ΣΕ ΝΟΗΤΗΝ, ΘΕΟΤΟΚΕ ΚΑΜΙΝΟΝ, ΚΑΤΑΝΟΟΥΜΕΝ ΟΙ ΠΙΣΤΟΙ

«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί, ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς ὁ ὑπερυψούμενος, ὅλον μὲ τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Σὲ ἱερόν, οἰκονόμον Ἔραστε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, τῆς ἐν τῇ Ἱερουσαλήμ, γράφων ἀνεκήρυττε, Παῦλος ὁ Ἀπόστολος, μεθ' οὗ τιμῶντές σε ψάλλομεν· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὑπομονῇ, πειρασμῶν καὶ θλίψεων, καὶ διωγμῶν δοκιμασθείς, καὶ τοῖς στίγμασι τοῦ Χριστοῦ, ἐγκαλλωπιζόμενος, Ἔραστε πανόλβιε, μεγαλοφώνως ἐκραύγαζες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Νόμου καινοῦ, ἀνεδείχθης Κούαρτε, καταγγελεὺς τῆς παλαιᾶς, ἀνομίας προσαφιστῶν, τοὺς ἀλλοτριόφρονας, καὶ πρὸς ἀνακαίνισιν, ζωῆς μετάγων κραυγάζοντας· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ