Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2012

Ο ΛΟΓΟΣ Ο ΠΡΟΑΝΑΡΧΟΣ

Ὁ Λόγος ὁ προάναρχος, εὑρηκὼς σε παμμάκαρ, Πρωτόκλητον ἀνέδειξε, πάντων τῶν Ἀποστόλων, Ἀνδρέα παναοίδιμε, καὶ τοῖς τούτου ἴχνεσιν, ἑπόμενος ἀνεδείχθης, ὁδηγὸς πλανωμένων, πρὸς οὐράνιον αὐτούς, ἀνάγων θείαν πορείαν.

ΤΟΥ ΠΑΝΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

Τοῦ Παναγίου Πνεύματος τὸ πῦρ, σπασάμενος, ἄνωθεν Ἀπόστολε Χριστοῦ, γλώσσαις καιναῖς, αἷς μηδαμοῦ ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασι, διεκελεύσθης λαλεῖν τὰ μεγαλεῖα αὐτοῦ. Ὑπερεκπλήττει πάντα λογισμόν, τὸ κήρυγμα, ὅπερ ἐσαλπίσατε τῇ γῇ, μύσται Χριστοῦ, καὶ θεωροὶ τῶν ἄνω, ὅτι μόνοι δώδεκα ὄντες, τὰς μυριάδας τῆς γῆς κατεφωτίσατε. Ἐθαυμαστώθη Δέσποτα Χριστέ, ἡ χάρις σου, ἐν τοῖς θεοσόφοις Μαθηταῖς, ὅτι μικροὶ καὶ ἰδιῶται ὄντες, πᾶσαν γῆν διέδραμον, ἀπὸ τῶν ἄκρων αὐτῆς ἕως περάτων αὐτῆς. Τὶ τὸ διδάξαν οὕτω σε λαλεῖν, Ἀπόστολε; τὶ τὸ καταλάμψαν σου τὸν νοῦν, βλέπειν τρανῶς, τῆς ἀπροσίτου δόξης, τὴν αὐγὴν τὴν λάμψασαν, τῆς ἀληθείας τὸ φῶς ἐν ταῖς καρδίαις ἡμῶν;

ΤΟΝ ΤΗΣ ΑΝΔΡΕΙΑΣ ΕΠΩΝΥΜΟΝ ΘΕΗΓΟΡΟΝ

Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

ΣΠΛΑΓΧΝΩΝ ΙΩΝΑΝ

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Η ΑΨΕΥΔΗΣ, ΕΜΦΑΝΩΣ

Ἡ ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ· τῷ γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν. Ὁ αἰνετός ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος. Τῷ νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προβῆναι ὄρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔδης πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστός τῶν ἁπάντων, Θεὸς καὶ ὑπερένδοξος. Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργείς· δι' ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ σὲ ἀγαπήσαντι· Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΟΥ ΤΟΥ ΠΡΩΤΟΚΛΗΤΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου. Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει, Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους. Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας. Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος, Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥΣ ΕΝ ΚΑΜΙΝΩΝ ΠΑΙΔΑΣ

«Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Τὴν μιανθεῖσαν ἄχραντε ψυχήν, ἁγίασον, πάντοτε τοῦ δούλου σου Ἁγνή, καὶ τοῦ νοὸς δεινὰς αἰχμαλωσίας, καὶ καρδίας πώρωσιν, καὶ τῶν δαιμόνων ὁρμάς, τάχος ἀφάνισον. Νενεκρωμένον πάθεσι σαρκός, Πανάμωμε, ζώωσον τὸν νοῦν μου καὶ Θεῷ, τὰ ἀρεστὰ ἐπιτελεῖν ἐνίσχυσόν με, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω ἀεί, τὴν ἀγαθότητα σου. Νεκρωσόν μου Δέσποινα ἁγνή, τὰ τῆς σαρκὸς πάθη, καὶ ψυχῆς μου ταπεινῆς ῥύπον, δεινὸν ἐναποσμήχουσα Παρθένε, καὶ λογοθεσίου με, τῶν ἀοράτων ἐχθρῶν, ῥῦσαι καὶ σῶσόν με. Σοὶ Παναγία ἄχραντε ἁγνή, οἱ δοῦλοί σου, πάντοτε ἡμέρας καὶ νυκτός, προσπίπτομεν συντετριμμένῃ διανοίᾳ, δυσωποῦντες λύτρωσιν, ἁμαρτημάτων εὑρεῖν, ταῖς ἱκεσίαις ταῖς σαῖς.

ΑΝΩΘΕΝ ΜΕΝ ΔΑΥΪΔ

Ἄνωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει· Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ· Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

ΦΩΤΟΦΑΝΕΙΑΣ ΣΑΦΩΣ ΠΕΠΥΡΣΕΥΜΕΝΟΣ

Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεΐας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καιροῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως· καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαττόμενον, κατανοήσας Παράμονε, τῷ θείῳ ζήλῳ, ὅλως ἐθέλχθης καὶ ἀνεβόησας· Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε· γνῶτε παράνομοι τύραννοι· καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νῦν αὐτόκλητος, παρεγενόμην· μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῷ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι. Τῇ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλῇ τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως· μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταῖς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι· μεθ' ὧν δυσώπει πάσης θλίψεως, ...

ΟΥΚ ΑΠΟΚΡΥΠΤΩ Ο ΤΑΛΑΣ

Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, καὶ ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς· γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι· Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως, Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου, ῥεύσαντι αἵματι». Ὕπτιος ἐν καιρῷ τῶν ἀγώνων οὐ γέγονας, ἐγηγερμένος δὲ μᾶλλον, καὶ πρὸς θείαν ἄθλησιν ῥωμαλέος· διὰ τοῦτο, τῶν στεφάνων τῆς δόξης ἐπέτυχες. Μαρτύρων, ὁμηγύρει σαυτὸν συγκαταλέξας, τελειωθείσῃ προθύμως, πρὸ τῆς σῆς Ἀοίδιμε μαρτυρίας, καὶ σὺν τούτοις, σωτηρίου παστάδος ἠξίωσαι. Αἱ λόγχαι, μιμητὴν σε Χριστοῦ ἀπειργάσαντο· αἷς τιτρωσκόμενος Μάρτυς, πρὸς αὐτὸν ἀνέπτης στεφανηφόρος, θανατώσας, ὑπομονῆς τοὺς ἄφρονας ξίφεσι.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΡΑΜΟΝΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ. Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου. Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ. Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι. Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου. Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας, Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς. Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν, Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν. Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται. Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων, Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους. Τῇ α...

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν. Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας. Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.

ΦΩΤΟΣ ΔΟΧΕΙΟΝ ΘΕΟΧΑΡΙΤΩΤΕ

Φωτὸς δοχεῖον θεοχαρίτωτε, τῶν ἱερῶν Μαρτύρων ἀληθῶς τὸ κραταίωμα, καὶ Ὁσίων ἁπάντων τὸ καύχημα, σῶσον ἡμᾶς κινδύνων, καὶ περιστάσεων, καὶ τῆς τῶν ἐχθρῶν ἐπιδρομῆς, τοὺς ἀνυμνοῦντάς σε.

ΟΛΟΣ ΕΚ ΝΕΟΤΗΤΟΣ, ΑΝΑΤΕΘΕΙΣ ΤΩ ΚΥΡΙΩ

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα. Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακον, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆ...

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ

«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας. Ἀπηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Μαρτύρων, καὶ πάντων τῶν Ὁσίων. Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας. Ἁγιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΝΕΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝοΕΜΒRΙοΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου. Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ, Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος. Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται. Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω. Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται. Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν, Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται. Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην, Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων. Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε, θνῄσκουσιν ...

ΚΟΣΜΟΥ ΤΑ ΤΕΡΠΝΑ

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος. Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι. Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

ΧΑΙΡΟΙΣ Η ΚΑΛΛΟΝΗ ΙΑΚΩΒ

Χαίροις ἡ καλλονὴ Ἰακώβ, ἣν ἐξελέξατο Θεός, ἣν ἠγάπησεν, ἡ θύρα τῶν σῳζομένων, ἡ φλογοφόρος λαβίς· τῆς ἀρᾶς ἡ λύσις παντευλόγητε· γαστὴρ θεοχώρητε, πεπτωκότων ἀνόρθωσις· ἁγιωτέρα, Χερουβὶμ καὶ τῆς κτίσεως, ὑπερέχουσα· δυσθεώρητον ὅραμα· ἄκουσμα τὸ καινότατον, ἀνέκφραστον λάλημα· ἅρμα τοῦ Λόγου νεφέλη, ἐξ ἧς ἀνέτειλεν ἥλιος, Χριστὸς καταυγάζων, τοὺς ἐν σκότει καὶ παρέχων, τὸ μέγα ἔλεος.

ΠΕΡΣΩΝ ΤΗΝ ΠΛΑΝΗΝ ΕΦΛΕΞΑΣ

Περσῶν τὴν πλάνην ἔφλεξας, τῷ ζήλῳ πυρπολούμενος, Χριστοῦ Ἰάκωβε Μάρτυς· ὡς κλῆμα τῆς ἀμπέλου δέ, τὸ σῶμά σου τεμνόμενος, τυράννου γνώμῃ πάνσοφε, ἀνέμελπες κατάλληλον, ᾠδὴν καὶ πρόσφορον ὕμνον, τῇ ἀπροσίτῳ Τριάδι.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΙΑΚΩΒΟΥ ΤΟΥ ΠΕΡΣΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Τμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων, «Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει. Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται. Ὁ Πινούφριος ἀρετῶν πολλαῖς χρόαις Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται. «Ἀφεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε», Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΚΗΡΥΓΜΑ ΘΕΣΣΑΛΟΝΙΚΗΣ 25 ΝΟΕΜΒΡΙΟΥ 2012

Εικόνα

ΤΟ ΚΑΘΑΡΟΝ ΚΑΙ ΑΣΠΙΛΟΝ

Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ο ΥΠΕΡΥΨΟΥΜΕΝΟΣ, ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ

«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ». Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως. Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις. Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας Διγαλάκης Ιάσων

ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου. Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων, Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει. Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τα ν ο ε ῖ τ ε, Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι. Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος. Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι. Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ. Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ. Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου, Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα. Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται. Τῇ αὐτῇ ...

Ο ΣΤΑΥΡΟΣ ΣΤΗ ΖΩΗ ΜΑΣ

Εικόνα

ΧΑΡΜΟΝΙΚΩΣ ΤΗ ΠΑΝΗΓΥΡΕΙ

Χαρμονικῶς τῇ πανηγύρει, τῆς θεοσόφου Μάρτυρος Αἰκατερίνης, συνδράμωμεν ὦ φιλομάρτυρες, καὶ ταύτην τοῖς ἐπαίνοις, ὡς ἄνθεσι καταστέψωμεν· Χαίροις βοῶντες αὐτῇ, ἡ τῶν φληνάφων Ῥητόρων, τὴν θρασυστομίαν ἐλέγξασα, ὡς ἀπαιδευσίας ἀνάπλεων, καὶ τούτους πρὸς πίστιν θείαν χειραγωγήσασα· Χαίροις ἡ τὸ σῶμα πολυπλόκοις βασάνοις ἐκδοῦσα, δι' ἀγάπην τοῦ Ποιητοῦ σου, καὶ μὴ καταβληθεῖσα, ὡς ἄκμων ἀνάλωτος· Χαίροις ἡ ταῖς ἄνω μοναῖς, ἀντάξια τῶν πόνων εἰσοικισθεῖσα, καὶ δόξης αἰωνίου κατατρυφήσασα, ἧς ἐφιέμενοι οἱ ὑμνῳδοί σου, τῆς ἐλπίδος μὴ ἐκπέσοιμεν.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι». Μετέστης πρὸς θαλάμους φωτοειδεῖς, νυμφικοῖς κοσμουμένη στολίσμασι, παρθενικήν, ἔχουσα λαμπάδα τῇ δεξιᾷ, τῇ δὲ ἑτέρᾳ φέρουσα, τὴν ἀποτμηθεῖσάν σου κεφαλήν, καὶ νῦν παρισταμένη, Χριστῷ τῷ σῷ Νυμφίῳ, τοὺς σὲ ὑμνοῦντας περιφρούρησον. Ἐδέχθη σου θεόφρον ἡ προσευχή· τοὺς γὰρ πίστει τὴν σὴν ὀνομάζοντας, κλῆσιν σεμνή, σῴζει ὁ Δεσπότης ἐκ πειρασμῶν, καὶ εὐρωστίαν δίδωσι, νόσων ἀπαλλάττων παντοδαπῶν, ψυχῶν τε καὶ σωμάτων· διὸ σε γεγηθότες, Αἰκατερῖνα μακαρίζομεν. Λιμένι καθωρμίσθης νῦν γαληνῷ, εὐσταλῶς τε καὶ κούφως τὴν θάλασσαν, τὴν κοσμικήν, Μάρτυς διελθοῦσα Τρικυμιῶν, μὴ πειρασθεῖσα πάνσοφε, πλοῦτον πολυποίκιλον τῷ Χριστῷ, προσφέρουσα Παρθένε, τὸν δῆμον τῶν Μαρτύρων, Αἰκατερῖνα παμμακάριστε. Παστάδων οὐρανίων ἔνδον τανῦν, σὺν παρθένων χορείᾳ χορεύουσα, μαρτυρικαῖς, ...

ΣΗΜΕΡΟΝ ΤΕΡΠΕΤΑΙ ΠΟΛΙΣ Η ΑΛΕΞΑΝΔΡΕΙΑ

Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε. Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων. Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.

ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ ΧΟΡΕΥΣΩΜΕΝ

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις, τῷ Κυρίω ᾄδοντες, τιμῶντες καὶ τὴν αὐτοῦ, ἡγιασμένην σκηνήν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν· προσφέρεται γὰρ Θεῷ, ὑπερφυῶς τῇ σαρκὶ νηπιάζουσα, καὶ Ἀρχιερεὺς ὁ μέγας, Ζαχαρίας δέχεται, εὐφραινόμενος ταύτην, ὡς Θεοῦ κατοικητήριον. Σήμερον ναὸς ὁ ἔμψυχος, τῆς ἁγίας δόξης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἡ μόνη ἐν γυναιξίν, εὐλογημένη ἁγνή, προσφέρεται τῷ Ναῷ τῷ νομικῷ κατοικεῖν εἰς τὰ Ἅγια, καὶ χαίρουσι σὺν αὐτῇ, Ἰωακεὶμ καὶ ἡ Ἄννα τῷ πνεύματι, καὶ παρθενικαὶ χορεῖαι, τῷ Κυρίω ᾄδουσι, ψαλμικῶς μελῳδοῦσαι, καὶ τιμῶσαι τὴν Μητέρα αὐτοῦ. Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, Ἀποστόλων δόξα, καὶ Μαρτύρων καύχημα, καὶ πάντων τῶν γηγενῶν ἡ ἀνακαίνισις, Παρθένε Μήτηρ Θεοῦ· διὰ γὰρ σοῦ τῷ Θεῷ κατηλλάγημεν. Διὸ τιμῶμεν τὴν σήν, ἐν τῷ ναῷ τοῦ Κυρίου προέλευσιν, καὶ σὺν τῷ Ἀγγέλῳ πάντες, ψαλμικῶς τὸ Χαῖρέ σοι, τῇ πανσέμνῳ βοῶμεν, τῇ πρεσβείᾳ σου σῳζόμενοι.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπ...

ΤΩΝ ΑΘΛΗΤΩΝ ΠΡΟΣΘΗΚΗΝ ΣΕ

Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας, καὶ νῦν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Εὐσεβοφρόνως Ἔνδοξε, τὸν ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον, ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ' ὧν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τελειωθεὶς πανόλβιε, διὰ ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα, λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΦΕΓΓΕΙ ΤΗΣ ΑΝΩ ΦΡΥΚΤΩΡΙΑΣ

Φέγγει τῆς ἄνω φρυκτωρίας, αὐγαζόμενος γενναῖε Στρατιῶτα, τοὺς ὑμνοῦντάς σε νῦν φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὕμνεις τὸν πάντων εὐεργέτην, πυρακτούμενος τῷ ζήλῳ τούτου Μάκαρ, καὶ πυρὶ αἰσθητῷ, φλεγόμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Λίθοις προσάγοντες τὸ σέβας, οἱ τὴν αἴσθησιν λιθώδη κεκτημένοι, λίθῳ Μάρτυς τὸν σόν, βαρύνουσιν αὐχένα, κραυγάζοντες Μερκούριε, ὁ Θεὸς εὐλογητὸς εἶ. Αἵματι αἷμα συγκεράσας, σοῦ τὸ τίμιον Δεσπότου φιλανθρώπου, κοινωνὸς τῶν αὐτοῦ, ἐδείχθης παθημάτων, ἀναβοῶν Μερκούριε· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ΕΝΕΥΡΩΣΑΣ ΤΟ ΦΡΟΝΗΜΑ, ΓΥΝΑΙΚΩΝ Ω ΠΑΡΘΕΝΕ

Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών. Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΙΚΑΤΕΡΙΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης. Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος· Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία! Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην, Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται. Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις, Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται. Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως, Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται. Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Εἰ καὶ πατάσσῃ Μερκούριε τ...

ΥΠΕΡΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ ΤΟ ΟΜΟΟΥΣΙΟΝ...

Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος. Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ. Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν, σε πάντες μεγαλύνομεν». Ἰδοὺ σε χοροὶ Πατριαρχῶν συνόμιλον, Κλήμη ἔνδοξε δεξάμενοι, πόθῳ ἀγάλλονται ἀπαύστως, μεθ' ὧν συνεπευφραίνονται Μάρτυρες, Ἀπόστολοι Προφῆται καὶ Δίκαιοι, οἱ ἀπ' αἰῶνος ἀξιάγαστε. Ὥριμὸν σε βότρυν τῆς ζωῆς προσήγαγε, γεωργίᾳ τῇ τοῦ Πνεύματος, Πέτρος ὡς κλῆμα τῆς ἀμπέλου, ὑπάρχων Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ οἶνον εὐσεβείας ἀπέσταξας, τῆς ἀθεΐας μέθην παύοντα. Σοφίας καὶ χάριτος πλησθεὶς ἀνέβλυσας, διδαγμάτων Πάτερ ἄβυσσον, καὶ ἰαμάτων θεῖα ῥεῖθρα, δι' ὧν τοὺς ποταμοὺς τῶν παθῶν ἡμῶν, ξηραίνεις ἐπομβρίαις τοῦ Πνεύματος, Κλήμη Μαρτύρων ἐγκαλλώπισμα. Ἡ θεοφεγγὴς καὶ ἱερὰ καὶ εὔσημος, καὶ ἁγία καὶ περίβλεπτος, καὶ εὐκλεὴς καὶ φωτοφόρος ἐφέστηκεν ἡ μνήμη σου Ἔνδοξε, καρδίας καὶ ψυχὰς κατευφραίνουσα, τῶν κατὰ χρέος εὐφημούντων σε.

ΝΕΜΟΜΕΝΗΝ, ΑΝΕΣΤΕΙΛΑΣ ΤΗΝ ΛΥΜΗΝ

Νεμομένην, ἀνέστειλας τὴν λύμην, τῆς Ἀρείου, κακίστης βλασφημίας, τῆς τῶν Πιστῶν ἐκκόψας ὁμηγύρεως, καὶ ἀποδιώξας, τῶν τῆς Ἐκκλησίας, θεόφρον περιβόλων. Πρωτοστάτης χοροῦ τῶν Ἀποστόλων, Πέτρος ὤφθη, ὁ θεῖος Κορυφαῖος· στῦλος Μαρτύρων, γέγονας δὲ πάνσοφε, Πέτρε θεοφόρε, καὶ ἱερουργός τε, τῶν θείων μυστηρίων. Ἐμυήθης, ἐκ θείας ἐπιπνοίας, τῶν μελλόντων, τὴν γνῶσιν θεορρῆμον, καὶ τὴν ἐκ γῆς προέγνως σου μετάστασιν, διὰ μαρτυρίου, πρὸς τὸν ἐν ὑψίστοις, Θεὸν Πέτρε θεόφρον.

... ΕΚ ΤΗΣ ΡΩΜΗΣ ΤΑΣ ΑΛΥΣΕΙΣ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Πυρακτούμενος τῷ ζήλῳ τῷ τῆς πίστεως, πῦρ ἀπετέφρωσας, τῆς ἀθεΐας Σοφέ, πιστοὺς δὲ ἐφώτισας, φόβῳ κραυγάζοντας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Ἐκ τῆς Ῥώμης τὰς ἁλύσεις περικείμενος, ὥσπερ ὁρμίσκους χρυσοῦς, διὰ θαλάσσης ἀθλῶν, Χερσῶνα κατέλαβες, ἔνθα διήνυσας, τὸ μαρτύριον, καὶ τοὺς στερροὺς ἀγῶνάς σου, τοῦ Χριστοῦ Ἱερομύστα. Λύρα ὤφθης τὸ σωτήριον πανόλβιε, μέλος φωνοῦσα ἡμῖν, καὶ καταθέλγουσα, καρδίας πρὸς ἔνθεον, τῶν μελῳδούντων πιστῶς, Μάρτυς ἔρωτα· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΜΕΤΑ ΤΟ ΤΕΧΘΗΝΑΙ ΣΕ, ΘΕΟΝΥΜΦΕ ΔΕΣΠΟΙΝΑ

Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν Πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.

ΧΑΙΡΟΙΣ ΤΟ ΦΩΤΑΥΓΕΣ

Χαίροις τὸ φωταυγὲς καὶ τερπνόν, τοῦ θείου Πνεύματος Σοφὲ καταγώγιον, τὸ κλῆμα τὸ ταῖς ἀρδείαις, ταῖς μυστικαῖς γεγονός, εὐθαλὲς παμμάκαρ καὶ πολύφορον· ἐξ οὗ ἐναπέσταξε, διδαγμάτων σωτήριον, γλεῦκος ποτίζον, καὶ εὐφραῖνον ἑκάστοτε, τῶν τιμώντων σε, τὰς καρδίας πανόλβιε. Μάρτυς ἀκαταγώνιστε, οὐράνιε ἄνθρωπε, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Χαίροις ἡ τῶν δογμάτων πηγή, ὁ τῶν ἀρρήτων ἑρμηνεὺς γραφικώτατος, ἡ γνῶσις τῶν ἀποκρύφων, τῆς Ἐκκλησίας στερρός, στῦλος τε καὶ βίος ἀπερίτρεπτος, κανών ἀκριβέστατος· μυστογράφος σοφώτατος· εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος· ὄργανον τὸ ἡδύφθογγον· ὁ νοῦς ὁ οὐράνιος, Κλήμη Μαρτύρων τὸ κλέος, τῶν ἱεράθλων ἑδραίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως, τῶν παθῶν αὐτοκράτορα, ὑπέστης ἀπεριτρέπτως, τὴν διὰ ξίφους πικράν, τελευτὴν Παμμάκαρ καὶ τὸν θάνατον, δι' οὗ τῆ...

Ο ΤΟΙΣ ΠΑΣΙ ΠΑΡΕΧΟΜΕΝΟΣ

Ὁ τοῖς πᾶσι παρεχόμενος βουλήματι, τὸ εἶναι Πάναγνε, ἐκ σοῦ ἀρχὴν χρονικήν, λαμβάνει καὶ τίκτεται, λύων τὰ χρόνια, παραπτώματα, τῆς συμπεσούσης Ἄχραντε, τῶν βροτῶν ῥευστῆς οὐσίας.

ΛΥΤΡΩΤΑ ΤΟΥ ΠΑΝΤΟΣ ΠΑΝΤΟΔΥΝΑΜΕ

«Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον». Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, περιεβάλου ἔνδοξε, ἀφθαρσίας χιτῶνα, καὶ εἰς τὰ ἄνω κατοικεῖς, Ἱεράρχα βασίλεια. Συνετάφη σοι Μάρτυς πολύαθλε, τὰ κλοιὰ οἷς δεσμούμενος ἔλυσας, τὴν πλάνην τοῦ ἀλάστορος, Ἱεράρχα κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ἐμερίσθη ὑγρὰ ἡ ἀμέριστος, καὶ ὁδὸν εἰσιοῦσιν ἡ ἄβατος, θαυματουργίᾳ κρείττονι, δωρουμένη ὡράθη, ἔνθα τὸ θεῖον, Ἱεράρχα σοῦ σῶμα κατάκειται. Βυθισθεῖσαν ψυχήν μου τοῖς πάθεσιν, ὁ βυθὸν κατοικῆσαι ἑλόμενος, μετὰ ταφὴν καὶ νέκρωσιν, ἐπανάγαγε Μάρτυς, ταῖς ζωηφόροις, καὶ σεπταῖς καὶ ἐνθέοις δεήσεσιν.

ΠΑΤΕΡΩΝ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΩΝ ΚΛΗΜΕΝΤΟΣ ΡΩΜΗΣ ΚΑΙ ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης. Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ, Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας. Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος, Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται. Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες, Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται. Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν, Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται. Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους, Κατῄσχυνας φρύαγμα δαιμόνων γένους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται. Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον, Αὐτῷ φαν...

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ, ΑΝΑΤΟΛΑΙΣ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.

ΟΣΙΕ ΠΑΤΕΡ ΑΜΦΙΛΟΧΙΕ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Μίαν τρισυπόστατον φύσιν, πανευσεβῶς θεολογήσας, τὴν παμβασιλίδα Τριάδα, τὴν θεαρχίαν τὴν ἀκατάληπτον, νῦν ὑπ' αὐτῆς τετίμησαι, ἱεροφάντορ Ἀμφιλόχιε. Ἔχων πρὸς Θεὸν παρρησίαν, ὡς ἱεράρχης θεοφόρε, τῶν τὴν ἱερὰν καὶ φωσφόρον, τελούντων μνήμην, σοῦ παμμακάριστε, διὰ παντὸς μνημονευε, τῷ σῷ Δεσπότῃ παριστάμενος. Νέμοις μοι τὴν ἄφθονον χάριν, τῷ τοὺς ἐπαίνους σοι θεόφρον, πλέξαντι προθύμῳ καρδίᾳ, τὴν τῶν πταισμάτων λύσιν αἰτούμενος, ὡς ἱερεὺς πιστότατος, Ὅσιε Πάτερ Ἀμφιλόχιε.

.... ΘΕΟΦΡΟΝΩΣ ΕΞΕΠΑΙΔΕΥΣΑΣ...

«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε». Μυστικωτάταις, θεηγορίαις ταῖς σαῖς προσέχοντες, πόθῳ τὴν Ἀρείου Πάτερ κατατομήν, τῆς Θεότητος ἐκφεύγομεν, Τριάδα ἄκτιστον, ὁμοούσιον πίστει δοξάζοντες. Ἐληλεγμένον, ταῖς διδαχαῖς σου Μακεδόνιον, Πάτερ καθορῶντες Πνεῦμα τὸ ἀγαθόν, τῷ Πατρί τε καὶ Γεννήματι, συμπροσκυνούμενον, καὶ συνυπάρχον πίστει δοξάζομεν. Λόγῳ τρανώσας, τὴν ὑπὲρ λόγον Λόγου σάρκωσιν, σέβειν ἐν δυσὶν οὐσίαις Θεόν, θεοφρόνως ἐξεπαίδευσας, καὶ τὴν διαίρεσιν, καὶ τὴν σύγχυσιν φεύγειν θεόληπτε.

ΣΗΜΕΡΟΝ ΤΑ ΣΤΙΦΗ ΤΩΝ ΠΙΣΤΩΝ

Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον· Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΩΣ ΙΕΡΑΡΧΑΙ ΟΣΙΟΙ

Ὡς Ἱεράρχαι ὅσιοι, θεοφόροι Ποιμένες, ὀφθέντες ἀληθέστατοι, τοῦ ἀμνοῦ καὶ Ποιμένος, Ἀμφιλόχιε ὅσιε, καὶ Γρηγόριε μάκαρ, πρεσβεύσατε ὑπὲρ πάντων, τῶν ὑμῶν ἐκτελούντων, μνήμην ῥυσθῆναι κινδύνων, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

ΓΝΩΜΗΝ ΑΥΤΕΞΟΥΣΙΟΝ...

Γνώμην αὐτεξούσιον, καὶ λογισμὸν αὐτοκράτορα, τῶν παθῶν κληρωσάμενος, τῷ κρείττονι δέδωκας, νουνεχῶς παμμάκαρ, τὴν ἡγεμονίαν, κατὰ τοῦ χείρονος ζυγῷ, δικαιοτάτῳ Πάτερ χρησάμενος· ἐντεῦθεν ἐπιτήδειος, πρὸς θεοπτίαν γεγένησαι, καὶ Θεοῦ κατανόησιν, ἱεράρχα θεόπνευσε. Βρόχους διεσκέδασας, καὶ τὰς ἐνέδρας διέλυσας, τῶν αἱρέσεων Ὅσιε, δογμάτων ὀρθότητι, καὶ θεολογίᾳ, τῇ ἀκριβεστάτῃ, καὶ τὴν διαίρεσιν φυγών, καὶ τὴν κακίστην Πάτερ συναίρεσιν· ἐν ὅροις δὲ διέμεινας, τῆς εὐσεβοῦς ἡμῶν Πίστεως καὶ Τριάδα ἐκήρυξας, ἐν Μονάδι θεότητος. Τέχνῃ σοφισάμενος, τὸν ἐπὶ γῆς βασιλεύοντα, τὸν ἐκείνου παρέδραμες, υἱὸν ἀπροσκύνητον, συνετῶς διδάσκων, ὡς ἀπροσκυνήτου παρορωμένου τοῦ Υἱοῦ, ἀγανακτήσει Πατὴρ θερμότατα, ὁ τοῦτον προαιώνιον, ἐκτετοκὼς ὑπὲρ ἔννοιαν, ἀπαθῆ καὶ ἀσώματον, ὡς αὐτὸς οἶδεν Ὅσιε.

ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ ΚΑΙ ΓΡΗΓΟΡΙΟΥ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου. Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις, Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους. Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας. Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον, Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος. Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας, Μετῆλθε Σισίνιος ἐκ βίας βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται. Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας, Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται. Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος, Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου. Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος. ...

ΣΩΜΑ ΑΚΗΛΙΔΩΤΟΝ

Σῶμα ἀκηλίδωτον, καὶ λογισμὸν ἀπαράδεκτον, ἡδονῶν διετήρησας, καὶ νύμφην ἀκήρατον, τῷ πεποιηκότι, σεαυτὴν προσῆξας, πεποικιλμένην ἱερῶς, τῷ μαρτυρίῳ Ἀειμακάριστε· διὸ σε προσελάβετο, πρὸς φωτεινότατον θάλαμον, καὶ νυμφῶνα ἀκήρατον, Κικιλία πανεύφημε. Ῥόδοις ἡδυπνόοις σε, εὐωδιάσας ὁ Κύριος, αἰσθητῶς Σεμνοπάρθενε, ζωγρεῖ μεσιτείᾳ σου, ἀδελφῶν δυάδα, ἐνοσφρησαμένην, τούτων εὐχῇ σου ἐκτενεῖ· ὅθεν λιπόντες δυσῶδες σέβασμα, τῆς πλάνης ἠξιώθησαν, τοῦ ἐκ Παρθένου νεάνιδος, μύρου θείου δι' ἄφατον, κενωθέντος χρηστότητα. Πλούτου κατεφρόνησας, τὴν ἐπουράνιον στέργουσα, καὶ μνηστῆρος ἠλόγησας, παρθένων ἐν τάγμασι, σεαυτὴν πανσόφως, ἀριθμησαμένη, καὶ προσενήνοχας σαυτήν, τῷ οὐρανίῳ νυμφίῳ Πάνσεμνε, ἀθλήσασα στερρότατα, καὶ τὴν ὀφρὺν τοῦ ἀλάστορος, ἀνδρικῶς συμπατήσασα, ἀθλητῶν τὸ ἀγλάϊσμα.

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ ΔΕΗΡΑ ....

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾶ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοῖς πολεμηθεῖσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμὰς ὑποσκελίσαντες. Σῶν λόγων φωτί, τῶν Γαζαίων τὸ βαρὺ σκότος ἠλάθη· ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐν πρώτοις τῶν σῶν, ἐκοινώνησε καλῶν Γαζαίων πόλις· αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρεπόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Φιλήσας Χριστόν, τὸν φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τῇ φιλίᾳ τοῦ ἀλάστορος, μεμισημένους τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΚΛΗΜΑ, ΤΗΣ ΑΜΠΕΛΟΥ ΤΗΣ ΖΩΗΣ

Κλῆμα, τῆς ἀμπέλου τῆς ζωῆς, ἔνδοξε Φιλῆμον ὑπάρχων, οἶνον ἀπέσταξας, θείας ἐπιγνώσεως, ταῖς ἐν ὀδύνῃ ψυχαῖς, καὶ καρδίας ἐπεύφρανας, τὰς σκυθρωπαζούσας, πλάνης ἀμαυρότητι, περικειμένας τε, ζόφῳ τῆς εἰδωλομανίας· ὅθεν γηθοσύνως τὴν μνήμην, σοῦ τὴν θεαυγῆ πανηγυρίζομεν. Πόλις, τῶν Γαζαίων σε τιμᾷ, φῶς τῆς ἐπιγνώσεως Μάκαρ, διὰ σοῦ βλέψασα· ἡ Κολασσαέων δέ, τὸ θεῖον σῶμά σου, ὥσπερ ὄλβον κατέχουσα, τρυγᾷ τὰς ἰάσεις, καὶ τὴν ἀναβλύζουσαν, χάριν ἑκάστοτε· ὅθεν, ἐκτελεῖ σου τὴν μνήμην, περισῳζομένη κινδύνων, ἔνδοξε Φιλῆμον τῇ πρεσβείᾳ σου. Πίστει, σὺν Ἀπφίᾳ τῇ σεμνῇ, Ἄρχιππον σοφὸν Ἱεράρχην, ἀνευφημήσωμεν, μέλποντες Φιλήμονα, καὶ τὸν Ὀνήσιμον, ἱεροὺς θεοκήρυκας, σεπτοὺς διδασκάλους, πλάνην τὴν πολύθεον, τοὺς ἐκριζώσαντας, λόγῳ καὶ φυτεύσαντας πᾶσι, γνῶσιν ἀληθείας, καὶ τούτων, εὐσεβῶς τὴν μνήμην ἑορτάσωμεν.

ΙΣΧΥΣ ΤΑΠΕΙΝΩΝ

Ἰσχὺς ταπεινῶν, καὶ λυχνία φωτεινὴ καὶ θεία τράπεζα, ὄρος καὶ πύλη ἀδιόδευτος, θρόνος Θεοῦ καὶ παλάτιον, ῥάβδος Ἀαρὼν τε καὶ στάμνος, χρυσαυγίζουσα πέφυκας, Χριστὸν τὸ μάννα τῆς ζωῆς, Παρθένε φέρουσα.

...ΟΝΤΩΣ ΑΠΑΡΧΗΝ .... ΕΝ ΤΗ ΕΙΣΟΔΩ ΑΥΤΗΣ

Ὢ τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται, πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ φωτοδότου Χριστοῦ. Ὄντως ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης, ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ. Δεῦτε μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως, καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται, προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν, θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΗΜΟΝΟΣ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου. Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ, Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν. Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου. Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία, Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους. Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου. Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω, Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ. Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην, Καὶ Προκόπιος θρέμμα τῆς Πα...

ΟΜΙΛΙΑ ΓΕΡΟΝΤΟΣ ΙΩΣΗΦ

Εικόνα
ΠΗΓΗ  https://www.youtube.com/user/GREEKTV4E

ΕΚ ΤΟΥ ΚΥΡΙΟΥ ΛΑΒΟΝΤΕΣ

Ἐκ τοῦ Κυρίου λαβόντες, ἐπαγγελίας καρπόν, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Θεοῦ τὴν Μητέρα, εὐπρόσδεκτον θυσίαν, ἐν τῷ Ναῷ, προσενήνοχαν σήμερον, καὶ Ζαχαρίας, ὁ μέγας Ἀρχιερεύς, εὐλογήσας ὑπεδέξατο. Ἡ τῶν Ἁγίων Ἁγία, ἐν τοῖς Ἁγίοις οἰκεῖν, ἀξίως προσηνέχθη, ὡς θεόδεκτον θῦμα, καὶ ταύτης αἱ παρθένοι ταῖς ἀρεταῖς, ἐγκοσμούμεναι ἔμπροσθεν, λαμπαδουχοῦσαι προσέφερον τῷ Θεῷ, ὥσπερ σκεῦος ἱερώτατον. Ἐξανοιγέσθω ἡ πύλη, τοῦ θεοδόχου Ναοῦ· τὸν γὰρ ναὸν τοῦ πάντων, Βασιλέως καὶ θρόνον, σήμερον ἐν δόξῃ ἔνδον λαβών, Ἰωακεὶμ ἀνατίθεται, ἀφιερώσας Κυρίῳ τήν ἐξ αὐτοῦ, ἐκλεχθεῖσαν εἰς Μητέρα αὐτοῦ. Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· Τὴν γάρ πρὸ τόκου Παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς, σήμερον ἐν τῷ Ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβὼν σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβ...

ΗΓΙΑΣΕ ΤΟ ΣΚΗΝΩΜΑ

Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός... Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Αὕτη ἡ πύλη Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

ΑΚΟΥΕ ΚΟΡΗ ΠΑΡΘΕΝΕ ΑΓΝΗ

«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ...

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν. Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις. Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη. Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑ ΣΥΝΤΡΑΦΕΝΤΕΣ

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν· ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

ΧΟΡΕΥΣΩΜΕΝ ΦΙΛΕΟΡΤΟΙ

Χορεύσωμεν φιλέορτοι σήμερον, ὑμνήσωμεν τὴν ἄχραντον Δέσποιναν, Ἰωακεὶμ καὶ Ἄνναν, ἐπαξίως γεραίροντες. Προφήτευσον ὁ λέγων ἐν Πνεύματι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀπενεχθήσονταί σοι, εἰς Ναὸν τῇ Βασιλίδι Μητρί. Ἠγάλλοντο Ἀγγέλων τὰ τάγματα, ηὐφραίνοντο Δικαίων τὰ πνεύματα, ὅτε Θεοῦ ἡ Μήτηρ εἰς τὰ Ἅγια προσήγετο. Καὶ σώματι καὶ πνεύματι ἔχαιρε, σχολάζουσα Μαρία ἡ ἄμωμος, ἐν τῷ Ναῷ Κυρίου, ὥσπερ σκεῦος Ἱερώτατον. Λαμβάνουσα τροφὴν τὴν οὐράνιον, προέκοπτε σοφίᾳ καὶ χάριτι, ἡ γενομένη Μήτηρ, κατὰ σάρκα τοῦ Σωτῆρος Χριστοῦ. Εἰσέφερον Ναοῦ εἰς ἐνδότατον, οἱ σώφρονες Πατέρες σου Ἄχραντε, ἀνατραφῆναι ξένως, εἰς κατοίκησιν Χριστοῦ τοῦ Θεοῦ.

ΜΕΓΑΣ ΚΥΡΙΟΣ ΚΑΙ ΑΙΝΕΤΟΣ

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν.

ΑΚΟΥΕ ΚΟΡΗ ΠΑΡΘΕΝΕ ΑΓΝΗ

«Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ· διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ἄχραντον ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἔφησεν ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱκέτις Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ, Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι· διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν, Ὁ Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν οἴκῳ Θε...

Ο ΚΑΘΑΡΩΤΑΤΟΣ ΝΑΟΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΘΕΙΩΝ ΜΥΣΤΗΡΙΩΝ

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη, Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων. Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΑΚΡΥΩΝ ΠΡΟΣΧΥΣΕΣΙ

Δακρύων προσχύσεσι, τῆς ἁμαρτίας τὸ πῦρ κατέσβεσας, ἀπαθείας δὲ ὕδωρ, καὶ ἰαμάτων καθαρὰ νάματα, τοῖς μελῳδοῦσι πηγάζει Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Φλογίνῳ ἐν ἅρματι, σεπτῆς ἀγάπης καὶ τελειότητος, ἐπιβὰς πρὸς τὸ ὕψος, ἀνεκομίσθης ἐν ᾧ ἐκέκτησο, τὸ σὸν κραυγάζων θεόφρον πολίτευμα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Παθῶν κατεκοίμησας, τὰς τρικυμίας ἀγρύπνοις στάσεσι, κοιμηθεὶς δὲ τὸν ὕπνον, τὸν τοῖς ἁγίοις Πάτερ ἁρμόζοντα, πρὸς φῶς μετῆλθες κραυγάζων Γρηγόριε· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε. Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν. Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει. Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

ΑΓΙΟΥ ΠΡΟΚΛΟΥ ... ΣΩΜΑ ΚΑΙ ΝΟΥΝ

Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον. Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον. Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.

ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΥ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου. Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος, Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις. Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος. Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα, Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ. Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει, Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι. Θνῄσκουσιν ἄμφω Νιρ...

ΑΝΔΡΙΑΝΤΟΣ ΣΤΕΡΡΟΤΕΡΟΣ

Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε. Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι. Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.

ΔΟΧΕΙΟΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΛΑΜΠΡΟΝ

Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Εἷς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχῇ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδίᾳ λαμπρότητι. Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῷ Δεσπότῃ πάντων, Ἀβδιοὺ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.

ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ ΧΟΡΟΥ...

«Μετὰ Μαρτύρων χοροῦ, ὡς ἀήττητος Μάρτυς, κατηξίωσαι Χριστῷ, μεγαλοφώνως κραυγάζειν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Μετὰ λαμπάδων φαιδρῶς, εἰς τὸν θεῖον νυμφῶνα, εἰσελήλυθας Χριστῷ, Μεγαλομάρτυς κραυγάζων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Εὐτονωτέραν πυρός, δεξιὰν κεκτημένος, παραστάτης δεξιός, τῷ σῷ Δεσπότῃ κραυγάζεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΛΕΛΥΤΡΩΜΕΝΟΙ ΤΩ

Λελυτρωμένοι τῷ σῷ, Παρθένε τόκῳ μελῳδοῦμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ο ΕΝ ΚΑΜΙΝΩ ΠΥΡΟΣ

«Ὁ ἐν καμίνῳ πυρός, τοὺς ὑμνολόγους σώσας Παῖδας, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὑπερφυὴς ἀληθῶς, τῶν Προφητῶν τῶν σῶν ἡ δόξα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μετὰ Θεοῦ κατοικεῖν, ἠξιωμένος ἀναμέλπεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐν τοῖς Προφήταις τοῖς σοῖς, τὴν θείαν χάριν σου δεικνύεις· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΟΝ ΕΚ ΠΑΤΡΟΣ ΠΡΟ ΑΙΩΝΩΝ

«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας». Παρὰ Θεοῦ φωτισθέντες, οἱ Προφῆται προθεσπίζουσι, τῶν ἐσομένων τὴν γνῶσιν, θεοφρόνως ἀνακράζοντες· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας. 'Ὥσπερ πυρσὸς ἐν πελάγει, τοῖς ἐν σκότει μάκαρ ἔφανας, ταῖς θεϊκαῖς φρυκτωρίαις, Ἀβδιοὺ καταυγαζόμενος· Τὸν Χριστὸν κραυγάζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΦΩΤΟΦΟΡΟΝ ΠΑΛΑΤΙΟΝ

Φωτοφόρον παλάτιον, τοῦ Δεσπότου ὑπάρχουσα, καὶ φωτὸς νεφέλη θεοχαρίτωτε, τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος, νηδύος πανάμωμε, φωταγώγησον ἡμῶν, καὶ ψυχὴν καὶ διάνοιαν, καὶ τὰ σκάνδαλα, ἀφανίσασα πάντα τοῦ δολίου, τῇ πρεσβείᾳ σου Παρθένε, τὸν λογισμὸν ἡμῶν στήριξον. Διγαλάκης Ιάσων

ΣΕ ΤΗΝ ΠΡΟΣΤΑΣΙΑ

Σὲ τὴν πρσστασίαν τοῦ κόσμου, καὶ Θεομήτορα Παρθένον, πάσης τῆς ζωῆς μου προστάτιν, καὶ σωτηρίαν χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα, σῴζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΒΔΙΟΥ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΑΡΛΑΑΜ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού· καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού. Ἔφησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν, Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα. Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων, Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ. Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ, Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται. Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας, Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται. «Στρατεύομαί σοι σήμερον διὰ ξίφους», Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου. Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις, τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἡλιοδώρου, τ...

ΚΗΡΥΓΜΑ ΘΕΣΣΑΛΟΝΙΚΗΣ 18 ΝΟΕΜΒΡΙΟΥ 2012

Εικόνα

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Περιφανεῖς ἀγῶνας μέν, ἠγωνίσω Πανεύφημε, περιφανεστέραν δὲ πολλῷ τὴν εὔκλειαν, Χριστός, σοὶ δεδώρηται, καὶ δι' αἰῶνος μένουσαν, ἐν ἐπουρανίοις, σὲ σκηναῖς κατοικίσας, προθύμως μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ πρεσβεύων, τῶν σὲ ὑμνολογούντων, καὶ πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Παραλαβεῖν ἠξίωσαι, βασιλείαν ἀσάλευτον, διὰ τῆς οἰκείας ἐνεργούς σου πίστεως, ὡς σοὶ ἐπηγγείλατο, ὁ ἀψευδὴς διδόναι Θεός, ὑπὲρ οὗ τὸ σῶμα, καὶ πυρὶ καὶ βασάνοις, παρέδωκας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺ...

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν». Ἄγε δὴ τὸν θεοστεφῆ, φιλομάρτυρες ὑμνήσωμεν Μάρτυρα, τὸν ἐξαπλώσαντα τῆς εὐσεβείας αὐτοῦ τὰ κλήματα· τῆς γὰρ ἀμπέλου τῆς ζωῆς, φυτείᾳ γενόμενος, καρπόν προβάλλεται, κατανύξεως ἡμῖν οἶνον βρύοντα. Τίμιος ἔναντι Θεοῦ, τῶν Μαρτύρων καθορᾶται ὁ θάνατος· τῆς ἀϊδίου γὰρ καὶ ἀνωλέθρου γίνεται πρόξενος, παναληθέστατα ζωῆς, καὶ κλῆρον ἀθάνατον, καὶ δόξαν ἄφθαρτον, καὶ πλουσίαν χορηγεῖ τὴν ἀντίδοσιν. Ὅλην σου Μάρτυς τὴν ζωήν, τῷ Δεσπότῃ καὶ Θεῷ ἀφιέρωσας, καὶ ὡς εὐάρεστον ζῶσαν θυσίαν σαυτὸν προσήγαγες· διὸ τρυφῆς τῆς ὑπὲρ νοῦν, Πλάτων κατηξίωσαι, ἀλλὰ δυσώπησον, λυτρωθῆναι πειρασμῶν τοὺς ὑμνοῦντάς σε.

ΤΩΝ ΑΓΩΝΩΝ ΤΩ ΠΛΑΤΕΙ ΜΑΡΤΥΣ ΣΟΦΕ

Τῶν ἀγώνων τῷ πλάτει Μάρτυς σοφέ, πλατυνόμενον πίστει πανευκλεῶς, ἐχθροῦ ἀπεστένωσας, μηχανὰς καὶ ἠφάνισας, καὶ καλῶς τελέσας, τὸν δρόμον τὸν ἔνθεον, Παραδείσου πλάτος, γηθόμενος ἔφθασας· ὅθεν Ἐκκλησία, πλατυσμῷ εὐσεβείας, ἀστράπτουσα σήμερον, ἑορτάζει τὴν μνήμην σου, καὶ βοᾷ σοι Μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΤΩΝ ΕΛΛΗΝΩΝ ΛΙΠΩΝ ΑΠΑΣΑΝ ΤΗΝ ΜΑΤΑΙΟΤΗΤΑ

Τῶν Ἑλλήνων λιπὼν ἅπασαν τὴν ματαιότητα, τῶν Χριστοῦ Μαθητῶν τὰ ψυχωφελῆ διδάγματα ἠγάπησε λίαν Πλάτων ὁ θεόφρων. Διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, καὶ ἄγκυρα πίστεως ἐν τῇ πατρίδι, ἧς καὶ ἡ κλῆσις σαφῶς Ἄγκυρα ὑπάρχει. Καλῶς γὰρ τοῦτον ἐκθρεψαμένη, βεβαίαν σκέπην κατ' ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμὸν ἐν πολέμοις εὑρίσκει, καθ' ἑκάστην ἐκβοῶσα πρὸς αὐτόν· Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Νομίμως ἀθλήσαντα, καὶ τοὺς ἐχθρούς σου καταπατήσαντα, τῷ τῆς νίκης στεφάνῳ, ὁ ἀθλοθέτης σε ἐστεφάνωσε, μεγαλοφώνως βοῶντα καὶ λέγοντα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μετέστης γηθόμενος, πρὸς τὸν ἀεὶ σοι πάλαι ποθούμενον, οὗ τὸ ἄχραντον πάθος τὸ σωτηρίας ἀνθρώποις αἴτιον, γεγενημένον μιμούμενος ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐξέστησαν ἅπασαι, τὴν καρτερίαν τῆς σῆς ἀθλήσεως, οὐρανῶν αἱ Δυνάμεις, καὶ τῶν ἀνθρώπων οἱ τότε βλέποντες· ὑπερφυῶς γὰρ ἐβόας τεμνόμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν ᾄσμα τῷ Θεῷ ἀναμέλποντα». Τῆς αἰωνίου βασιλείας Ἔνδοξε, τὸ καθαρώτατον, χοροβατῶν πλάτος, ἀπὸ πάσης θλίψεως, καὶ πειρασμῶν στενώσεως, τοὺς ὑμνοῦντάς σε σῶσον, ἀνεπιστρόφως ὁδεύοντας, τὴν πρὸς οὐρανὸν τρίβον φέρουσαν. Ὠχυρωμένος εὐσεβείας πρόβολος, καὶ πύργος ἄσειστος, ἀναδειχθεὶς Πλάτων, πᾶσαν ἀγριότητα, τῶν πειρασμῶν ὑπέμεινας, καὶ τὰς τῶν ἀλγηδόνων, στενοχωρίας ὑπήνεγκας, θείᾳ πλατυνόμενος χάριτι. Νεανικὴν ἐπιδεικνὺς τὴν ἔνστασιν, τὸ τῆς νεκρώσεως, καὶ τῆς φθορᾶς πάχος, διὰ τῆς ἀθλήσεως, ἀπετινάξω Πάνσοφε, καὶ τὸν τῆς ἀφθαρσίας, χιτῶνα περιβαλλόμενος, χαίρων τῷ Δεσπότῃ παρίστασαι.

ΠΛΑΤΩΝΟΣ ΚΑΙ ΡΩΜΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος. Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων, Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος. Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ. Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει. Σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, Π ο ῖ ο ν δ ε ῖ σ έ β ε ι ν Θεόν, καὶ εἰπόν, Τ ὸ ν Χ ρ ι σ τ ό ν, ξίφει τελειοῦται. Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει, τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου. Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση· Ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους. Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν, Καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θε...

ΤΙ ΣΕ ΝΥΝ ΚΑΛΕΣΩ ΓΡΗΓΟΡΙΕ....

Τὶ σε νῦν καλέσω Γρηγόριε; πρακτικόν, ὅτι τὰ πάθη, καθυπέταξας τῷ νῷ· θεωρόν, ὅτι ἐδρέψω, τῆς σοφίας τὸν καρπόν· ἐνθέου, ὀπτασίας ἀξιούμενον, καὶ δόγματα, οὐράνια μυούμενον, ἱερουργὸν ἱερώτατον, θαυματουργὸν ὑπερθαύμαστον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ προσαγορεύσω σε Ὅσιε; ὁδηγὸν τῶν πλανωμένων, καὶ νοσούντων ἰατρόν, χορηγὸν τῶν πρὸς τὴν χρείαν, τοῖς αἰτοῦσι δαψιλῆ, διώκτην, τῶν δαιμόνων ἰσχυρότατον, ἀλείπτην, τοῦ Μαρτύρων ἀγωνίσματος, προφητικῶς διαλάμποντα, χαρίσμασιν ἀξιάγαστε, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε νῦν προσείπω Γρηγόριε; καθαιρέτην τῆς ἀθέου, δυσσεβείας κρατερόν, ὁριστὴν τῆς εὐσεβείας, καὶ διδάσκαλον ἐθνῶν, εἰρήνης, βραβευτὴν ἀκαταμάχητον, πολέμων, καταλύτην ἀκαθαίρετον, ἐν ὄρεσι διαιτώμενον, καὶ βλέποντα τὰ ἐν πόλεσιν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἰς βάθος θεωρίας ὑπελθὼν πανσόφως, Ἱεράρχα Χριστοῦ, τὴν θείαν ἐμυήθης τῆς Τριάδος φανέρωσιν, καὶ πνεύματι προσβλέπων ἀκλινῶς, Χριστὸν τὸν Θεὸν ἡμῶν, τῶν θαυμάτων ἄβυσσον πηγάζεις ἡμῖν, τὴν...

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἀρίστης πολιτείας λάμψας φωτί, νῦν φωτὶ τῷ μεγάλῳ παρέστηκας, θεουργικαῖς, θαυματοποιΐαις ὡς νικητής, κατεστεμμένος Ὅσιε, Πάτερ, Ἱεράρχα θαυματουργέ, Γρηγόριε θεόφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα. Ἰθύνεσθαι δυσώπει σαῖς προσευχαῖς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργέ, καὶ τοὺς πιστῶς τὴν μνήμην σου, νῦν ἐπιτελοῦντας ἐπιτυχεῖν, τῆς ἄνω βασιλείας, Γρηγόριε θεόφρον, ἀξιωθῆναι καθικέτευε. Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, καὶ ἱερεύς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβεβλημένος θαυματουργέ, παρίστασαι τῷ θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν παρρησίᾳ παμμακάριστε.

ΤΟΝ ΕΝ ΠΟΙΚΙΛΟΙΣ ΘΑΥΜΑΣΙΝ

Τὸν ἐν ποικίλοις θαύμασιν, Ἱεράρχην, ἀναφανέντα δόκιμον ἐν τῷ κόσμῳ, θείαις εὐφημήσωμεν μελῳδίαις, Γρηγόριον φιλέορτοι, ὅπως ταῖς τούτου πρεσβείαις, λάβωμεν λύσιν πταισμάτων.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἀστράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἰάματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ. Ὁ Γρηγόριος, θαυματουργῶν καὶ πάλαι, Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον. Ἑβδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου. Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν Λόγε, Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος. Ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται. Ἔχεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν. Ἔχεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελ...

ΑΠΟΣΤΟΛΕ ΑΓΙΕ, ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΑ ΜΑΤΘΑΙΕ

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ο ΕΜΒΑΤΕΥΩΝ ΚΑΡΔΙΑΣ

Ὁ ἐμβατεύων καρδίας τῶν ἀνθρώπων, ὅτε σου τὴν ἔνθεον γνώμην Ἀπόστολε, θείᾳ προγνώσει ἑώρακε, καὶ ἐκ τοῦ κόσμου, τῆς ἀδικίας σὲ ἐλυτρώσατο, τότε σε παγκόσμιον, φῶς ἀπειργάσατο, τῆς οἰκουμένης τὰ πέρατα, καταφωτίζειν, καὶ διαλάμπειν ἐγκελευσάμενος, οὗ καὶ τὸ θεῖον Εὐαγγέλιον, ἠξιώθης σαφῶς ἀναγράψασθαι· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ ἐκ τελώνου κληθεὶς εἰς μαθητείαν, ὅτε σε ὁ ἄναρχος Λόγος ἐφώνησεν, ἀκολουθεῖν προτρεπόμενος, καὶ κοινωνίαν, τῆς βασιλείας ἐπαγγειλάμενος, τότε Παμμακάριστε, πάντα ἀφέμενος, καὶ ταραχώδους συγχύσεως, ἀναχωρήσας, αὐτῷ συντόνως ἐπηκολούθησας· καὶ νῦν Θεόπτα ἐμφορούμενος, τῆς ἀφράστου αὐτοῦ θεωρίας τρανῶς, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Προφητική τις σαφῶς ὀξυδερκία, πάλαι μὲν σε Ἅγιον, λίθον τεθέαται, ἐπὶ τῆς γῆς κυλιόμενον, καὶ τῆς ἀπάτης, τὰς ἑλεπόλεις καταλεαίνοντα· ὁ Λόγος δὲ πάνσοφε, ὁ ἐνυπόστατος, φῶς σε τοῦ κόσμου καὶ κήρυκα, δικαιοσύνης, καὶ ἀληθείας ἀποτετέλεκε, λελαμπρυσμένον ταῖς λαμπρότησι, τοῦ τρισηλίου φωτὸς Π...

ΤΟΥ ΤΕΛΩΝΕΙΟΥ ΤΟΝ ΖΥΓΟΝ....

Τοῦ τελωνείου τὸν ζυγόν, ἀπορρίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀπορρήτων.

ΠΑΡΘΕΝΟΝ ΤΕΚΟΥΣΑ ΑΝΑΓΡΑΦΩΝ

Παρθένον τεκοῦσαν ἀναγράφων, εὐαγγελίζεταί σε, τὸν τὰ σύμπαντα πεποιηκότα, ἄνευ σπορᾶς καὶ φθορᾶς Πανάμωμε, ὁ Ματθαῖος ὁ πανάριστος.

Η ΤΟΥ ΕΧΘΡΟΥ ΜΕ ΤΥΡΑΝΝΙΣ

Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.

ΗΛΘΟΝ ΕΙΣ ΤΑ ΒΑΘΗ

Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. «Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις». Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου. Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΡΧΗ ΝΗΣΤΕΙΑΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Η νηστεία των Χριστουγέννων αρχίζει από σήμερα 15 Νοεμβρίου και τελειώνει στις 24 Δεκεμβρίου. Κατά την νηστεία αυτή τρώμε ψάρι μόνο Σαββατοκύριακο. Ψάρι καταλύουμε επίσης και κατά την εορτή των Εισοδίων της Θεοτόκου, οποιαδήποτε ημέρα κι αν πέσει. Επιπροσθέτως, λάδι καταλύουμε μόνο Τρίτη, Πέμπτη και τα Σαββατοκύριακα. Από την 18η Δεκεμβρίου δηλαδή του Αγίου Μοδέστου, μέχρι και την 24η Δεκεμβρίου δεν επιτρέπεται η κατάλυση οίνου και ελαίου καμμία ημέρα. Επίσης, με ξηροφαγία θα πρέπει να νηστεύουμε την πρώτη ημέρα της νηστείας (15η Νοεμβρίου), καθώς και την παραμονή της εορτής, εκτός εάν πέσουν Σάββατο η Κυριακή.

ΑΒΙΒΟΣ Ο ΠΑΝΣΟΦΟΣ

Ἄβιβος ὁ πάνσοφος, καὶ Σαμωνᾶς ὁ θαυμάσιος, καὶ Γουρίας ὁ ἔνδοξος, κοινὴν συστησάμενοι, τοῖς πιστοῖς χορείαν, ἐν ἀγαλλιάσει, νῦν συγχορεύουσιν ἡμῖν, οἱ Ἀθλοφόροι καὶ συνευφραίνονται· ψυχαῖς ταῖς τῶν Μαρτύρων γάρ, παρὰ Θεοῦ τοῦτο δέδοται, τὰ ἐνταῦθα γινόμενα, νοερῶς ἐνοπτρίζεσθαι. Πόνους ὑπομείναντες, τῶν ἀφορήτων κολάσεων, καὶ γενναίως ἀθλήσαντες, Τριάδος ἰσάριθμοι, Σαμωνᾶ Γουρία, καὶ' Ἄβιβε μάκαρ, τῆς αἰωνίου καὶ τερπνῆς, κατατρυφᾶτε νῦν ἀπολαύσεως, καμάτων τὴν ἀντίδοσιν, ἀντιμετροῦντος ὑμῖν Χριστοῦ, ὃν θερμῶς ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μονάδα τρισάριθμον, ὁμολογήσαντες Ἅγιοι, τῶν Ἑλλήνων ἐλύσατε, πολύθεον φρόνημα, καὶ μωρὰν σοφίαν, τῇ νομιζομένῃ, μωρίᾳ εἶναι παρ' αὐτοῖς, Σταυροῦ δυνάμει μακαριώτατοι, ὑφ' οὗ ἐνδυναμούμενοι, τὰς χαλεπὰς τῶν κολάσεων, ὑπεμείνατε μάστιγας, θαρσαλέῳ φρονήματι. Ὅρμον πρὸς ἀκύμαντον, καὶ πρὸς ζωὴν ἀστασίαστον, καὶ λιμένα πανεύδιον, Ἀθλοφόροι Μάρτυρες, προσκεχωρηκότες, τὸ διαιωνίζον, τῆς ἀπαθοῦς διαμονῆς, καὶ διαρκούσης νῦν ...

ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΑΒΡΑΜΙΑΙΟΙ

«Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε». Ἀβραμιαίους ἐν τῇ καμίνῳ ὁ ῥυσάμενος, οὗτος καὶ τὴν ξένην κόρην τῆς χαλεπῆς, περιστάσεως διέσωσε, τῇ μεσιτείᾳ νῦν, τῶν αὐτοῦ θεραπόντων ὡς εὔσπλαγχνος. Ἰταμωτάτης, ἀπανθρωπίας δίκην ἔδωκε, πάντων τῶν κακῶν ἀθρόως ἀπαιτηθείς, ὁ ἀλάστωρ καὶ δυσώνυμος, κρίσει δικαίᾳ σου, Λόγε Θεοῦ σοφία καὶ δύναμις. Νενευρωμένη, τῇ πρὸς ὑμᾶς ἐλπίδι Ἔνδοξοι, κόρη καθειργμένη τάφῳ μετὰ νεκρῶν, προσδοκίας οὐ διήμαρτεν· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶσα καὶ Κύριος.

ΕΞ ΥΨΟΥΣ ΣΟΦΟΙ

Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι·διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

ΤΗΣ ΤΟΥ ΕΧΘΡΟΥ ΔΟΥΛΕΙΑΣ

Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΩΝ ΓΟΥΡΙΑ ΣΑΜΩΝΑ ΚΑΙ ΑΒΙΒΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν, Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος. Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου. Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην, Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς. Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις, Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου. Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου, Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΜΑΘΗΤΗΣ ΚΑΙ ΦΙΛΟΣ ΣΟΥ

Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεὸν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος, ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.

ΡΕΙΘΡΑ ΛΟΓΟΥ ΠΑΡΑΣΧΟΥ ΜΟΙ ΚΥΡΙΕ

Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.

ΝΟΜΩΝ ΠΑΤΡΩΩΝ ΟΙ ΜΑΚΑΡΙΣΤΟΙ

«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τ...

ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΥΔΡΑΣ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, καὶ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΛΛΟΝ ΗΜΙΝ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΜΟΤΡΟΠΟΝ

Ἄλλον ἡμῖν, τῶν Ἀποστόλων ὁμότροπον, ὁ προνοίᾳ, πάντων προμηθούμενος, ὡς ἀγαθὸς δέδωκε Χριστός, σὲ τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ θεῖον ὑποφήτην, μυστηρίων τῶν ἄνω, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Τὸν χρυσαυγῆ, καὶ χρυσολόγον τιμήσωμεν, Ἰωάννην, πάντας τὸν χρυσώσαντα, χρυσοειδέσι μαρμαρυγαῖς, τῆς διδασκαλίας, καὶ κόσμον γλώσσῃ φαιδρύναντα, χρυσίου λαμπροτέρᾳ, καὶ φωτὸς πληρεστάτῃ, ἐκβρυούσῃ τὴν χάριν τὴν ἔνθεον. Ὅλος Θεοῦ, γέγονας κατοικητήριον, ὅλος ὤφθης, ὄργανον τοῦ Πνεύματος, ἀναφωνοῦν, πάσης ἀρετῆς, θεόπνευστον μέλος, καὶ σωτηρίας ὑπόθεσιν, καὶ κάλλος ὑποφαῖνον, οὐρανῶν βασιλείας, Ἰωάννη παμμάκαρ Χρυσόστομε. Σὺ τοῦ Θεοῦ, τὴν εὐσπλαγχνίαν ἐκήρυξας, μετανοίας, τρόπους ἐκτιθέμενος· καὶ τῶν κακῶν τὴν ἀποφυγήν, ἄριστα διδάσκων, παμμάκαρ καὶ τελεώτατα· καὶ ἔργων τῶν ἀρίστων, παραινέσεις ὑφαίνων, πανσέβάσμιε Πάτερ Χρυσόστομε.

ΤΩ ΤΩΝ ΟΛΩΝ ΠΟΙΗΤΗ ΚΛΙΝΩ ΤΟ ΓΟΝΥ

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ ΕΔΕΞΩ

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα, Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα. Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη. Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.

ΡΗΓΝΥΝΤΑ ΠΡΟΣΠΑΘΕΙΑΣ

Ῥηγνὺντα προσπαθείας τῆς κοσμικῆς, τὰ δεσμὰ καὶ Θεῷ συγγινόμενον, σὲ καθορῶν, Πάτερ ὁ ἀλάστωρ βαρβαρικάς, σοὶ τρικυμίας ἤγειρε, λύειν σου νομίζων τὸ σταθηρόν, τῇ θείᾳ δὲ προνοίᾳ, τὰς τούτου διεκρούσω, μηχανουργίας παναοίδιμε. Πλουσίαις διαλάμπων μαρμαρυγαῖς, διδαχαῖς πολυτρόποις ἐλάμπρυνας, τῶν εὐσεβῶς, πίστει προσιόντων σοι τὰς ψυχάς, καὶ γὰρ κρατῆρι πάνσοφε, Νεῖλε τῆς σοφίας τῷ καθαρῷ, τὰ χείλη προσπελάσας, ἑξήντλησας ἀφθόνως, καὶ τοῖς ποθοῦσι μεταδέδωκας. Ἱέρευσας προθύμως Πάτερ σαυτόν, μυστικῶς ὡς ἀμώμητον σφάγιον, τῷ Πλαστουργῷ, τοῦτον ἀγαπήσας εἰλικρινῶς, οὗ νῦν τῷ θρόνῳ πάνσοφε, Νεῖλε παριστάμενος ἐκτενῶς, δυσώπει τοὺς ἐν πίστει, τελοῦντάς σου τὴν μνήμην, ἐπιτυχεῖν σου τῆς λαμπρότητος.

ΑΡΕΤΗΣ ΑΝΤΕΙΧΟΥ ΤΗΣ ΤΕΛΕΙΑΣ

Ἀρετῆς ἀντείχου τῆς τελείας, ἀγαθῶν τὸ πρῶτον ἀγαπήσας, καὶ ταῖς αὐτοῦ νῦν ἀστραπαῖς, λαμπόμενος κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Γνωστικὴν πλουτήσας ἐπιστήμην, πρακτικῆς ἐπέβης εὐδοξίας, τῆς χάριτος μαρμαρυγάς, ἐκπέμπων τοῖς βοῶσι· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας. Κοσμικοὺς θορύβους ἀποδράσας, ἡσυχίας ὅρμῳ προσωρμίσθης, καὶ τῶν παθῶν τὰς προσβολάς, ἐνέκρωσας κραυγάζων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Ἔργοις τοὺς λόγους τοῦ Σωτῆρος, ἐβεβαίωσας καὶ μακαριζομένων, συνετάγης χορῷ, ὑπάρξας ἐλεήμων, καὶ καθαρὸς τῷ πνεύματι, Ἰωάννη θεοφόρε. Μέλιτος γεῦσις ἡδυτάτη, μετενήνεκται εἰς δόκιμον χρυσὸν σοι· τῇ πλουσίᾳ σου γάρ, προσέχων προαιρέσει, ὁ Ποιητὴς πλουσίας σοι, χορηγεῖ τὰς ἀντιδόσεις. Φέγγει Τριάδος ἀνεσπέρου, λαμπρυνόμενος θεράπων τῆς Τριάδος, τους τιμῶντάς σε νῦν , φωτίζεις μελῳδοῦντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος. Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας, Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει! ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ. Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν. Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας. Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε. Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά. Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι, Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης. Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος, Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ ...

ΠΑΤΕΡ ΑΛΗΘΩΣ ΦΕΡΩΝΥΜΕ

Πάτερ ἀληθῶς φερώνυμε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι Θεόδωρε, καὶ πλεονάσας μάκαρ τὸ τάλαντον, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον καλούσης σε, τοῦ νυμφῶνος, ἔνθα νῦν , περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἐμφανιζόμενος. Πάτερ Πατέρων Θεόδωρε, σὺ Μοναζόντων πληθύν, τῷ Χριστῷ προσενήνοχας, σωτηρίας αἴτιος, γεγονὼς χριστομίμητος, διδασκαλίαις ἀγλαϊζόμενος, καὶ προστασίαις ψυχῶν κοσμούμενος, στόμα δεικνύμενος, τοῦ Κυρίου πάνσοφε, προφητικῶς, ᾧ νῦν παριστάμενος, ἡμῶν μνημόνευε. Χάρις δαψιλὴς τοῦ Πνεύματος, ἱερομύστα σαφῶς, ἐξεχύθη σοῖς χείλεσι, καὶ πηγὴν ἀνέβλυσε, διδαγμάτων Θεόδωρε, τῆς εὐσεβείας δείξασα πρόμαχον, τῆς ἀληθείας σφοδρὸν συνήγορον, στῦλον ἑδραίωμα, ὀρθοδόξου πίστεως, μοναδικοῦ, βίου ἀκριβέστατον, κανόνα πάνσοφε.

ΠΑΘΟΣ ΜΗΝΑ ΕΚΜΙΜΟΥΜΕΝΟΣ

Πάθος Μηνᾶ ἐκμιμούμενος, τοῦ ἀπαθοῦς σεαυτόν, ὡς ἀρνίον παρέδωκας, πρὸς σφαγὴν ἑκούσιον, Ἀθλοφόρε πανεύφημε· θυμὸν ἀρχόντων οὐκ ἐδειλίασας· σαρκὸς αἰκίσεις οὐ κατενάρκησας· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ὧν πρὸς γῆν, Μάρτυς καταβέβληκας, τὸν ὑπερήφανον. Μάστιξι καταξαινόμενος, καὶ ἐπὶ ξύλου ὡς πρίν, ὁ Δεσπότης τεινόμενος, καὶ σιδήρῳ πάντοθεν, τὰς πλευρὰς δαπανώμενος, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα, πρός τοῦτο ἔχων ψυχῆς τὰ ὄμματα, ᾧ συντονώτατα, ἀτενίζων Ἅγιε, τὰ τῆς σαρκός, ἔφερες ἐπίπονα, Μηνᾶ μακάριε. Μάρτυς Μηνᾶ παναοίδιμε, σὺ τὴν τοῦ κόσμου ἀχλύν, καὶ στρατείαν ἐπίκηρον, καὶ εἰδώλων σκότωσιν, ἀσεβῶν τε συνέδρια, τῇ ἀγαπήσει Χριστοῦ κατέλιπες, στρατολογίᾳ συναριθμούμενος, τῶν ἐκλεκτῶν αὐτοῦ· ὅθεν καὶ ἀήττητος, παναληθῶς, Μάρτυς ἀνεδέδειξαι, ὑπὲρ αὐτοῦ ἐναθλῶν.

ΥΠΕΡ ΤΩΝ ΘΕΙΩΝ ΕΙΚΟΝΩΝ...

Ὑπὲρ τῶν θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.

ΤΟΥΣ ΟΥΡΑΝΟΥΣ ΑΣΤΕΡΕΣ, ΚΑΤΑΚΟΣΜΟΥΣΙΝ ΟΙΚΤΙΡΜΟΝ

Τοὺς οὐρανοὺς ἀστέρες, κατακοσμοῦσιν Οἰκτίρμον, τὴν ἐκκλησίαν Μηνᾶς δέ, Βίκτωρ, Βικέντιος κοσμεῖ, καὶ Στεφανίς, δι' ὧν σῶσον, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας.

ΜΕΓΑΛΗΣ ΠΡΟΞΕΝΟΣ ΗΜΙΝ

Μεγάλης πρόξενος ἡμῖν, ὑπάρχει θυμηδίας, ἡ μνήμη τῶν Μαρτύρων, κατὰ παθῶν ἀνδρείαν, καὶ ἀριστείαν κατ' ἐχθρῶν ἐπιδεικνυμένη, ἐν φαιδρᾷ καὶ προσηνεῖ ὁμολογίας χάριτι· Δεῦτε οὖν ἐν ταύτῃ, φιλέορτοι πάντες εὐφρανθῶμεν, τῆς προσκαίρου εὐφροσύνης τὴν κρείτονα καὶ τελεωτέραν, Μηνᾶ τοῦ Ἀθλητοῦ τὴν μνήμην τελοῦντες, καὶ λαμβάνοντες παθῶν δῶρον τὴν λύσιν, τούτων δὲ δοτήρ, Χριστὸς ὁ Θεὸς ὑπάρχει, ὁ τῶν Μαρτύρων ἀκήρατος στέφανος.

ΡΟΑΙΣ ΣΟΥ ΤΩΝ ΔΑΚΡΥΩΝ

Ῥοαῖς σου τῶν δακρύων ὡς Ἀσκητής, καὶ πηγαῖς τῶν αἱμάτων ὡς Μάρτυς Χριστοῦ, ἐκλαμπρυνθείς, λάμπεις ἑκατέρωθεν τηλαυγῶς, δικαιοσύνην Ὅσιε, περιβεβλημένος ὡς ἱερεύς, τῶν θείων ἀνακτόρων, χορεύων ἐνδοτάτῳ, περὶ Θεὸν Πάτερ Θεόδωρε. Ἁγίως σου τὸν δρόμον διαδραμών, ἐν Ἁγίων ἁγίοις σκηνώμασι, νῦν κατοικεῖς, στέφος ἀφθαρσίας ἀπειληφώς, καὶ βασιλείας ἔνδυμα, μεγαλοπρεπές τε καὶ ἱερόν, ἐν οἷς ἠγλαϊσμένος, Θεόδωρε παρέστης, τῷ σῷ Δεσπότῃ ἀγαλλόμενος. Ἰδεῖν κατηξιώθης τῶν ἀγαθῶν, τὴν πηγὴν θεοφόρε Θεόδωρε, ὡς μετελθών, βίον ἐνθεώτατον ἀληθῶς, καὶ τῆς τοῦ κόσμου σχέσεως, διὰ πολιτείας εἰλικρινοῦς, τόν νοῦν ἐλευθερώσας, καὶ Μάρτυς στεφηφόρος, γεγενημένος ὤφθης ἄριστος. Ῥημάτων σου ὁ φθόγγος δῶρον Θεοῦ, ἐπὶ πάσας ἠκούσθη πανεύφημε, οἷα βροντή, τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὡς ποταμοὶ δὲ βρύουσι, τῶν σῶν διδαγμάτων αἱ διδαχαί, Θεόδωρε· διὸ σε, ὡς θεῖον θεηγόρον, νῦν ἐπαξίως μακαρίζομεν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΗΝΑ, ΒΙΚΤΩΡΟΣ ΚΑΙ ΒΙΚΕΝΤΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ. Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα. Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει. Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος. Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος, Πᾶσαν μακρὰν που καρδίας θεὶς δειλίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βικεντίου Διακόνου. Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει. Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς ἄνω τρέχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος. Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων, Τῶν Μαρτύρων ἤνθησεν ὡς φοίνιξ μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τοῦ Στουδίου. Πολλὰς ἀμοιβάς, Θεόδωρε Τρισμάκαρ, Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα. Τοῦ Ἁγίου καὶ μακαρίου Μαξί...

ΣΕ ΝΟΗΤΗΝ, ΘΕΟΤΟΚΕ ΚΑΜΙΝΟΝ, ΚΑΤΑΝΟΟΥΜΕΝ ΟΙ ΠΙΣΤΟΙ

«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Σὲ ἱερόν, οἰκονόμον Ἔραστε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς ἐν τῇ Ἱερουσαλήμ, γράφων ἀνεκήρυττε, Παῦλος ὁ Ἀπόστολος, μεθ' οὗ τιμῶντές σε ψάλλομεν· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Ὑπομονῇ, πειρασμῶν καὶ θλίψεων, καὶ διωγμῶν δοκιμασθείς, καὶ τοῖς στίγμασι τοῦ Χριστοῦ, ἐγκαλλωπιζόμενος, Ἔραστε πανόλβιε, μεγαλοφώνως ἐκραύγαζες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Νόμου καινοῦ, ἀνεδείχθης Κούαρτε, καταγγελεὺς τῆς παλαιᾶς, ἀνομίας προσαφιστῶν, τοὺς ἀλλοτριόφρονας, καὶ πρὸς ἀνακαίνισιν, ζωῆς μετάγων κραυγάζοντας· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΛΥΜΠΑ, ΡΟΔΙΩΝΟΣ, ΣΩΣΙΠΑΤΡΟΥ, ΤΕΡΤΙΟΥ, ΕΡΑΣΤΟΥ, ΚΟΥΑΡΤΟΥ & ΜΑΡΤΥΡΟΣ ΟΡΕΣΤΟΥ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου· καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου. Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις, Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας. Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου. Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων, Νικητικὰ βραβεῖα πολλὰ προσδόκα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου. Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος, Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ. Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον, Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας...

ΤΗΝ ΖΩΟΔΟΧΟΝ ΠΗΓΗΝ ΤΗΝ ΑΕΝΑΟΝ

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τὴν πάγχρυσον, τὸν ναὸν τὸν ἔμψυχον, τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον ἐν ὕμνοις τιμήσωμεν. Σωτηριώδη πηγὴν πολυχεύμονα, σὲ Θεοτόκε Παρθένε γινώσκομεν, τῆς ζωῆς πηγάζουσαν, ὕδωρ τὸ ἀθάνατον, καὶ τὰς καρδίας ποτίζουσαν πλουσίως, τῶν ὀρθοδόξως ὑμνούντων σε Δέσποινα. Ἱεροτύπως Μωσῆς σε προέγραψε, στάμνον, λυχνίαν καὶ βάτον καὶ τράπεζαν, κιβωτὸν κατάχρυσον, καὶ σκηνὴν θεότευκτον, ὧν τὰς ἐκβάσεις ἡμεῖς νῦν καθορῶντες, σὲ ἀληθῆ Θεοτόκον δοξάζομεν. Μετὰ σαρκὸς τὸν ἀσώματον τέξασα, ὃν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησε, Λόγον τὸν Ὑπέρθεον, Θεοτόκε Ἄχραντε, τῆς σωτηρίας ἡμῖν ὤφθης αἰτία, τοῖς μεγαλύνουσι Κόρη τὸν τόκον σου. Ὁλολαμπὲς ἀνεδείχθης παλάτιον, καὶ φωτοφόρος καθέδρα καὶ πάγχρυσος, τοῦ ἐν κόλποις Ἄχραντε, τοῦ Πατρὸς ὑπάρχοντος, Λόγου ἀφράστως ἐκ σοῦ σωματωθέντος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Ὑπερκειμένη ἁπάσης τῆς κτίσεως, τῆς ὁρατῆς καὶ ἀΰλου Πανάχραντε, ὤφθης σωματώσασα, τὸν π...

ΟΝΗΣΙΦΟΡΕ ΧΡΙΣΤΟΝ, ΤΟΝ ΘΕΟΝ ΩΜΟΛΟΓΗΣΑΣ

Μάρτυς Ἀθλητὰ μακάριε, Ὀνησιφόρε Χριστόν, τὸν Θεὸν ὡμολόγησας, ἐναθλῶν στερρότατα, ἀνομούντων πρὸ βήματος, πληγὰς μαστίγων, καὶ γὰρ ὑπήνεγκας, καὶ πυρακτώσεις, παντὸς τοῦ σώματος· ὅθεν στεφάνῳ σε, τῷ τῆς νίκης ἔστεψε, ζωαρχικῇ, ὁ ζωαρχικώτατος, χειρὶ πανεύφημε. Μάρτυς Ἀθλητὰ Πορφύριε, ταῖς τῶν αἱμάτων βαφαῖς, σεαυτῷ προσεπέχρωσας, πορφυρίδα χάριτι, καὶ δυνάμει τοῦ Πνεύματος, ἣν περ φορέσας, ὤφθης λαμπρότατος, συμβασιλεύων τῷ βασιλεύοντι, μόνῳ Θεῷ ἡμῶν, εἰς αἰῶνας Ἔνδοξε, ὃν ἐκτενῶς, πάντοτε ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς. Μάρτυρες ἀξιοθαυμαστοι, διὰ τὴν πάντων ζωήν, ἱερῶς θανατούμενοι, ἐπ' ἐσχάρας χαίροντες, φλογιζούσης ἡπλώθητε, καὶ προσδεθέντες, ἵπποις συρόμενοι, τὸ θεῖον τέλος, καθυπεδέξασθε· ὅθεν δοξάζεσθε, καὶ συμμακαρίζεσθε, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, Ἀειμακάριστοι.

ΟΡΘΟΔΟΞΙΑΣ ΤΟΝ ΑΣΤΕΡΑ

Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ. Δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος. Ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον τοῖς κραυγάζουσι· χαίροις Πάτερ Νεκτάριε. Διγαλάκης Ιάσων

ΑΝΘΡΩΠΟΣ ΟΥΡΑΝΟΦΡΩΝ

Ἄνθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμῳ, Νεκτάριε Χριστοῦ Ἱεράρχα· ζωὴν γὰρ ὁσίαν διελθών, ἀκέραιος ὅσιος καὶ θεόληπτος, ἐν πᾶσιν ἐχρημάτισας· ἐντεῦθεν παρ' ἡμῶν ἀκούεις. Χαῖρε δι' οὗ οἱ πιστοὶ ὑψοῦνται, χαῖρε δι' οὗ ἐχθροὶ θαμβοῦνται. Χαῖρε τῶν Ὁσίων Πατέρων ἐφάμιλλος, χαῖρε Ὀρθοδόξων ὁ θεῖος διδάσκαλος. Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς, χαῖρε βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς. Χαῖρε ὅτι ἀρτίως ἡμιλλήθης Ἁγίοις, χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης. Χαῖρε λαμπρὸν τῆς Πίστεως τρόπαιον, χαῖρε σεπτὸν τῆς χάριτος ὄργανον. Χαῖρε δι' οὗ Ἐκκλησία χορεύει, χαῖρε δι' οὗ νῆσος Αἴγινα χαίρει. Χαίροις Πάτερ Νεκτάριε. Διγαλάκης Ιάσων

ΤΗΣ ΣΑΡΚΟΣ ΤΑ ΣΚΙΡΤΗΜΑΤΑ

Τῆς σαρκὸς τὰ σκιρτήματα, διὰ πόνων ἀθλήσεως, ἐμφιλοσοφώτατα καθυπέταξας, καὶ τῷ Χριστῷ ἠκολούθησας, Ματρῶνα οἰκήσασα, Ἀσκητῶν πανευσεβῶν, μέσον κατασβεννύουσα, ὑπεκκαύματα, ἡδονῶν θείοις ὄμβροις τῶν δακρύων, καὶ σφοδρότερον τὸν πόθον, τὸν πρὸς τὸν Κτίστην ἐξάπτουσα. Ἱερὸν φροντιστήριον, εἰς πολλῶν περιποίησιν, τῷ Θεῷ ἀνήγειρας χρηματίσασα, ναὸς τοῦ Πνεύματος Πάνσοφε, ψυχῆς καθαρότητι, καὶ ὡδήγησας λαούς, πρὸς ἐπίπονα σκάμματα, τῆς ἀσκήσεως, καὶ προσήγαγες τούτους ὥσπερ προῖκα, σεσωσμένους τῷ Δεσπότῃ, μεθ' ὧν σε πίστει γεραίρομεν. Αἱ νεάνιδες ἔστερξαν, τὸν νυμφίον καὶ Κύριον, τῇ διδασκαλίᾳ σου πειθαρχήσασαι, καὶ τῆς σαρκὸς παρωσάμεναι, τὸ χαῦνον ἐν πνεύματι, προθυμίᾳ τῶν παθῶν, εὐσεβῶς κατεκράτησαν, καὶ εἰσήχθησαν, μετὰ σοῦ εἰς νυμφῶνα τοῦ Νυμφίου, τὸν οὐράνιον Ματρῶνα, διὰ παντὸς εὐφραινόμεναι.