Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2024

Πλοῦτον τῶν ἐθνῶν, καὶ βασιλέων γέρας, εὔκλειαν ἀπείληφας, βοῶν Ἀπόστολε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλην τὴν αὐγήν, τοῦ Παρακλήτου Μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων ἔνδοξε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὕμνοις οἱ πιστοί, τὴν σοὶ δοθεῖσαν αἴγλην, Ἰούδα γεραίρομεν, προθύμως ψάλλοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.

Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις. Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει. Ἐννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου. Ψυχὴν ὑπὲρ σοῦ Ζώσιμος θεὶς φιλτάτην, Ξίφει θανών, ζῇ ψυχικὴν ζωήν, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου.