Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2015

ΧΑΡΙΤΩΝΟΣ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Στίχοι Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων, Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων. Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων. Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου, Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον. Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος, Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ. Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων, Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα. Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια, Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου. Ῥωμ...

ΤΟ ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΑΝΑΠΤΥΞΩΜΕΝ

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Ἡ Σύλληψις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου Προδρόμου, καὶ Βαπτιστοῦ, Ἰωάννου. Ἀνδρὶ Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου, Τεκεῖν προφήτην, καὶ Προφήτου τι πλέον. Εἰκάδῃ τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ Ἀντωνίου, τῶν ἐν Ἀφρικῇ τελειωθέντων. Ὑπὲρ νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου, Λόγχαις νυγείς, ἤνεγκε διτταῖς Ἀνδρέας. Ἔχθραν πλάνῃ θείς, καὶ σφαγείς, Ἰωάννης, Σφάττει τὸν ἐχθρόν, καὶ σὺν αὐτῷ τὴν πλάνην. Ἀντώνιος καὶ Πέτρος, ὡς στερραὶ πέτραι, Πρὸς τάς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου. Ποθοῦσα κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν, Σαρκὸς τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων γυναικὼν Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων. Τάς συγγόνους Ξανθίππην καὶ Πολυξένην, Χοροὶ συνοίκους λαμβάνουσιν Ἀγγέλων. ...

ΥΨΩΣΑΣ ΤΟΝ ΝΟΥΝ

Ὑψώσας τὸν νοῦν, πρὸς τὸ πρῶτον ἀγαθὸν θεοειδέστατος, ναὸς Τριάδος ἐχρημάτισας, καὶ τοὺς ἐν βάθει κακώσεως, ὕψωσας ταῖς ὑψηλοτάταις, διδαχαῖς σου κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Συντρίψας ναούς, τῶν εἰδώλων προσευχῶν ἀναμοχλεύσεσιν, ἀνεδομήσω θείῳ Πνεύματι, ναοὺς Θεῷ Ἱερώτατε, καὶ τῶν σῳζομένων τὰ πλήθη, προσηγάγω κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Πυρίπνοος ὤν, ὡς τοῦ Πνεύματος τὸ πῦρ τὸ θεῖον Πάνσοφε, ἐν τῇ καρδίᾳ ἔχων πάντοτε, λαμπὰς ὡράθης φλογίζουσα, πᾶσαν φρυγανώδη ἀπάτην, καὶ τοὺς βοῶντας φωτίζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΩΣ ΙΕΡΑΡΧΗΝ ΤΙΜΙΟΝ

Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, ἡ οἰκουμένη προσάγει σοι Κύριε, θεῖον Κοδρᾶτον Ἀπόστολον, καὶ τοῖς ὕμνοις γεραίρει, τὴν σεπτὴν αὐτοῦ μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, δωρηθῆναι τοῖς μέλπουσιν, Ἀλληλούϊα.

ΤΟΝ ΣΟΦΟΝ ΙΕΡΑΡΧΗΝ

Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα πιστὸν καὶ διδάσκαλον, ὅτι ἐν τῷ λειμῶνι τῆς ἀθλήσεως, ἐξήνθησε ῥόδον ἱερώτατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισε, βολαῖς θαυμάτων τε, καὶ πράξεων ἐναρέτων, φωτισμοῦ πληρώσας πᾶσαν γῆν, ἰαμάτων ταῖς λάμψεσιν· ἐθαυμάστωσε γὰρ ὁ Θεὸς τοὺς βοῶντας αὐτῷ, Ἀλληλούϊα.

ΟΣΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος. Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου. Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου. Εἰκάδι δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωκᾶ τοῦ κηπουροῦ. ᾜδει χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε, Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσαάκ, καὶ τοῦ Ἁγίου Μαρτίνου. Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν, Πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος. Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον, ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΥΨΩΣΕΩΣ

Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου, τοῦ ἐν Μαγνησίᾳ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου. Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις. Εἰκάδι δὲ πρώτῃ Κοδρᾶτος στέφος εὕρατο ἄθλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ. Ἀπὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι, Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου. Ἀφεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον, Ἑστῶτα καὶ βέβαιον εὑρίσκει τόπον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου. Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει, Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος. Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων, Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πρίσκου. Φέρων ...

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΡΟΦΙΜΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος. Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον, Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος. Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν, Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει. Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΜΕΝΙΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης, τοῦ θαυματουργοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης. Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης, Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου. Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Σοφίας καὶ Εἰρήνης. Εἰρήνη καὶ Σοφία τμηθεῖσαι κάρας, Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀριάδνης. Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα. Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κάστορος. Οὐ θὴρ ὁ Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας, Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΑΝΩ ΩΣ ΘΕΟΣ, ΟΥΡΑΝΟΝ ΘΡΟΝΟΝ ΕΧΩΝ

Ὁ ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν καὶ πίστει δοξάζομεν.

ΤΡΙΣΣΟΦΕΓΓΕΙ ΕΝΙΑΙΑ ΧΑΡΙΤΙ

Τρισσοφεγγεῖ ἑνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς, αἱ Παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τῷ Χριστῷ, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο, τὸν αἰνετόν τῶν Πατέρων, ἀεὶ Θεὸν δοξάζουσαι.

ΣΟΦΙΑΣ, ΠΙΣΤΕΩΣ, ΑΓΑΠΗΣ ΚΑΙ ΕΛΠΙΔΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας. Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη, Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει. Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας. Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει, Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης. Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο, Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος. Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία, Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον. Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων, Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τὴν Θεοδότην πρὸς ξίφος ...

ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ

Τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, ποντισμὸν ἀσεβείας διηνεκῶς, ἐργάζῃ πανεύφημε· ἐπομβρίαις δὲ χάριτος, λογικὰς ἀρούρας, ἀρδεύουσα πάνσεμνε, ἐν αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως μετὰ θάνατον ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Ἀθλοφόρε πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ΟΙ ΑΓΩΝΕΣ ΣΟΥ ΣΕΜΝΗ

Οἱ ἀγῶνές σου Σεμνὴ καὶ ὁ στέφανος, οἱ ἱδρῶτές σου ἁγνὴ καὶ τὰ θαύματα, τοῦ διαβόλου ᾔσχυναν τὰ τρόπαια· Χριστὸν γὰρ τὸν νυμφίον σου, ἐκ καρδίας ποθοῦσα, οὐ μάστιγας οὐ θανατον, δι᾽ αὐτὸν ἐπτοήθης· ἀλλ᾽ ἀνετέθης ὅλῃ τῷ Θεῷ, τῆς εὐσεβείας φοροῦσα τὸν στέφανον.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΕΥΦΗΜΙΑΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Ὑπὲρ Θεοῦ κτανθεῖσαν ἄρκτου ταῖς μύλαις, Εὐφημίαις σε χρὴ στέφειν Εὐφημία. Τῇ ἐκκαιδεκάτῃ Εὐφημίαν ἔκτανεν ἄρκτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς. Μελιτηνή, τμηθεῖσα τὴν κάραν ξίφει, Αἷμα προσῆγεν ὡς γλυκὺ Χριστῷ μέλι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΕΤΡΟΠΩΣΩ ΠΑΝΣΟΦΕ, ΤΟΥ ΣΤΑΥΡΟΥ

Ὡς ἐτροπώσω πάνσοφε, τοῦ Σταυροῦ τῇ δυνάμει, βαρβαρικὴν θρασύτητα, καὶ τυράννων μανίαν, στῆσον γενναῖε Νικῆτα, καὶ ἡμῶν ταῖς εὐχαῖς σου, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους, ἁμαρτιῶν, λύσιν παρεχόμενος, ἀθλοφόρε, ὡς παρρησίαν ἄπλετον, πρὸς Θεὸν κεκτημένος.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΝΙΚΗΤΑ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος, Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος. Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ. Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος. Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων. Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην, Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς. Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου, Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται. Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος, Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται. Γνώμην ἔχουσαι καὶ προθυμίαν μίαν, Κόραι δύο κλίνουσιν...

ΜΥΣΤΙΚΩΣ ΕΙ ΘΕΟΤΟΚΕ

«Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν». Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν. Ἱερὸν ἠγέρθη κέρας θεόφροσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει, Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις. Ὑψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα. Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου Βασιλέως Θεοδοσίου. Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα, Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθω...

ΟΜΟΦΡΟΝΕΣ ΣΥΜΨΥΧΟΙ

Ὁμόφρονες σύμψυχοι, τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε. Νομὴν κατεπαύσατε, τὴν τοῦ θανάτου Ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως. Ὡραῖος ὡς ἥλιος, Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα, δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε. Σωφρόνως βιώσαντες, καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες, τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Η ΤΩΝ ΔΕΣΜΩΝ ΤΗΣ ΠΡΙΝ ΑΤΕΚΝΙΑΣ

Ἡ τῶν δεσμῶν τῆς πρὶν ἀτεκνίας δι᾿ εὐχῆς λυθεῖσα, προσκαλεῖται ἡμᾶς συνεορτάσαι τῷ θαύματι, καὶ δῶρα προσάξαι τῇ γεννηθείσῃ, λιτανεύοντας ἔμπροσθεν μετὰ πόθου, ἧς περ ποτὲ αἱ παρθένοι ἐν τάχει προέτρεχον, χορεύουσαι καὶ βοῶσαι· Ἰδοὺ ἦλθεν ἡ πάντων ἀνάκλησις, ἰδοὺ Ἀδὰμ ἠλευθέρωται, ὅτι Ἄννα καρπὸν ἀνεβλάστησε, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

ΑΓΙΩΝ ΚΑΙ ΔΙΚΑΙΩΝ ΘΕΟΠΑΤΟΡΩΝ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΗΣ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Μάρτυρος Σεβηριανοῦ. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακείμ, καὶ Ἄννης. Ἰωακεὶμ τέρφθητι σὺν τῇ Συζυγῳ, Τεκόντες ἄμφω ψυχικὴν τέρψιν κτίσει. Ἡ δ᾿ ἐννάτη τοκέων Θεομήτορος εὗρε σύναξιν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Σεβηριανός, λίθον παρὰ τοὺς πόδας φέρων, ἐπὶ τοῦ τείχους εἰς τὸν ἀέρα κρεμασθεὶς τελειοῦται. Σεβηριανὸς κἂν λίθων ἀλγῇ βάρει, Χαίρει κρεμασθείς, ὡς ἀποσπῶν γῆς πόδας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, τοῦ πρὸ τοῦ Διοκλητιανοῦ ἀσκήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων ξίφει τελειοῦται. Πολλὴ χάρις σοι χριστομάρτυς Χαρίτων, Χριστοῦ χάριν τράχηλον ἐκκεκομμένῳ. Μνήμη τῆς ἁγίας καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου τῶν ἁγίων διακοσίων Πατέρων, τῶν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν Ἐφέσῳ συναχθέντων, καὶ τόν δυσσεβῆ Νεστόριον καθελόντων. Ταῖς τῶν σῶν Ἁγίων πρ...

ΑΓΑΛΛΟΝΤΑΙ ΤΑ ΠΕΡΑΤΑ

Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.

ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας, Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ. Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι, Ῥοῦφος καὶ ρουφιανός, ξίφει τελειοῦνται. Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει, Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται. Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος, Σεβῆρος εἶπε, καὶ πρὸς με τὸ ξίφος; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται. Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει, Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει. Ὁ Ἅγιος νεομάρτυς Ἀθανάσιος ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1774 ἀγχόνῃ τελειοῦται. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΛΛΟΤΡΙΟΝ ΤΩΝ ΜΗΤΕΡΩΝ Η ΠΑΡΘΕΝΙΑ

«Ἀλλότριον τῶν μητέρων ἡ παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν». Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας, τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν. Πεπλήρωται τοῦ βοῶντος ἡ προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί, Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη Θεῷ. Τὰ σπάργανα προσκυνοῦμέν σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν, τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος. Ἐβλάστησας νυμφοτόκε Ἄννα θεόφρον, ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος, θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.

Η ΤΟΝ ΠΡΟ ΗΛΙΟΥ ΦΩΣΤΗΡΑ

«Ἡ τὸν πρὸ ἡλίου φωστῆρα, τὸν Θεὸν ἐξανατείλαντα, σωματικῶς ἡμῖν ἐπιδημήσαντα, ἐκ λαγόνων παρθενικῶν, ἀφράστως σωματώσασα, εὐλογημένη πάναγνε, σὲ Θεοτόκε μεγαλύνομεν». Ὁ τοῖς ἀπειθοῦσι λαοῖς, ἐξ ἀκροτόμου βλύσας νάματα, τοῖς εὐπειθοῦσιν ἔθνεσι χαρίζεται, ἐκ λαγόνων στειρωτικῶν, καρπὸν εἰς εὐφροσύνην ἡμῖν, σὲ Θεομῆτορ ἄχραντε, ἣν ἐπαξίως μεγαλύνομεν. Τὴν τῆς ἀποτόμου ἀρχαίας, ἀναιρέτιν ἀποφάσεως, καὶ τῆς Προμήτορος τὴν ἐπανόρθωσιν, τὴν τοῦ γένους τῆς πρὸς Θεὸν αἰτίαν οἰκειώσεως, τὴν πρὸς τὸν Κτίστην γέφυραν, σὲ Θεοτόκε μεγαλύνομεν.

ΤΗ ΣΤΕΙΡΕΥΟΥΣΗ ΚΑΡΠΟΣ

Τῇ στειρευούσῃ καρπὸς ἐδόθη ἡ θεόπαις Μαρία· ἣν προεῖδον ποτὲ θεῖοι Προφῆται ἐν Πνεύματι· ταύτην ἡμεῖς σήμερον ὁρῶντες, ἐν τοῖς κόλποις τῆς Ἄννης σκιρτῶσαν, σὺν τῷ πιστῷ Ἰωακείμ, νοητῶς πρὸς ἑστίασιν συνέλθωμεν, καὶ τοὺς πόρρω καλέσωμεν, λέγοντες· Τοῦ κόσμου νῦν ἡ ἀνάκλησις, ἐξ ἀκάρπου γαστρὸς ἀνεβλάστησεν, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.

ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΣΩΖΟΝΤΟΣ ΜΝΗΜΗ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. Ἀντεῖχε Σῴζων σώματος πρὸς αἰκίας, Πρὸς τὸν μόνον σῴζοντα τὴν ψυχὴν βλέπων. Ἑβδομάτη Σῴζων θάνε, τυπτόμενος χρόα λαμπρόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου. Ὁ Ἅγιος Εὐψύχιος ξίφει τελειοῦται. Εὔψυχος Εὐψύχιος ἣν πρὸς τὸ ξίφος, Χαίρων ὅτι πλάσαντι τὴν ψυχὴν θύει. Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζεται ἡ κοίμησις τοῦ Ὁσίου Λουκᾶ, τοῦ τῆς Λυκαόνων Ἐπαρχίας, τρίτου δὲ Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΣΤΡΑΤΙΩΝ ΑΡΧΙΣΤΡΑΤΗΓΕ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπη τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

ΤΡΙΣΗΛΙΟΥ ΘΕΟΤΗΤΟΣ, ΠΑΡΑΣΤΑΤΗΣ

Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος, Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα· μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ δύναμις. Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, τῇ σῇ ἁγίᾳ τιμώμενον. ο ποιῶν τούς, Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι, φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον, σοῦ ταῖς νεύσεσι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.

ΣΥΓΧΑΡΗΤΕ ΗΜΙΝ, ΑΠΑΣΑΙ ΑΙ ΤΩΝ ΑΓΓΕΛΩΝ

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.

ΑΝΑΜΝΗΣΙΣ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΕΝ ΚΟΛΑΣΣΑΙΣ, ΗΤΟΙ ΕΝ ΧΩΝΑΙΣ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ. Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος, Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων. Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου καὶ Μακαρίου. Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων, Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους! Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι, καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται. Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων, Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει. Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει, Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκλη...

ΙΕΡΩΣΥΝΗΣ ΣΤΟΛΙΣΜΟΝ, ΠΕΡΙΒΑΛΛΟΜΕΝΟΣ ΣΟΦΕ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΤΗΝ ΤΟΥ ΝΟΜΟΥ ΣΙΓΗΝ

Τὴν τοῦ νόμου σιγὴν ὁ ἱεράρχης δέδεκται, δι’ Ἀγγέλου φωνῆς, τὸν Ἄγγελον δεχόμενος, Χριστοῦ παρουσίας Προφήτην καὶ μύστην, σὺν Ἐλισάβετ στείρᾳ καὶ σώφρονι, οὗ γεννηθέντος, ἀνεκαινίσθη χάρις καὶ λυτρωσις, καὶ καταλλαγὴ ἡμῶν παγκόσμιος· κηρύττει γὰρ τὸν ἀμνόν, καὶ πλάστην, καὶ τῆς φύσεως νεουργόν, τὸν ἐκ τῆς στείρας τὸν καρπὸν χορηγοῦντα, Υἱὸν δὲ φανέντα τῆς Παρθένου, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΠΡΟΦΗΤΟΥ ΖΑΧΑΡΙΟΥ ΠΑΤΡΟΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου, πατρὸς τοῦ Προδρόμου. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου. Θεῖον δι’ ἀμνὸν τοῦ Θεοῦ Ζαχαρίας, Ὥσπερ τις ἀμνὸς σφάττεται ναοῦ μέσον. Πέμπτῃ Ζαχαρίαν δαπέδῳ σφάξαν παρὰ νηοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀβδαῖος, ῥάβδοις ἀκανθώδεσι τυφθείς, τελειοῦται. Ῥάβδων ἀκάνθας Μάρτυς Ἀβδαῖος φέρει, Στεφθέντα τιμῶν ταῖς ἀκάνθαις Δεσπότην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μεδίμνου, Οὐρβανοῦ, Θεοδώρου, καὶ τῶν σὺν αὐτοῖς ὀγδοήκοντα ἱερέων καὶ Λευϊτῶν, ἤτοι Διακόνων. Ὕδωρ διελθὼν ψαλμικῶς καὶ πῦρ ἅμα, Λέγει Μέδιμνος, εἰς ἀναψυχὴν φθάνω. Σὺν Οὐρβανῷ δὲ καὶ Θεόδωρος μέγας, Ἆθλον τὸν αὐτὸν ἐκτελεῖ τῷ Μεδίμνῳ. Ὀκτὰς δεκαπλῆ τῶν καθιερωμένων, Πρὸς πῦρ, ὕδωρ τε καρτερῶς ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν τῷ Ἀθήρᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΙ ΟΥΡΑΝΙΑΙ ΔΥΝΑΜΕΙΣ ΚΑΤΟΠΤΕΥΟΥΣΑΙ

Αἱ οὐράνιαι δυνάμεις κατοπτεύουσαι, παῖδας καὶ παιδοτρίβην ὁμοῦ, κατὰ τῆς πλάνης, νικηφόρους δυνάμει τοῦ Σταυροῦ, ἐβόων χορεύουσαι Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δοὺς τὴν νίκην αὐτοῖς. Ἡ φωσφόρος τοῦ Δεσπότου κατελάμπρυνε, χάρις τοὺς συνελθόντας πιστούς, ὁ ἀοίδιμός τε Βαβύλας στεφανηφορῶν, προτρέπει συγχαίροντας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῶν τυράννων μὲν ἠπόρει ἡ ἐπίνοια, βοηθεῖν τοῖς μὴ οὖσι θεοῖς, τῇ Τριάδι δὲ τῇ Ἁγίᾳ Βαβύλας ὁ κλεινός, προτρέπει Πιστοὺς τοῦ ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΑΒΥΛΑ ΚΑΙ ΤΟΥ ΜΩΥΣΕΩΣ ΠΡΟΦΗΤΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας, καὶ τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν. Ὁ Χριστὸν αὐτὸν Βαβύλας θύων πάλαι, Χριστῷ προθύμως θύεται διὰ ξίφους. Εἰς τοὺς παῖδας Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου, Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία. Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται. Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων, Βαβύλα θεῖε τῆς τομῆς κοινωνία. Ὁ Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται. Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει, Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου. Χωρεῖς πρὸς αὐτοὺς οὐρανοὺς Ἑρμ...

ΣΥΝ ΕΓΚΩΜΙΟΙΣ ΓΙΝΕΤΑΙ

Σὺν ἐγκωμίοις γίνεται, θεοφόρε ἡ μνήμη σου· τῆς δικαιοσύνης γὰρ ἐδείχθης τρόφιμος, ἀνδρείας φρονήσεως, καὶ σωφροσύνης Πάτερ σοφέ· τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνακράζων, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τὸν θεοφόρον ἅπαντες, εὐφημίαις τιμήσωμεν, ὡς ἐμπεπλησμένον ἐναργῶς τῆς χάριτος, καὶ θείαις ἐλλάμψεσι, πεφωτισμένον ἄριστα, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἐκβοῶντες, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἐν τῇ σορῷ τὸ σῶμά σου, ἱεράρχης ἐκήδευσε, καὶ τῆς εὐθυμίας, ὁ φαιδρὸς ἐπώνυμος· ψυχὴν δὲ οἱ Ἄγγελοι, ἐν οὐρανοῖς προσήνεγκαν, τῷ Δημιουργῷ χαρμονικῶς μελῳδοῦντες· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΝΘΙΜΟΥ

Τῌ Γ´ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας. Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει, Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας. Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ, Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται. Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων, Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται. Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις, Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται. Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχ...

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ

Τῌ Β᾿ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ. Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος. Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας, Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος. Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ. Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι, Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη. Ὁ Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται. Σίδηρος εἰς σίδηρον ὢν Διομήδης, Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει. Ὁ Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται. Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ, Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει. Ὁ Ἅγιος Φίλιππος ξίφει τελειοῦται. Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων, Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην. Ὁ Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται. Εὐτυχιανός, πυρποληθεὶς ἐσχάρᾳ, Εἰς εὐτυχῆ μετῆλθε κλῆρον Μαρτύρων....

ΩΣ ΑΚΑΤΑΠΛΗΚΤΟΝ ΤΟ ΣΟΝ

Ὡς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ, τῶν παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης. Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

ΑΡΡΗΤΩ ΠΑΝΤΑ ΩΣ ΘΕΩ ΠΟΙΗΣΑΝΤΙ ΣΟΦΙΑ

Ἀρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν ἐντρόμως δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ, παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν, ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις• εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.

ΑΡΧΗ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου Ἔτους, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου καὶ Ἀρχιμανδρίτου, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῶν Μιασηνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Ἀειθαλᾶ, καὶ τῶν Ἁγίων τεσσαράκοντα Γυναικῶν, καὶ Ἀμμοῦν διακόνου καὶ διδασκάλου αὐτῶν, καὶ τῶν Ἁγίων μαρτύρων Καλλίστης, Εὐόδου καὶ Ἑρμογένους τῶν αὐταδέλφων, καὶ μνήμη Ἰησοῦ τοῦ Ναυῆ, καὶ ἡ ἀνάμνησις τοῦ μεγάλου ἐμπρησμοῦ. Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους. Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου, Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ. Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη, Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου. Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν, Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν. Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ...