Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2023

Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

 Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων·  Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς

 Τριὰς ὑπερούσιε, ὑπεράγαθε, ὑπέρθεε, παντοδύναμε, παντεπίσκοπε, ἀόρατε, ἀκατάληπτε. Δημιουργὲ τῶν νοερῶν οὐσιῶν καὶ τῶν λογικῶν φύσεων, ἡ ἔμφυτος ἀγαθότης, τὸ Φῶς τὸ ἀπρόσιτον, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, λάμψον κἀμοὶ τῷ ἀναξίῳ δούλῳ σου, φώτισόν μου τῆς διανοίας τὰ ὄμματα, ὅπως ἀνυμνῆσαι τολμήσω τὴν ἄμετρον εὐεργεσίαν καὶ δύναμιν. Εὐπρόσδεκτος γενέσθω ἡ παρ᾽ ἐμοῦ δέησις διὰ τὸν παρεστῶτα λαόν, ὅπως τὰ πλημμελήματά μου μὴ κωλύσωσιν ἐνθάδε παραγενέσθαι τὸ ἅγιόν σου Πνεῦμα, ἀλλὰ συγχώρησόν μοι ἀκατακρίτως βοᾶν σοι καὶ λέγειν καὶ νῦν, Ὑπεράγαθε· Δοξάζομέν σε Δέσποτα φιλάνθρωπε, Παντοκράτορ, προαιώνιε Βασιλεῦ. Δοξάζομέν σε τὸν Κτίστην, καὶ Δημιουργὸν τοῦ παντός. Δοξάζομέν σε, Υἱὲ τοῦ Θεοῦ μονογενές, τὸν ἀπάτορα ἐκ Μητρός, καὶ ἀμήτορα ἐκ Πατρός· ἐν γὰρ τῇ προλαβούσῃ Ἑορτῇ νήπιόν σε εἴδομεν, ἐν δὲ τῇ παρούσῃ τέλειόν σε ὁρῶμεν, τὸν ἐκ τελείου τέλειον ἐπιφανέντα Θεὸν ἡμῶν. Σήμερον γὰρ ὁ τῆς Ἑορτῆς ἡμῖν ἐπέστη καιρός, καὶ χορὸς ἁγίων ἐκκλησιάζει ἡμῖν, καὶ Ἄγγελοι με...

Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους

 Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ...

Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ.

 Κύριε Ἰησοῦ Χριστέ, ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ἀληθινὸς Θεός, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, τὸ φῶς τὸ ἐκ φωτός, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν, καταύγασον ἡμῶν τὴν διάνοιαν τῷ Ἁγίῳ σου Πνεύματι, καὶ πρόσδεξαι ἡμᾶς μεγαλωσύνην καὶ εὐχαριστίαν σοι προσάγοντας, ἐπὶ τοῖς ἀπ᾽ αἰῶνος θαυμαστοῖς σου μεγαλουργήμασι, καὶ τῇ ἐπ᾽ ἐσχάτων τῶν αἰώνων σωτηρίῳ σου οἰκονομίᾳ. Ἐν ᾗ τὸ ἀσθενὲς ἡμῶν καὶ πτωχὸν περιβαλόμενος φύραμα, καὶ τοῖς τῆς δουλείας μέτροις συγκατιών, ὁ τῶν ἁπάντων Βασιλεύς, ἔτι καὶ δουλικῇ χειρὶ ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι κατεδέξω, ἵνα τὴν τῶν ὑδάτων φύσιν ἁγιάσας ὁ ἀναμάρτητος, ὀδοποιήσῃς ἡμῖν τὴν δι᾽ ὕδατος καὶ Πνεύματος ἀναγέννησιν, καὶ πρὸς τὴν πρώτην ἡμᾶς ἀποκαταστήσῃς ἐλευθερίαν. Οὗ τινος θείου Μυστηρίου τὴν ἀνάμνησιν ἐορτάζοντες, δεόμεθά σου φιλάνθρωπε Δέσποτα. Ῥᾶνον ἐφ᾽ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, κατὰ τὴν θείαν σου ἐπαγγελίαν, ὕδωρ καθάρσιον, τῆς σῆς εὐσπλαγχνίας τὴν δωρεάν, εἰς τὸ ἐπὶ τῷ ὕδατι τούτῳ τὴν αἴτησιν ἡμῶν τῶν ἁμαρτ...