἔγερσιν, ἥν ἑορτάζομεν, ἐν ἀγαλλιάσει ψυχῆς εὐφραινόμενοι. Ἠκολούθει ἡ ῥῶσις τοῦ σώματος, τῇ προστάξει σου Χριστέ, καὶ ὡρᾶτο ὁ πρῴην Παράλυτος, διερχόμενος σπουδῇ, καὶ τὸν κράββατον φέρων ἐφ' ὃν κατεκλίνετο, ἔτεσι πλείοσιν, ἀνυμνολογῶν τὴν πολλὴν δ...

ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ ΚΥΡΙΕ....

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ο ΧΕΙΡΙ ΣΟΥ ΔΡΑΚΙ ΠΕΡΙΚΡΑΤΩΝ ΤΑ ΠΕΡΑΤΑ...

Ὁ χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

.... ΠΕΦΩΤΙΣΤΑΙ ΤΑ ΣΥΜΠΑΝΤΑ...

Τῷ σῷ σταυρῷ Χριστὲ Σωτήρ, θανάτου κράτος λέλυται, καὶ διαβόλου ἡ πλάνη κατήργηται, γένος δὲ ἀνθρώπων πίστει σῳζόμενον, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Πεφώτισται τὰ σύμπαντα, τῇ ἀναστάσει σου Κύριε, καὶ ὁ Παράδεισος πάλιν ἠνέῳκται, πᾶσα δὲ ἡ κτίσις ἀνευφημοῦσά σε, ὕμνον σοι καθ' ἑκάστην προσφέρει. Δοξάζω τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ τὴν δύναμιν, καὶ Πνεύματος ἁγίου, ὑμνῶ τὴν ἐξουσίαν, ἀδιαίρετον, ἄκτιστον Θεότητα, Τριάδα ὁμοούσιον, τὴν βασιλεύουσαν εἰς αἰῶνα αἰῶνος. Τὸν Σταυρόν σου τὸν τίμιον, προσκυνοῦμεν Χριστέ, καὶ τὴν ἀνάστασίν σου ὑμνοῦμεν καὶ δοξάζομεν· τῷ γὰρ μώλωπί σου, ἡμεῖς οἱ πάντες ἰάθημεν. Δόξα... Ἦχος πλ. α' Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ, τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδά, πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων· Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γε...

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΡΚΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Στίχοι Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι, Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν. Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου, Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης. Στίχοι Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ, Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν. Στίχοι Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας, Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡ...

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ...

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα. Στίχοι Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ. Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΙΣ ΠΟΝΟΙΣ ΤΟΙΣ ΑΣΚΗΣΕΩΣ....

Τοῖς πόνοις τοῖς ἀσκήσεως, ἐγκαρτερήσασα, ἐδέξω χάριν, ψυχῶν νοσήματα καὶ τῶν σωμάτων, Μῆτερ σεμνὴ ἀποσοβεῖν, πνεύματα διώκειν θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθαι. Διὸ ταῖς, σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος. Ἡ κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος. Συμπάθειαν ἐξήσκησας, Πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.

.... ΕΙΠΑΤΩΣΑΝ ΙΟΥΔΑΙΟΙ ....

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος. Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν, τηροῦντες τὸν Βασιλέα; διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Σωτὴρ ἡμῶν δόξα σοι. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε· Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε. Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε τῇ Κεχαριτωμένη ἐκόμισεν· Ἄγγελος δὲ τὸν λίθον, τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν· ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν· διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοι. Δόξα... Καὶ νῦν... Ἦχος α' Ἦλθον ἐπὶ τὸ μνημεῖον,...

ΑΙ ΜΥΡΟΦΟΡΟΙ ΓΥΝΑΙΚΕΣ...

Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι, τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι, τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν Γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν, ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος. Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωὴ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις· ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν. Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου...

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΕΛΙΣΑΒΕΤ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἐλισάβετ, τῆς θαυματουργοῦ. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ. Στίχοι Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε, Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον. Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου. Στίχοι Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας, Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων. Στίχοι Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας, Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος. Στίχοι Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος, Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων. Στίχοι Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων, Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις. Ταῖς τῶν σῶν...

Ο ΛΑΜΠΡΟΣ ΑΡΙΣΤΕΥΣ ΓΕΩΡΓΙΟΣ...

Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Ὁ αὐτὸς Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Ὁ αὐτὸς Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε. Ἦχος δ' Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τ...

ΓΕΩΡΓΗΘΕΙΣ ΥΠΟ ΘΕΟΥ ΑΝΕΔΕΙΧΘΗΣ...

Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι' αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.

ΧΑΙΡΟΥΣΙ ΜΑΘΗΤΡΙΑΙ ΧΡΙΣΤΟΥ....

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ, Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι· ὅθεν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς, λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον, οὗ διηποροῦντο τὴν μετάθεσιν. Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἄληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι, αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης, τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος. Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν. Ῥεῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι, ῥήματα χαρμόσυνα, διαπορθμεύουσι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως, ταύταις τὴν τὸ Χαίρ...

ΧΡΙΣΤΟΥ ΦΑΝΕΝΤΟΣ ΤΟΙΣ ΙΧΝΕΣΙΝ...

Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσαι σεμναί, καὶ αὐτὸν θεραπεύουσαι, γνώμης προθυμότατα, Μυροφόροι εὐθύτητι, οὐδὲ θανόντα τοῦτον ἐλίπετε· ἀλλ' ἀπελθοῦσαι μύρα σὺν δάκρυσιν, ἀπεκομίσατε συμπαθῶς κινούμεναι· ὅθεν ὑμῶν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν. Θείων γυναικῶν κατάλογος βλέψαι ποθῶν τὴν ζωήν, νεκρωθεῖσαν ἐν μνήματι νυκτὸς παρεγένετο, καὶ Ἀγγέλων ἀκήκοε. Καθὼς προέφη, Χριστὸς ἐγήγερται, σπουδῇ τοῖς τούτου Μαθηταῖς εἴπατε, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασθε, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, ἀναλαβόμεναι. Σήμερον πιστοὶ χορεύσομεν, ἐπὶ τῇ μνήμῃ ὑμῶν, Μυροφόροι δοξάζοντες, τὸν ὑμᾶς δοξάσαντα, ὑπεράγαθον Κύριον, ὃν δυσωπεῖτε ἀπαύστως πάνσεμνοι, αἰωνιζούσης δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσαι τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομακάριστοι. Δόξα... Καὶ νῦν... Ἦχος β' Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον Σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖ...

ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΤΟ ΕΑΡ, ΛΑΜΠΡΩΣ ΕΦΕΣΤΗΚΕ

Τῆς ἀληθείας τὸ ἔαρ, λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν. Τῷ Βασιλεῖ τῶν αἰώνων, σὺ ἐστρατεύσω σοφέ, καὶ παρατάξεις πάσας, καθελὼν τῶν ἀνόμων, Γεώργιε τρισμάκαρ, στερρὸς ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ θαυματουργέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς. Ῥεῖθρα ἰάσεων νέμεις, τοῖς σοὶ προστρέχουσι, Γεώργιε τρισμάκαρ, καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις, τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα. Δόξα... Ἦχος α' Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.

ΤΟΝ ΥΠΕΡ ΚΟΣΜΟΥ ΤΗΣ ΖΩΗΣ....

Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου. Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου. Στίχοι Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις, Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους. Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου. Στίχοι Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν. Στίχοι Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας, Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου. Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων, Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων. Στίχοι Ἀθανάσιος φαρμακὸς τομὴν κάρας Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ. Στίχοι Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην. Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ...

ΘΕΟΔΩΡΟΥ ΣΥΚΕΩΤΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως. Στίχοι Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου, Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα. Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται. Στίχοι Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου, Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως. Στίχοι Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν, Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΙ ΤΑ ΜΥΡΑ ΤΟΙΣ ΔΑΚΡΥΣΙ

Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθορὰν τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν.

ΜΕΓΑΛΗ Η ΔΟΞΑ, ΗΝ ΕΚΤΗΣΑΣΘΕ...

Μεγάλη ἡ δόξα, ἣν ἐκτήσασθε Ἅγιοι διὰ τῆς πίστεως! οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἑνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε, ψυχῶν καὶ σωμάτων ἰατροί. Πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΡΗΜΑΤΑ ΑΚΟΥΣΑΣΑΙ ΧΑΡΑΣ....

Ῥήματα ἀκούσασαι χαρᾶς, ἐκ τῶν ἐν τῷ τάφῳ τοῦ Λόγου, προσκαθημένων νοῶν, δρόμον ἐπεδείξαντο, σπουδαιοτέρας ὁρμῆς, καὶ τὴν τάξιν ἀφέμεναι, τῶν πρὶν Μυροφόρων, ὡς εὐαγγελίστριαι ἐθεωρήθησαν, Ἔγερσιν ἐξ ᾍδου κευθμώνων, εὐαγγελιζόμεναι Μύσταις, τοῦ ὑπὲρ ἡμῶν ἐνανθρωπήσαντος. Ὄρθρον προλαβοῦσαι τὸν βαθύν, φόβῳ Μυροφόροι γυναῖκες, τάφῳ παρέστησαν, μύρα προσκομίζουσαι, τῷ ζωοδότῃ Χριστῷ, ἐν νεκροῖς λογιζόμεναι, τὸν ᾍδην νεκροῦντα, ἀλλὰ θεῖος Ἄγγελος, ἐπέστη ταύταις βοῶν· Τί τὸν ζωηφόρον καὶ ζῶντα, μετὰ τῶν νεκρῶν ἐκζητεῖτε; ἄπιτε τὴν Ἔγερσιν κηρύττουσαι. Φέρεις τὸν ἐπ' ὤμων Χερουβίμ, ἐπαναπαυόμενον Λόγον, μακαριστὲ Ἰωσήφ· ἄλλο ὥσπερ ὄχημα, ἐπὶ τῶν ὤμων τῶν σῶν, σαρκωθέντα τὸ πρότερον, καὶ νῦν νεκρωθέντα, ὃς ἐζωοποίησε, τοὺς νεκρωθέντας ἡμᾶς, οὗ τὴν ἐξανάστασιν βλέπων, χαίρεις σὺν σεπταῖς Μυροφόροις, κἂν προεθρηνεῖτε τούτου νέκρωσιν. Δόξα... Καὶ νῦν ... Ἦχος α' Ἦλθον ἐπὶ τὸ μνημεῖον, ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία ζητοῦσαι τὸν Κύριον, καὶ τὸν Ἄγγελον εἶδον ὡσεὶ ἀστραπήν, καθεζόμε...

ΙΕΡΟΜΥΣΤΗΣ ΤΟΥ ΛΟΓΟΥ

Ἱερομύστης τοῦ Λόγου Πάτερ γενόμενος, καὶ ἀρεταῖς ἐκλάμψας, τῇ τοῦ Πνεύματος αἴγλῃ, Θεόδωρε τρισμάκαρ, παρέχεις ἡμῖν, ἰαμάτων χαρίσματα, τοῖς ἐν τῇ μνήμῃ σου ταύτῃ τῇ ἱερᾷ, προσιοῦσι καὶ τιμῶσί σε. Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι, καὶ εὐσεβῶς, ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, ἀξιάγαστε Θεόδωρε. Τοῦ ἀμπελωνος ἐργάτης, διὰ τῆς πράξεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε· διὸ τῆς βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Θεόδωρε.

ΙΕΡΕΥΣ ΕΝΝΟΜΩΤΑΤΟΣ ....

Ἱερεὺς ἐννομώτατος, ἀθλητὴς ἱερώτατος, ὦ Ἰανουάριε, ἐχρημάτισας, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, εἰς αὐτὸν τὸν οὐρανόν, εἰσελθών, ἔνθα πρόδρομος, πάντων πέφυκεν, Ἰησοῦς ἀενάως, τοῦτον Πάτερ, ὀπτανόμενος καὶ βλέπων, ἅπερ οἱ Ἄγγελοι βλέπουσι. Καὶ δορὰν ἀφαιρούμενος, καὶ πυρὶ προσριπτούμενος, καὶ θηρσὶ διδόμενος, Ἀξιάγαστε, καὶ φυλακαῖς συγκλειόμενος, ἡμέραις ἐν πλείοσιν, ἀταπείνωτος τὸν νοῦν, ῥώμῃ θείᾳ διέμεινας, καὶ ἐτέλεσας, τὸν ἀγῶνα νομίμως ἐναθλήσας, ἱερὲ θαυματοφόρε, τῶν Ἀσωμάτων ἐφάμιλλε. Δισιδέριον Πρόκουλον, Σῶσσον, Φαῦστον Εὐτύχιον, καὶ Ἰανουάριον τὸν ἀοίδιμον, καὶ τὸν σοφὸν Ἀκουτίωνα, συμφώνως τιμήσωμεν, ὡς σοφοὺς ἱερουργούς, στεφηφόρους ὡς Μάρτυρας, ὡς τῆς Πόλεως, τῆς ἁγίας πολίτας πρεσβευτάς τε, τῶν αὐτοὺς μακαριζόντων, ἀληθεστάτους ὑπάρχοντας.

ΠΡΟΣ ΤΟ ΜΝΗΜΑ ΣΟΥ ΣΩΤΕΡ...

Πρὸς τὸ μνῆμά σου Σῶτερ, αἱ σεπταὶ Μυροφόροι ἐλθοῦσαι, τὸν Δεσπότην ἀλείψασθαι μύροις, ὡς βροτόν σε κατηπείγοντο. Ἄγγελος δὲ αὐταῖς χαρὰν ἐμήνυσεν· Ἀνέστη ὁ Κύριος· διὸ κηρύξατε Ἀποστόλοις τὴν ἐκ τάφου ὄντως φρικτὴν τούτου ἐξανάστασιν.

... ΜΥΡΑ ΕΤΟΙΜΑΣΑΣΑΙ ΣΕΠΤΑ...

Ἆρα, ἐν νεκροῖς ὁ λυτρωτής; θρήνοις Μυροφόροι ἐβόων, Χριστοῦ μαθήτριαι· Ἥλιος δ' ὁ μέγιστος, μέχρι καὶ νῦν ὑπὸ γῆν, ἢ ἀνέστη ὡς ἔφησε; Καὶ οὕτω κλαιούσαις, ἐκ τοῦ τάφου Ἄγγελος, τὴν θείαν ὄντως χαράν, ἔφη, ὁ Χριστὸς ἐξανέστη, δράμετε, κηρύξατε πᾶσι, τούτου τὴν ἐκ τάφου θείαν Ἔγερσιν. Στίχ. Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας, τὴν αἰχμαλωσίαν Ἰακώβ. Μύρα, ἑτοιμάσασαι σεπτά, ἔτι τῆς σκοτίας ἑνούσης, τῇ τῶν Σαββάτων μιᾷ, ἦλθον πρὸς τὸ μνῆμά σου, αἱ Μυροφόροι Χριστέ, τοῦ μυρίσαι τὸ ἄχραντον, καὶ θεῖόν σου Σῶμα· ὅθεν τὴν Ἀνάστασιν, καταμαθοῦσαι τὴν σήν, ἔσπευδον μηνῦσαι τοῖς Μύσταις· αἷς προϋπαντήσας ἐκ τάφου Χαίρετε, βοᾷς φιλανθρωπότερον. Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν. Ὕψιστον Θεὸν ἐπὶ τῆς γῆς, ἐνταφιασθέντα ὡς νέκυν, μυρίσαι σπεύδουσι, τούτου αἱ Μαθήτριαι, δι' ἀρωμάτων σεπτῶν, καὶ ἐν τάφῳ καθήμενον, καινὸν νεανίαν, βλέψασαι ἐξέστησαν, ἐν ἀστραπτούσῃ μορφῇ· ὅθεν, τὴν ἐκ τάφου τοῦ Λόγου, Ἔγερσιν τριήμερον γνοῦσαι, ταύτην Ἀποσ...

ΧΑΙΡΟΥΣΙ ΜΑΘΗΤΡΙΑΙ ΧΡΙΣΤΟΥ...

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι, δι' ὧν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον οὗ διηποροῦντο τὴν μετάθεσιν. Ἄληκτον καὶ θείαν χαρμονήν, ἐπιχορηγοῦσαι τοῖς θείοις, καὶ ἱεροῖς Μαθηταῖς, ὤφθησαν Μαθήτριαι αἱ Μυροφόροι Χριστοῦ, ἐκπληροῦσαι τὸ κέλευσμα, τοῦ θείου Ἀγγέλου, οὗ ἐξεθαμβήθησαν, τὴν λευκοφόρον στολήν, λέγουσαι· Ἐσκύλευται ᾍδης τῇ πανσωστικῇ Ἀναστάσει, τοῦ ὑπὲρ ἡμῶν θανόντος Ἄνακτος. Ῥεῖθρα δακρυρρόου ἐκ πηγῆς, θρήνων ἀναστείλασαι θεῖαι, Χριστοῦ Μαθήτριαι ῥήματα χαρμόσυνα, διαπορθμεύουσαι νῦν, τοῖς αὐτόπταις τῆς χάριτος, μηνύουσαι τούτοις, τὴν τοῦ Λόγου Ἔγερσιν, καὶ τὴν ἐκ τάφου χαράν· ὅθεν, τὴν ἀντίθετον λύπης, ἤκουον φωνὴν παραδόξως ταύταις τὴν τὸ Χαίρετε, προστάττουσαν. Αἱ Μυροφόροι γυναῖκες, τὸν τάφον σου καταλαβοῦσαι καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά σο...

ΙΑΝΟΥΑΡΙΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου καὶ τῶν σὺν αὐτῷ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἰανουαρίου Ἐπισκόπου, Προκούλου, Σώσσου καὶ Φαύστου Διακόνων, Δισιδερίου Ἀναγνώστου, Εὐτυχίου καὶ Ἀκουτίωνος. Στίχοι Τὸν Ἰανουάριον ἄνδρα γεννάδαν Ἀπρίλιος μὴν εἶδεν ἐκτετμημένον. Σὺν τῷ Προκούλῳ Σῶσσον, ἀλλὰ καὶ Φαῦστον, Πρὸ κουλεοῦ κύψαντας ἔκτεινε ξίφος. Δισιδέριος τὴν δέριν δοὺς τῷ ξίφει, Τομὴν ὑπέστη, καὶ παρέστη Κυρίῳ. Φωνῆς ἀκουτίσθητι τῆς, Ἀκουτίου, Λέγοντος· Εὐτύχιε, συντμήθητί μοι, Ἰανουαρίοιο κάρην τάμον εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀλεξάνδρας τῆς βασιλίσσης. Στίχοι ᾜδει μενούσης πρόξενον λαμπηδόνος, Τὴν ἐν ζόφῳ κάθειρξιν ἡ Ἀλεξάνδρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλώ, Ἰσαακίου, καὶ Κορδάτου, λιμῷ καὶ ξίφει τελειωθέντων. Στίχοι Λιμαγχόνην οἴσαντες Ἀθληταὶ δύο, Ψυχοκτόνων φεύγουσι δαιμοναγχόνην. Ζωμοὺς χύτρας σῆς, τοὺς ἱδρῶτας Κορδᾶτε, Ἅλατι τμηθεὶς αἱμάτων π...

ΟΣΙΕ ΠΑΤΕΡ ΘΕΟΔΩΡΕ...

Ὅσιε Πάτερ Θεόδωρε, δῶρον Θεοῦ ἐκλεκτόν, σεαυτὸν προσενήνοχας, ἀγρυπνίαν πάννυχον, καὶ ἀγάπην στησάμενος, μελέτην θείαν, ἄκραν ταπείνωσιν, ἐλπίδα, πίστιν καὶ καθαρότητα, ἄκραν συμπάθειαν, ἀληθῆ ἐγκράτειαν, καὶ προσευχήν, στῦλον σε δεικνύουσαν, φωτοειδέστατον. Πάτερ θεόφρον Θεόδωρε, καταστολὴν ἀληθῆ, καὶ σωτήριον ἔνδυμα, εὐσεβεῖ φρονήματι, ἐκζητῶν ἐπενδύσασθαι, τῷ ἐκ τριχίνων ῥακίῳ πάντοτε, σοῦ τὸ σαρκίον, σκέπειν οὐκ ἔλιπες, καὶ ἀπεγύμνωσας, τοῦ ἡμᾶς γυμνώσαντος, τὰς μηχανάς, σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος. Τῷ σαρκωθέντι Θεῷ ἡμῶν, ἐκ παναμώμου Μητρός, δι' ἡμᾶς τε πτωχεύσαντι, ὡς πτωχὸν τῷ πνεύματι, σεαυτὸν προσενήνοχας, θυσίαν ζῶσαν, καὶ ὁλοκάρπωμα, σεπτόν παμμάκαρ, καὶ δῶρον τίμιον· ὅθεν καὶ ἔλαβες, οὐρανῶν ἀπόλαυσιν, πρὸς ὃν ἀεί, πρέσβευε δεόμεθα, τοῦ ἐλεῆσαι ἡμᾶς.

ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΡΙΧΙΝΑ....

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ. Στίχοι Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ, Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην. Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Θεωνᾶ καὶ Ἀντωνίνου. Στίχοι Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος, Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας. Καμινιαίας αἰθάλης πεπλησμένοι, Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου. Στίχοι Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην, Ἰωάννην, χαίρουσιν εὑρόντες νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας. Στίχοι Ἀναστάσιε, σοῦ δὲ τί γράψω χάριν, Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου. Στίχοι Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα...

ΣΕΛΑΣ ΤΟ ΤΡΙΣΗΛΙΟΝ ΕΝ ΓΗ ΣΗΜΕΡΟΝ...

Σέλας τὸ τρισήλιον ἐν γῇ σήμερον φαιδρῶς ἐξαστράπτει καὶ ζόφον αἴρει παθῶν, φαίνει ἡ Ἀνάστασις, Χριστοῦ, φρουροῦσα πιστούς, Ἀποστόλων χορεύουσι, τὰ τάγματα πόθῳ , Ἰωσὴφ εὐφραίνεται, καὶ Μυροφόρων σεπτῶν, μνήμη ἡ φαιδρὰ καταστέφει, τοὺς αὐτὰς πιστῶς εὐφημοῦντας, καὶ τὴν θείαν Ἔγερσιν δοξάζοντας. Στίχ. Εὐδόκησας Κύριε, τὴν γῆν σου,ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Ἄρας ἐπὶ ὤμων Ἰωσήφ, τὸν ἐν δεξιᾷ τῇ πατρῴᾳ Υἱὸν καθήμενον, μύρον τὸ ἀκένωτον, μύροις ἐκήδευσας, τὴν τοῦ κόσμου ἀνάστασιν, προτέθεικας τάφῳ, τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον, λίθῳ συγκαλύπτεις ἀφράστως. Ὅθεν τούτου μέλπωμεν ὕμνοις, τὰ φωσφόρα Πάθη καὶ τὴν Ἔγερσιν. Στίχ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνην καὶ εἰρήνην κατεφίλησαν. Φρίττει τῶν Ἀγγέλων ἡ πληθύς, σὲ ὦ Ἰωσὴφ καθορῶσα, Χριστὸν κηδεύοντα· κόσμος μακαρίζει σε, πιστοὶ θαυμάζομεν, τὴν σεπτήν τε Ἀνάστασιν, τιμῶντες ἐνθέως, σὺν ταῖς Μυροφόροις σε, θερμῶς γεραίρομεν· ὅθεν καὶ βοῶμεν ἀπαύστως· Πρέσβευε σὺν ταύταις σωθῆναι, καὶ ἡμᾶς κινδύνων τε καὶ θλίψεων.

ΑΙ ΜΥΡΟΦΟΡΟΙ ΟΡΘΡΙΑΙ ΓΕΝΟΜΕΝΑΙ...

Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπουδῆς καταλαβοῦσαι, ἐπεζήτουν σε Χριστέ, πρὸς τὸ μυρίσαι τὸ ἄχραντον σῶμά σου, καὶ τοῦ Ἀγγέλου τοῖς ῥήμασιν ἐνηχηθεῖσαι, χαροποιὰ σύμβολα τοῖς Ἀποστόλοις ἐκήρυττον. Ὅτι ἀνέστη ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν, σκυλεύσας τὸν θάνατον, τῷ δὲ κόσμῳ δωρούμενος, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΦΝΟΥΤΙΟΥ...

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παφνουτίου. Στίχοι Τὸν Παφνούτιον γῆς τάφῳ κεκρυμμένον, Ἀπεικὸς ἐστι καὶ σιγῆς κρύψαι τάφῳ. Τῇ δ' ἐνάτῃ δεκάτῃ Παφνούτιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου, τοῦ ἐν Πέργῃ τῆς Παμφυλίας. Στίχοι Κοινωνὸς ὤφθης, Θεόδωρε, τοῦ πάθους, Τῷ καὶ παθητῷ, καὶ παθῶν ὑπερτέρῳ. Τῇ αὐτῇ ἡμέρᾳ. ἡ Ἁγία Μάρτυς Φιλίππα, ἡ μήτηρ τοῦ Ἁγίου Θεοδώρου, ξίφει τελειοῦται. Στίχοι Φιλῶ Φιλίππαν, ὡς ἀθλητοῦ μητέρα, Φιλῶ Φιλίππαν, ὡς ἀθλοῦσαν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Σωκράτης καὶ Διονύσιος, λόγχῃ τρωθέντες τελειοῦνται. Στίχοι Ἔνυξε λόγχῃ νεκρὸν Ὑψίστου πάλαι, Νύττει δὲ καὶ νῦν Μάρτυρας ζῶντας δύο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήιμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Πισιδίας τοῦ Ὁμολογητοῦ. Στίχοι Ὁ Γεώργιος, ὡς γεώργιον μέγα, Ἔχων ἀπῆλθεν εἶδος ἀρετῆς ἅπαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τρύφωνος...

ΤΑ ΜΥΡΑ ΘΕΡΜΩΣ, ΤΩ ΤΑΦΩ

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεὸν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου, ἡ πάντων ζωή.

ΗΛΟΙΣ ΠΡΟΣΗΛΩΘΕΙΣ, ΤΗΝ ΑΡΑΝ

Ἧλοις προσηλωθείς, τὴν ἀράν, τὴν ἐν τῷ ξύλῳ διὰ ξύλου ἐξήλειψας, τεθεὶς δὲ ἐν τῷ μνημείῳ, τοὺς ἀπ' αἰῶνος νεκρούς, θεϊκῇ δυνάμει ἐξανέστησας. Τὴν σὴν δυναστείαν, μεγαλοφώνως δοξάζομεν, Πάσχα τὸ θεῖον, Ἰησοῦ παντοδύναμε, ἡ ζωὴ ἡμῶν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. Ὅθεν τὰ ἐπουράνια, τῇ γῇ συναγάλλονται, ἐπινικίους ᾠδάς σοι, νικοποιὲ Λόγε ᾄδοντες, Χριστὲ παντοκράτορ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἆρα μετὰ νεκρῶν ἡ ζωὴ; ὑπὸ τὴν γῆν τε ὁ ἀνέσπερος Ἥλιος, εἰσέτι καὶ νῦν ὑπάρχει; τῶν Μυροφόρων χορός, θρηνῳδῶν ἐβόα· Δεῦτε δράμωμεν, σπουδῇ καὶ ὀψώμεθα, πρὸς τὸ μνῆμα τὸ ἅγιον. Ἔνδον δὲ τούτου, ἐξαστράπτοντα Ἄγγελον, θεασάμεναι, ἀποροῦσαι ἐξίσταντο· ὅστις μεταβαλὼν αὐτῶν, τὸν θρῆνον ἐβόησεν, ὁ ζωοδότης ἀνέστη, μὴ ἐκθαμβεῖσθε φιλόσεμναι, αὐτὸς βασιλεύει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ὄρθρου ὁ τῶν γυναίων χορός, τὸν πρὸ ἡλίου ἐξεζήτησεν Ἥλιον, ἐν τάφῳ δύναντα τότε, ὁ φωταυγὴς δὲ αὐταῖς, προσεφώνει Ἄγγελος. Ἐξανέτειλε, τὸ φῶς καταυγάσαν, τοὺς ἐν τῷ σκότει καθεύδοντας, τοῖς ἑωσφόροι...

ΟΡΜΑΣ ΤΑΣ ΤΟΥ ΣΩΜΑΤΟΣ.... ΑΓΑΛΛΙΑΣΙΝ...

Ὁρμάς τὰς τοῦ σώματος, καὶ τὴν πικρὰν τυραννίδα, τῶν παθῶν ἐξέκλινας, θείῳ φόβῳ Ὅσιε, κυβερνώμενος, καὶ Θεὸν εὔφρανας, ἀρετῶν κάλλεσιν, ὡραΐσας τὴν καρδίαν σου, καὶ νῦν ἐσκήνωσας, ἔνθα τῶν Ὁσίων τὰ τάγματα, κατάλληλον τοῦ πόθου σου, Πάτερ εὑρηκὼς τὴν κατάπαυσιν, ἔνθα μνημονεύειν, ἡμῶν μὴ διαλίπῃς τῶν πιστῶς, ἐπιτελούντων τὴν μνήμην σου, Ἰωάννη Ὅσιε. Θεὸν ἐξεζήτησας, ἀνεπιστρόφῳ καρδίᾳ, μελέταις πτερούμενος, ἱεραῖς θεόπνευστε, καὶ ταῖς νεύσεσι, πρὸς αὐτὸν πάντοτε, ὁλικῶς κείμενος, πρὸς δὲ τοῦτο ἐπαλείφοντα, καὶ παρορμῶντά σε, ἔσχες τὸν ἐν κλήσει καὶ πράξεσι, Γρηγόριον τὸν θαύμασι, καὶ τερατουργίαις ἐκλάμψαντα, οὗ ταῖς φρυκτωρίαις, λαμπόμενος διῆλθες ἀβλαβῶς, τοῦ ταπεινοῦ τούτου σώματος, μάκαρ τὸ κλυδώνιον. Ὁσίως ἐβίωσας, μὴ ἐσχηκώς, τὰς φροντίδας, τοῦ βίου ταῖς κρείττοσιν, ἐργασίαις Ὅσιε καλλυνόμενος· ἀλλὰ πῦρ ἄϋλον, ἐν καρδίᾳ φέρων, ἡσυχίαν ἐκαρτέρησας, παννύχοις στάσεσι, καὶ ταῖς ἀγρυπνίαις προσκείμενος, εὐτόνως καθαιρόμενος καὶ θεοειδὴς ἐνδεικνύμενος· ὅθεν μετὰ πόνους, τὴν ἄπον...

ΕΠΙ ΤΟΝ ΤΑΦΟΝ

Ἐπὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου. Στίχοι Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα. Ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον φέρω. Ταῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ, ΜΑΘΗΤΟΥ ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, μαθητοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, μαθητοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Δεκαπολίτου. Στίχοι Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης, Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον. Ὀκτωκαιδεκάτῃ Ἰωάννης νέκυς ὤφθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου καὶ Γότθου. Στίχοι Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ, Ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κοσμᾶ Ἐπισκόπου Χαλκηδόνος. Στίχοι Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε, Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀθανασίας τῆς θαυματουργοῦ. Στίχοι Ἀθανασίας τῇ κορυφῇ προσφέρω, Στέφανον ἀθάνατον διὰ τῶν λόγων. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΗΣΑΪΑ ΧΟΡΕΥΕ....

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν». Ὡς δεκτὸν θυμίαμα, προσηνέχθης τῷ Παμβασιλεῖ, ὡς σφάγιον ἱερὸν ὡς περικαλές, σοφὲ καλλιέρημα, ὥσπερ μύρον, ὥσπερ προσφορά, ῥόδον ὡς εὔοσμον, ὡς Μαρτύρων ἀγαλλίαμα. Στήριγμα γενόμενος, Ἱεράρχα, πάντων τῶν πιστῶν, ἐτύθης ὥσπερ κριός, καὶ πρὸς νοητά, μετέβης βασίλεια, καὶ Βασιλεῖ πάντων καὶ Θεῷ, χαίρων παρίστασαι, θείᾳ δόξῃ ἀστραπτόμενος. Ἡ σεπτὴ παράταξις, τῶν Μαρτύρων μέσον ἀσεβῶν, κηρύξασα τὸν Χριστόν, πλήθη δυσμενῶν, δαιμόνων ἠφάνισε, καὶ στρατιαῖς ταῖς ἀγγελικαῖς, ὄντως συνήφθησαν, θείᾳ δόξῃ κλεϊζόμενοι.

ΣΤΑΥΡΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ , ΚΑΙ ΤΗΝ ΠΛΕΥΡΑΝ....

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

ΣΥΜΕΩΝ ΤΟΥ ΕΝ ΠΕΡΣΙΔΙ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ...

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Περσίδος, καὶ τῶν σὺν αὐτῷ, Αὐδελλᾶ Πρεσβυτέρου, Γοθαζάτ, Φουσίκ, καὶ ἑτέρων χιλίων ἑκατὸν πεντήκοντα. Στίχοι Ἐπίσκοπόν σε, Συμεών, ἐγὼ μέγαν, Ἐκ δὲ ξίφους μέγιστον ἀθλητὴν ἔγνων. Ἄρκτου τὸ δεινὸν Αὐδελλᾶς ἔδυ στόμα, Βδέλλης ἀπλήστου τοῦ Σατᾶν φυγὼν στόμα. Ἐπιτραπέντος τοῦ θύειν ἢ τεθνάναι, Θανεῖν Γοθαζὰτ εἵλετο τμηθεὶς ξίφει. Τὸ δέρμα Φουσὶκ ἐκδεδάρθω μου λέγει, Χιτὼν ὑφανθεὶς τοῦ Σατανᾶ τῇ κρόκῃ. Τέμνουσιν ἀνδρῶν τριπλοπεντηκοντάδα, Τὴν τριπρόσωπον προσκυνοῦσαν οὐσίαν. Πίπτουσι Περσῶν ἀμφὶ χιλίους ξίφει, Ἰδὼν ἔφης ἂν Παῦλε, Μαρτύρων νέφος. Ἑβδομάτῃ Συμεὼν δεκάτῃ ἀπὸ αὐχένα τμήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀδριανοῦ τοῦ νέου. Στίχοι Ἂν οὐκ ἔγνως τὶς ἐστιν ὁ φλογὸς μέσον, Γνώσῃ λαλοῦντος, Ἀδριανέ, καρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγαπητοῦ, Πά...

ΗΣΤΡΑΨΕΝ ΩΣ ΗΛΙΟΣ Η ΘΕΙΑ ΜΝΗΜΗ ΣΟΥ ΣΗΜΕΡΟΝ...

Ἤστραψεν ὡς ἥλιος, ἡ θεία μνήμη σου σήμερον, τοὺς πιστοὺς καταυγάζουσα, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Συμεὼν Παμμάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον. Σοφῶς ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια, καὶ ῥεόντων τὰ ἄρρευστα, φθαρτῆς δόξης ἄφθαρτον, ἀντημείψω χαίρων, βασάνων τε νέφους, καὶ αἰκισμῶν παντοδαπῶς, τὰ ὑπὲρ λόγον Θεοῦ Βασίλειε, ἐν οἷς καὶ ἀγαλλόμενος, σὺν τοῖς συνάθλοις σου ἔνδοξε, ὑπὲρ πάντων ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε. Βέλει τῷ τῶν λόγων σου, παρανομούντων συστήματα, Συμεὼν Μάρτυς ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν οὐρανῶν νεφέλαι, χοροὶ τῶν Ἀγγέλων, συνεπεκρότησαν λοιπόν, τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ ἐπαγαλλόμενοι, πάντες πιστῶς ἑορτάζομεν, τὴν ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.

ΠΑΡΘΕΝΟΙ ΝΕΑΝΙΔΕΣ ΣΕΠΤΩΝ

Παρθένοι νεάνιδες σεπτῶν, ἀρετῶν ἐπώνυμοι, καὶ ἀρεταῖς ἐκτρεφόμεναι, πρὸς τὸν ἀκρότατον, εὐσεβείας ὅρον, ἀνδρικῶς ἐφθάσατε, καὶ νῦν πρὸς οὐρανὸν ἀνεδράμετε, Χριστῷ πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Παρθένοι νεάνιδες σαφῶς, Εὔας τῆς προμήτορος, ἐπιτηδείως κομίζεσθε, πόθον θεώσεως, ἀνενδότῳ νεύσει, πρὸς Θεὸν θεούμεναι, καὶ θείας θεωρίας πληρούμεναι, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Γενναίῳ φρονήματι Χριστόν, ὡς ἐνστερνισάμεναι, τὸν ἰσχυρὸν κατεπάτησαν, αἱ γενναιόφρονες, τὸν τὴν Εὔαν πάλαι, δόλῳ ἀπατήσαντα, καὶ τοῦτον κατὰ κράτος νικήσασαι, Χριστῷ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΑΓΑΠΗΣ ΕΙΡΗΝΗΣ ΧΙΟΝΙΑΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης, καὶ Χιονίας. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Ἀγάπης, Εἰρήνης καὶ Χιονίας. Στίχοι Χιὼν τὸ πῦρ ἦν τῇ Χιονίᾳ τάχα, Οὗ συμμετασχεῖν ἠγάπησεν Ἀγάπη. Βέλος σε πέμπει πρὸς τὸν εἰρήνης τόπον, Ἀφ' αἱμάτων σῶν ἐκμεθυσθὲν Εἰρήνη. Χιονίην τ' Ἀγάπην ἐκκαιδεκάτῃ κατέκαυσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φήλικος Ἐπισκόπου, Ἰανουαρίου Πρεσβυτέρου, Φουρτουνάτου καὶ Σεπτεμίνου. Στίχοι Τετρὰς ἀθλητῶν συγκεκομμένων ξίφει Νῦν συγχορεύει μυριάσιν Ἀγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεωνίδου, Χαρίσσης, Νίκης, Γαληνῆς, Καλλίδος, Νουνεχίας, Βασιλίσσης καὶ Θεοδώρας. Στίχοι Κόλποις θαλάσσης ἐκδοθεὶς Λεωνίδης Φθάνει κολυμβῶν Ἀβραὰμ κόλπων ἄχρι. Θάλασσαν ἡ Χάρισσα φρίττειν οὐκ ἔχω, Ἥτις θάλασσαν προξενεῖ μοι χαρίτων. Βυθῷ Γαληνὴ καὶ Νίκη βεβλημέναι, Νίκην ἐφεῦρον καὶ γαλήνην ἐκ σάλου. Βυθὸς θαλάσσης λαμβάνει τὴν Καλλίδα, Κάλλους ἐρῶσαν ψυχεραστο...

ΑΓΑΛΛΙΑΣΘΕ ΜΑΡΤΥΡΕΣ ΕΝ ΚΥΡΙΩ....

Ἀγαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεῦσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἑπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, τῷ Χριστῷ μετὰ Ἀγγέλων τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΙΔΩΝ ΜΟΥ ΤΗΝ ΠΛΕΥΡΑΝ...

Ἰδών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν.

ΚΟΛΠΟΥΣ ΜΗ ΛΙΠΩΝ...

Κόλπους μὴ λιπὼν τοὺς πατρικούς, ὤφθης ἐπὶ γῆς σαρκοφόρος δι' εὐσπλαγχνίαν Χριστέ, πάθος τε καὶ θάνατον καταδεξάμενος ἐξανέστης τριήμερος, θυρῶν κεκλεισμένων ἔνδον εἰσελήλυθας, ὡς παντοδύναμος· ὅθεν, τὴν πλευράν σου τὴν θείαν, χαίρων ὁ Θωμᾶς ψηλαφήσας, Κύριον καὶ κτίστην σε ἐδόξασεν. Ἥλοις προσηλώθης τῷ Σταυρῷ, λόγχῃ τὴν πλευρὰν ἐκεντήθης, χολῆς ἐγεύσω Χριστέ, θάνατον ὑπέμεινας, τάφῳ τεθεὶς ὡς νεκρός, ὡς Θεὸς δὲ συνέτριψας, δεσμοὺς τούς τοῦ ᾍδου καὶ συνεξανέστησας τοὺς ἀπ' αἰῶνος νεκρούς· ὅθεν, τὰς σφραγῖδας μὴ λύσας, σοῦ τοῖς Μαθηταῖς ἐνεφάνης, τὴν σὴν ἐξανάστασιν πιστούμενος. Πάσχα ἡ παροῦσα Ἑορτή, Πάσχα μυστικόν, Πάσχα θεῖον Πάσχα σωτήριον, Πάσχα πρὸς ἀθάνατον ζωὴν μετάγον ἡμᾶς, Πάσχα πᾶσαν κατήφειαν ἐξαῖρον ἐκ μέσου, Πάσχα τὴν εὐφρόσυνον χάριν διδὸν Μαθηταῖς· ὅθεν, ὁ Θωμᾶς ἀνεβόα· Κύριος Θεός μου ὑπάρχεις ὁ σκυλεύσας ᾍδου τὰ βασίλεια.

ΠΡΟΣ ΕΠΙΠΟΝΑ ΣΚΑΜΜΑΤΑ....

Πρὸς ἐπίπονα σκάμματα, πρὸς πολύπλοκα θήρατρα, πρὸς δεινὰ παλαίσματα, Κρήσκη πάνσοφε, γενναιοφρόνως ἐχώρησας, σαρκὸς μὴ φεισάμενος, ἀλλ' ἑλόμενος θανεῖν, διὰ πόθον τὸν ἔνθεον· ὅθεν πᾶσά σε, ἡ Χριστοῦ Ἐκκλησία μακαρίζει, ἐκτελοῦσά σου τὴν μνήμην, Μεγαλομάρτυς πανένδοξε. Ὠμοτάτως ξεόμενος, καὶ πλευρὰς ὀρυττόμενος, καὶ μαστίγων πλήθεσι, δαπανώμενος, οὐκ ἐξηρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ σεβάσμιον, Ἀθλοφόρων καλλονή, Ἐκκλησίας εὐπρέπεια· διὰ ταῦτά σε, ἐν αἰνέσει τιμῶμεν τὴν ἁγίαν, ἑορτάζοντές σου μνήμην, καὶ προσκυνοῦντες τὰ λείψανα. Ἱερῶς πυρπολούμενος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, Κρήσκη παναοίδιμε, μέσον ἵστασο, πυρὸς μηδόλως φλεγόμενος, εἰς χεῖρας δὲ πάνσοφε, ἐναπέθου τοῦ Θεοῦ, τὸ μακάριον πνεῦμά σου· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, ἱκετεύων, ἱλασμὸν ἁμαρτημάτων, λαβεῖν τοὺς πόθῳ τιμῶντάς σε.

ΚΡΗΣΚΕΝΤΟΣ....

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κρήσκεντος, τοῦ ἐν Μύροις τῆς Λυκίας. Στίχοι Θάμβος βλέπειν Κρήσκεντα τοῦ πυρὸς μέσον, Ἡγούμενον λειμῶνα τερπνὸν τὴν φλόγα. Κάτθανε καὶ Κρήσκης πέμπτῃ δεκάτῃ πυρὶ λαύρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Βασιλίσσης καὶ Ἀναστασίας. Στίχοι Ἀμνοῦ Θεοῦ σφάττουσιν ἀμνάδας δύο, Ἀναστασίαν καὶ Βασίλισσαν ἅμα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λεωνίδου, Ἐπισκόπου Ἀθηνῶν. Στίχοι Σκότος συνέσχε τὰς Ἀθήνας ἀθρόον, Δύναντος αὐταῖς ἡλίου Λεωνίδου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρου Πρεσβυτέρου, καὶ Παυσολυπίου. Στίχοι Παυσολυπίῳ καὶ Θεοδώρῳ θύτῃ, Δῶρόν τι παυσίλυπον ὄντως τὸ ξίφος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ω ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΚΑΙΝΟΥ! ....

Ὢ θαύματος καινοῦ! ὢ παραδόξου τρόπου! πῶς χόρτος οὐκ ἐφλέχθη, ἡ χεὶρ τοῦ Ἀποστόλου, πυρὶ τῷ τῆς Θεότητος! Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Σπεύσωμεν καὶ ἡμεῖς, τὰς χεῖρας ἁγιάσαι, τῇ τῶν παθῶν ἀργίᾳ, καὶ οὕτω τοῦ Δεσπότου, τῆς πλευρᾶς ἐφαψόμεθα. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἐγκαίνισον ψυχὴ πάσας σου τὰς αἰσθήσεις, πρὸς θείαν θεωρίαν· Χριστὸς γὰρ οὕτω θέλει, τελεῖσθαι τὰ ἐγκαίνια.

ΥΜΑΣ ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ....

Ὑμᾶς πανεύφημοι Μάρτυρες οὐ θλίψεις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμὸς οὐδὲ μάστιγες οὐ θυμὸς θηρῶν οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε. Ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ο ΤΟΝ ΑΔΗΝ ΣΚΥΛΕΥΣΑΣ...

Ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ Ἀναστάσει, σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

ΚΥΡΙΕ, ΤΗ ΑΣΤΕΚΤΩ ΤΗΣ ΘΕΟΤΗΤΑΣ ΑΙΓΛΗ...

Κύριε, τῇ ἀστέκτῳ τῆς Θεότητος αἴγλῃ, τῶν θυρῶν ἐπέστης οὐσῶν κεκλεισμένων, καὶ στὰς ἐν μέσῳ τῶν Μαθητῶν τὴν πλευρὰν ἐξεγύμνωσας, καὶ τραυμάτων σου χειρῶν καὶ τῶν ποδῶν, τὰς ὠτειλὰς δεικνύων ἀθυμίας τὴν κατήφειάν τε λύων, σαφῶς ἐφώνησας· Ὃν τρόπον ἐν ἐμοὶ καθορᾶτε, ὦ φίλοι, τῆς σαρκὸς τὴν πρόσληψιν, οὐ πνεύματος φέρω φύσιν, τῷ δὲ διστάζοντι Μαθητῇ προετρέπου ψηλαφῆσαι φρικτῶς, κατειπών· Ἐρευνήσας ἅπαντα, δεῦρο λοιπὸν μὴ ἀμφίβαλλε, ὁ δὲ αἰσθόμενος ἐν τῇ χειρὶ τῆς σῆς διπλῆς οὐσίας ἐν φόβῳ ἀνεβόα πιστῶς, τῇ πίστει ἑλκόμενος· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι.

ΨΗΛΑΦΗΣΟΝ ΛΕΓΕΙ ΤΩ ΘΩΜΑ...

Ψηλάφησον λέγει τῷ Θωμᾷ, ἐκ νεκρῶν τριήμερος, ἐξαναστὰς ὁ φιλάνθρωπος, καὶ ἴδε χεῖράς μου, καὶ ποδῶν τὰς τρήσεις, καὶ πλευρὰς τὴν πόρωσιν, καὶ γνῶθί με Θεὸν ἀναλλοίωτον, γεῶδες φύραμα, κατ' οὐσίαν μορφωσάμενον, καὶ τὸ πάθος ἐν αὐτῷ δεξάμενον. Ἠπόρει τὰς τρήσεις ἐνορῶν τῶν ποδῶν ὁ Δίδυμος, καὶ τῶν χειρῶν τὰ τυλώματα, καὶ ἦν θαμβούμενος τὸ φρικῶδες θαῦμα, καὶ χειρὶ τὴν ἄχραντον πλευρὰν καὶ ψηλαφῶν καὶ θεώμενος, ἐξ ὧν ὑπέδειξεν, ἀναμφίβολον τοῖς ἔθνεσι, τὴν ἐκ τάφου τριήμερον Ἔγερσιν. Λαμβάνω μεγίστην χαρμονήν, σὴν Σωτήρ μου Ἔγερσιν, βεβαιουμένην θεώμενος, ἐξ ὧν ἠξίωται, τολμηρῶν πραγμάτων ὁ Θωμᾶς ἐφάψασθαι· διό σε τὸν ἁπλοῦν δογματίζομεν, Θεὸν καὶ ἄνθρωπον, ἐνεργείας δύο φέροντα, οὐσιώδεις τῶν ἐξ ὧν συντέθεισαι.

ΛΟΓΩ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ ΛΑΟΥΣ...

Λόγῳ θείας γνώσεως λαούς, ἀγνωσίας πάνσοφοι, ὁλοτελῶς ἐλυτρώσασθε, καὶ προσηγάγετε, σεσωσμένους τούτους, Λόγῳ τῷ ἐκλάμψαντι, Πατρὸς ἐξ ἀγεννήτου Ἀπόστολοι· Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πούδην καὶ Ἀρίσταρχον σοφὸν καὶ τὸν θεῖον Τρόφιμον, τοὺς ἀληθεῖς χριστοκήρυκας, ἀνευφημήσωμεν· πλάνης γὰρ χειμῶνα, θέρμῃ θείας χάριτος, διέλυσαν, καὶ νῦν πρὸς τὸ ἄδυτον, φέγγος ἐσκήνωσαν, ἀμοιβὰς πόνων δρεψόμενοι, καὶ μεθέξει, ἀρρήτῳ θεούμενοι. Παύλῳ ἐφεπόμενοι κλεινῷ, διδασκάλῳ Ἔνδοξοι, πολλοὺς κινδύνους ὑπέστητε, εἱρκτῇ κλειόμενοι, ὁμιλοῦντες πόνοις, ξίφει ἐπὶ τέλει δέ, τμηθέντες κεφαλὰς ἐνηθλήσατε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ... ΑΡΙΣΤΑΡΧΟΥ, ΠΟΥΔΗ ΚΑΙ ΤΡΟΦΙΜΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων, ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου. Συναξάριον Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου. Στίχοι Τιμῶ τὸν Ἀρίσταρχον ὡς ἀριστέα, Καλῶς ἀριστεύσαντα μέχρι καὶ ξίφους. Ποῦ δὴ μετέστης, ὡς ἀπετμήθης, Πούδη; Ποῦ δὴ μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος; Τρυφὴν Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως, Τροφὴ προσῆκται τῷ τεθηγμένῳ ξίφει. Τῇ δεκάτῃ δὲ μαθηταὶ ἀπῆραν καί γε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρδαλίωνος τοῦ Μίμου. Στίχοι Νῦν Μῖμος ὄντως Ἀρδαλίων ἢ πάλαι. Μιμούμενος γὰρ Μάρτυρας, τὸ πῦρ στέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαΐδος. Στίχοι Αἰῶνος ἦρας τοῦδε τὴν Θωμαΐδα, Τὸ τῆς Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΜΝΗΜΑΤΟΣ...

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΑΝΑΣΤΑΣ ΕΚ ΤΟΥ ΜΝΗΜΑΤΟΣ...

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ δι' οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα. Τὴν πολλὴν συγκατάβασιν, καὶ δι' οἶκτον ἀμέτρητον καθορῶν μου κένωσιν, μὴ ἀμφίβαλε, ἀλλὰ πιστώθητι Δίδυμε, ὁ Κύριος ἔφησεν, ὡς αὐτὸς ἐγώ εἰμι, ὁ παθὼν καὶ τριήμερος, ἐκ τοῦ μνήματος ἀναστάς, καὶ τοῦ ᾍδου τὰ ταμεῖα, ἐκκενώσας καὶ ζωώσας, τοὺς ἀπ αἰῶνος τεθνήξαντας. Ἐκπλαγεὶς ὡς ἑώρακεν, ὁ Θωμᾶς ἀνεβόησεν· ὁπηνίκα εἶδέ σε, Παντοδύναμε. Σὺ εἶ Θεός μου καὶ Κύριος, πιστεύω φιλάνθρωπε, ὡς αὐτὸς εἶ ὁ παθών, καὶ τὰ πάθη ἰώμενος, τῶν ψυχῶν ἡμῶν, προσκυνῶ σου τὸ κράτος, καὶ τῷ κόσμῳ, διαγγέλλω τὴν φρικτήν σου, καὶ παντοδύναμον Ἔγερσιν. Τῶν Μαθητῶν δισταζόντων, τῇ ὀγδόῃ ἡμέρᾳ, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ τὴν εἰρήνην δούς, τῷ Θωμᾶ ἐβόησε· Δεῦρο Ἀπόστολε, ψηλάφησον παλάμας, αἷς τοὺς ἥλους ἔπηξαν. Ὦ καλὴ ...

ΟΡΟΥΣ ΠΑΡΗΛΘΕΣ...

Ὅρους παρῆλθες τῆς φύσεως, τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν». Ἱερουργὸς ἱερώτατος, ὁμολογητής τε καὶ μάρτυς γενόμενος, Πατριαρχῶν χορείαις Μαρτῖνε μέγιοτε, ἀξίως συναγάλλῃ· ὅθεν σε πίστει μακαρίζομεν. Ὡς φωταυγὴς Μάκαρ ἥλιος, ἀνατεταλκὼς πρὸς ἑῴαν ἐκ δύσεως, ἅπασαν ἀκτῖσι τὴν γῆν ἐφώτισας, καὶ ἤλασας τὸ σκότος, αἱρετιζόντων τὸ βαθύτατον. Στῶμεν ἐν οἴκῳ Θεοῦ ἡμῶν, ἐπανακηρύττοντες ἄθλους καὶ παλαίσματα, καὶ τὰς ὁμολογίας τοῦ οὐρανόφρονος, Πατρὸς ἡμῶν Μαρτίνου, καὶ τοῦτον πόθῳ μακαρίσωμεν. Ἤστραψε μάκαρ ἡ μνήμη σου, ἡμεροφαὴς ὡς ἀστὴρ ἐν τοῖς πέρασι, καὶ πάντας καταυγάζει τοὺς εὐφημοῦντάς σε, ἐν ὕμνοις ἐπαξίοις, Πάτερ Μαρτῖνε θεοδόξαστε.

ΜΑΡΤΙΝΟΥ ΠΑΠΑ ΡΩΜΗΣ...

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου, Πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρτίνου Πάπα Ῥώμης, τοῦ Ὁμολογητοῦ, καὶ τῶν σὺν αὐτῷ Ἐπισκόπων. Στίχοι Ὁ σὴν γεγηθὼς σάρκα Σῶτερ ἐσθίων, Ἀπεκδύσει γέγηθε σαρκὸς Μαρτῖνος. Ἀμφὶ τρίτῃ δεκάτῃ θάνε Μαρτῖνος περίπυστος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Κυντιλλιανοῦ καὶ Δάδα. Στίχοι Τίνες κεφαλῶν οἶδε κείμενοι δίχα; Κυντιλλιανός, Μάξιμός τε καὶ Δάδας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Πέρσου. Στίχοι Ἐλευθέριος οὐκ ἐδουλώθη πλάνῃ. Ἐλεύθερος δὲ πρὸς ξίφους ἔστη στόμα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου. Στίχοι Θεοῖς προσοίσειν μηδαμῶς πεισθεὶς δόσιν, Ἤχθη Θεοδόσιος τὴν ἐπὶ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωΐλου. Στίχοι Τόξου βέλει, Ζώϊλε, πληγεὶς ἐν ξύλῳ, Πλήττεις τὸν εἰσάξαντα τὴν φθορὰν ξύλῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡ...

ΩΣ ΗΛΙΟΣ ΗΜΙΝ... ΗΜΑΣ...

Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, καὶ φωτίζει τὴν κτίσιν, Βασίλειε θείοις σου, καταυγάζουσα θαύμασιν, ἣν περ σήμερον, ἐπιτελοῦντες βοῶμεν· Καθικέτευε, ὑπὲρ ἡμῶν Ἱεράρχα, Χριστὸν τοῦ σωθῆναι ἡμᾶς.

ΒΑΣΙΛΕΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΠΑΡΙΟΥ...

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, Ἔπισκόπου Παρίου τοῦ Ὁμολογητοῦ. Στίχοι Χαίρων τελεύτα, Βασίλειε τρισμάκαρ. Ἐκεῖ γὰρ ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης. Δωδεκάτῃ Βασίλειε ταφήϊα δύσσαο νεκρός. Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ πεντηκοστῷ, ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ, τῶν Πορφυρογεννήτων, μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων, κατὰ τήν τριακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης, θυγατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου. Στίχοι Ῥίζης δυσώδους καρπὸς εὐώδης μάλα, Ἀνθοῦσα σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δήμη καὶ Πρωτίωνος. Στίχοι Πρῶτος κεφαλὴν Πρωτίων ἀφῃρέθη, Μεθ' οὗ κάραν προὔτεινε Δήμης δημίῳ....

ΣΤΕΡΕΩΣΟΝ ΜΕ ΧΡΙΣΤΕ ΕΠΙ ΤΗΝ ΠΕΤΡΑΝ ΤΩΝ ΕΝΤΟΛΩΝ ΣΟΥ

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε». Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας. Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε. Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΔΙΕΣΩΣΑΣ, ΕΚ ΤΟΥ ΚΗΤΟΥΣ ΦΙΛΑΝΘΡΩΠΕ...

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι». Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν. Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι. Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

ΤΡΙΑΔΑΝ ΤΗΝ ΣΕΠΤΗΝ, ΚΑΙ ΑΜΕΡΙΣΤΟΝ ΦΥΣΙΝ

Τριάδα τὴν σεπτήν, καὶ ἀμέριστον φύσιν, προσώποις ἐν τρισί, τεμνομένην ἀτμήτως, καὶ μένουσαν ἀμέριστον, κατ' οὐσίαν Θεότητος, προσκυνήσωμεν, οἱ γηγενεῖς μετὰ φόβου, καὶ δοξάσωμεν, ὡς ποιητὴν καὶ Δεσπότην, Θεὸν ὑπεράγαθον.

ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ

Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας

TH ΦΙΛΟΠΡΑΓΜΟΝΙ ΔΕΞΙΑ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

ΤΟΝ ΙΕΡΑΡΧΗΝ ΚΑΙ ΚΛΕΙΝΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ

Τὸν ἱεράρχην καὶ κλεινὸν μεγαλομάρτυρα, τὸν πολιοῦχον τῆς Περγάμου τὸν πανάριστον, καὶ κοινοῦ ἐχθροῦ ἀντίπαλον τὸν Ἀντίπαν, κατὰ χρέος εὐφημήσωμεν ἐν ᾄσμασιν, ὡς τοὺς πάσχοντας ὀδόντας θεραπεύοντα, πόθῳ κράζοντες· χαίροις, Πάτερ τρισόλβιε.

Ο ΠΑΙΔΑΣ ΕΚ ΚΑΜΙΝΟΥ ΡΥΣΑΜΕΝΟΣ...

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος

ΤΙΣ ΕΦΥΛΑΞΕ ΤΗΝ ΤΟΥ ΜΑΘΗΤΟΥ ΠΑΛΑΜΗΝ....

Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

ΜΕΓΑ ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΤΗΣ ΣΗΣ ΧΡΙΣΤΕ ΟΙΚΟΝΟΜΙΑΣ...

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ. Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε. Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως. Χαίρεις ἐρευνώμενος· διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν. Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος. Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὦ Δίδυμε· πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν. Στίχοι Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει, Σὴν Σῶτερ ὁρμὴν κλεὶς θυρῶν πῶς κωλύσει; Ταῖς τοῦ σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΝΤΙΠΑ, ΕΠΙΣΚΟΠΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀντίπα, Ἐπισκόπου Περγάμου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀντίπα, Ἐπισκόπου Περγάμου. Στίχοι Ταύρῳ παλαίεις, καλλιμάρτυς, Ἀντίπα, Ὃς σε φλογίζειν, οὐ κερατίζειν ἔχει. Χάλκεον ἑνδεκάτῃ βληθεὶς φλέγῃ, Ἀντίπα, εἰς βοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Τρυφαίνης τῆς ἐν Κυζίκῳ. Στίχοι Χωρίζεται Τρύφαινα σαρκὸς πηλίνης, Ἡ πηλὸν αὐτῆς τὰς τρυφὰς ἡγουμένη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φαρμουθίου. Στίχοι Ἐξῆλθε Φαρμούθιος ἐκ τῶν ἐνθάδε, Φαρμουθὶ μηνί, δῆλον ὡς Ἀπριλίῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΕΚ ΘΕΟΥ ΠΑΤΡΟΣ ΛΟΓΟΣ...

Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς ἀπειρογάμου σαρκωθεὶς βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως. Τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, δοξολογοῦμεν Χριστέ, δι' ἧς ἠλευθέρωσας Ἀδαμιαῖον γένος, ἐκ τῆς τοῦ ᾍδου τυραννίδος, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος. Δόξα σοι Χριστὲ Σωτήρ, Υἱὲ Θεοῦ μονογενές, ὁ προσπαγεὶς ἐν τῷ Σταυρῷ, καὶ ἀναστὰς ἐκ τάφου τριήμερος.

ΚΥΡΙΕ, ΕΙ ΚΑΙ ΚΡΙΤΗΡΙΩ ΠΑΡΕΣΤΗΣ ΥΠΟ ΠΙΛΑΤΟΥ ΚΡΙΝΟΜΕΝΟΣ....

Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης ὑπὸ Πιλάτου κρινόμενος ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος. Κύριε, εἰ καὶ ὡς θνητὸν ἐν μνημείῳ, Ἰουδαῖοί σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται σε ἐφύλαττον καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο· ἀλλὰ ἀνέστης, καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν. Κύριε, ὅπλον κατὰ τοῦ Διαβόλου τὸν Σταυρόν σου ἡμῖν δέδωκας· φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾶν αὐτοῦ τὴν δύναμιν, ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε. Διὰ τοῦτο προσκυνοῦμεν τὴν ταφήν σου καὶ τὴν Ἔγερσιν. Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν· ἀνέστη Θεὸς ὢν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο.

ΥΓΡΑΝ ΔΙΟΔΕΥΣΑΣ...

«Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν». Πληθὺς Ἀθλοφόρων πανευκλεῶν, Χριστὸν ἐκδυσώπει, πλῆθος ἔχοντα οἰκτιρμῶν, τὰ πλήθη μειῶσαι τῶν κακῶν μου, ὅπως τὴν σὴν εὐφημήσω πανήγυριν. Λατρεύοντες ζώντι καὶ ἀληθεῖ, Θεῷ Ἀθλοφόροι, τοῖς ἀψύχοις σέβας θεοῖς, οὐδόλως ἐνείματε, καὶ ζῶσα, τῷ ζωοδότῃ θυσία προσήχθητε. Ἠκύρωσαν δόγμα θεοστυγές, καὶ μέσον σταδίου, τεσσαράκοντα Ἀθληταί, ἐκήρυξαν Λόγον σαρκωθέντα, τὸν ἀλογίας τὸν κόσμον ῥυσάμενον. Θυμὸν ἀλογώτατον δυσσεβοῦς, τυράννου γενναίως, ἀπεκρούσαντο οἱ σοφοί, ἀγάπῃ τηρούμενοι τῇ θείᾳ, καὶ πρὸς θυμὸν κινηθέντες τὸν δίκαιον.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΕΡΕΝΤΙΟΥ, ΠΟΜΠΗΙΟΥ...

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Πομπηΐου, Μαξίμου, Μακαρίου, Ἀφρικανοῦ καὶ τῶν σὺν αὐτοῖς. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηΐου καὶ ἑτέρων τριάκοντα ἕξ, ἔτι δὲ καὶ τῶν περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον. Στίχοι Ἔπαθλα ποῖα τῆς τομῆς Τερεντίῳ; Ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία. Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι. Δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα. Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Προφήτιδος Ὀλδᾶς. Στίχοι Ἀφῆκεν Ὀλδᾶ πνεῦμα μέλλοντα βλέπον, Ἡ Πνεύματος γέμουσα θείου πυθία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰακώβου Πρεσβυτέρου, καὶ Ἀζᾶ Διακόνου. Στίχοι Τὸν Ἰάκωβον καὶ τετμημένον γράφω, Καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος. Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν, Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΙΚΗΝ ΕΧΩΝ ΧΡΙΣΤΕ...

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος· ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς. Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ΑΝΑΣΤΑΣΙΝ ΧΡΙΣΤΟΥ ΘΕΑΣΑΜΕΝΟΙ, ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΑΓΙΟΝ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΤΟΝ ΜΟΝΟΝ ΑΝΑΜΑΡΤΗΤΟΝ

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. καί, Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ....

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΞΕΝΑ ΚΑΙ ΠΑΡΑΔΟΞΑ, ΤΩΝ ΟΥΡΑΝΩΝ Ο ΔΕΣΠΟΤΗΣ, ΕΠΙ ΣΟΙ ΤΕΤΕΛΕΚΕ....

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προρρέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τήν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος. Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμόν ἀρυόμενοι, πάντοτε γλυκύρροον. Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ Ἰάματα, τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι, χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας, τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσ...

ΝΙΚΗΝ ΕΧΩΝ ΧΡΙΣΤΕ, ΤΗΝ ΚΑΤΑ ΤΟΥ ΑΔΟΥ, ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΑΝΗΛΘΕΣ...

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος· ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς. Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς. Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

ΝΙΚΗΤΑΙ ΤΥΡΑΝΝΟΥ ΚΑΙ ΦΛΟΓΟΣ ΤΗ ΧΑΡΙΤΙ...

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Νικητὴς τυράννων, καὶ πνευμάτων γέγονας τῶν ἀκαθάρτων, καὶ πιστῶν ἀνθρώπων, τὰς καρδίας πάντοτε καταφωτίζεις· ὅθεν εὐχαρίστως, σὲ ὑμνοῦντες Ἔνδοξε, πάντες εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Οἱ τῶν σῶν θαυμάτων, ποταμοὶ χεόμενοι νοσούντων πάθη, καὶ ψυχῶν τὰς νόσους ἐξιῶνται χάριτι θεόφρον Μάρτυς· ὅθεν σου τὴν μνήμην, οἱ πιστοὶ δοξάζοντες, ἀνυμνολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀπελθὼν ἀνδρείως, τὸ ἀγώνων στάδιον Μάρτυς ἐξέσθης, μέχρις ἁρμονίας, καὶ αὐτῆς τῆς ἔνδοθεν οἰκονομίας· ἀλλ' ἐφάνης ὅλος, ἀκλινὴς ἀκράδαντος· ὅθεν τούς στεφάνους, ἀπέλαβες τῆς νίκης.

ΠΑΡΑΣΚΕΥΗ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΖΩΗΦΟΡΟΥ ΠΗΓΗΣ

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος. Στίχοι Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει. Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστε ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΕΥΨΥΧΙΟΥ ΤΟΥ ΕΝ ΚΑΙΣΑΡΕΙΑ...

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου τοῦ ἐν Καισαρείᾳ. Τῇ θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐψυχίου τοῦ ἐν Καισαρείᾳ. Στίχοι Ἐκεῖ μετῆλθεν Εὐψύχιον τὸ ξίφος, Οὗ Χριστὸς ἦλθε, Καισαρείας εἰς μέρη. Φάσγανον ἀμφ' ἐνάτην Εὐψυχίου ἔκταμε λαιμόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαδίμου τοῦ Ἀρχιμανδρίτου, καὶ τῶν ἑπτὰ μαθητῶν αὐτοῦ. Στίχοι Ἑπτὰς μαθητῶν συντέτμηται Βαδίμῳ, Εἰς οὐρανοὺς δ' ἔφθασεν, οὗ Θεὸς θρόνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἐν τῇ αἰχμαλωσίᾳ τελειωθέντων ἐν Περσίδι. Στίχοι Εἰς πυρσολατρῶν γῆν ἐναθλεῖ Περσίδα Ἡ χριστολατρῶν αὐχενότμητος φάλαγξ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Αὐδιησοῦς μαχαίρᾳ τελειοῦται. Στίχοι Ὢν αἰχμάλωτος Αὐδιησοῦς τὴν τύχην, Ἠλευθέρωται, τὴν σφαγὴν διδοὺς λύτρον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΕ, ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΤΑΦΟΥ...

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τὴν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου· οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπών σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς. Κύριε, αἱ γυναῖκες ἔδραμον, ἐπὶ τὸ μνῆμα τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα, καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες κ...

ΕΣΠΕΡΙΝΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ φωτὶ τῷ ἐπὶ τέλει τῶν αἰώνων, ὡς ἐν ἐσόπτρῳ, διὰ σαρκὸς λάμψαντι τῷ κόσμῳ καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, Φωτοδότα Κύριε δόξα σοι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται. Χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσών, ἀνίσταται, Διάβολος κατήργηται. Οἱ τῆς κουστωδίας, ἐνηχοῦντο ὑπὸ τὴν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια καὶ εἴπατε, ὅτι ὑμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε; τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ; μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ; Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ λυτρωτὴς τοῦ κόσμου, καὶ παντοδύναμος.

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ ΧΡΙΣΤΕ, ΔΙΑΒΟΛΟΝ ΗΣΧΥΝΑΣ...

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, Διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς ἐκ τῶν πυλῶν τοῦ θανάτου· Δοξάζομέν σε Μονογενές. Ὁ τὴν Ἀνάστασιν διδούς, τῷ γένει τῶν ἀνθρώπων ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης, Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.

ΕΘΟΥ ΠΡΟΣ ΗΜΑΣ, ΚΡΑΤΑΙΑΝ ΑΓΑΠΗΣΙΝ....

Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διὸ σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου». Ἴαμα πιστοῖς, διὰ γλώσσης θεῖον προσφέροντες, γῆν τῆς ἀσεβείας πονηράν, καταστροφῇ Σοφοὶ παρεδώκατε, καὶ ᾠκοδομήσατε, ψυχὰς ἐν πίστει· ὅθεν μακαρίζεσθε. Σθένος διὰ σοῦ, Ἡρῳδίων μάκαρ ἐνδέδυται, πόλις τῶν Πατρῶν περιφανῶς· πρῶτος τὸν θρόνον γὰρ κατεκόσμησας, θείαις ἐλλαμπόμενος, φωτοχυσίαις, τοῦ Ἁγίου Πνεύματος. Πόλις τῶν Πατρῶν, πολιστὴν σε μέγαν ἐπλούτησε, μάκαρ Ἡρῳδίων ἀληθῶς, πρὸς τὴν Σιὼν τὴν ἄνω μετάγοντα, ταύτην ἀληθέστατα· ὅθεν τιμᾷ σε, θείοις μελῳδήμασι,

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ...

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Ἡρῳδίωνος, Ἀγάβου, Ῥούφου, Ἀσυγκρίτου, Φλέγοντος καὶ Ἑρμοῦ. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἡρῳδίωνος, Ἀγάβου, Ῥούφου, Φλέγοντος, Ἀσυγκρίτου καὶ Ἑρμοῦ. Στίχοι Εὐαγγελίου τὸν καλὸν δραμὼν δρόμον, Ἡρῳδίων κάλλιστον ἤρατο στέφος. Ψυχὴν Ἀγάβου τοῦ Προφηταποστόλου, Ὁ ψυχοσώστης προσκαλεῖται Δεσπότης. Σβέσας πλάνης φλέγουσαν ὁ Φλέγων φλόγα, Οὓς Δαυῒδ εἶπε, πῦρ φλέγον, βλέπει Νόας. Παῦλος καλεῖ σε, Ῥοῦφ', Ἀπόστολος μέγας. Ἐκλεκτὸν ὄντως· ὢ ἐπαίνου ἀξίου! Ἀσύγκριτον δὲ πᾶς ἐπαινέσει μάλα. Τοῦτον γὰρ ἠσπάσατο Παύλου τὸ στόμα. Ἑρμῇ θανόντι τῷ μαθητῇ Κυρίου, Ἑρμῷον ἔμπνουν ἐκ λόγων ἀναγλύφῳ. Ὀγδοάτῃ μετέβησαν Ἀπόστολοι, ἀγγελέες τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κελεστίνου Πάπα Ῥώμης. Στίχοι Τὸ χάσμα καὶ σὲ παμμάκαρ, Κελεστῖνε, Χοροῦ διιστᾷ μὴ μεμακαρισμένου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΕ ΑΝΕΛΘΩΝ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ...

Κύριε, ἀνελθὼν ἐν τῷ Σταυρῷ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας, καὶ κατελθὼν ἐν τῷ ᾍδῃ τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίαν δωρούμενος τῶν ἀνθρώπων τῷ γένει. Διὰ τοῦτο ὑμνοῦντες δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Ο ΔΙΑ ΣΕ ΘΕΟΠΑΤΩΡ ΠΡΟΦΗΤΗΣ...

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι, εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.

ΔΕΥΤΕ ΑΝΥΜΝΗΣΩΜΕΝ ΛΑΟΙ...

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν τοῦ Σωτῆρος τριήμερον Ἔγερσιν, δι' ἧς ἐλυτρώθημεν, τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἀφθαρσίαν καὶ ζωήν, πάντες ἐλάβομεν, κράζοντες· ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστάς, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε. Ἄγγελοι καὶ ἄνθρωποι Σωτήρ, τὴν σὴν ὑμνοῦσι τριήμερον Ἔγερσιν, δι' ἧς κατηυγάσθη τῆς οἰκουμένης τὰ πέρατα, καὶ τῆς δουλείας τοῦ ἐχθροῦ πάντες ἐλυτρώθημεν, κράζοντες· Ζωοποιέ, παντοδύναμε Σωτήρ, σῶσον ἡμᾶς τῇ Ἀναστάσει σου, μόνε φιλάνθρωπε. Πύλας χαλκᾶς συνέτριψας, καὶ μοχλοὺς συνέθλασας Χριστὲ ὁ Θεός, καὶ γένος ἀνθρώπων, πεπτωκὸς ἀνέστησας· διὰ τοῦτο συμφώνως βοῶμεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε, δόξα σοι.

ΤΟΝ ΖΩΟΠΟΙΟΝ ΣΟΥ ΣΤΑΥΡΟΝ...

Τὸν ζωοποιόν σου Σταυρόν, ἀπαύστως προσκυνοῦντες Χριστὲ ὁ Θεός, τὴν τριήμερόν σου Ἀνάστασιν δοξάζομεν· δι' αὐτῆς γὰρ ἀνεκαίνισας, τὴν καταφθαρεῖσαν τῶν ἀνθρώπων φύσιν παντοδύναμε, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καθυπέδειξας ἡμῖν, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Τοῦ ξύλου τῆς παρακοῆς, τὸ ἐπιτίμιον ἔλυσας Σωτήρ, τῷ ξύλῳ τοῦ σταυροῦ ἑκουσίως προσηλωθείς, καὶ εἰς ᾍδου κατελθὼν δυνατέ, τοῦ θάνατου τὰ δεσμά, ὡς Θεός διέρρηξας· διὸ προσκυνοῦμεν τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ἐν ἀγαλλιάσει βοῶντες· Παντοδύναμε Κύριε, δόξα σοι. Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ τῷ σῷ θανάτῳ, τοῦ θανάτου τὸ βασίλειον ἔλυσας, γένος δὲ τὸ ἀνθρώπινον, ἐκ φθορᾶς ἠλευθέρωσας, ζωὴν καὶ ἀφθαρσίαν, τῷ κόσμῳ δωρησάμενος, καὶ τὸ μέγα ἔλεος.

ΑΝΑΣΤΑΣ ΕΚ ΤΟΥ ΜΝΗΜΑΤΟΣ...

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ δι' οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα. Τὴν πολλὴν συγκατάβασιν, καὶ δι' οἶκτον ἀμέτρητον καθορῶν μου κένωσιν, μὴ ἀμφίβαλε, ἀλλὰ πιστώθητι Δίδυμε, ὁ Κύριος ἔφησεν, ὡς αὐτὸς ἐγώ εἰμι, ὁ παθὼν καὶ τριήμερος, ἐκ τοῦ μνήματος ἀναστάς, καὶ τοῦ ᾍδου τὰ ταμεῖα, ἐκκενώσας καὶ ζωώσας, τοὺς ἀπ αἰῶνος τεθνήξαντας. Ἐκπλαγεὶς ὡς ἑώρακεν, ὁ Θωμᾶς ἀνεβόησεν· ὁπηνίκα εἶδέ σε, Παντοδύναμε. Σὺ εἶ Θεός μου καὶ Κύριος, πιστεύω φιλάνθρωπε, ὡς αὐτὸς εἶ ὁ παθών, καὶ τὰ πάθη ἰώμενος, τῶν ψυχῶν ἡμῶν, προσκυνῶ σου τὸ κράτος, καὶ τῷ κόσμῳ, διαγγέλλω τὴν φρικτήν σου, καὶ παντοδύναμον Ἔγερσιν.

........ ΙΣΤΙΩ ΠΤΕΡΩΘΕΙΣΑ ΣΟΥ Η ΨΥΧΗ....

Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἱστίῳ πτερωθεῖσά σου ἡ ψυχή, τοῦ Ἁγίου πανόλβιε Πνεύματος, τὸ χαλεπόν, πέλαγος διῆλθε τῶν αἰκισμῶν, καὶ τοὺς λιμένας ἔφθασε, τοὺς ἐπουρανίους περιχαρῶς, βυθίσασα τοῦ πλάνου, δολίας παρατάξεις, θείᾳ πλημμύρᾳ τῶν αἱμάτων σου. Ὡραῖος νεανίας ἀποφανθείς, καλλοναῖς τῶν ἀγώνων ἐξήστραψας, ἡλιακῶν, πλέον ἀθλοφόρε μαρμαρυγῶν, καὶ τῶν πιστῶν ἐφώτισας, Μάρτυς Καλλιόπιε τὰς ψυχάς, τῶν πόθῳ τὴν ἁγίαν, καὶ ὄντως φωτοφόρον, ἐπιτελούντων σου πανήγυριν. Στησώμεθα χορείαν πνευματικήν, τὸν στερρὸν ἀθλητὴν Καλλιόπιον, χαρμονικῶς, νῦν ἀνευφημοῦντες, καὶ τοῖς αὐτοῦ, κατατρυφῶντες σήμερον, πόνοις, οἷς ὑπέστη διὰ Χριστόν, γενναίως ἐναθλήσας, καὶ τῆς πολυθεΐας, καταστρεψάμενος τὸ ἄθεον. Ἡ θήκη σου πηγάζει μύρα ζωῆς, καὶ ἐκβλύζει ὡς νάματα θαύματα, ἣν οἱ πιστοί, πάντοτε κυκλοῦντες περιχ...