Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2023

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως. Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου. Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται. Οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Στολὴν σε, τῆς νομικῆς ἐνέδυσε κρείττονα, καί.Ἱεράρχην δεικνύει, Ἀαρὼν τοῦ πάλαι τιμιωτέραν, ὁ δι' οἶκτον, εἰς ἀδελφότητά σε δεξάμενος. Ὄργανον, ἐνεργείαις κρουόμενον Πνεύματος, πᾶσαν διάνοιαν θέλγον, καὶ Θεῷ προσάγον τοὺς σῳζομένους, ἐκ δουλείας, χαλεπωτάτης γέγονας ἄριστον. Διψήσας, τοῦ τῆς ζωῆς ἐξέπιες νάματος, καὶ ποταμοὺς ἀναβλύζεις, θεορρημοσύνης τῆς σῆς κοιλίας, ἁλλομένους, τῇ οἰκουμένῃ τῷ θείῳ Πνεύματι.

Ἡ ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὸ ἑκούσιον πάθος, Θεὲ ὑπεράγαθε;

Τῶν μολυσμῶν προκαθαρθεὶς τῆς καρδίας, δοχεῖον ὤφθης καθαρὸν θεορρῆμον, τοῦ Παναγίου Πνεύματος Προφῆτα Ἰωήλ· ὅθεν καθυπέδειξας, ἀληθείας τὴν γνῶσιν, καὶ προανεκήρυξας, τοῦ Σωτῆρος καὶ Κτίστου, τὴν ἐν σαρκὶ ἐπέλευσιν ἐν γῇ, τὴν ἐπ' ἐσχάτων φανεῖσαν τοῖς ἔθνεσι.

Μυούμενοι τοῖς σοῖς σοφοῖς δόγμασι, νηστείαν Προφῆτα καὶ θεραπείαν, εὐσεβῶς ἀνακηρύττομεν, εἰς τὸν οἶκον Κυρίου πορευόμενοι. Οἱ ταῖς σαῖς διδαχαῖς ἀκολουθήσαντες, ἐξ ὅλης καρδίας καὶ διανοίας, ἐν κλαυθμῷ τε καὶ δεήσεσι, τὸν Θεὸν ἐκζητοῦμεν ἀξιάγαστε. Ὑπέφηνας ἡμῖν τοῦ Παντοκράτορος, Δεσπότου Προφῆτα μακροθυμίαν, καὶ τὴν θείαν ἀγαθότητα, διετράνωσας τούτου καὶ χρηστότητα.

Ὑπογραμμὸς ὁ βίος σου, Μοναζόντων ἐδείχθη, καὶ ἀκριβὴς ἀνόρθωσις, τῶν δεινῶς πεπτωκότων, ἀοίδιμε Πελαγία· τῶν παθῶν γὰρ τὴν νύκτα, φυγοῦσα προσεπέλασας,τῷ Ἡλίῳ τῆς δόξης, Χριστῷ σεμνή, Ἀσκητῶν ἐκλάμψασα ὁμηγύρει, μεθ' ὧν σου τὴν ὑπέρλαμπρον, ἑορτάζομεν μνήμην.

Ἐν τῇ καμίνῳ , τῆς ἐγκρατείας σῶμα καὶ τὴν ψυχήν, θείως ὡς χρυσὸν ἐχώνευσας, καθαρόν, καὶ τὸ πρῶτον κάλλος ἔδειξας, ὀβρυζωθὲν σεμνή, Πελαγία τῇ ἄκρᾳ ἀσκὴσει σου.

Πέλαγος θείων, κατορθωμάτων ὤφθης ὡς ἀληθῶς, ὅλην τοῦ ἐχθροῦ βυθίσασα ἐν αὐτῷ, τὴν ἰσχύν· διὸ ἀνέμελπες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ἐν τῇ καμίνῳ , τῆς ἐγκρατείας σῶμα καὶ τὴν ψυχήν, θείως ὡς χρυσὸν ἐχώνευσας, καθαρόν, καὶ τὸ πρῶτον κάλλος ἔδειξας, ὀβρυζωθὲν σεμνή, Πελαγία τῇ ἄκρᾳ ἀσκὴσει σου. Λουτρῷ τῷ θείῳ, ἐκδυσαμένη ὅλον σὺ ἀληθῶς, ὃν περ παλαιὸν ἐνδέδυσο τῶν παθῶν, καὶ φθειρόμενόν σου ἄνθρωπον, τὸν νέον Ἔνδοξε ἠμφιάσω, Χριστῷ συμμορφούμενον.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας. Αἴσχους πλυθεῖσα καὶ λιποῦσα τὸν σάλον, Πρὸς ὅρμον ἥκεις οὐρανοῦ Πελαγία. Ὀγδοάτῃ ὑπάλυξε βίου πέλαγος Πελαγία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πελαγίας τῆς Παρθένου. Κρημνῷ φυγοῦσα κρημνὸν αἰσχύνης μέγαν, Κρημνεῖς τὸν ἐχθρὸν εὐφυῶς Πελαγία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταϊσίας τῆς πόρνης. Ἐκ τοῦ ῥύπου σμηχθεῖσα τῆς ἀσωτίας, Φαιδρὰ πρόσεισι τῷ Θεῷ Ταϊσία. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.