Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2010

Ο ΔΙΑ ΣΤΥΛΟΥ ΠΥΡΟΣ ΚΑΙ ΝΕΦΕΛΗΣ

Ὁ διὰ στύλου πυρὸς καὶ νεφέλης, τὸν Ἰσραὴλ ὁδηγήσας Θεός, τὴν θάλασσαν διέρρηξεν, ἅρματα δὲ Φαραὼ ἐκάλυψεν. ᾌσωμεν ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται». Τῷ καλάμῳ τοῦ Εὐαγγελίου, ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνελθών, Ἀνδρέα πολυΰμνητε· σὺ ἐζώγρησας λαούς, ὡς ἐπηγγείλατο Χριστός, ὁ σαγηνεύειν διδάξας σε, ἀνθρώπους ὡς ἰχθύας ζωγρεῖν. Ὁ τῆς πίστεως στῦλος, ἡ ἕδρα τῶν ἀληθινῶν δογμάτων τοῦ Χριστοῦ, Ἀνδρέας ὁ θεόπνευστος, πάντα σήμερον καλεῖ, τῆς γῆς τὰ πέρατα, ἑορτὴν ἐτήσιον συστήσασθαι· συνέλθωμεν οὖν πάντες πιστοί. Τὸ θαλάσσιον κύτος, δικτύοις ἐρευνῶν, τῇ τέχνῃ ἁλιεύς, σαγήνῃ τῇ τοῦ Πνεύματος, ἔθνη, φῦλα καὶ λαούς, ζωγρεῖς ἐν Πνεύματι, καὶ τὸν ἄνω βυθὸν πολυθαύμαστε, σαφῶς ἀνακαλύπτεις ἡμῖν. Μυστοπόλε, αὐτόπτα καὶ ῥῆτορ, τῆς ἀπορρήτου γνώσεως Χριστοῦ, ὁ δεξάμενος ἄνωθεν Πνεῦμα Ἅγιον, λαλοῦν ἐν γλώσσαις καθήμενον, τῷ πυρὶ διαιροῦν τὰ χαρίσματα, ἱκέτευε σωθῆναι ἡμᾶς.

ΤΟΝ ΣΥΝΑΙΜΟΝΑ ΠΕΤΡΟΥ, ΚΑΙ ΧΡΙΣΤΟΥ ΜΑΘΗΤΗΝ, ΤΩΝ ΙΧΘΥΩΝ ΑΓΡΕΥΤΗΝ...

Τὸν συναίμονα Πέτρου, καὶ Χριστοῦ μαθητήν, τῶν ἰχθύων ἀγρευτήν, καὶ ἁλιέα τῶν ἀνθρώπων, ἐν ὕμνοις τιμήσωμεν, Ἀνδρέαν τὸν Ἀπόστολον· τοῦ γάρ, Ἰησοῦ τὰ διδάγματα, πάντας ἐξεπαίδευσε τοῖς δόγμασι, καὶ ὡς δέλεαρ ἰχθύσι, τὰς σάρκας τοῖς ἀνόμοις παρέδωκε, καὶ τούτους ἐσαγήνευσεν. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, παράσχου τῷ λαῷ σου εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΧΑΙΡΟΙΣ .... ΕΙΣ ΠΑΣΑΝ ΤΗΝ ΓΗΝ ...

Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ συναίμονι, βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλε...

ΩΔΗΝ ΕΠΙΝΙΚΙΟΝ, ΑΣΩΜΕΝ ΠΑΝΤΕΣ, ΘΕΩ ΤΩ ΠΟΙΗΣΑΝΤΙ...

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται. Ὡς μόνη τὸν ἄχρονον, Υἱὸν ἐν χρόνῳ, τεκοῦσα σαρκὶ ἁγνή, Παναγία ἄχραντε, πάντα τὰ χρόνια, τῆς παναθλίας μου ψυχῆς, πάθη θεράπευσον. Τὰ τραύματα Πάναγνε, τὰ τῆς ψυχῆς μου, καρδίας τὴν πώρωσιν, λογισμοῦ τὴν σκότωσιν, καὶ τοῦ νοὸς ἐκτροπάς, ἀφάνισον ὡς συμπαθής, ταῖς σαῖς δεήσεσιν. Τὸ φῶς ἡ κυήσασα, τὸν Λυτρωτήν μου, τοῦ σκότους με λύτρωσαι, καὶ βασάνων, Ἄχραντε, τῶν αἰωνίων ἐκεῖ, ὅπως σωζόμενος ὑμνῶ, τὰ μεγαλεῖά σου. Νοός μου Πανάμωμε, τὰς ἀμαυρώσεις, φωτί σου ἀπέλασον, ἡ τὸ φῶς κυήσασα, καὶ δώρησαί μοι ἀγαθή, τὸ φῶς προσβλέψαι τὸ ἐκ σοῦ, ἐξανατεῖλαν ἡμῖν.

ΤΑΣ ΧΕΙΡΑΣ ΣΟΥ ΣΕΜΝΗ...

Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σόν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.

Ο ΠΡΩΤΟΚΛΗΤΟΣ ΜΑΘΗΤΗΣ, ΚΑΙ ΜΙΜΗΤΗΣ ΤΟΥ ΠΑΘΟΥΣ....

Ὁ Πρωτόκλητος Μαθητής, καὶ μιμητὴς τοῦ πάθους, συμμορφούμενός σοι Κύριε, Ἀνδρέας ὁ Ἀπόστολος, τοὺς ἐν βυθῷ τῆς ἀγνοίας πλανωμένους ποτέ, τῷ ἀγκίστρῳ τοῦ Σταυροῦ σου ἀνελκύσας, προσήγαγέ σοι, ταῖς πρεσβείαις αὐτοῦ Ὑπεράγαθε, τὴν ζωὴν ἡμῶν εἰρήνευσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ὑμνήσωμεν οἱ Πιστοί, Πέτρου τὸν σύγγονον, Ἀνδρέαν τὸν Χριστοῦ μαθητήν· οὗτος γὰρ τὴν θάλασσαν, δικτύοις ἐρευνήσας ποτέ, ἰχθύας ἐζώγρησε, νῦν δὲ τὴν οἰκουμένην, τῷ καλάμῳ σαγηνεύει τοῦ Σταυροῦ, καὶ τὰ ἔθνη ἐκ πλάνης ἐπιστρέφει τῷ Βαπτίσματι, καὶ Χριστῷ παριστάμενος, αἰτεῖται τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Τὸ πῦρ τὸ νοερὸν τὸ φωτίζον διανοίας, καὶ φλογίζον ἁμαρτίας, ἔνδον λαβὼν ἐν καρδίᾳ, ὁ Ἀπόστολος Χριστοῦ καὶ μαθητής, λάμπει μὲν ταῖς μυστικαῖς ἀκτῖσι τῶν διδαχῶν, ἐν ταῖς τῶν ἐθνῶν ἀφωτίστοις καρδίαις· φλέγει δὲ πάλιν, τὰς φρυγανώδεις τῶν ἀσεβῶν μυθουργίας· τὸ πῦρ γὰρ τοῦ Πνεύματος, τοιαύτην ἔχει τὴν ἐνέργειαν· Ὢ θαῦμα ξένον καὶ φοβερόν! ἡ πηλώδης γλῶσσα, ἡ πηλίνη φύσις, τὸ σῶμα τὸ χο...

ΠΡΟΣΕΔΡΑΜΕΣ ΔΙΨΕΙ ΟΥ ΚΛΗΘΕΙΣ, ΑΝΔΡΕΑ, ΑΛΛ' ΑΥΘΑΙΡΕΤΟΣ, ΤΗ ΤΗΣ ΖΩΗΣ

Προσέδραμες δίψει οὐ κληθείς, Ἀνδρέα, ἀλλ' αὐθαίρετος, τῇ τῆς ζωῆς πηγῇ ὥσπερ ἔλαφος, καὶ πᾶσι ταύτην εὑρὼν ἐκήρυξας, καὶ πιὼν ἐπότισας, ἀφθαρσίας νάματα, κεκμηκότα τῇ δίψει τὰ πέρατα. Ἐπέγνως τῆς φύσεως θεσμούς, Ἀνδρέα ἀξιάγαστε, καὶ κοινωνὸν τὸν σύγγονον εἴληφας, βοῶν· Εὑρήκαμεν τὸν ποθούμενον, καὶ ὁδοποιήσαντι, τῆς σαρκὸς τὴν γέννησιν, καθηγήσω τὴν γνῶσιν τοῦ Πνεύματος. Σαγήνῃ τοῦ λόγου ἐκ βυθοῦ, ἀπάτης ἐσαγήνευσας, τοὺς λογικοὺς ἰχθύας Ἀπόστολε, καὶ τῇ τραπέζῃ Χριστοῦ ὀψώνιον, καθαρὸν προσήγαγες, λαμπρυνθέντας χάριτι, τοῦ φανέντος σαρκὸς ὁμοιώματι.

ΩΣ ΘΕΙΟΝ ΜΑΘΗΤΗΝ....

Ὡς θεῖον Μαθητήν, καὶ Πρωτόκλητον πάντων, Χριστοῦ τῶν Μαθητῶν, εὐφημοῦμέν σε πόθῳ, Ἀνδρέα Ἀπόστολε, καὶ πιστῶς ἐκβοῶμέν σοι· ῥῦσαι ποίμνην σου, ἣν ἐκ Θεοῦ ἐπιστεύθης, πάσης θλίψεως, καὶ ἀναγκῶν καὶ σκανδάλων, καὶ πάσης κακώσεως.

ΛΟΓΩ ΚΑΛΟΥΝΤΙ... ΣΥΝ ΤΟΙΣ ΑΘΛΟΙΣ ΣΟΥ

Λόγῳ καλοῦντι· Δεῦρ' ὀπίσω μου, τῷ Χριστῷ εὐθὺς ἠκολούθησε, σὺν τῷ Ἀνδρέᾳ καὶ Κηφᾶς, τὸν γενέτην ἐάσαντες, καὶ τὸ σκάφος καὶ τὰ δίκτυα, ὡς πίστεως πρόβολοι. Τὰ εἰδωλεῖα μετεποίησας, εἰς ναοὺς Θεοῦ Πανσεβάσμιε, καθιερώσας ἐν αὐτοῖς, τοὺς υἱοὺς τοῦ Βαπτίσματος, οὓς ἡ χάρις ἀνεκαίνισε, δι' ὕδατος Πνεύματι. Τὸν μαργαρίτην τὸν πολύτιμον, μυστικῶς τῷ κόσμῳ προεύρηκας, τῷ τῆς καρδίας σου ἀγρῷ, κεκρυμμένον Ἀπόστολε, ὃν τῇ πίστει ἐθησαύρισαν, τὰ ἔθνη εὑράμενα. Ὡς θησαυρὸν τὸ Εὐαγγέλιον, ἐν χερσὶ λαβὼν Πολυΰμνητε, πᾶσαν ἐπλούτισας τὴν γῆν, τοῦ ἐνθέου κηρύγματος· διό σου τὰ μνημόσυνα, τιμᾷ σὺν τοῖς ἄθλοις σου.

ΤΟΝ ΑΠΟΣΤΟΛΟΝ ΠΑΝΤΕΣ ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ, ΩΣ ΑΥΤΟΠΤΗΝ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΘΕΙΟΝ ΚΗΡΥΚΑ

Τὸν Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ Λόγου καὶ θεῖον κήρυκα, καὶ ἐθνῶν πνευματικόν, σαγηνευτὴν ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς, εἰς ἐπίγνωσιν Χριστοῦ, Ἀνδρέας ὁ θεηγόρος, καὶ νῦν πρεσβεύει ἀδιαλείπτως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ, ΔΟΞΑΣΑΤΕ

Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

ΧΑΙΡΕ Η ΤΗΣ ΧΑΡΙΤΟΣ ΠΗΓΗ, ΧΑΙΡΕ Η ΚΛΙΜΑΞ ΚΑΙ ΠΥΛΗ ΟΥΡΑΝΙΟΣ

Χαῖρε ἡ τῆς χάριτος πηγή, Χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος. Χαῖρε ἡ λυχνία, καὶ στάμνος χρυσή, καὶ ὄρος ἁλατόμητον, ἡ τὸν ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

ΩΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΠΡΩΤΟΚΛΗΤΟΣ, ΚΑΙ ΤΟΥ ΚΟΡΥΦΑΙΟΥ

Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΧΑΙΡΟΙΣ Ο ΛΟΓΙΚΟΣ ΟΥΡΑΝΟΣ, ΔΟΞΑΝ ΘΕΟΥ...

Χαίροις ὁ λογικὸς οὐρανός, δόξαν Θεοῦ διαπαντὸς διηγούμενος, ὁ πρῶτος Χριστῷ καλοῦντι, καθυπακούσας θερμῶς, καὶ ἀμέσως τούτῳ συγγενόμενος, ὑφ' οὗ πυρσευόμενος, καθωράθης φῶς δεύτερον, καὶ τοὺς ἐν σκότει, ἀστραπαῖς σου ἐφώτισας, ἀγαθότητα, τὴν αὐτοῦ ἐκμιμούμενος. Ὅθεν τὴν παναγίαν σου, τελοῦμεν πανήγυριν, καὶ τῶν λειψάνων τὴν θήκην, περιχαρῶς ἀσπαζόμεθα, ἐξ ἧς ἀναβλύζεις, σωτηρίαν τοῖς αἰτοῦσι, καὶ μέγα ἔλεος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Πρῶτον τῶν ὀρεκτῶν εὑρηκώς, δι' εὐσπλαγχνίαν τὴν ἡμῶν περικείμενον, Ἀνδρέα θεόφρον φύσιν, συνανεκράθης αὐτῷ, διαπύρῳ πόθῳ τῷ συναίμονι, βοῶν· Ὃν ἐκήρυξαν, οἱ Προφῆται, ἐν Πνεύματι, εὕρομεν δεῦρο, ταῖς αὐτοῦ ὡραιότησι, καταθέλξωμεν, καὶ ψυχὴν καὶ διάνοιαν, ὅπως φωταγωγούμενοι, αὐτοῦ ταῖς λαμπρότησι, νύκτα τῆς πλάνης καὶ σκότος, τῆς ἀγνωσίας διώξωμεν, Χριστὸν εὐλογοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλε...

ΤΗΝ ΤΩΝ ΙΧΘΥΩΝ ΑΓΡΑΝ, ΚΑΤΑΛΙΠΩΝ ΑΠΟΣΤΟΛΕ...

Τὴν τῶν ἰχθύων ἄγραν, καταλιπὼν Ἀπόστολε, ἀνθρώπους σαγηνεύεις, καλάμῳ τοῦ κηρύγματος, χαλῶν ὥσπερ ἄγκιστρον, τῆς εὐσεβείας τὸ δέλεαρ, καὶ ἀνάγων ἐκ τοῦ βυθοῦ τῆς πλάνης, τὰ ἔθνη ἅπαντα, Ἀνδρέα Ἀπόστολε, τοῦ Κορυφαίου ὁμαίμων, καὶ τῆς οἰκουμένης ὑφηγητὰ διαπρύσιε, πρεσβεύων μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ εὐφημούντων πανεύφημε, τὴν ἀεισέβαστον μνήμην σου.

ΣΟΥ Η ΤΡΟΠΑΙΟΥΧΟΣ ΔΕΞΙΑ, ΘΕΟΠΡΕΠΩΣ ΕΝ ΙΣΧΥΪ ΔΕΔΟΞΑΣΤΑΙ

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενής, ὑπεναντίους ἔθραυσε, τοῖς, Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα. Τὴν τεθολωμένην μου ψυχήν, τῶν ἐννοιῶν τε καὶ λόγων ἐκκάθαρον, τῇ ἐνσκηνωσάσῃ σοι κήρυξ Χριστοῦ, Ἀνδρέα θείᾳ χάριτι, ὅπως καθαρῶς σοι, προσάξω ὕμνον ἐπάξιον. Τίμιον ὁ Πρόδρομος Χριστοῦ, τῶν ἑαυτοῦ Μαθητῶν ἀκροθίνιον, ὁ ἐκ στειρευούσης σε βλαστός, τῷ ἐκ Παρθένου φύντι Χριστῷ, τῷ δεδοξασμένῳ, Ἀνδρέα χαίρων προσήγαγεν. Ἔρωτι καὶ πόθῳ ἀκλινεῖ, τῆς ἀρετῆς τῶν βαθμίδων ἀρξάμενος, καὶ τὰς ἀναβάσεις ἀεὶ μελετῶν, ἐξ ἀμυδρᾶς δυνάμεως, πρὸς τὴν ἀκροτάτην, Ἀνδρέα δύναμιν ἔφθασας.

ΤΟΝ ΚΗΡΥΚΑ ΤΗΣ ΠΙΣΤΕΩΣ, ΚΑΙ ΥΠΗΡΕΤΗΝ ΤΟΥ ΛΟΓΟΥ, ΑΝΔΡΕΑΝ ΕΥΦΗΜΗΣΩΜΕΝ

Τὸν κήρυκα τῆς πίστεως, καὶ ὑπηρέτην τοῦ Λόγου, Ἀνδρέαν εὐφημήσωμεν· οὗτος γὰρ ἀνθρώπους, ἐκ τοῦ βυθοῦ ἁλιεύει, ἀντὶ καλάμου, τὸν Σταυρὸν ἐν ταῖς χερσὶ διακρατῶν, καὶ ὡς σπαρτίον χαλῶν τὴν δύναμιν, ἐπανάγει τὰς ψυχάς, ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ προσκομίζει τῷ Θεῷ δῶρον εὐπρόσδεκτον. Ἀεὶ τοῦτον πιστοί, σὺν τῇ χορείᾳ τῶν Μαθητῶν τοῦ Χριστοῦ εὐφημήσωμεν, ἵνα πρεσβεύῃ αὐτῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

ΠΡΟΑΝΑΡΧΟΥ ΤΡΙΑΔΟΣ, ΜΟΝΑΔΑ

Προανάρχου Τριάδος, Μονάδα ὑπερουσίως πίστει προσκυνῶ, οὐ τέμνων τὴν Θεότητα· ἔστι γὰρ ἑνοειδής, ἁπλὴ ἀμέριστος, συνάπτω δὲ αὐτήν, οὐσιότητι προσώπων, καὶ πιστῶς διαιρῶ.

Ο ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΦΩΤΙ ΜΕΜΟΡΦΩΜΕΝΟΣ

Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας· ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ συγγόνῳ τῷ σῷ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῷ ἐκ στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδίᾳ διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθη...

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΑ ΚΑΙ ΟΣΙΟΥ ΦΡΟΥΜΕΝΤΙΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου. Στίχοι Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει, Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους. Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας. Στίχοι Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος, Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ .... ΜΕΓΑΛΥΝΟΜΕΝ...

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν

ΟΥΚ ΑΠΟΚΡΥΠΤΩ Ο ΤΑΛΑΣ ΤΑ ΔΕΙΝΑ ΜΟΥ, ΟΤΙ ΠΑΝΤΑ ΚΕΚΤΗΜΑΙ ΑΠΕΡ ΜΙΣΕΙ Ο ΘΕΟΣ....

Οὐκ ἀποκρύπτω ὁ τάλας τὰ δεινά μου, ὅτι πάντα κέκτημαι ἅπερ μισεῖ ὁ Θεός, σάρκα μολύνας καὶ πνεῦμά μου, καὶ νοῦν ἐννοίαις, καὶ ἀθεμίτοις ἔργοις καὶ λόγοις αἰσχροῖς· γλώσσῃ κατακρίνων τε τοὺς ἁμαρτάνοντας, αὐτὸς τὰ χείρω ἐργάζομαι· Θεογεννῆτορ, τούτων μοι δίδου πάντων διόρθωσιν, ἵνα ἐκνήψας τῆς κακίστης μου, συνηθείας προσπέσω καὶ κλαύσωμαι, ἃ δεινὰ εἰργασάμην, τῆς ζωῆς μου τὸ ὑπόλοιπον.

ΦΩΤΟΦΑΝΕΙΑΣ ΣΑΦΩΣ ΠΕΠΥΡΣΕΥΜΕΝΟΣ, ΠΑΜΜΑΚΑΡ ΠΑΡΑΜΟΝΕ, ΤΟΥ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Φωτοφανείας σαφῶς πεπυρσευμένος, παμμάκαρ Παράμονε, τοῦ θείου Πνεύματος, σκότος βαθύτατον τέλεον, ἀπεβδελύξω, πολυθεΐας καὶ ηὐτομόλησας, εὐθέτου λαβόμενος, καιροῦ πανόλβιε, πρὸς τὰ προκείμενα σκάμματα, γενναιοφρόνως· καὶ νικηφόρος ὀφθεὶς κατέβαλες, τὸν ἀλαζόνα καὶ πολέμιον, πάντων βροτῶν μεγαλύνων Χριστόν, ὅν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Διὰ τὸν πάντων Θεὸν καὶ Βασιλέα, δῆμον πολυάριθμον κατασφαττόμενον, κατανοήσας Παράμονε, τῷ θείῳ ζήλῳ, ὅλως ἐθέλχθης καὶ ἀνεβόησας· Χριστοῦ δοῦλος γνήσιος, ὑπάρχω πάντοτε· γνῶτε παράνομοι τύραννοι· καὶ ὡς ἀρνίον, ἄκακον θύεσθαι νῦν αὐτόκλητος, παρεγενόμην· μὴ οὖν μέλλετε, θῦμα δεκτὸν τῷ τυθέντι σαρκί, δι' ἐμὲ ἑκουσίως, τοῦ γενέσθαι κατεπείγομαι. Τῇ ἑπταρίθμω τιμώμενος δεκάδι, τριπλῇ τε ὁ τίμιος, ἑκατοντάδι χορός, τῶν ἀθλοφόρων πολύθεον, καθεῖλε πλάνην, παρανομούντων διὰ τῆς πίστεως· μεθ' οὗ ἐστεφάνωσαι, ἀγωνισάμενος, γενναιοφρονως Παράμονε, καὶ ταῖς χορείαις, τῶν Ἀσωμάτων χαίρων ἠρίθμησαι· μεθ' ὧν δυσώπει πάσης θλίψεως, ...

ΦΩΤΙΣΟΝ ΨΥΧΗΣ ΜΟΥ ΤΑΣ ΚΟΡΑΣ, ΑΜΑΥΡΩΘΕΙΣΑΣ

Φώτισον ψυχῆς μου τὰς κόρας, ἀμαυρωθείσας ἀβλεψίᾳ, τῆς φθοροποιοῦ ἁμαρτίας, Θεογεννῆτορ πάναγνε Δέσποινα· σὺ γὰρ Πιστῶν βοήθεια, καὶ φωτισμὸς ὑπάρχεις Ἄχραντε.

ΝΟΜΟΥ ΣΕ ΣΚΙΑΙ ΚΑΙ ΠΡΟΦΗΤΩΝ ΠΡΟΔΙΕΧΑΡΑΞΑΝ...

Νόμου σε σκιαὶ καὶ Προφητῶν προδιεχάραξαν, σεπτὰ κηρύγματα, ἀρρήτως μέλλουσαν ἔσεσθαι, τοῦ Θεοῦ λοχεύτριαν, θεοχαρίτωτε Ἁγνή· ᾧ πάντες μέλπομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ....

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Ἴδε φωταυγοῦς Ἀθλοφόρου, φωτοφανὴς ἔλαμψε μνήμη, πάντων τῶν Πιστῶν τὰς καρδίας, φωταγωγοῦσα τῷ θείῳ Πνεύματι, περιχαρῶς χορεύσωμεν, τοῦτον ἐν πίστει μακαρίζοντες. Ὡς τῇ ἑπτακύκλῳ δεκάδι, καὶ τῇ τριπλῇ ἑκατοντάδι, ἀκαταγωνίστων Μαρτύρων, συναγελάζων, μεθ' ὧν τὸ σῶμά σου, Μάρτυς Χριστοῦ κατάκειται, σὺν τούτοις πρέσβευε σωθῆναι ἡμᾶς. Στάδιον ἀνύσαντες πόνων, πολυειδῶν μεμεστωμένον, καὶ μετὰ Χριστοῦ τοῦ τὸν κόσμον, νενικηκότος λαμπρῶς νικήσαντες, στεφανηφόροι Μάρτυρες, τοὺς οὐρανοὺς περιπολεύετε. Ἤρθης ἀπὸ γῆς καὶ τὰ γέρα, τῶν σῶν ἀγώνων ἐκομίσω, νῦν δὲ ποταμοὺς ἀναβλύζεις, ἡμῖν θαυμάτων τοῖς σὲ γεραίρουσι, καὶ εὐσεβῶς τὴν μνήμην σου, πανηγυρίζουσι Παράμονε.

ΧΕΙΡΑ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ, ΕΝ ΛΑΚΚΩ ΕΦΡΑΞΕ ΠΥΡΟΣ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ἄγρυπνὸν σε φύλακα Πιστῶν, κατεπλουτήσαμεν, κατακοιμίζοντα, δαιμόνων φάσματα πάντοθεν, καὶ σαρκὸς ἄγρια κύματα, καὶ καταιγίδας λογισμῶν, Μάρτυς πολύαθλε, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ῥείθροις σῶν αἱμάτων ἱερῶν, πορφύραν ἔβαψας, σαυτῷ παλαίωσιν, μηδόλως μέλλουσαν δέχεσθαι, καὶ λαμπρῶς ὡραϊζόμενος, τὰ ἐπουράνια οἰκεῖς, βοῶν μακάριε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱερεῖον ὥσπερ καθαρόν, καὶ θῦμα ἄμωμον, καὶ καλλιέρημα, ὁλοκαυτούμενον ἄνθραξιν, ἱερᾶς Μάρτυς ἀθλήσεως, τῷ ἀθλοθέτῃ σου Χριστῷ, προσήχθης μέλπων σοφέ· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ ΕΝ ΛΑΚΚΩ ΕΦΡΑΞΕ...

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ ΤΗ ΠΕΡΣΙΚΗ, ΠΟΘΩ ΕΥΣΕΒΕΙΑΣ ΜΑΛΛΟΝ Η ΤΗ ΦΛΟΓΙ, ΠΥΡΠΟΛΟΥΜΕΝΟΙ ΕΚΡΑΥΓΑΖΟΝ....

Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε». Τῶν ἰαμάτων, καὶ τῶν θαυμάτων χάριν σοφέ, Μάρτυς ἐκ Θεοῦ πλουτήσας περιφανῶς, ἰατρεύεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ὑφαπλουμένων, κολαστηρίων οὐκ ἐφρόντισας, ὅλην τὴν φροντίδα ἔχων ἐν οὐρανοῖς, καὶ κραυγάζων Ἀξιάγαστε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Σὺ τῶν αἱμάτων, Ἀθλητὰ τῷ πυρὶ ἔφλεξας, ὕλην ἀθεΐας ἔνδοξε πονηράν, τῇ δὲ δρόσῳ τῶν θαυμάτων σου, τοὺς ἐν τῷ καύσωνι, τῶν δυσχερῶν δροσίζεις Παράμονε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΡΑΜΟΝΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ. Στίχοι Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου. Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ. Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι. Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου. Στίχοι Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας, Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς. Στίχοι Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν, Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν. Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων, Οὐρβανὸς ἐστιν, οὗ βί...

ΟΛΟΣ ΕΚ ΝΕΟΤΗΤΟΣ, ΑΝΑΤΕΘΕΙΣ ΤΩ ΚΥΡΙΩ, ΣΑΡΚΟΣ ΕΞΩ ΓΕΓΟΝΑΣ, ΚΟΣΜΙΚΗΣ ΤΕ ΣΧΕΣΕΩΣ

Ὅλος ἐκ νεότητος, ἀνατεθεὶς τῷ Κυρίῳ, σαρκὸς ἔξω γέγονας, κοσμικῆς τε σχέσεως ἱερώτατε, μοναστὴς ἄριστος, πεφυκὼς Στέφανε, καὶ δοχεῖον θείου Πνεύματος· καὶ γὰρ συγκλείσας σου, οἴκῳ στενοτάτῳ μακάριε, τὸ σῶμα ἀνεπτέρωσας, νοῦν πρὸς οὐρανὸν ἐνοπτρίζεσθαι, τὸ ἄρρητον κάλλος, Χριστοῦ τοῦ Βασιλέως καὶ Θεοῦ, οὗ προσκυνῶν τὸ ὁμοίωμα, ἤθλησας στερρότατα. Τεσσαρακονθήμερον, ὡς ὁ Δεσπότης νηστεύσας, ἐν εἱρκτῇ φρουρούμενος, σεαυτὸν πρὸς ἄθλησιν παρεσκεύασας, Ἱερὲ Στέφανε, Μοναστῶν ἔρεισμα, καὶ Μαρτύρων ἐγκαλλώπισμα· ὅθεν ὡς θῆρές σοι, οἱ ἀνηλεεῖς ἐπιθέμενοι, ἀρνίον ὥς περ ἄκακoν, σύραντες ἀδίκως ἐσπάραξαν, καὶ μετὰ ἀνόμων, κατέθεντο ἀθλήσαντα στερρῶς, καὶ παρρησίᾳ πρεσβεύοντα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Λαὸς ὁ παράνομος, παρανομίαις ὑπείκων, παρανόμου Ὅσιε, βασιλέως λίθοις σε ὡς τὸν Πρώταθλον, ἀφειδῶς ἔβαλε, καὶ τὴν κάραν Πάτερ, τὴν ἁγίαν σου συνέτριψε, ταῖς λεωφόροις τε, σύρων ὠμοτάτως ἐξέχεε, τὰ σπλάγχνα σου πανόλβιε, μηδὲ μετὰ πότμον οἰκτείρας σε. Ὢ τῆς σῆς ἀνδρείας! ὢ γνώμης! ὢ πολλῆς ὑπομονῆ...

ΕΟΡΤΑΖΕΙ ΣΗΜΕΡΟΝ, Η ΕΚΚΛΗΣΙΑ, ΕΟΡΤΗΝ ΕΥΦΡΟΣΥΝΟΝ, ΕΝ ΤΗ ΣΗ ΜΝΗΜΗ

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καυχημα.

ΕΙΣ ΠΑΣΑΝ ΓΗΝ ΩΣ ΑΛΗΘΩΣ, ΔΙΕΔΡΑΜΕΝ Ο ΦΘΟΓΓΟΣ

Εἰς πᾶσαν γῆν ὡς ἀληθῶς, διέδραμεν ὁ φθόγγος τῶν σῶν κατορθωμάτων, σοφὲ Ὁσιομάρτυς, ὧν περ εἰργάσω θαυμαστῶς· ὅθεν δυσωπῶ σε, παρρησίαν πρὸς Θεὸν ὡς κεκτημένος Ὅσιε, ἱκέτευε τοῦ δοθῆναί μοι λόγον ἐπάξιον, τοῦ ἀνευφημῆσαι τοὺς ἀγῶνας, οὓς ὑπέστης ἐξ ὁρατῶν ἐχθρῶν καὶ νοουμένων· ὃς πρὶν ἀσκητικῶς καθεῖλες, ἀπάσας τὰς κινήσεις τῆς σαρκὸς ἀπονεκρώσας, ἀθλήσει δὲ νῦν τὸν τύραννον ἐτροπώσω, Ὁσίων τὸ καύχημα.

ΤΟΝ ΑΡΝΑ ΤΟΝ ΙΔΙΟΝ, ΑΜΝΑΣ Η ΑΣΠΙΛΟΣ ΠΑΛΑΙ

Τὸν ἄρνα τὸν ἴδιον, ἀμνὰς ἡ ἄσπιλος πάλαι, καὶ ἄμωμος Δέσποινα, ἐν Σταυρῷ ὑψούμενον ὠς ἑώρακε, μητρικῶς ὠλόλυζε, καὶ ἐκπληττομένη, ἀνεβόα· Τὶ τὸ ὅραμα, Τέκνον γλυκύτατον, τοῦτο τὸ καινὸν καὶ παράδοξον; πῶς δῆμος ὁ ἀχάριστος, βήματι Πιλάτου παρέδωκε, καὶ κατακρινοῦσι, θανάτῳ τῶν ἁπάντων τὴν ζωήν; Ἀλλ' ἀνυμνῶ σου τὴν ἄφατον, Λόγε συγκατάβασιν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΝΕΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΑΡΧΟΥ...

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ NOEMBRIOY Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου. Στίχοι Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ, Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος. Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται. Στίχοι Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω. Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται. Στίχοι Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν, Εὕρωσιν αὐτὸν πέτρινoν τῷ σαρκίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται. Στίχοι Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην, Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων. Στίχοι Τιμῶντες εἰ...

ΑΠΟ ΨΥΧΗΣ ΣΤΕΝΑΞΩΜΕΝ...

Ἀπὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, το σῶμα ὡς κλῆμα τεμνόμενος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΙΑΚΩΒΟΥ ΤΟΥ ΠΕΡΣΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Στίχοι Τμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων, «Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει. Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὁ Πινούφριος ἀρετῶν πολλαῖς χρόαις Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται. Στίχοι «Ἀφεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε», Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ ΘΕΩΡΟΥΣΑ ΕΝ ΤΩ ΣΤΑΥΡΩ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν· τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἥν περ ὑπομένεις διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ΚΟΣΜΟΥ, ΤΑ ΤΕΡΠΝΑ ΚΑΤΑΛΙΠΩΝ, ΓΕΝΟΥΣ

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος. Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι. Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

ΕN ΣΟΙ ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΤΟ ΚΑΘΑΡΟΝ, ΕΤΗΡΗΘΗ ΜΑΡΙΑ ΠΑΝΥΜΝΗΤΕ....

Ἐν σοὶ τῆς παρθενίας τὸ καθαρόν, ἐτηρήθη Μαρία πανύμνητε· σὺ γὰρ Θεόν, μόνη συλλαβοῦσα ἄνευ σπορᾶς, σεσαρκωμένον τέτοκας, μείνασα Παρθένος παναληθής· διὸ σε Θεοτόκον, κυρίως ἀνυμνοῦμεν, καὶ προσκυνοῦμεν καὶ δοξάζομεν.

ΜΕΤΑΒΟΛΗ ΤΩΝ ΘΛΙΒΟΜΕΝΩΝ, ΑΠΑΛΛΑΓΗ ΤΩΝ ΑΣΘΕΝΟΥΝΤΩΝ, ΥΠΑΡΧΟΥΣΑ ΘΕΟΤΟΚΕ...

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

ΟΣΙΕ ΠΑΤΕΡ, ΕΙΣ ΠΑΣΑΝ ΤΗΝ ΓΗΝ, ΕΞΗΛΘΕΝ Ο ΦΘΟΓΓΟΣ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ...

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν Δαιμόνων ὤλεσας τὰς φάλαγγας· τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

ΤΩΝ ΕΦΕΤΩΝ ΑΠΟΛΑΥΩΝ ΑΜΕΣΩΣ ΟΣΙΕ, ΤΩΝ ΕΠΙ ΓΗΣ ΦΩΤΙΖΕΙΣ

Τῶν ἐφετῶν ἀπολαύων ἀμέσως Ὅσιε, τῶν ἐπὶ γῆς φωτίζεις, πάντων τὰς διανοίας, ἐν πίστει ἐκτελούντων, μνήμην τὴν σήν, θεοφόρε Πατὴρ ἡμῶν, καὶ τῷ ναῷ σου τῷ θείῳ πανευσεβῶς, ἀθροισθέντων παμμακάριστε. Σὺ τοῦ Προδρόμου τὸν ζῆλον ἐκμιμησάμενος, Μετανοεῖτε πάσιν, ἀνεβόας παμμάκαρ, ἐξ ὅλης τῆς καρδίας· ἡ γὰρ Χριστοῦ, βασιλεία ἐφέστηκεν· ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει δοξαζόντων σε. Ἐκ τῆς Ἑῴας εἰς Δύσιν, Πάτερ διέδραμες, καὶ μετανοίας πάντας, κατεπύρσευσας λόγοις, ὡς ἄλλον Μωϋσῆν δέ, πόλις ἡ σή, Λακεδαίμων ἐγνώρισε, τὴν γὰρ παθῶν ἀποτέμνεις Αἴγυπτον νῦν, μετανοίας τοῖς διδάγμασιν.

ΑΓΩΝΑΣ ΥΠΕΡ ΑΝΘΡΩΠΟΝ, ΜΕΤΗΛΘΕΣ ΠΑΤΕΡ ΟΣΙΕ

Ἀγῶνας ὑπὲρ ἄνθρωπον, μετῆλθες Πάτερ Ὅσιε, τῇ τοῦ Χριστοῦ δυναστείᾳ· πεντήκοντα πρὸς τρισὶ γάρ, ἔτεσιν ἐπὶ κίονος, ἔστης σοφὲ Ἀλύπιε, πάντοθεν πιεζόμενος, καὶ νῦν τὸ ἔσχατον μάκαρ, τῶν ἀγαθῶν πάντων εὗρες.

ΗΣΑΪΑ ΧΟΡΕΥΕ, Η ΠΑΡΘΕΝΟΣ ΕΣΧΕΝ ΕΝ ΓΑΣΤΡΙ, ΚΑΙ ΕΤΕΚΕΝ ΥΙΟΝ ΤΟΝ ΕΜΜΑΝΟΥΗΛ

Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν. Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον. Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε. Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος. Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.

ΩΣ ΑΡΕΤΩΝ ΥΠΟΘΕΣΙΝ, ΚΑΙ ΑΣΚΗΤΩΝ ΚΑΛΛΩΠΙΣΜΑ, Η ΕΚΚΛΗΣΙΑ ΔΟΞΑΖΕΙ ΣΕ ΣΗΜΕΡΟΝ...

Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει σε σήμερον, καὶ ἀνυμνεῖ σε Ἀλύπιε, ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς ἀριστείας σου, καὶ τὰ παλαίσματα, τῶν δεινῶν ἐγκλημάτων ἐκλύτρωσιν, ὡς ἐπώνυμος.

ΤΗΝ ΑΓΓΕΛΙΚΗΝ ΜΙΜΟΥΜΕΝΟΣ ΠΟΛΙΤΕΙΑΝ, ΚΟΣΜΟΥ ΤΑ ΤΕΡΠΝΑ...

Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ, ΚΑΙ ΝΙΚΩΝΟΣ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ...

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου. Στίχοι Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων, Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει. Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τα ν ο ε ῖ τ ε, Στίχοι Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι. Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. Στίχοι Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος. Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι. Στίχοι Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ. Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ. Στίχοι Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου, Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα. Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ ...

ΦΩΤΙΣΟΝ ΠΥΛΗ ΤΟΥ ΦΩΤΟΣ, ΤΗΝ ΤΥΦΛΩΤΤΟΥΣΑΝ ΨΥΧΗΝ ΜΟΥ ΤΟΙΣ ΠΑΘΕΣΙ

Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.

ΒΙΟΝ ΑΫΛΟΝ ΕΞΗΣΚΗΜΕΝΗ, ΒΗΜΑ ΑΘΕΟΝ ΚΑΤΑΛΑΒΟΥΣΑ.... ΠΟΛΥΑΘΛΕ...

Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.

ΣΗΜΕΡΟΝ ΤΕΡΠΕΤΑΙ ΠΟΛΙΣ Η ΑΛΕΞΑΝΔΡΕΙΑ, ΤΑ ΣΠΑΡΓΑΝΑ ΣΟΥ ΜΑΡΤΥΣ......

Σήμερον τέρπεται πόλις ἡ Ἀλεξάνδρεια, τὰ σπάργανά σου Μάρτυς, ἐν τῷ θείῳ ναῷ σου, κατέχουσα προφρόνως· διὸ καὶ ἡμεῖς, εὐσεβῶς ἑορτάζομεν, Αἰκατερῖνα τήν μνήμην σου τὴν σεπτήν, ὑπερεύχου τῶν τιμώντων σε. Αἰκατερίνης τὴν μνήμην νῦν ἑορτάσωμεν· αὐτὴ γὰρ ὄντως πάσας, τοῦ ἐχθροῦ τὰς δυνάμεις, ἐν λόγῳ τε καὶ ἔργῳ, καθεῖλε στερρῶς, καὶ Ῥητόρων τὴν ἔνστασιν· Ἀλλὰ δεήσεσι ταύτης ῥῦσαι ἡμᾶς, ὁ Θεὸς ἐκ τῶν αἱρέσεων. Χαίροις πανένδοξε Μάρτυς Αἰκατερῖνα σεμνή· ἐν τῷ Σινᾷ γὰρ ὄρει, ἐν ᾧ εἶδε τὴν βάτον, Μωσῆς μὴ φλεγομένην, ἐν τούτῳ Χριστός, τὸ θεάρεστον σκῆνός σου, νῦν μεταθείς σε φυλάττει ἕως καιροῦ, τῆς δευτέρας παρουσίας αὐτοῦ.

ΜΝΗΜΗΝ ΤΗΝ ΠΑΝΙΕΡΟΝ, ΑΙΚΑΤΕΡΙΝΑ .... ΑΘΛΗΤΩΝ ΕΓΚΑΛΛΩΠΙΣΜΑ...

Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον. Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.

Η ΚΕΚΟΜΜΕΝΗ ΤΗΝ ΑΤΟΜΟΝ ΕΤΕΜΕ....ΔΕΔΟΞΑΣΤΑΙ.

Ἡ κεκομμένη τὴν ἄτομον ἔτεμε, καὶ εἶδεν ἥλιος γῆν, ἣν οὐκ ἐθεάσατο, ἀλάστορα ἐχθρὸν τὸ ὕδωρ κατεπόντισε, καὶ ἄβατον διῆλθεν Ἰσραήλ· ᾠδὴ δὲ ἀνεμέλπετο· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. Μετὰ τῆς ἄνω χορείας Μερκούριε, τῶν ἀγαθῶν τῇ πηγῇ, χαίρων παριστάμενος, καὶ θείας ἡδονῆς, ἀοίδιμε πληρούμενος, τοὺς πόθῳ τὴν πανήγυριν τὴν σήν, τελοῦντας περιφύλαττε, τῷ Κυρίῳ ᾄδοντας· Ἐνδόξως γὰρ δεδόξασται. Ἐθελουσίως ὑπῆλθες τὸ στάδιον, τῆς μαρτυρίας Σοφέ, σθένει κραταιούμενος, Χριστοῦ τοῦ δι' ἡμᾶς, τὰ πάθη τὰ σωτήρια, θελήσει ὑπομείναντος σαρκί, καὶ χαίρων ἀνεκραύγαζες· Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. Ῥῆμα τυράννου σαφῶς ἐξεφαύλισας, ὁμολογίᾳ Χριστοῦ, μάκαρ σεμνυνόμενος καὶ πᾶσαν ἀλγεινῶν, ἰδέαν ἀγαλλόμενος, ὑπέμεινας Μερκούριε βοῶν, τῷ σὲ ἐνδυναμώσαντι· Τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδοξασται.

ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ ΕΒΥΘΙΣΕ, ΤΕΡΑΤΟΥΡΓΟΥΣΑ ΠΟΤΕ...

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα. Αἰκατερίνης τῆς πανσόφου Μάρτυρος, ταῖς ἱκεσίαις Χριστέ, τὸ ζοφερὸν ὄμμα, τῆς ψυχῆς μου φώτισον, αἴγλην διδοὺς μοι Δέσποτα, τῆς σῆς φωτοχυσίας, τῶν ψυχοφθόρων πταισμάτων μου, πᾶσαν τὴν ἀχλὺν ἀφανίζουσαν. Ἰθυνομένη τοῦ Δεσπότου πάνσοφε, θείοις προστάγμασι, καὶ τῷ αὐτοῦ πόθῳ, φλεγομένη ἔδραμες, πρὸς τοὺς ἀγῶνας σπεύδουσα, καὶ τυράννων τὰς φρένας, Αἰκατερῖνα κατέπληξας, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι. Κυβερνωμένη τῇ παλάμῃ ἔνδοξε, τῇ κραταιᾷ τοῦ Χριστοῦ, εἰδωλικὴν ζάλην, Μάρτυς ὑπεξέφυγες, ἀβρόχως ὑπερπλέουσα, τοῦ Σταυροῦ τῷ ἱστίῳ, καὶ θείαις αὔραις τοῦ Πνεύματος, ᾄσμα τῷ Θεῷ ἀναμέλπουσα. Ἀγαλλομένη παρθενίας κάλλεσιν, Αἰκατερῖνα σοφή, καὶ θεϊκὴν γνῶσιν, οὐρανόθεν ἔχουσα, τῆς ψευδωνύμου γνώσεως, εὐθαρσῶς καὶ ἀνδρείως, τοὺς προεστῶτας κατῄσχυνας, τούτους κατὰ κράτος νικήσασα.

ΤΗΝ ΣΟΦΙΑΝ ΤΗΝ ΟΝΤΩΣ ΕΞ ΟΥΡΑΝΟΥ, ΔΙΑ ΣΤΟΜΑΤΟΣ ΜΑΡΤΥΣ ΤΟΥ ΜΙΧΑΗΛ

Τὴν σοφίαν τὴν ὄντως ἐξ Οὐρανοῦ, διὰ στόματος Μάρτυς τοῦ Μιχαήλ, λαβοῦσα πανεύφημε, καὶ ἐν ἄθλοις ἀήττητε, τῇ μὲν σοφίᾳ τῇ ἔξω, τοὺς Ῥήτορας ἔπτηξας, τῇ δὲ σοφίᾳ τῇ θείᾳ, τὴν πλάνην ἐμείωσας· ὅθεν καθορῶν σου, τὸν ἀγῶνα ὁ Κτίστης, παρέστη ἐνισχύων σε. Δεῦρο λέγων ἀνάβηθι· οἱ θησαυροὶ γὰρ σε μένουσι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ, ΚΑΙ ΑΚΗΛΙΔΩΤΟΣ... ΣΥ ΥΠΑΡΧΕΙΣ ΠΑΝΑΧΡΑΝΤΕ...

Ἡ ἀμίαντος ἀμνάς, καὶ ἀκηλίδωτος παστάς, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἡ Θεοτόκος Μαριάμ, μέτ' εὐφροσύνης εἰσάγεται παραδόξως· ἣν Ἄγγελοι Θεοῦ, δορυφοροῦσι φαιδρῶς, καὶ πάντες οἱ Πιστοί, μακαριοῦσιν ἀεί, καὶ εὐχαρίστως ψάλλουσι ταύτῃ, ἀκαταπαύστως μεγάλῃ φωνῇ. Ἡμῶν ἡ δόξα, καὶ σωτηρία, σὺ ὑπάρχεις Πανάχραντε.

ΙΧΩΡΕΣ ΝΥΝ ΜΑΡΤΥΡΙΚΟΙ, ΕΥΩΔΙΑΝ ΑΝΑΠΕΜΠΟΥΣΙ ΧΑΡΙΤΟΣ, ΚΑΙ ΤΑ ΔΥΣΩΔΗ ΗΜΩΝ...

Ἰχῶρες νῦν μαρτυρικοί, εὐωδίαν ἀναπέμπουσι χάριτος, καὶ τὰ δυσώδη ἡμῶν, ἀρρήτῳ λόγῳ, πάθη διώκουσιν, ἀναπηγάζει τὰ ὀστᾶ, ἰάσεων νάματα, καὶ καταρδεύει ψυχάς, τῶν ὑμνούντων τὰ αὐτῶν προτερήματα. Ὡς μέγαν πύργον τῆς Χριστοῦ, Ἐκκλησίας ἱερῶς σε γεραίρομεν, ὡς στῦλον ἄσειστον, ὡς τεῖχος Μάρτυς, ὄντως ἀπόρθητον, ὡς στρατιώτην δυνατόν, Θεοῦ τοῦ Παντάνακτος, ὡς καθαιρέτην ἐχθρῶν, ὡς φωστῆρα νοητὸν καὶ παγκόσμιον. Σύνδρομον Ἄγγελον φωτός, πρὸς τὴν ἄθλησιν θεόφρον κεκλήρωσο· ὅθεν στρεβλούμενος, καὶ ταῖς λαμπάσιν ὑποκαιόμενος, καὶ συγκοπτόμενος δεινῶς, καὶ ξίφει τεμνόμενος, οὐκ ἐδειλίασας, Ἀθλοφόρε τοῦ Χριστοῦ γενναιότατε. Ἡμέρα πλήρης φωτισμοῦ, εὐφροσύνης καὶ χαρᾶς ἡμῖν ἔλαμψεν, ἡ θεία μνήμη σου, τοῖς σὲ τιμῶσι, Μάρτυς Μερκούριε· ἐν ᾗ μνημόνευε ἡμῶν, τῶν μνημονευόντων σου, καὶ χαλεπῶν πειρασμῶν, καὶ κινδύνων καὶ παθῶν ἡμᾶς λύτρωσαι.

Η ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΣΕΜΝΗ, ΑΙΚΑΤΕΡΙΝΑ Η ΣΟΦΗ....

Ἡ παρθένος καὶ σεμνή, Αἰκατερῖνα ἡ σοφή, τῇ δυνάμει τοῦ Χριστοῦ, ἐπιρρωσθεῖσα ἀληθῶς, ἀγαλλομένη εἰσέρχεται ἐν σταδίῳ, καὶ τύραννον ὠμόν, καταβαλοῦσα στερρῶς, καὶ πᾶσαν τὴν πληθύν, τῶν δυσσεβούντων ἐχθρῶν, μετ' εὐφροσύνης ἔψαλλεν, ἀκαταπαύστως μεγάλῃ φωνῇ· Χριστέ μου δόξα, Σωτὴρ καὶ ῥύστα, σὺ οὖν δέξαι τὸ πνεῦμά μου.

ΣΥ ΜΟΥ ΙΣΧΥΣ, ΚΥΡΙΕ, ΣΥ ΜΟΥ ΚΑΙ ΔΥΝΑΜΙΣ....

Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ἀθλητικήν, Αἰκατερῖνα τὴν ἔνστασιν, ἐπεδείξω, Μάρτυς παναοίδιμε, τῷ δυσμενεῖ λίαν καρτερῶς, ἀντικαταστᾶσα, καὶ τοῦτον καταπατήσασα, ποσὶν ὡραϊσμένοις, τοῦ Σταυροῦ τῇ δυνάμει, Ἀθληφόρε Μαρτύρων τὸ καύχημα. Νύμφη Χριστοῦ, Αἰκατερῖνα πανόλβιε, καθωράθης, θείας ὡραιότητος, φωτοειδέσι μαρμαρυγαῖς, ἀγλαϊζομένη, καὶ κάλλει περιαστράπτουσα· διὸ καὶ γηθομένη, μελῳδεῖς τῷ Δεσπότῃ, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Τυραννικήν, ἀλαζονείαν ἐφαύλισας, καὶ τῷ θείῳ, λόγῳ τῆς σοφίας σου, ὡς ἐκ βυθοῦ, τῆς ἀπατηλῆς, δεισιδαιμονίας, τοὺς πλανωμένους ἐξήρπασας, διδάσκουσα κραυγάζειν, τῷ Χριστῷ μελῳδοῦντας, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ἡ εὐκλεής, καὶ φωτοφόρος πανήγυρις, τῆς ἐνδόξου μνήμης σου Πανεύφημε, τῆς καρτερῶς, θράσος τοῦ ἐχθροῦ, καταπατησάσης, ὡς ἥλιος ἀνατέταλκεν, ἐν ᾗ με...

ΤΑΣ ΠΑΡΑΤΑΞΕΙΣ ΤΩΝ ΕΧΘΡΩΝ, ΚΑΙ ΔΑΙΜΟΝΩΝ ΤΑ ΘΡΑΣΗ, ΕΙΣ ΤΕΛΟΣ ΚΑΤΗΔΑΦΙΣΑΣ, ΚΑΙ ΣΤΕΦΟΣ ΕΔΕΞΩ, ΜΕΡΚΟΥΡΙΕ ΜΑΚΑΡΙΕ....

Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.

ΧΟΡΕΙΑΝ ΣΕΠΤΗΝ, ΕΝΘΕΩΣ ΦΙΛΟΜΑΡΤΥΡΕΣ, ΕΓΕΙΡΑΤΕ ΝΥΝ, ΓΕΡΑΙΡΟΝΤΕΣ ΤΗΝ ΠΑΝΣΟΦΟΝ, ΑΙΚΑΤΕΡΙΝΑΝ...

Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.

ΒΙΟΝ ΑΫΛΟΝ ΕΞΗΣΚΗΜΕΝΗ, ΒΗΜΑ ΑΘΕΟΝ ΚΑΤΑΛΑΒΟΥΣΑ....

Βίον ἄϋλον ἐξησκημένη, βῆμα ἄθεον καταλαβοῦσα, ἔστης τροπαιοφόρος Αἰκατερῖνα σεμνή, ἀνθηφοροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα, καὶ τὸ θεῖον σθένος ἐνδεδυμένη, δόγμα τυράννου κατεμυκτήρισας, καὶ ῥητόρων ἔπαυσας, τὰς φληνάφους ῥήσεις Πολύαθλε.

ΣΗΜΕΡΟΝ ΤΑ ΣΤΙΦΗ ΤΩΝ ΠΙΣΤΩΝ ΣΥΝΕΛΘΟΝΤΑ...

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην εὐσεβῶς ἀνευφημήσωμεν, τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένη, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΜΝΗΜΗΝ ΤΗΝ ΠΑΝΙΕΡΟΝ, ΑΙΚΑΤΕΡΙΝΑ ΠΑΝΕΥΦΗΜΕ, ΤΗΣ ΣΕΠΤΗΣ ΣΟΥ ΑΘΛΗΣΕΩΣ, ΤΕΛΟΥΝΤΕΣ ΔΟΞΑΖΟΜΕΝ, ΕΝ ΦΩΝΑΙΣ ΑΠΑΥΣΤΟΙΣ....

Μνήμην τὴν πανίερον, Αἰκατερῖνα πανεύφημε, τῆς σεπτῆς σου ἀθλήσεως, τελοῦντες δοξάζομεν, ἐν φωναῖς ἀπαύστοις, τὸν δεδωρημένον, ὑπομονὴν σοι καρτεράν, καὶ νικηφόρον σε ἀναδείξαντα, καὶ λόγον χορηγήσαντα, καταπτοοῦντα τοὺς ῥήτορας, Ἰησοῦν τὸν φιλάνθρωπον, καὶ Σωτῆρα καὶ Κύριον. (Δίς) Μάρτυς ἐθελούσιος, Αἰκατερῖνα πανένδοξε, καθωράθης τὸν τύραννον, εὐτόνως ἐλέγξασα, καὶ δεινὴν μανίαν, τῆς πολυθεΐας, θεογνωσίας φωτισμῷ, καταβαλοῦσα, καὶ θείᾳ χάριτι, ἐντεῦθεν καὶ ὡς Μάρτυρα, καὶ ὡς Παρθένον πανάμωμον, ὁ Χριστὸς ἐστεφάνωσεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Χάριν τὴν τοῦ Πνεύματος, Αἰκατερῖνα πανένδοξε, ἐν ἀνοίξει τοῦ στόματος, ἐδέξω καθάρασα, σεαυτὴν προθύμως, διὰ πολιτείας, καὶ λογισμῷ καρτερικῷ, τὴν τῶν τυράννων ὀφρύν, κατέσπασας· καὶ κάλλει τῷ τοῦ σώματος, τὴν ψυχικὴν ὡραιότητα, θεοφρόνως ἀντέθηκας, Ἀθλητῶν ἐγκαλλώπισμα.

ΣΥΜΜΑΧΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΑΘΛΟΦΟΡΕ ΜΕΡΚΟΥΡΙΕ, ΚΑΤΑΓΩΝΙΣΑΜΕΝΟΣ...

Συμμαχίᾳ τοῦ Πνεύματος, Ἀθλοφόρε Μερκούριε, καταγωνισάμενος τὸν ἀντίπαλον, ὡς στρατιώτης ἀήττητος, τῷ ὅπλῳ τῆς πίστεως, μυριάδας νοητῶν, Αἰθιόπων διέκοψας, καὶ τελέσας σου, τὸν ἀγῶνα νομίμως μετὰ πάντων, Ἀθλητῶν ἐστεφανώθης, Μεγαλομάρτυς πανόλβιε. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Οὐρανόθεν σοι Ἄγγελος, τὰς πληγάς σου ἰώμενος, ἀπεστάλη νεύματι θείου Πνεύματος, ὑφ' οὗ ῥωσθεὶς ἀξιάγαστε, ταῖς σούβλαις κεντούμενος, πυρωθείσαις δολερῶς, ἐκαρτέρεις κρεμάμενος, καὶ τεινόμενος, καὶ δεσμούμενος λίθῳ βαρυτάτῳ, καὶ τοῖς αἵμασί σου Μάρτυς, περιρρεόμενος πάντοθεν. Tοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Βασιλεῖ στρατευόμενος, ἐπιγείῳ Μερκούριε, ὑπ' αὐτοῦ τε δαίμοσι κελευόμενος, θύειν θεόφρον μακάριε, βασάνους ὑπήνεγκας, καὶ κατάφλεξιν πυρός, καὶ τὸν βίαιον θάνατον, καὶ ἀνέδραμες, πρὸς Χριστὸν στεφηφόρος, καὶ συνήφθης, ταῖς ἀγέλαις τῶν Μαρτύρων, ὑπὲρ τοῦ κόσμου δεόμενος.

ΤΗΝ ΕΚ ΘΕΟΥ ΣΟΦΙΑΝ ΛΑΒΟΥΣΑ ΠΑΙΔΟΘΕΝ Η ΜΑΡΤΥΣ....

Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.

ΕΝΕΥΡΩΣΑΣ ΤΟ ΦΡΟΝΗΜΑ, ΓΥΝΑΙΚΩΝ Ω ΠΑΡΘΕΝΕ

Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.

ΣΗΜΕΡΟΝ ΤΗΣ ΕΥΔΟΚΙΑΣ ΘΕΟΥ

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ΣΥΝΕΛΑΒΕΣ, ΤΗ ΦΩΝΗ ΤΟΥ ΑΓΓΕΛΟΥ, ΤΟΝ ΒΟΥΛΗΣ ΜΕΓΑΛΗΣ ΑΓΓΕΛΟΝ ΚΟΡΗ....

Συνέλαβες, τῇ φωνῇ τοῦ Ἀγγέλου, τὸν βουλῆς μεγάλης Ἄγγελον Κόρη, καὶ ἐκ τῶν σῶν, παναγίων αἱμάτων, σεσαρκωμένον πανάμωμε τέτοκας, τὸν δείξαντα πᾶσι ζωῆς, τὰς εἰσόδους δι' ἄφατον ἔλεος.

ΑΛΕΞΑΝΔΡΕΩΝ Η ΛΑΜΠΡΑ ΚΑΙ ΘΕΙΑ ΠΟΛΙΣ..... ΜΑΡΤΥΣ ΠΑΝΘΑΥΜΑΣΤΕ...

Ἀλεξανδρέων ἡ λαμπρὰ καὶ θεία πόλις, ἐπὶ τῇ μνήμῃ σου σεμνὴ πανηγυρίζει, καὶ γεραίρει τοὺς ἄθλους σου Αἰκατερῖνα οὓς ἔτλης γενναιοφρόνως ὑπὲρ Χριστοῦ· καὶ μέγα βρενθυομένη σοι ἐκβοᾷ· Ὦ Παρθένε πολύαθλε, εἰς οὐρανίους σκηνάς, συνοῦσα νῦν τῷ Κτίστῃ σου, χαῖρε Μάρτυς πανθαύμαστε.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΙΚΑΤΕΡΙΝΗΣ ΚΑΙ ΑΓΙΟΥ ΜΕΡΚΟΥΡΙΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης. Στίχοι Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος· Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία! Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην, Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται. Στίχοι Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις, Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται. Στίχοι Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως, Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται. Στίχοι Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. ...

ΕΠΙ ΤΗΝ ΘΑΥΜΑΣΤΗΝ ΑΛΕΞΑΝΔΡΕΙΑΝ ΣΠΕΥΔΟΝΤΕΣ ΠΟΡΕΥΘΩΜΕΝ ΤΩ ΝΟΪ

Ἐπὶ τὴν θαυμαστὴν Ἀλεξάνδρειαν σπεύδοντες πορευθῶμεν τῷ νοΐ, καὶ κατίδωμεν πράγματα μεγάλα καὶ ξένα ἐκεῖσε τελεσθέντα· πῶς εἰς θυσίαν ἑαυτὸν τίθησιν ὡς πρόβατον ἄκακον, ὁ Ἱεράρχης καὶ μέγας πρόβολος Πέτρος, ὁ νυνὶ συγκαλεσάμενος ἡμᾶς ἐνταῦθα, καὶ τὴν ἁγίαν κάραν προθέμενος αὐτοῦ, καθάπερ ἔδεσμα σεπτόν· ᾗ τρυφήσαντες νῦν ὀρθοδόξως αὐτῷ βοῶμεν· Χαίροις ὦ Πέτρε, ἡ πέτρα τῆς πίστεως.

Ο ΔΑΥΪΔ ΠΡΟΑΝΕΦΩΝΕΙ ΣΟΙ ΑΧΡΑΝΤΕ, ΠΡΟΟΡΩΝ ΤΗΝ ΑΦΙΕΡΩΣΙΝ ΤΗΣ ΕΙΣΟΔΟΥ

Ὁ Δαυῒδ προανεφώνει σοι Ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν τῆς εἰσόδου σου ἐν τῷ Ναῷ, ἐν ᾧ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε πανύμνητε· ἡ γὰρ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον μείνασα ἄφθορος, Μήτηρ τοῦ Λόγου τῆς ζωῆς, σήμερον εἰσέρχῃ ἐν τῷ Ναῷ· Ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε Δέσποινα, καὶ τὰ Ἅγια τῶν Ἁγίων ἀγάλλοντι, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι. Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ΚΥΡΙΟΤΟΚΕ, Η ΘΕΟΝ ΑΠΟΡΡΗΤΩΣ ΚΥΗΣΑΣΑ, ΤΟΝ ΣΩΤΗΡΑ...

Κυριοτόκε, ἡ Θεὸν ἀπορρήτως κυήσασα, τὸν Σωτῆρα τοῦ παντός, αὐτὸν δυσώπει σωθῆναί με, πάθεσιν ἑκάστοτε περιαντλούμενον.

ΧΕΙΡΙ ΘΕΟΥ ΧΡΙΣΘΕΙΣ ΕΙΣ ΙΕΡΕΑ, ΤΟΥ ΚΟΡΥΦΑΙΟΥ ΣΥΝΩΝΥΜΕ

Χειρὶ Θεοῦ χρισθεὶς εἰς ἱερέα, τοῦ Κορυφαίου συνώνυμε, καὶ ἔργοις συμμέτοχε, τὰ λογικὰ πρόβατα, τοῖς εὐαγγελικοῖς ἐξέθρεψας λειμῶσιν, ὡς σοφὸς καὶ ἀληθινός Ποιμήν, καὶ Μάρκου διάδοχος, ἀξίως ἀναδειχθείς, τῷ ἀθλητικῷ αἵματι, τὸν τῆς πίστεως δρόμον ἐτέλεσας, τοῦ λαοῦ προθυόμενος καὶ Χριστῷ συμμορφούμενος· Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΝΗΛΘΕΣ ΟΧΟΥΜΕΝΟΣ ΤΩ ΣΩ ΑΙΜΑΤΙ

Ἀνῆλθες ὀχούμενος τῷ σῷ αἵματι, ὡς ἐν ἅρματι Ὅσιε, πρὸς τὰ οὐράνια, ἔνθα πρόδρομος ἡμῶν, Χριστὸς εἰσελήλυθεν, ὁ μόνος ἀναμάρτητος. Ζωὴν τὴν ἐπίκηρον καταλέλοιπας, καὶ ζωὴν τὴν ἀκήρατον εὗρες Μακάριε, ἔνθα στεφανηφόρος χορεύων ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὡς φοίνιξ ἐξήνθησας εὐφορώτατος, ὡς ἐλαία κατάκαρπος, ὤφθης θεόπνευστε, ἐν αὐλαῖς τοῦ Κυρίου, ὡς σμύρνα καὶ λίβανος, ὡς μύρον εὐωδέστατον.

ΑΠΕΡΙΤΡΕΠΤΩ ΚΑΙ ΣΤΕΡΡΑ ΣΕΠΤΗ ΟΜΟΛΟΓΙΑ ΟΙ ΛΑΜΨΑΝΤΕΣ ΕΝ ΚΟΣΜΩ...

Ἀπεριτρέπτῳ καὶ στερρᾷ σεπτῇ ὁμολογίᾳ οἱ λάμψαντες ἐν κόσμῳ, καὶ φαίνοντες ἀρρήτως, σήμερον χαίρουσι καλῶς, Κλήμης, τὸ ὡραῖον ὄντως κλῆμα τοῦ Χριστοῦ, τὸ τρέφον κόσμον βότρυσι τοῖς τῆς θεογνωσίας, Πέτρος τε, ἡ ἑδραία καὶ ἄθραυστος πέτρα τῶν δογμάτων τοῦ Σωτῆρος. Ἀμφότεροι τῆς θείας χάριτος οἱ λατρευταί, καὶ μύσται τῆς ἀρρήτου σοφίας, καὶ τῆς σεπτῆς Ἐκκλησίας οἱ προστάται οἱ θερμοί, οἱ βοηθοῦντες τοῖς κάμνουσι παντοίοις δεινοῖς, καὶ σῴζοντες τοὺς βοῶντας· Ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.

ΥΠΕΡΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ ΤΟ ΟΜΟΟΥΣΙΟΝ, ΔΙΕΚΔΙΚΩΝ ΠΑΜΜΑΚΑΡ, ΩΣ ΑΚΤΙΣΤΟΥ ΜΟΝΑΔΟΣ, ΑΡΕΙΟΝ ΚΑΘΕΙΛΕΣ...

Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος. Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ. Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΩΝ, ΚΛΗΜΕΝΤΟΣ ΡΩΜΗΣ ΚΑΙ ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης. Στίχοι Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ, Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας. Στίχοι Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος, Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες, Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν, Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους, Κατῄσχυνας φρύαγμα δαιμόνων γένους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται. Στίχοι Φιλ...

ΤΗΣ ΤΩΝ ΠΑΘΩΝ ΟΧΛΗΣΕΩΣ ΑΠΑΣΧΟΛΗΣΑΣ

Τῆς τῶν παθῶν ὀχλήσεως ἀπασχολήσας τὸν νοῦν, περὶ τὴν γνῶσιν τῶν ὄντων, ἱερώτατε Κλήμη, ἀσχολεῖσθαι πεποίηκας· διὸ σε τὸ κυρίως καὶ πρώτως Ὄν, ἐπὶ ταύτην εἵλκυσε, διὰ Πέτρου τοῦ τῶν Ἀποστόλων ἐξάρχοντος, ὃς σε τὰ θεῖα μεμύηκε, καὶ αὐτοῦ διάδοχον καταλέλοιπεν ἄξιον· Μεθ' ὃν τὴν Ἐκκλησίαν πάνσοφε, καλῶς διαγαγών, μαρτυρικῷ τέλει πρὸς αὐτόν, ἐξεδήμησας, οἷα Θεός, Θεῷ τῷ ὄντι ἀκραιφνῶς συγγινόμενος, οὗ τῆς θεώσεως, καὶ ἡμᾶς ἀκαταπαύστως τυχεῖν καθικέτευε, Ἱερομάρτυς Ἀπόστολε.

ΣΗΜΕΡΟΝ ΤΗΣ ΕΥΔΟΚΙΑΣ ΘΕΟΥ ΤΟ ΠΡΟΟΙΜΙΟΝ, ΚΑΙ ΤΗΣ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΣΩΤΗΡΙΑΣ

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις· ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται· Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ, ΑΝΑΤΟΛΑΙΣ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους, ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ, Ο ΠΑΛΑΙΟΣ ΠΕΖΕΥΣΑΣ

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο». Τοὺς λόγους τῶν δυσσεβῶν αἱρέσεων, καὶ τὰ φρυάγματα, ὀρθοδοξίας αἴγλῃ λαμπρυνθείς, εὐμαρῶς διεσκέδασας, ἐν ᾗ τοὺς σὲ γεραίροντας, Ἱεροφάντα περιφρούρησον. Ὁ πάντων τὴν σωτηρίαν Κύριος, ἀεὶ βουλόμενος, τῆς ἱερᾶς σε ποίμνης ὁδηγόν, ἱεράρχα προβάλλεται, λόγῳ καὶ βίῳ λάμποντα, διαφερόντως θεασάμενος. Νομίμως ὑπεραθλεῖν ἑλόμενος, τῆς Ἐκκλησίας Χριστοῦ, τῇ παντευχίᾳ Πάτερ τοῦ Σταυροῦ, σεαυτὸν περιέφραξας, καὶ νικητὴς τῇ χάριτι, καὶ στεφανίτης ἀναδέδειξαι.

ΜΝΗΜΗ ΤΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ, ΚΑΙ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΑΚΡΑΓΑΝΤΙΝΩΝ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου. Στίχοι Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις, Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους. Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας. Στίχοι Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον, Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος. Στίχοι Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας, Μετῆλθε Σισίνιος ἐκ βίας βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας, Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος, Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου. Διήγησις ὀπτα...

ΡΩΝΝΥΤΑΙ ΚΟΡΗ ΤΟ ΣΩΜΑ, ΠΑΡΕΙΜΕΝΗ ΕΝΤΕΥΞΕΙ ΣΟΥ ΟΣΙΕ

Ῥώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν. Ἰχνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε. Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χαριτι.

ΑΡΧΗ ΕΛΠΙΔΟΣ ΑΓΑΘΗΣ, ΕΔΟΘΗ ΤΟΙΣ ΑΓΙΟΙΣ....

Ἀρχὴ ἐλπίδος ἀγαθῆς, ἐδόθη τοῖς Ἁγίοις ἐξαίρετα τὸ πράττειν, κατάπληκτα μεγάλα, ἅπερ καὶ θαύματα, ἐστὶ θαυμάζεσθαι ἀξίως, μεθ' ὧν καὶ τὴν τῆς παρθένου Κικιλίας ἀρετήν, καὶ ἄσπιλον λαμπρότητα, πῶς ἀπεκδυσαμένη, τὸν ἄρχοντα ἔφυγε τοῦ σκότους, καὶ δραμοῦσα πρὸς τὴν πάλην τοῦ ἐχθροῦ, ἔστη ἐρρωμένη ἀπτοήτως· καὶ ἡμεῖς τοῦ θαύματος τούτου γεγονότα ἀληθῆ πράγματα, φῶμεν· πῶς διὰ Χριστόν, ἐπτέρνισε τὸν Βελίαρ, τὴν πίστιν κρατύνασα.

Ο ΤΗΣ ΔΟΞΗΣ ΣΕ ΗΛΙΟΣ, ΙΗΣΟΥΣ Ο ΘΕΟΣ ΗΜΩΝ

Ὁ τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, εἰς τοῦ κόσμου ἅπαντα τὰ πληρώματα, ὥσπερ ἀκτῖνα πολύφωτον, Φιλῆμον Ἀπόστολε, ἐπαφῆκε τὴν ἀχλύν, τῆς κακίας ἐλαύνουσαν, καὶ φωτίζουσαν, σκοτισθείσας καρδίας ἀγνωσίᾳ, καὶ παθῶν ἐπικρατείᾳ, ἱεροκήρυξ πανόλβιε. Καθαρὸν ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν λαμπρότητι ὡραΐσασα, τὴν σὴν καρδίαν ἀοίδιμε, Ἀπφία καὶ λάμψασα, εὐσεβείας φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, μυηθεῖσά τε, πᾶσαν μύησιν θείαν· διὰ τοῦτο, τῷ χορῷ τῶν Ἀσωμάτων, συνεπαγάλλῃ θεόληπτε. Σὺν τῷ θείῳ Φιλήμονι, εὐφημήσωμεν Ἄρχιππον, τὸν ἱεροκήρυκα, καὶ Ὀνήσιμον, ὡς ἱεράρχας θεόφρονας, μεγίστους ὡς Μάρτυρας, Ἀποστόλων τοὺς σοφούς, καὶ τῆς ἄνω λαμπρότητος, συμμετέχοντας, καὶ τῷ θρόνῳ τῆς δόξης παρεστῶτας, καὶ ἡμῖν ἐξαιτουμένους, ἁμαρτημάτων συγχώρησιν.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ Πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν». Ἱερωτάτῃ χορείᾳ, ἱερῶν Ἀποστόλων, ἐμπρέπων κατοικεῖς τοὺς οὐρανούς, θείᾳ μεθέξει θεούμενος, καὶ φωτὶ ἀπαστράπτων, ἀρρήτῳ καὶ χαρᾶς πνευματικῆς, Ἱεράρχα Φιλῆμον, διηνεκῶς πληρούμενος. Ὡς θαυμαστός σου ὁ Τρόπος! ὡς καλὸς ὡς ὡραῖος ὁ βίος! ὡς περίδοξος ἡ σή, κοίμησις μάκαρ Ἀπόστολε! ὡς φαιδρὰ ἡ ἡμέρα! ἐν ᾗ ἀπολιπὼν τὰ ἐπὶ γῆς, οὐρανίων ἁψίδων, ἐπέβης ἀγαλλόμενος. Σήμερον τέρπεται πᾶσα, ἡ Χριστοῦ Ἐκκλησία, ἑόρτιον χαρὰν πνευματικῶς, συστησαμένη τῇ μνήμῃ σου, ἣν ἀκλόνητον σῷζε, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα καὶ Θεόν, εὐπροσδέκτοις πρεσβείαις, Φιλῆμον Ἱερώτατε. Ἡ τῶν λειψάνων σου θήκη, ἰαμάτων σταγόνας, ἐκβλύζει τοῖς φοιτῶσιν ἱερῶς, μάκαρ Φιλῆμον Ἀπόστολε, καὶ νοσήματα παύει, καὶ πάντων ἁγιάζει τὰς ψυχάς, τῶν τήν θείαν σου μνήμην, ἑορταζόντων πάντοτε.

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ ΔΕΗΡΑ ΛΑΤΡΕΥΟΜΕΝΗΣ, ΟΙ ΤΡΕΙΣ ΣΟΥ ΠΑΙΔΕΣ...

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾶ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος· μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοῖς πολεμηθεῖσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμὰς ὑποσκελίσαντες. Σῶν λόγων φωτί, τῶν Γαζαίων τὸ βαρὺ σκότος ἠλάθη· ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐν πρώτοις τῶν σῶν, ἐκοινώνησε καλῶν Γαζαίων πόλις· αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρεπόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Φιλήσας Χριστόν, τὸν φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τῇ φιλίᾳ τοῦ ἀλάστορος, μεμισημένους τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΗΜΟΝΟΣ, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΑΠΦΙΑΣ...

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου. Στίχοι Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ, Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν. Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου. Στίχοι Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία, Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους. Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου. Στίχοι Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω, Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ. Στίχοι Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην, ...

ΧΑΙΡΕΙ Ο ΟΥΡΑΝΟΣ ΚΑΙ Η ΓΗ, ΤΟΝ ΟΥΡΑΝΟΝ ΤΟΝ ΝΟΗΤΟΝ ΠΟΡΕΥΟΜΕΝΟΝ, ΟΡΩΝΤΕΣ ΕΙΣ ΘΕΙΟΝ ΟΙΚΟΝ....

Χαίρει ὁ οὐρανὸς καὶ ἡ γῆ, τὸν οὐρανὸν τὸν νοητὸν πορευόμενον, ὁρῶντες εἰς θεῖον οἶκον, ἀνατραφῆναι σεπτῶς, τὴν Παρθένον μόνην καὶ ἀμώμητον, πρὸς ἣν ἐκπληττόμενος, Ζαχαρίας ἐβόησε, Πύλη Κυρίου, τοῦ Ναοῦ ὑπανοίγω σοι, πύλας χαίρουσα, ἐν αὐτῷ περιχόρευε· ἔγνων γὰρ καὶ πεπίστευκα, ὡς ἤδη ἡ λύτρωσις, ἐπιδημήσει προδήλως, τοῦ Ἰσραὴλ καὶ τεχθήσεται, ἐκ σοῦ Θεὸς Λόγος, ὁ δωρούμενoς τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὁπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἄννα ἡ θεία χάρις σαφῶς, χαριτωθεῖσαν τὴν ἁγνὴν Ἀειπάρθενον, προσάγει μετ' εὐφροσύνης, εἰς τὸν Ναὸν τοῦ Θεοῦ, προσκαλεσαμένη προπορεύεσθαι, αὐτῆς τὰς νεάνιδας λαμπαδηφόρους καὶ λέγουσα· Ἄπιθι τέκνον, τῷ δοτῆρι γενήθητι, καὶ ἀνάθημα, καὶ εὐῶδες θυμίαμα. Εἴσελθε εἰς τὰ ἄδυτα, καὶ γνῶθι μυστήρια, καὶ ἑτοιμάζου γενέσθαι, τοῦ Ἰησοῦ οἰκητήριον, τερπνὸν καὶ ὡραῖον, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει ἀχθήσονται εἰς ναὸν βασιλέως. Ἔνδον ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ὁ θε...

ΣΗΜΕΡΟΝ ΤΗΣ ΕΥΔΟΚΙΑΣ ΘΕΟΥ ΤΟ ΠΡΟΟΙΜΙΟΝ...

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ, ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ ΠΝΕΥΜΑΤΟΣ

«Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον». Σοφίας πανάχραντε, σὲ θησαυρὸν ἐπιστάμενoι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως, αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί. Ὑπέρτερος Πάναγνε, τῶν οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ. Τὸ φῶς ἀνατείλασα, ἡ Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο τὴν ὑπέρλαμπρον, αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν. Ἡ πύλη ἡ ἔνδοξος, ἡ λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.

ΣΗΜΕΡΟΝ ΤΑ ΣΤΙΦΗ ΤΩΝ ΠΙΣΤΩΝ ΣΥΝΕΛΘΟΝΤΑ

Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένoι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνoῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΩΔΗΝ ΕΠΙΝΙΚΙΟΝ, ΑΣΩΜΕΝ ΠΑΝΤΕΣ, ΘΕΩ ΤΩ ΠΟΙΗΣΑΝΤΙ....

«ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται». Συνδράμωμεν σήμερον, τῇ Θεοτόκῳ· Τιμῶντες ἐν ᾄσμασι, καὶ πανηγυρίσωμεν, πνευματικὴν ἑορτήν· ἐν τῷ Ναῷ γὰρ τῷ Θεῷ, δῶρον προσφέρεται. ᾨδαῖς ἀνυμνήσωμεν, τῆς Θεοτόκου, τὴν ἔνδοξον πρόοδον· τῷ Ναῷ γὰρ σήμερον, ὡς καὶ ναὸς τοῦ Θεοῦ, προσφέρεται προφητικῶς, δῶρον πολύτιμον. Ἡ Ἄννα ἡ ἄμεμπτος, ἠγαλλιᾶτο, ὡς δῶρον πολύτιμον, τῷ Θεῷ προσφέρουσα, ἐν τῷ ναῷ μητρικῶς, Ἰωακεὶμ δὲ σὺν αὐτῇ, πανηγυρίζει φαιδρῶς. Δαυῒδ ὁ προπάτωρ σε, ὕμνησε πάλαι, Παρθένε Θεόνυμφε, θυγατέρα λέγων σε, τοῦ Βασιλέως Χριστοῦ, ὃν καὶ τεκοῦσα μητρικῶς, βρέφος ἐθήλασας. Σαρκὶ τριετίζουσα, ἡ Θεοτόκος, Κυρίῳ προσάγεται, Ζαχαρίας ταύτην δέ, ὁ Ἱερεὺς τοῦ Θεοῦ, δεξάμενος ἐν τῷ Ναῷ, χαίρων ἀνέθετο. Παρθένοι χορεύσατε, λαμπαδηφόροι, ἐξάρξατε σήμερον, καὶ μητέρες ᾄσατε, τῇ Βασιλίδι Μητρί, προσερχομένῃ τῷ Ναῷ, τοῦ Βασιλέως Χριστοῦ.

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. Στίχοι Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη, Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων. Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΘΕΙΩΝ ΜΥΣΤΗΡΙΩΝ

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ΔΕΥΤΕ ΠΑΝΤΕΣ ΟΙ ΠΙΣΤΟΙ

Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ

«Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· κἂν τῇ σεπτῇ Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον». Ἐξάρχουσαι κόραι τῆς Παρθένου, λαμπάδας κατέχουσαι φαιδρῶς, τὸ μέλλον ὑπογράφουσιν· ἐκ ταύτης γὰρ τεχθήσεται, ὁ φωτισμὸς τῆς γνώσεως, λύων τῆς πλάνης τήν ζόφωσιν. Ζηλοῦσα τὴν πάλαι θεοφρόνως, ἡ Ἄννα εὐχὴν ἀποπληροῖ, καὶ σὲ προσανατίθεται, τῷ Ἱερῷ Πανάμωμε, ἱερωτάτην σύλληψιν, μέλλουσαν ἕξειν καὶ γέννησιν. Ἥλιος ἐφήπλωσεν ἀκτῖνας, ὁρῶν τὴν νεφέλην τοῦ φωτός, ἐφαπλουμένην νεύματι, Θεοῦ ἔνδον εἰς Ἅγια, ἐξ ἧς ὀμβρήσει ἄφεσις, τοῖς χερσωθεῖσιν ἐγκλήμασιν. Θεοὶ με Θεὸς ἐν σοὶ σκηνώσας, δι' οἶκτον πανάχραντε Ἁγνή, κλαπέντα βρώσει πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ τῆς φθορᾶς τὴν ἄφθαρτον, πάλιν τρυφὴν ἀντιδίδωσιν.

ΤΗ ΘΕΙΑ ΛΑΜΠΡΟΤΗΤΙ.... ΓΡΗΓΟΡΙΕ

Τῇ θείᾳ λαμπρότητι, καταυγαζόμενος, τὸ σκότος ἐδίωξας, τῶν ψυχοφθόρων παθῶν, Γρηγόριε ἀοίδιμε, ἤρθης πρὸς ἀπαθείας, καθαρώτατον ὕψος, ἤστραψας παραδόξως, ἰαμάτων ἀκτῖνας, σκηνώσας εἰς ἄδυτον φῶς, τῆς βασιλείας Χριστοῦ.

ΔΟΓΜΑΤΩΝ ΦΑΙΔΡΟΤΗΤΙ, ΚΑΙ ΤΗ ΤΟΥ ΒΙΟΥ ΛΑΜΠΡΟΤΗΤΙ

Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.

Ο ΤΩΝ ΑΠΑΝΤΩΝ ΠΟΙΗΤΗΣ, Ο ΠΛΑΣΤΗΣ

Ὁ τῶν ἁπάντων Ποιητής, ὁ Πλάστης καὶ Δεσπότης, ἀρρήτῳ εὐσπλαγχνίᾳ καμπτόμενος, καὶ μόνῃ φιλανθρωπίᾳ τῇ αὐτοῦ, ὅν περ ταῖς οἰκείαις κατεσκεύασε χερσίν, ἰδὼν πεσόντα ᾤκτειρε, καὶ ἀναστῆναι τοῦτον εὐδόκησε, πλάσει θειοτέρᾳ, καὶ κενώσει τῇ ἰδίᾳ, ὡς ἀγαθὸς φύσει καὶ ἐλεήμων. Διὸ τὴν Μαριὰμ μεσίτιν λαμβάνει, ὡς παρθένον καὶ ἁγνήν, τοῦ μυστηρίου, ἐκ ταύτης τὸ ἡμῶν φορέσαι ὡς ἠβουλήθη· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ΠΡΟΕΟΡΤΙΑ ΕΙΣΟΔΙΩΝ ΚΑΙ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου. Στίχοι Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος, Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις. Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος. Στίχοι Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα, Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ. Στίχοι Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει, Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι. ...

ΔΟΞΑ ΘΕΙΚΩ ΚΑΙ ΠΡΑΞΕΙ ΚΟΣΜΟΥΜΕΝΟΣ...

Λόγῳ θεϊκῷ, καὶ πράξει κοσμούμενος, ἐπτερώθης τῷ πνεύματι, Ἀβδιοὺ θεσπέσιε, καὶ τὰ μέλλοντα βλέπειν κατηξίωσαι. Ἔνθα Προφητῶν, χορεῖαι σκηνούμενος, καὶ Ἁγίων λαμπρότητες, δυσώπει τὸν Κύριον, τοῦ σωθῆναι τοὺς πίστει εὐφημοῦντάς σε. Ὅλος τῷ Θεῷ, θερμῶς ἀνακείμενος, καθαρῶς προσωμίλησας, ταῖς θείαις ἐμφάσεσιν, ὧν καὶ νῦν ἀπολαύεις Παμμακάριστε.

ΑΝΔΡΙΑΝΤΟΣ ΣΤΕΡΡΟΤΕΡΟΣ, ΚΑΙ ΧΑΛΚΟΥ ΔΥΝΑΤΩΤΕΡΟΣ, ΚΑΙ ΣΙΔΗΡΟΥ ΓΕΓΟΝΑΣ ΙΣΧΥΡΟΤΕΡΟΣ...

Ἀνδριάντος στερρότερος, καὶ χαλκοῦ δυνατώτερος, καὶ σιδήρου γέγονας ἰσχυρότερος· παραχωρεῖ γὰρ τηκόμενον, καὶ θᾶττον λυόμενον, τούτων ἕκαστον πυρί, βίᾳ τούτου νικώμενον· σοῦ δὲ ἄκαμπτος, δεξιὰ τεταμένη τῶν ἀνθράκων, φλεγομένη παραδόξως, περιεγένετο Πάνσοφε. Ἱερεὺς ὥσπερ πέφηνας, καὶ Θεῷ παριστάμενος, καὶ αὐτῷ Μακάριε προσερχόμενος, οὐκ ἀλλοτρίῳ ἐν αἵματι, οἰκείῳ δὲ μάλιστα, καὶ χειρὶ μαρτυρικῇ, εὐωδίας θυμίαμα, προσενήνοχας, οὐ δαιμόνων ἀπάταις, τῷ Χριστῷ δέ, τῷ Σωτῆρι καὶ Δεσπότῃ, καὶ ἐσαεὶ βασιλεύοντι. Ἱερέα προσάγοντα, καὶ ἀμνὸν προσαγόμενον, τὸν αὐτὸν ἀμφότερα σε Πανεύφημε, περιχαρῶς ὀνομάζομεν, ὡς ὄντα ἑκάτερα· σεαυτὸν δὲ τῷ Θεῷ, ὡς πανάμωμον σφάγιον, ὡλοκαύτωσας, τῷ πυρὶ τῶν βασάνων, ὃν δυσώπει, τοῦ σωθῆναι τοὺς τιμῶντας, τὴν παναοίδιμον μνήμην σου.

ΔΟΧΕΙΟΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΛΑΜΠΡΟΝ, ΑΒΔΙΟΥ ΓΕΝΟΜΕΝΟΣ, ΚΑΙ ΠΑΡ ΑΥΤΟΥ ΦΩΤΙΖΟΜΕΝΟΣ...

Δοχεῖον τοῦ Πνεύματος λαμπρόν, Ἀβδιοὺ γενόμενος, καὶ παρ' αὐτοῦ φωτιζόμενος, θεοειδέστατον, Προφητείας τρόπον, καὶ μελλόντων πρόγνωσιν, καὶ γνῶσιν ἀληθείας ἐπλούτησας καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Εἷς χαρακτηρίζεται Θεός, πρώτοις ἰδιώμασι, καὶ κατ' οὐσίαν γνωρίσμασι, τούτων οἱ ἔνδοξοι, καὶ σεπτοὶ προφῆται, μετοχῇ καὶ χάριτι, δευτέρως κατὰ θέσιν μετέχουσι, καταλαμπρύνοντος, τοῦ Κυρίου τοὺς θεράποντας, τοὺς οἰκείους, ἰδίᾳ λαμπρότητι. Ἀδύτου πληρούμενος φωτός, καὶ δόξαν θεώμενος, τὴν ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ παριστάμενος, τῷ Δεσπότῃ πάντων, Ἀβδιοὺ μακάριε, καὶ θεῖος ὑποφήτης γενόμενος, αὐτὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μεγα ἔλεος.

ΑΣΟΜΑΙ ΣΟΙ ΚΥΡΙΕ Ο ΘΕΟΣ

ᾌσομαὶ σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαόν, ἐκ δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν. Ταῖς τῆς σῆς ἀθλήσεως λαμπηδόσι, περιλαμπόμενος ἡμᾶς, τοὺς πίστει τιμῶντας, τὴν μνήμην σου περίσῳζε, Βαρλαὰμ ταῖς πρεσβείαις σου. Ὁ τὸ πῦρ μαράνας τῆς ἀσεβείας, θεοσεβείας ἀκριβοῦς, πυρὶ θεοπνεύστῳ, τιμάσθω μελῳδήμασι, Βαρλαὰμ ὁ θαυμάσιος. Ὑπὲρ τῆς εὐσεβείας ἠγωνισμένος, στεφανηφόρε Βαρλαάμ, στεφάνῳ τῆς δόξης νῦν , ἀξίως τετίμησαι, δεξιᾷ, παντοκράτορι. Σθένος σοι δεδώρηται ὁ Δεσπότης, κατὰ ποικίλων αἰκισμῶν, Πανόλβιε Μάρτυς, ἐντεῦθεν καὶ νενίκηκας, τῶν ἀθέων τὸ φρύαγμα.

ΣΕ ΤΗΝ ΠΡΟΣΤΑΣΙΑΝ ΤΟΥ ΚΟΣΜΟΥ, ΚΑΙ ΘΕΟΜΗΤΟΡΑ ΠΑΡΘΕΝΟΝ, ΠΑΣΗΣ ΤΗΣ ΖΩΗΣ ΜΟΥ ΠΡΟΣΤΑΤΙΝ...

Σὲ τὴν πρσστασίαν τοῦ κόσμου, καὶ Θεομήτορα Παρθένον, πάσης τῆς ζωῆς μου προστάτιν, καὶ σωτηρίαν χαίρων προβάλλομαι· σὺ γὰρ Θεὸν γεννήσασα, σῴζειν ἰσχύεις τοὺς ὑμνοῦντάς σε.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΒΔΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΑΡΛΑΑΜ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού· καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού. Στίχοι Ἔφησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν, Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα. Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Στίχοι Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων, Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ. Στίχοι Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ, Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται. Στίχοι Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας, Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται. Στίχοι «Στρατεύομαί σοι σήμερον διὰ ξίφους», Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου. Στίχοι Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις, τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι,...

ΠΛΗΡΗΣ ΓΕΝΝΑΙΟΥ ΦΡΟΝΗΜΑΤΟΣ....

Πλήρης γενναίου φρονήματος, τὴν τῶν μελῶν ἐκκοπήν, καὶ τομὴν τὴν τοῦ σώματος, καὶ τὸ πῦρ τὸ ἄστεκτον, τὸν λιμὸν καὶ τὸν θάνατον, ἀνδρειοτάτῃ γνώμῃ ὑπέφερες, τὴν δι' αἰῶνος ἀποκειμένην σοι, δόξαν θηρώμενος, τὴν μὴ διαπίπτουσαν, καὶ προορῶν, τὴν διαιωνίζουσαν, μακαριότητα. Πᾶσαν ὑπερβὰς τὴν αἴσθησιν, καὶ πρὸς τὴν ἄνω ζωήν, μεταθείς τὴν διάνοιαν, λογισμῷ θεόφρονι, καὶ ψυχῇ μεγαλόφρονι, τῆς εὐτελείας καὶ ταπεινότητος, τῶν ὁρωμένων καταπεφρόνηκας· ὅθεν ξεόμενος, καὶ πυρὶ φλεγόμενος, ὑπὲρ Χριστοῦ, Μάρτυς ἀνδρικώτατα, διεκαρτέρησας. Πᾶσαν τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ διωκτῶν τὰς ὁρμάς, καταλύσας τῇ χάριτι, τὸν τῆς νίκης στέφανον, ἀνεδήσω Πανόλβιε, τῆς ἀκηράτου ἀγαλλιάσεως, καὶ τῆς ἀφράστου καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν ἄφεσιν, τοῖς εὐφημοῦσί σε.

ΤΩΝ ΕΛΛΗΝΩΝ ΛΙΠΩΝ ΑΠΑΣΑΝ ΤΗΝ ΜΑΤΑΙΟΤΗΤΑ....

Τῶν Ἑλλήνων λιπὼν ἅπασαν τὴν ματαιότητα, τῶν Χριστοῦ Μαθητῶν τὰ ψυχωφελῆ διδάγματα ἠγάπησε λίαν Πλάτων ὁ θεόφρων. Διὸ καὶ ὤφθη πᾶσιν αἰδέσιμος, καὶ ἄγκυρα πίστεως ἐν τῇ πατρίδι, ἧς καὶ ἡ κλῆσις σαφῶς Ἄγκυρα ὑπάρχει. Καλῶς γὰρ τοῦτον ἐκθρεψαμένη, βεβαίαν σκέπην κατ' ἐχθρῶν, καὶ ἀντιλήπτορα θερμὸν ἐν πολέμοις εὑρίσκει, καθ' ἑκάστην ἐκβοῶσα πρὸς αὐτόν· Βαρβάρων ῥῦσαι τὴν πόλιν σου Ἅγιε.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΠΛΑΤΩΝΟΣ ΚΑΙ ΡΩΜΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος. Στίχοι Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων, Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος. Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ. Στίχοι Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει. Σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, Π ο ῖ ο ν δ ε ῖ σ έ β ε ι ν Θεόν, καὶ εἰπόν, Τ ὸ ν Χ ρ ι σ τ ό ν, ξίφει τελειοῦται. Στίχοι Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει, τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου. Στίχοι Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση· Ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους. Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν, Καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα. Τα...

ΘΑΥΜΑΤΩΝ ΠΟΛΛΩΝ, ΔΕΞΑΜΕΝΟΣ ΕΝΕΡΓΕΙΑΝ, ΣΗΜΕΙΟΙΣ ΦΡΙΚΤΟΙΣ, ΤΟΥΣ ΔΑΙΜΟΝΑΣ ΕΠΤΟΗΣΑΣ, ΚΑΙ ΤΑΣ ΝΟΣΟΥΣ ΗΛΑΣΑΣ ΤΩΝ ΑΝΘΡΩΠΩΝ

Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν, σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας, καὶ τὰς νόσους ἤλασας τῶν ἀνθρώπων, πάνσοφε Γρηγόριε· διὸ καλὴ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.

ΠΟΘΕΝ ΑΠΑΡΞΟΜΑΙ ΤΟΥΣ ΕΠΑΙΝΟΥΣ ΕΞΥΦΑΙΝΕΙΝ Ο ΤΑΛΑΣ, ΚΑΘΟΡΩΝ ΤΑ ΠΟΛΛΑ

Πόθεν ἀπάρξομαι τοὺς ἐπαίνους ἐξυφαίνειν ὁ τάλας, καθορῶν τὰ πολλὰ καὶ ὑπερθαύμαστα πράγματα; Ἐὰν ἀπὸ τοῦ βίου τοῦ Ὁσίου ἐγχειρήσω, τὸ σύνολον οὐκ ἰσχύω· πάντα γὰρ νοῦν ὑπερβαίνει ὁ ἔνθεος βίος αὐτοῦ. Ἐὰν ἀπὸ τῶν θαυμάτων, καὶ ἐν τούτῳ λοιπὸν αἰσχυνθήσομαι, ὑπὲρ τὴν ψάμμον γὰρ ὑπάρχουσι· διὰ τοῦτο ἀκούει θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.

ΝΕΟΣ ΓΕΓΟΝΑΣ ΜΩΣΗΣ ΤΟΙΣ ΕΡΓΟΙΣ, ΠΛΑΚΑΣ ΠΙΣΤΕΩΣ ΕΠΙ ΤΟΥ ΟΡΟΥΣΥΣ, ΤΗΣ ΜΥΣΤΙΚΗΣ ΘΕΟΦΑΝΕΙΑΣ ΔΕΞΑΜΕΝΟΣ....

Νέος γέγονας Μωσῆς τοῖς ἔργοις, πλάκας πίστεως ἐπὶ τοῦ ὄρους, τῆς μυστικῆς θεοφανείας δεξάμενος, νομοθετήσας λαοῖς τὴν εὐσέβειαν, τοῦ τῆς Τριάδος μυστηρίου Γρηγόριε· ὅθεν ἅπαντες, τιμῶμεν πιστοὶ τὴν μνήμην σου, αἰτοῦντες διὰ σοῦ τὸ μέγα ἔλεος.

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ...

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ. Στίχοι Ὁ Γρηγόριος, θαυματουργῶν καὶ πάλαι, Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον. Ἑβδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου. Στίχοι Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν Λόγε, Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος. Ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἔχεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν. Ἔχεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινου...

ΑΡΜΑΤΗΛΑΤΗΝ ΦΑΡΑΩ ΕΒΥΘΙΣΕ, ΤΕΡΑΤΟΥΡΓΟΥΣΑ ΠΟΤΕ, ΜΩΣΑΪΚΗ ΡΑΒΔΟΣ...

Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα. Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων με μάκαρ, καὶ σῇ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε. Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα. Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἤγειρεν, οὓς κατῄσχυνας Πάτερ, μακροθυμίᾳ τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος. Ἐπὶ τῆς ξένης διατρίβων Ὅσιε, πᾶσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζῃ ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμῳ Γρηγόριε.

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ

Ἵνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. Γεωργίᾳ σῶν λόγων, τὰς κεχερσωμένας καρδίας ὡμάλισας, καὶ τὸν θεῖον σπόρον, ἐν αὐταῖς Ἱεράρχα κατέβαλες, καὶ καρπὸν πολύχουν, τῷ Λυτρωτῇ τὴν σωτηρίαν, τῶν πιστῶν θεορρῆμον προσήγαγες. Ὁ Θεοῦ παραστάτης, ζήλῳ πυρακτούμενος χρίει σε Φαίδιμος, Ἱερέα Πάτερ, τῷ Θεῷ τῷ τὰ σύμπαντα βλέποντι, εὐσεβῶς θαρρήσας, καὶ τῇ σεπτῇ σου πολιτείᾳ, πεποιθώς θεορρῆμον Γρηγόριε. Ῥοαῖς τῶν σῶν δογμάτων, τὰς εἰδωλικὰς πυρπολήσεις κατέσβεσας, καὶ ταῖς διδαχαῖς σου, τοὺς πιστοὺς ἐβεβαίωσας Πάνσοφε, ἀναβὰς εἰς ὕψος, ὡς Σαμουὴλ ταῖς θεωρίαις, καὶ ὡς δένδρον φανεὶς τοῖς διώκουσι. Ἱεράρχα θεόφρον, ταῖς σαῖς ἱκεσίαις δεινῶν με λυτρούμενος, τῶν ἐμῶν πταισμάτων, τὸ χειρόγραφον Πάτερ διάρρηξον, ἱερεὺς ὑπάρχων, καὶ ἐκ Θεοῦ τὴν ἐξουσίαν, εἰληφὼς ἀφιέναι τὰ πταίσματα.

ΚΡΟΤΗΣΩΜΕΝ ΕΝ ΑΣΜΑΣΙ ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ

Κροτήσωμεν ἐν ᾄσμασι σήμερον πιστοί, ἐπὶ τῇ μνήμῃ τοῦ σεπτοῦ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ Ματθαίου· οὗτος γὰρ ῥίψας τὸν ζυγόν, καὶ τὸν χρυσὸν τοῦ τελωνείου, ἠκολούθησε Χριστῷ, καὶ κήρυξ τοῦ Εὐαγγελίου θεῖος ἐχρημάτισεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ, εἰς τὴν οἰκουμένην, καὶ πρεσβεύει σωθῆναι τὰς ψυχάς ἡμῶν.

ΤΟΥ ΤΕΛΩΝΕΙΟΥ .... ΑΠΟΡΡΗΤΩΝ...

Τοῦ τελωνείου τὸν ζυγόν, ἀπορρίψας ἐμφρόνως, Χριστῷ κατηκολούθησας, ὦ Ματθαῖε θεόφρον, τοῖς ἴχνεσι δὲ τοῖς αὐτοῦ, θαυμαστῶς ἑπόμενος, ἐν μετοχῇ ἐγεγόνεις, τῆς αὐτοῦ βασιλείας, καὶ τῆς δόξης κοινωνός, καὶ μύστης τῶν ἀπορρήτων.

ΑΠΟΣΤΟΛΕ ΑΓΙΕ, ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΑ ΜΑΤΘΑΙΕ...

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΛΑΜΨΑΣ ΑΠΟΣΤΟΛΕ, ΦΩΤΟΕΙΔΗΣ ΩΣΠΕΡ ΗΛΙΟΣ, ΤΑΙΣ ΑΚΤΙΣΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Ἔλαμψας Ἀπόστολε, φωτοειδὴς ὥσπερ ἥλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας Ματθαῖε πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος. Ἐν ὕψει καθήμενος, θεογνωσίας Ἀπόστολε, ὑπεδέξω τοῦ Πνεύματος, τὴν αἴγλην φανεῖσάν σοι, τοῦ πυρὸς ἐν εἴδει, καὶ γλώσσῃ πυρίνῃ, πᾶσαν κατέφλεξας σαφῶς, τῆς ἀσεβείας ὕλην πολύθεον· διὸ σε ὡς Ἀπόστολον, καὶ θεηγόρον γεραίρομεν, τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν. Ἑβρόντησας πάνσοφε, τῇ οἰκουμένῃ διδάγματα, ἱερὰ καὶ σωτήρια, καὶ πᾶσαν ἐκάθηρας, εἰδωλομανίας, τὴν κτίσιν Ματθαῖε, καὶ κατεφώτισας λαούς, Εὐαγγελίου ταῖς ἐπιλάμψεσιν, εἰδώλων τὰ τεμένη δέ, καταστρεψάμενος χάριτι, Ἐκκλησίας εἰς αἴνεσιν, τοῦ Θεοῦ ᾠκοδόμησας.

ΚΑΛΟΥΝΤΙ ΧΡΙΣΤΩ, ΠΡΟΣ ΜΑΘΗΤΕΙΑΝ ΟΥΡΑΝΙΟΝ....

Καλοῦντι Χριστῷ, πρὸς μαθητείαν οὐράνιον, προθύμως ἠκολούθησας θεόληπτε, πᾶσαν σχολὴν φροντίδος γηΐνης, ὑφ' ἓν παρωσάμενος· ἐπαξίαν γὰρ τῆς ἄνω βασιλείας, γνώμην εὐπειθῶς ἀναλαβόμενος, τῆς χαμαιζήλου πολιτείας, καὶ δόξης κενῆς ἀπέστης, Εὐαγγελιστὴς ἀπὸ Τελώνου γενόμενος, φῶς τε τῶν ἐν σκότει χρηματίσας, καὶ πεπλανημένων ὁδηγὸς πρὸς σωτηρίαν· νῦν δὲ πρεσβευτὴς παντὸς τοῦ κόσμου θερμότατος, καὶ τῶν σὲ γεραιρόντων Ματθαῖε, φύλαξ σωτήριος.

ΤΗ ΤΩΝ ΛΟΓΩΝ ΣΟΥ ΣΑΛΠΙΓΓΙ, ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ ΣΥΝΗΘΡΟΙΣΑΣ, ΕΙΣ ΘΕΟΥ ΕΠΙΓΝΩΣΙΝ

Τῇ τῶν λόγων σου σάλπιγγι, τοὺς ἀνθρώπους συνήθροισας, εἰς Θεοῦ ἐπίγνωσιν Παναοίδιμε, καὶ τὰ τῆς πλάνης ἀθροίσματα, ἐκ γῆς ἀπεσόβησας, καὶ εἰς μίαν τούς πιστούς, τὴν ὁμόνοιαν ἴθυνας, καὶ πρεσβεύεις νῦν, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ὁ ἐν γλώσσῃ πυρίνῃ σε, καθοπλίσας τοῦ Πνεύματος, κραταιὸν ἀνέδειξε πολεμήτορα, κατὰ τῆς πλάνης Ἀπόστολε, Χριστὸς ὁ Θεὸς ἡμῶν, παρ' οὗ ἔλαβες λαμπρά, τὰ βραβεῖα τῆς χάριτος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Εἰς τὰ βάθη τοῦ Πνεύματος, διακύψας Ἀπόστολε, πλοῦτον τὸν ἀκένωτον κατενόησας, καὶ ἐξ αὐτοῦ ἀρυσάμενος, τὴν χάριν τὴν ἄφθονον, ἡμῖν εὐαγγελικῶς, πᾶσι ταύτην διένειμας, καὶ πρεσβεύεις νῦν , ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντα...

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ... ΑΕΙΠΑΡΘΕΝΕ....

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε

ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ, .... ΤΗΣ ΕΙΡΗΝΗΣ ΤΟΝ ΚΗΡΥΚΑ...

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, τὴν εἰρήνην βραβεύουσα. Τὴν χάριν δεξάμενος, τοῦ Παναγίου Πνεύματος, θεῖον ἐνδιαίτημα ἐδείχθης, θείως διδάξας, θεογνωσίας τὸ φῶς, πιστευθεὶς τὰ δόγματα Χριστοῦ, γράμμασιν ἐκτίθεσθαι, ὡς αὐτόπτης θεόκριτος. Ἡ γλῶσσά σου κάλαμος, τοῦ Παρακλήτου γέγονεν, ἐνθέως τοῦ λύτρωσιν διδόντος, τοῖς ἐπιγνοῦσι τὴν δεσποτείαν αὐτοῦ, καὶ ταῖς σοφῶν ἐμπνέοντος ψυχαῖς, γνῶσιν ἐπουράνιον, ὦ Ματθαῖε πανέντιμε. Ἀστράπτοντα θαύμασι, καὶ ἰαμάτων χάρισι, σὲ Χριστὸς ἐξέπεμψε τῷ κόσμῳ, τὴν τῶν δαιμόνων καταπατοῦντα ἰσχύν, καὶ ψυχὰς φωτίζοντα Πιστῶν, πάντων τῶν ὑμνούντων σε, τῆς εἰρήνης τὸν κήρυκα.

Ο ΕΜΒΑΤΕΥΩΝ ΚΑΡΔΙΑΣ ΤΩΝ ΑΝΘΡΩΠΩΝ, ΟΤΕ ΣΟΥ ΤΗΝ ΕΝΘΕΟΝ ΓΝΩΜΗΝ ΑΠΟΣΤΟΛΕ...

Ὁ ἐμβατεύων καρδίας τῶν ἀνθρώπων, ὅτε σου τὴν ἔνθεον γνώμην Ἀπόστολε, θείᾳ προγνώσει ἑώρακε, καὶ ἐκ τοῦ κόσμου, τῆς ἀδικίας σὲ ἐλυτρώσατο, τότε σε παγκόσμιον, φῶς ἀπειργάσατο, τῆς οἰκουμένης τὰ πέρατα, καταφωτίζειν, καὶ διαλάμπειν ἐγκελευσάμενος, οὗ καὶ τὸ θεῖον Εὐαγγέλιον, ἠξιώθης σαφῶς ἀναγράψασθαι· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ ἐκ τελώνου κληθεὶς εἰς μαθητείαν, ὅτε σε ὁ ἄναρχος Λόγος ἐφώνησεν, ἀκολουθεῖν προτρεπόμενος, καὶ κοινωνίαν, τῆς βασιλείας ἐπαγγειλάμενος, τότε Παμμακάριστε, πάντα ἀφέμενος, καὶ ταραχώδους συγχύσεως, ἀναχωρήσας, αὐτῷ συντόνως ἐπηκολούθησας· καὶ νῦν Θεόπτα ἐμφορούμενος, τῆς ἀφράστου αὐτοῦ θεωρίας τρανῶς, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Προφητική τις σαφῶς ὀξυδερκία, πάλαι μὲν σε Ἅγιον, λίθον τεθέαται, ἐπὶ τῆς γῆς κυλιόμενον, καὶ τῆς ἀπάτης, τὰς ἑλεπόλεις καταλεαίνοντα· ὁ Λόγος δὲ πάνσοφε, ὁ ἐνυπόστατος, φῶς σε τοῦ κόσμου καὶ κήρυκα, δικαιοσύνης, καὶ ἀληθείας ἀποτετέλεκε, λελαμπρυσμένον ταῖς λαμπρότησι, τοῦ τρισηλίου φωτὸς Π...

ΣΩΜΑΤΩΘΕΝΤΑ ΤΟΝ ΚΤΙΣΤΗ ΤΩΝ ΑΠΑΝΤΩΝ, ΕΣΧΕΣ ΕΝ ΤΗ ΜΗΤΡΑ ΣΟΥ ΘΕΟΜΑΚΑΡΙΣΤΕ....

Σωματωθέντα τὸν Κτίστην τῶν ἁπάντων, ἔσχες ἐν τῇ μήτρᾳ σου, θεομακάριστε, ἀναμορφοῦντα τὸν ἄνθρωπον, τὸν πρὶν πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως· Θεόν γὰρ ἐγέννησας, Λόγον ἀφράστως Ἁγνή, καὶ τῆς φθορᾶς ἠλευθέρωσας, τὴν φύσιν πᾶσαν, παλαιωθεῖσαν διὰ τοῦ τόκου σου· διὸ ὑμνοῦμεν καὶ δοξάζομεν, σοῦ τὴν χάριν Παρθένε ἀνύμφευτε, δι' ἦς σκέπε καὶ σῷζε, τοὺς ἐν πίστει σὲ δοξάζοντας.

ΤΟΥ ΤΕΛΩΝΕΙΟΥ ΤΟΝ ΖΥΓΟΝ ΑΠΟΡΡΙΨΑΣ...

Τοῦ τελωνείου τὸν ζυγὸν ἀπορρίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.

Η ΤΟΥ ΕΧΘΡΟΥ ΜΕ ΤΥΡΑΝΝΙΣ ΒΙΑΖΕΤΑΙ ΑΠΛΗΣΤΩΣ, ΚΑΙ ΤΗΣ ΨΥΧΗΣ ΜΟΥ ΟΛΟΝ

Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.

ΤΗΝ ΤΕΤΑΠΕΙΝΩΜΕΝΗΝ ΦΥΣΙΝ ΒΡΟΤΩΝ, Η ΕΥΛΟΓΗΜΕΝΗ ΑΝΥΨΩΣΑΣ....

Τὴν τεταπεινωμένην φύσιν βροτῶν, ἡ εὐλογημένη ἀνύψωσας, τὴν τοῦ Ὑψίστου, ὡς κυήσασα ἰσχύν, ὑπερφυῶς πανάχραντε, Μήτηρ ὡς Ματθαῖος ἐδίδαξεν.

O ΠΡΩΤΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΕΥΑΓΓΕΛΙΟΝ ΓΡΑΨΑΣ

Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Στίχοι «Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις». Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου. Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΡΙΑΔΟΣ ΤΗΣ ΣΕΠΤΗΣ, ΚΑΤΑΓΓΕΛΟΝΤΕΣ ΠΙΣΤΙΝ, ΠΟΛΥΘΕΟΝ ΣΟΦΟΙ....

Τριάδος τῆς σεπτῆς, καταγγέλλοντες πίστιν, πολύθεον Σοφοί, τῶν εἰδώλων ἀπάτην, ἀνδρείως καθείλετε, ὡς τῆς πίστεως πρόμαχοι, κόρην ζῶσαν δέ, κατακλεισθεῖσαν ἐν τάφῳ, διεσώσατε, θανατηφόρου κινδύνου, ὑμᾶς μακαρίζουσαν.

ΤΗΝ ΣΟΦΙΑΝ ΚΑΙ ΛΟΓΟΝ ΕΝ ΣΗ ΓΑΣΤΡΙ

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Θεοτόκε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις πανάμωμε.

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρὴμῳ ἐτροπώσατο. Τριάδος τὴν μοναρχίαν Ἅγιοι, θεολογοῦντες σεπτῶς, πολυαρχίας ἄστατον ἀχλύν, εὐμαρῶς διελύσατε, Ἀνατολῆς πολύφωτοι, ὥσπερ ἀστέρες ἀνατείλαντες. Οἱ τρεῖς Ὁμολογηταὶ τῇ χάριτι, καταλαμπόμενοι, τῆς ἀρχικῆς Τριάδος ἐμφανῶς, τὸ τῆς πλάνης πολύθεον, καρτερικὴν τὴν ἔνστασιν, ἐπιδεικνύντες ἐξηφάνισαν. Ὑμᾶς πρὶν υἱοθετήσας Ἔνδοξοι, θέσει ὁ φύσει Υἱός, τῆς νῦν αὐτῷ δοθείσης ἐκ Πατρός, κληρουχίας ὡς εὔσπλαγχνος, συγκληρονόμους ἔδειξε, βασιλείας συμμετέχοντας.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ ΘΕΩΡΟΥΣΑ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλαγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ Η ΕΚΚΛΗΣΙΑ

Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε. Σταθηρὰν τὴν καρτερίαν οἱ Ἀθλοφόροι, ἀνηλεῶς στρεβλούμενοι, ποικίλαις βασάνοις, πᾶσιν ἐπεδείξαντο, συμφώνως κραυγάζοντες· Δόξα τῇ δυνάμει σου Κύριε. Οἱ τῆς Τριάδος ἰσάριθμοι στεφανῖται, τρισοφεγγεῖ λαμπάδι, τοὺς νῦν εκτελοῦντας, μνήμην τὴν πανίερον, αὐτῶν καταυγάζουσι, πᾶσι τὰς ἰάσεις βραβεύοντες. Μετ' εὐλαβείας προσδράμωμεν τῇ φωσφόρῳ, καὶ φωταυγεῖ θεόφρονες, θήκῃ τῶν Μαρτύρων· βρύει γὰρ ἰάματα, τοῖς πίστει κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὁμολογοῦντες τῆς θείας οἰκονομίας, τὸ ὑπὲρ νοῦν μυστήριον, γλώσσαις θεολόγοις, πᾶσαν ἀθεότητα, οἱ θεῖοι καὶ πάνσοφοι, Ὁμολογηταὶ κατηδάφισαν.

ΕΞ ΥΨΟΥΣ ΣΟΦΟΙ, ΤΗΝ ΧΑΡΙΝ ΚΟΜΙΣΑΜΕΝΟΙ, ΤΩΝ ΕΝ ΠΕΙΡΑΣΜΟΙΣ...

Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι·διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

ΤΗΣ ΤΟΥ ΕΧΘΡΟΥ ΔΟΥΛΕΙΑΣ ΜΕ ΡΥΣΑΙ, ΙΗΣΟΥ ΖΩΟΔΟΤΑ....

Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΩΝ ΓΟΥΡΙΑ, ΣΑΜΩΝΑ ΚΑΙ ΑΒΙΒΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Στίχοι Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν, Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος. Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου. Στίχοι Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην, Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς. Στίχοι Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις, Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου. Στίχοι Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου, Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ, ΚΑΜΙΝΟΥ ΦΛΟΓΑ ΟΥΚ ΕΠΤΗΞΑΝ, ΑΛΛ΄ ΕΝ ΜΕΣΩ ΦΛΟΓΟΣ ΕΜΒΛΗΘΕΝΤΕΣ, ΔΡΟΣΙΖΟΜΕΝΟΙ

Οἱ Παῖδες ἐν Bαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». Ὡς φέγγος ἐξαπεστάλης, βολίδος δίκην Ἀπόστολε, σελασφόροις βολαῖς καταυγάζων, τοὺς ἐν πίστει κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Πλουσίαις φωτοχυσίαις, τοῦ θείου Μάκαρ κηρύγματος, διαλάμπων φαιδρῶς τοὺς ἐν σκότει, μελῳδεῖν κατεφώτισας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ῥητόρων ἀδολεσχίαν, καὶ λόγων πᾶσαν δεινότητα, τῷ συντόνῳ λόγῳ ἐκνικήσας, τῷ τῆς πίστεως ἔψαλλες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΝΟΜΩΝ ΠΑΤΡΩΩΝ ΟΙ ΜΑΚΑΡΙΣΤΟΙ, ΕΝ ΒΑΒΥΛΩΝΙ

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸ...

ΔΡΟΜΟΝ ΩΡΑΙΩΝ ΣΟΥ ΠΟΔΩΝ, ΦΙΛΙΠΠΕ ΑΝΑΣΤΡΕΨΑΣ

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, καὶ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. Στίχοι · Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, · Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. · Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. Tῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΦΙΑΛΑΙ ΤΩΝ ΑΡΩΜΑΤΩΝ ΕΝ ΚΟΣΜΩ...

Φιάλαι τῶν ἀρωμάτων ἐν κόσμῳ, αἱ σιαγόνες σου Σοφέ, ὤφθησαν Ἀπόστολε Φίλιππε, περικιρνῶσαι τοῖς πιστοῖς, πόμα τὸ ζωοποιόν· πρᾶξιν γὰρ εἰς θεωρίας ἐπίβασιν ἐσχηκώς, Χριστοῦ ὀπαδὸς ἐχρημάτισας, τὴν στεῖραν καὶ ἄτεκνον ἐθνῶν Ἐκκλησίαν, εὐτεκνωθεῖσαν ἐν αὐτῷ, καταποικίλας διδαχαῖς· ἣν καὶ νῦν δυσώπει λυτρωθῆναι, δεινῶν καὶ ἀναγκῶν, δύνασαι γὰρ ἐν Θεῷ, πολλὰ ἐγγίζων αὐτῷ.

ΝΟΜΩΝ ΠΑΤΡΩΩΝ ΟΙ ΜΑΚΑΡΙΣΤΟΙ, ΕΝ ΒΑΒΥΛΩΝΙ

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Bαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τὸν...

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ; ΤΙΣ ΜΗ ΑΝΥΜΝΗΣΕΙ

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. Στίχοι Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα, Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα. Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη. Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.

ΦΩΣΤΗΡ ΙΩΑΝΝΗ, ΣΤΟΜΑ ΧΡΥΣΕΜΦΑΝΕΣ, ΕΓΚΑΛΛΩΠΙΣΜΑ ΤΩΝ ΘΕΟΥΡΓΩΝ ΑΡΕΤΩΝ

Φωστὴρ Ἰωάννη, στόμα χρυσεμφανές, ἐγκαλλώπισμα τῶν θεουργῶν ἀρετῶν, καὶ ἐνδιαίτημα Γραφῶν μυσταρχικῶν, σὺ τοῦ παναχράντου Ἁγίου Πνεύματος, ἀκήρατος θησαυρός ἐχρημάτισας· ὅθεν ἐπεύφρανας πᾶσαν Ἐκκλησίαν, σωτηριώδει σου λόγῳ ὑπαρκτικῷ· Παρρησίαν οὖν εὑράμενος πρὸς τὸν Θεόν, ἐν τῇ ἀπολαύσει τῆς ἄνω κληρουχίας, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ ἁγιώτατε.

Ο ΠΟΙΗΤΗΣ ΚΑΙ ΛΥΤΡΩΤΗΣ ΜΟΥ ΠΑΝΑΓΝΕ...

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως· τὸ Χαῖρε τοῦ Ἀγγέλου, χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ΤΗΝ ΔΕΗΣΗΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Θανάτου καὶ τῆς φθορᾶς ὃς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ, καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν Παρθένε δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, τῶν παθῶν μου ῥυσθῆναι πανάμωμε. Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμόν, ἐν ταῖς θλίψεσι Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα, ὦ Δέσποινα καὶ νῦν ἡμᾶς, ἐκ παθῶν καὶ κινδύνων διάσωσον. Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς· Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

ΥΓΡΑΝ ΔΙΟΔΕΥΣΑΣ ΩΣΕΙ ΞΗΡΑΝ, ΚΑΙ ΤΗΝ ΑΙΓΥΠΤΙΑΝ...

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα, τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον Κόρη τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια. Ἐν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.

.... ΙΩΑΝΝΗ ΧΡΥΣΟΣΤΟΜΕ, ΠΑΜΜΑΚΑΡΙΣΤΕ ΟΣΙΕ

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Η ΤΟΥ ΣΤΟΜΑΤΟΣ ΣΟΥ ΚΑΘΑΠΕΡ

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.

ΧΑΙΡΟΙΣ ΤΟ ΧΡΥΣΑΥΓΕΣ ΚΑΙ ΤΕΡΠΝΟΝ, ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟ ΘΕΟΠΝΕΥΣΤΟΝ ΟΡΓΑΝΟΝ, Η ΓΛΩΣΣΑ Η ΦΙΛΑΝΘΡΩΠΩΣ, ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ ΗΜΙΝ

Χαίροις τὸ χρυσαυγὲς καὶ τερπνόν, τῆς Ἐκκλησίας τὸ θεόπνευστον ὄργανον, ἡ γλῶσσα ἡ φιλανθρώπως, τῆς μετανοίας ἡμῖν, τοὺς ποικίλους τρόπους ὑπογράφουσα, ὁ νοῦς ὁ χρυσίμορφος, χελιδὼν ἡ χρυσόστομος, περιστερά τε, ψαλμικῶς τὰ μετάφρενα, χρυσαυγίζουσα, ἀρετῶν ἐν χλωρότητι· ῥεῖθρον χρυσοειδέστατον, προχέον τὰ νάματα, στόμα τὸ θεῖον καὶ θείας, φιλανθρωπίας ἐχέγγυον, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν Χαίροις τῶν ὀρφανῶν ὁ Πατήρ, ἀδικουμένων ὀξυτάτη βοήθεια, πενήτων ἡ χορηγία, ἡ τῶν πεινώντων τροφή, τῶν ἁμαρτανόντων ἡ διόρθωσις· ψυχῶν εὐστοχώτατος, ἰατρός καὶ σεμνότατος, θεολογίας, ὑψηλῆς ἡ ἀκρίβεια, ἡ σαφήνεια, τῶν Γραφῶν τῶν τοῦ Πνεύματος· νόμος ὁ πρακτικώτατος, κανὼν ὁ εὐθύτατος, ἡ θεωρία καὶ πρᾶξις, αἱ τῆς σοφίας ἀκρότητες, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Στόμα δικαίου μελετήσει σοφίαν. Οἶκον τῶν ἱερῶν ἀρετῶν, ἱερωμένον σεαυτὸν ἀπετέλεσας· ἐν σοὶ γὰρ τὴν κατοικίαν, ὡ...

ΤΩ ΤΩΝ ΟΛΩΝ ΠΟΙΗΤΗ ΚΛΙΝΩ ΤΟ ΓΟΝΥ

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

ΤΗΝ ΧΡΥΣΗΛΑΤΟΝ ΣΑΛΠΙΓΓΑ, ΤΟ ΘΕΟΠΝΕΥΣΤΟΝ ΟΡΓΑΝΟΝ, ΤΩΝ ΔΟΓΜΑΤΩΝ ΠΕΛΑΓΟΣ..... ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς ἀνυμνήσωμεν. Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον, τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν. Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδὼν ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος, τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων, Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος. Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆ...

ΟΣΙΕ ΠΑΤΕΡ, ΕΙΣ ΠΑΣΑΝ ΤΗΝ ΓΗΝ, ΕΞΗΛΘΕΝ Ο ΦΘΟΓΓΟΣ ΤΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ ΣΟΥ....

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

ΤΗΝ ΣΟΦΙΑΝ ΕΞ ΥΨΟΥΣ ΚΑΤΑΜΑΘΩΝ

Τὴν σοφίαν ἐξ ὕψους καταμαθών, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοῖς πᾶσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοῖς λόγοις σου· ὅθεν καὶ πρὸς ζῆλον, Βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης μακάριε, Ἰωάννη Χρυσόστομε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος. Στίχοι Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας, Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει! ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ. Στίχοι Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν. Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας. Στίχοι Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε. Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά. Στίχοι Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι, Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης. Στίχοι Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος, Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνή...