Αναρτήσεις

Προβολή αναρτήσεων από Απρίλιος, 2021

Πασχαλινές Ευχές 2021

Εικόνα
Καλό Πάσχα και Καλή Ανάσταση! Στους δύσκολους καιρούς μας, ας αναλογιστούμε τους λόγους του Κυρίου ημών Ιησού Χριστού και ας γίνουμε, ὅπως Εκείνος συνέστησε: «φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί» (Ματθ. 10, 16). Ὁ Κύριος εἶναι αὐτὸς ποὺ δίνει «σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν» (Α΄ Κορ. 10, 13). Ὁ Κύριος εἶναι αὐτὸς ποὺ δὲ θὰ ἐπιτρέψει νὰ πειραστοῦμε δυσανάλογα μὲ τὶς δυνάμεις μας: «οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπέρ ὅ δύνασθε» (Α΄ Κορ. 10, 13). Ἔχουμε ἐντολή νά ἀγαπᾶμε τόν πλησίον μας, ὅσο ἀγαπᾶμε τόν ἑαυτό μας. Ας κανουμε και ἕνα «τέστ» στον εαυτό μας  ἀγάπης, εἰρήνης καί ὑπομονῆς με τους ανθρώπους που συναστρεφόμαστε. Αυτό το τεστ δεν το επιβάλλει καμμία ΚΥΑ και κανένας νόμος ανθρώπινος, όπως αυτά που μας επιβάλλονται σήμερα. Στο κατά Λουκᾶν ἱερὸ Εὐαγγέλιο ὑπάρχει μία φράση τοῦ Κυρίου, ἡ ὁποία λέγεται ἀπὸ τὸν Κύριο πρὸ τοῦ Πάθους Του, καὶ ἀπευθύνεται πρὸς τὸν Πέτρο καὶ φυσικὰ δι’ αὐτοῦ πρὸς ὅλους τούς χριστιανούς μέχρι τὴ συντέλεια τῶν αἰώνων. Τὸ κείμενο εἶναι: «Σίμων,...

Βυζαντινοί 'Ύμνοι Μεγάλης Εβδομάδος

Εικόνα

Ακολουθία του Νυμφίου (Όρθρος Μ. Δευτέρας) 25-4-2021

Εικόνα

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ Α΄ ΝΥΜΦΙΟΥ ΣΤΟΝ ΠΑΝΙΕΡΟ ΝΑΟ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ

Εικόνα

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα.

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Τρίτῃ, τῆς τῶν δέκα Παρθένων παραβολῆς, τῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου, μνείαν ποιούμεθα. Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ Τρίτη μεγίστη Παρθένους δέκα φέρει, Νίκην φερούσας ἀδεκάστου Δεσπότου. Ἀλλ' ὦ Νυμφίε Χριστέ, μετὰ τῶν φρονίμων ἡμᾶς συναρίθμησον Παρθένων, καὶ τῇ ἐκλεκτῇ σου σύνταξον ποίμνῃ, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἐρχόμενος ὁ Κύριος, πρὸς τὸ ἑκούσιον Πάθος, τοῖς Ἀποστόλοις ἔλεγεν ἐν τῇ ὁδῷ· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ παραδοθήσεται ὁ Υἱὸς τοῦ ἀνθρώπου, καθώς γέγραπται περὶ αὐτοῦ. Δεῦτε οὖν καὶ ἡμεῖς, κεκαθαρμέναις διανοίαις, συμπορευθῶμεν αὐτῷ, καὶ συσταυρωθῶμεν, καὶ νεκρωθῶμεν δι' αὐτόν, ταῖς τοῦ βίου ἡδοναῖς, ἵνα καὶ συζήσωμεν αὐτῷ, καὶ ἀκούσωμεν βοῶντος αὐτοῦ· οὐκέτι εἰς τὴν ἐπίγειον Ἱερουσαλήμ, διὰ τὸ παθεῖν· ἀλλὰ ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν· καὶ συνανυψῶ ὑμᾶς εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.

Πνευματικές Συζητήσεις και Αναζητήσεις Ομιλία της Κυριακής 25 Απριλίου 2021

Εικόνα

Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς.

 Τῇ ἁγίᾳ καὶ μεγάλῃ Δευτέρᾳ, μνείαν ποιούμεθα τοῦ μακαρίου Ἰωσὴφ τοῦ Παγκάλου, καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταραθείσης καὶ ξηρανθείσης Συκῆς. Στίχοι εἰς τὸν Πάγκαλον Ἰωσὴφ Σώφρων Ἰωσήφ, δίκαιος κράτωρ ὤφθη, Καὶ σιτοδότης, ὧ καλῶν θημωνία! Ἕτεροι, εἰς τὴν ξηρανθεῖσαν Συκῆν. Τὴν Συναγωγήν, συκῆν Χριστός, Ἑβραίων, Καρπῶν ἄμοιρον πνευματικῶν εἰκάζων, Ἀρᾷ ξηραίνει, ἧς φύγωμεν τὸ πάθος. Ταὶς τοῦ Παγκάλου Ἰωσὴφ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.

 Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν. Ἄλλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας. Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων. Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου. Ἑτοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι. Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα; Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι,...

Ἰωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.

 Ἰωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς. Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα. Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκῳ κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ. Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν. Ἰησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν. Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί. Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ' ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ...

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

 Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

26/4/2021 Μεγ. Δευτέρα. Ἰωσήφ τοῦ παγκάλου καὶ τῆς ὑπὸ τοῦ Κυρίου καταρα...

Εικόνα

«Χριστός Πάσχων» Προπασχάλια Μουσική Εκδήλωση Ιεράς Μητροπόλεως Φθιώτιδος

Εικόνα

Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον

 «Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον». Νέον πῶλον ἐπιβεβηκώς, ὁ Βασιλεύς σου Σιών, ἐπέστη Χριστός· τὴν γὰρ ἀλόγιστον, εἰδώλων πλάνην λῦσαι, καὶ τὴν ἀκάθεκτον ὁρμὴν ἀναστεῖλαι, πάντων ἐθνῶν παραγέγονεν, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ Θεός σου, χαῖρε Σιὼν σφόδρα, ἐβασίλευσεν εἰς τοὺς αἰῶνας Χριστός, οὗτος ὡς γέγραπται πραΰς, καὶ σώζων, δίκαιος λυτρωτὴς ἡμῶν ἦλθεν, ἐπὶ πώλου, ἵππειον θράσος ὀλέσων ἐχθρῶν, μὴ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Σπανίζεται θείων περιβόλων, τὸ παράνομον συνέδριον ἀπειθῶν, τὸν προσευχῆς Θεοῦ ἐπεί περ οἶκον, σπήλαιον ἀπειργάσατο λῃστῶν, ἐκ καρδίας τὸν Λυτρωτὴν ἀπωσάμενον, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν.

 Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν, Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. Τοῦ Κυρίου δεηθῶμεν Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  Ἀμήν....

Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

  Στίχ.  Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Στίχ.  Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾍδου εὕροσάν με. Στίχ.  Θλίψιν καὶ ὀδύνην εὗρον, καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Στίχ.  Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.

 Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν. Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον, Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας. Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς.

Ἐπιζητεῖς μὲν ὥσπερ θνητός, ὡς Θεὸς δέ, ἀνιστᾷς λόγῳ τὸν τεταρταῖον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

 Ἐπιζητεῖς μὲν ὥσπερ θνητός, ὡς Θεὸς δέ, ἀνιστᾷς λόγῳ τὸν τεταρταῖον· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Σοὶ εὐγνωμόνως ὡς ὀφειλην, τοῦ συγγόνου, ἡ Μαρία Δέσποτα προσφέρει, μύρον ἀνυμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας. Ἐπικαλεῖς μὲν ὥσπερ βροτός, τὸν Πατέρα, ὡς Θεὸς δὲ Λάζαρον ἐγείρεις· ὅθεν σε ὑμνοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον

Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως, τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

 Ἡ πάντων χαρά, Χριστὸς ἡ ἀλήθεια, τὸ φῶς ἡ ζωή, τοῦ Κόσμου ἡ ἀνάστασις, τοῖς ἐν γῇ πεφανέρωται, τῇ αὐτοῦ ἀγαθότητι, καὶ γέγονε τύπος τῆς ἀναστάσεως,  τοῖς πᾶσι παρέχων θείαν ἄφεσιν.

Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος

 Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων· ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα· ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια,  καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ

  ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ  ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου. Στίχοι Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας. Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος. Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Θ.Λ. Κυρ. Ε' Νηστειών 18.04.21

Εικόνα

Βάθη καρδίας ἐρευνῶν· Ὁ πρὸ γενέσεως προγινώσκων τὰ ἡμῶν, βιαίας βιοτῆς ἀφήρπασας, τὴν προσφυγοῦσάν σοι Σωτήρ, βεβαίως τῇ σῇ φιλανθρωπίᾳ, βοῶσαν ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 Βάθη καρδίας ἐρευνῶν· Ὁ πρὸ γενέσεως προγινώσκων τὰ ἡμῶν, βιαίας βιοτῆς ἀφήρπασας, τὴν προσφυγοῦσάν σοι Σωτήρ, βεβαίως τῇ σῇ φιλανθρωπίᾳ, βοῶσαν ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ ἀλλοιώσεως σεπτῆς, τῆς πρὸς τὸ κρεῖττόν σου, μεταθέσεως σεμνή! ὢ πόθου θεϊκοῦ μισήσαντος, τὰς σαρκικὰς ἡδονάς! ὢ πίστεως ζεούσης καὶ θείας! πανεύφημε Μαρία, ἣν πιστῶς εὐφημοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Εὗρες τῶν πόνων ἀμοιβήν, καὶ τῶν καμάτων σου τὴν ἀντίδοσιν σεμνή, Μαρία, δι' ὧν καταβέβληκας, τὸν παλαμναῖον ἐχθρόν, καὶ νῦν σὺν τοῖς, Ἀγγέλοις κραυγάζεις, τὸν ὕμνον ἀσιγήτως βοῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἡ πορνείαις πρότερον, μεμεστωμένη παντοίαις Χριστοῦ Νύμφη σήμερον τῇ μετανοίᾳ ἐδείχθης, Ἀγγέλων, τὴν πολιτείαν ἐπιποθοῦσα, δαίμονας Σταυροῦ τῷ ὅπλῳ καταπατοῦσα· διὰ τοῦτο βασιλείας ἐφάνης νύμφη Μαρία ἔνδοξε.

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον δι' ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως· διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ πέμπτῃ τῶν Νηστειῶν, διετάχθημεν μνήμην ποιεῖσθαι τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίας τῆς Αἰγυπτίας. Στίχοι Ἀπῇρε πνεῦμα, σάρξ ἀπερρύη πάλαι. Τὸν ὅστινον, γῆ, κρύπτε νεκρὸν Μαρίας. Ταῖς αὐτῆς πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας,

 Τοῦ κόσμου τὴν εὐπάθειαν, ὡς μοχθηρὰν ἐξέκλινας, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαράνας ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ὅσιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον ἀοίδιμε· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν Ἰωάννη.

Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

 Ἐν τῇ χλόῃ τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδῳ τῶν δογμάτων, τοὺς θῆρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικῇ εὐωχίᾳ, τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος ἀξίαν τοῦ καλοῦντος, ἐν ᾧ καὶ ἀνεκλίθης βοῶν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἀνεδείχθης, τῆς ἐγκρατείας Πάτερ λογισμοὺς κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου

 Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις,  καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

 Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα,  καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος. Στίχοι Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἰωάννης, Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεὶς ἄπνους. Σύγγραμμα λιπὼν Κλίμακα τῇ ἀνόδῳ, Δείκνυσιν αὐτοῦ πορείαν τῆς ἀνόδου. Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

O Σταυρός

Εικόνα

Κυριακή Σταυροπροσκυνήσεως Όρθρος - Θ. Λειτουργία / 4-4--2021

Εικόνα

LIVE Θ.Λ. Κυρ. Σταυροπροσκυνήσεως 04.04.21

Εικόνα

Ἐν Παραδείσῳ μὲν τὸ πρίν, ξύλῳ ἐγύμνωσεν, ἐπὶ τῇ γεύσει ὁ ἐχθρός, εἰσφέρων νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον ἐπάγη ἐπὶ τῆς γῆς, καὶ Κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς, ὃν ὁρῶντες προσκυνούμενον, Θεῷ ἐν πίστει λαοὶ συμφώνως ἀνακράξωμεν, πλήρης δόξης ὁ οἶκος αὐτοῦ.

Ὁρῶσά σε ἡ Κτίσις ἅπασα ἐπὶ σταυροῦ γυμνὸν κρεμάμενον τὸν Δημιουργὸν καὶ κτίστην τῶν ἁπάντων ἠλλοιοῦτο φόβῳ, καὶ ἐπωδύρετο, ὁ ἥλιος δὲ τὸ φῶς συνέστειλε, καὶ ἡ γῆ ἐκυμαίνετο, πέτραι δὲ ἐσχίζοντο καὶ ναοῦ φαιδρότης διερρήγνυτο, νεκροὶ ἐξανίσταντο ἐκ μνημάτων καὶ Ἀγγέλων αἱ δυνάμεις ἐξίσταντο λέγουσαι· Ὢ τοῦ θαύματος! ὁ Κριτὴς κρίνεται, καὶ πάσχει θέλων διὰ τὴν τοῦ Κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

Λάμψον ὁ τοῦ Κυρίου Σταυρὸς τὰς φεγγοβόλους ἀστραπάς σου τῆς χάριτος καρδίας τῶν σὲ τιμώντων καὶ θεολήπτῳ στοργῇ, περιπτυσσομένων κοσμοπόθητε, δι' οὗ τῶν δακρύων, ἐξηφανίσθη κατήφεια καὶ τοῦ θανάτου, τῶν παγίδων ἐρρύσθημεν, καὶ πρὸς ἄληκτον, εὐφροσύνην μετήλθομεν, δεῖξον τῆς ὡραιότητος τῆς σῆς τὴν εὐπρέπειαν τὰς ἀντιδόσεις παρέχων τῆς ἐγκρατείας τοῖς δούλοις σου πιστῶς αἰτουμένοις σὴν πλουσίαν προστασίαν καὶ μέγα ἔλεος.

Ἐν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε.

 Ἐν τάφῳ κατῆλθες ὁ ζωοδότης καὶ Θεός, καὶ συνέτριψας πάντα κλεῖθρά τε καὶ τοὺς μοχλούς, καὶ τοὺς νεκροὺς ἐξανέστησας. Δόξα τῇ σῇ Ἐγέρσει βοῶντας· Χριστὲ Σωτὴρ παντοδύναμε. Ὁ τάφος ζωήν μοι Χριστὲ ἀνέβλυσεν ὁ σός· ὁ κρατῶν τῆς ζωῆς γάρ, ἐπιστὰς ἐβόησας τοῖς κατοικοῦσιν ἐν μνήμασιν· οἱ ἐν δεσμοῖς, λύθητε· ἐγὼ γὰρ τοῦ Κόσμου λύτρον ἐλήλυθα. Ἐν ὕμνοις σκιρτάτω πάντα τὰ ξύλα τοῦ δρυμοῦ τὸ ὁμώνυμον ξύλον, τοῦ Σταυροῦ θεώμενα, κατασπαζόμενον σήμερον, οὗ ὁ Χριστὸς ὕψωσε τὴν κάραν ὡς προφητεύει ὁ θεῖος Δαυΐδ. Ἐν ξύλῳ τεθνήξας ξύλον σε, εὕρηκα ζωῆς, χριστοφόρε Σταυρέ μου φυλακτήρ μου ἄρρηκτε, κατὰ δαιμόνων ἰσχὺς κραταιά, σὲ προσκυνῶν σήμερον κραυγάζω· Ἁγίασόν με τῇ δόξῃ σου. Εὐφραίνου ἀγάλλου, ἡ Ἐκκλησία τοῦ Θεοῦ τὸ τρισόλβιον ξύλον προσκυνοῦσα σήμερον, τοῦ παναγίου Σταυροῦ τοῦ Χριστοῦ, ᾧ λει τουργεῖ, τάγματα Ἀγγέλων, καὶ μετὰ φόβου παρίστανται. Δόξα... Τριάδα προσώποις, Μονάδα φύσει προσκυνῶ, σὲ Θεότης ἁγία, τὸν Πατέρα, καὶ τὸν Υἱὸν σὺν τῷ ἁγίῳ τε πνεύματι, μίαν ἀρχήν, μίαν βασιλείαν τὴν τ...

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Σταυροπροσκυνησεως

Εικόνα
 
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Στίχοι Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω, Δι' οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε. Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον,  καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.