Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2016

ΩΣ ΑΚΑΤΑΠΛΗΚΤΟΝ ΤΟ ΣΟΝ

Ὡς ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοῦν θεοφόρε· καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ, τῶν παρθένων, βασάνους οὐκ ἔπτηξας, σὺν αὐταῖς τελειούμενος, ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης. Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας, πρὸς τὸν νυμφίον ἀφορᾶν, καὶ σαρκὸς καρτερεῖν τὰ ἐπίπονα, κραυγαζούσας τὰς Μάρτυρας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Μὴ ἀποκάμωμεν ἰδού, ἤνοικται τὸ στάδιον Κόραι· στῶμεν ἀνδρείως ὁ Χριστός, τοὺς στεφάνους προτείνει, τοῦ σώματος, ἑαυτῶν μὴ φεισώμεθα, ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

ΑΡΧΗ ΤΗΣ ΙΝΔΙΚΤΟΥ

Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους. Στίχοι Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου, Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ. Στίχοι Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη, Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου. Στίχοι Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν, Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν. Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ. Στίχοι Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι. Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ. Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι. Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν. Στίχοι Δισεικαρίθμοις παρθ...