ΟΡΟΥΣ ΠΑΡΗΛΘΕΣ...
Ὅρους παρῆλθες τῆς φύσεως, τὸν Δημιουργὸν συλλαβοῦσα καὶ Κύριον, καὶ πύλη σωτηρίας τῷ κόσμῳ γέγονας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν».
Ἱερουργὸς ἱερώτατος, ὁμολογητής τε καὶ μάρτυς γενόμενος, Πατριαρχῶν χορείαις Μαρτῖνε μέγιοτε, ἀξίως συναγάλλῃ· ὅθεν σε πίστει μακαρίζομεν.
Ὡς φωταυγὴς Μάκαρ ἥλιος, ἀνατεταλκὼς πρὸς ἑῴαν ἐκ δύσεως, ἅπασαν ἀκτῖσι τὴν γῆν ἐφώτισας, καὶ ἤλασας τὸ σκότος, αἱρετιζόντων τὸ βαθύτατον.
Στῶμεν ἐν οἴκῳ Θεοῦ ἡμῶν, ἐπανακηρύττοντες ἄθλους καὶ παλαίσματα, καὶ τὰς ὁμολογίας τοῦ οὐρανόφρονος, Πατρὸς ἡμῶν Μαρτίνου, καὶ τοῦτον πόθῳ μακαρίσωμεν.
Ἤστραψε μάκαρ ἡ μνήμη σου, ἡμεροφαὴς ὡς ἀστὴρ ἐν τοῖς πέρασι, καὶ πάντας καταυγάζει τοὺς εὐφημοῦντάς σε, ἐν ὕμνοις ἐπαξίοις, Πάτερ Μαρτῖνε θεοδόξαστε.