Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2012

ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΕΥΔΟΚΙΜΟΥ ΚΑΙ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΠΡΟΕΛΕΥΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου. Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως, Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου. Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ. Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός. Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν. Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων, Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».

ΜΑΚΑΡΙΩΤΑΤΟΝ ΤΕΛΟΣ ΕΥΡΕΣ ΕΥΔΟΚΙΜΕ

Μακαριώτατον τέλος εὗρες Εὐδόκιμε, εὐδοκιμήσας θείαις, ἀρεταῖς φερωνύμως, καὶ κόσμου ταῖς ἀπάταις μὴ συγχωσθείς, ἀλλὰ λάμψας φαιδρότερον, τῶν τοῦ ἡλίου ἀκτίνων καὶ τῶν πιστῶν, καταυγάσας τὰ συστήματα. Ἡ ἐλεήμων καρδία καὶ εὐσυμπάθητος, ὁ τῆς ἀγάπης λύχνος, ὀρφανῶν ὁ προστάτης, γυμνῶν καὶ πενομένων ὁ σκεπαστής, σωφροσύνης τὸ ἄγαλμα, τῶν ἐντολῶν τοῦ Κυρίου ὁ πληρωτής, εὐφημείσθω νῦν Εὐδόκιμος. Τῇ καθαρᾷ σου καρδίᾳ Θεὸν ἐζήτησας, καὶ τὰ τοῦ κόσμου πάντα, ἑβδελύξω ἡδέα, Εὐδόκιμε θεόφρον· ὅθεν πιστῶς, καὶ τῶν κόπων ἀντάμειψιν, παρὰ Θεοῦ ἐκομίσω παναληθῶς, ὡς ἐν τέλει πεφανέρωται.

ΣΥΜΠΑΣΑ ΦΥΣΙΣ ΑΝΘΡΩΠΩΝ ΝΥΝ ΠΡΟΕΟΡΤΑΖΕ

Σύμπασα φύσις ἀνθρώπων νῦν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, μέλλει προτεθῆναι πᾶσι πιστοῖς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων. Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας. Προεορτάσωμεν τοίνυν, καὶ τῇ αὐτοῦ, προελεύσει νῦν σκιρτήσωμεν. Ζῶντες ὁμοῦ καὶ θανόντες προευτρεπίσθητε· τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν ᾍδην νεκρῶσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νῦν παρασχεῖν, τοῖς αἰτοῦσι μετὰ πίστεως.

ΕΚ ΓΗΣ Ο ΚΑΛΕΣΑΣ ΣΕ, ΠΡΟΣ ΑΙΩΝΙΟΥΣ ΜΟΝΑΣ

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

ΙΣΧΥΪ ΡΩΝΝΥΜΕΝΟΣ, ΤΟΥ ΖΩΟΔΟΤΟΥ

Ἰσχύϊ ῥωννύμενος, τοῦ Ζωοδότου, σαρκὸς κατεκράτησας, ὀρέξεων Πανόλβιε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συντονώτατα, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Σαυτὸν ἐξευγένισας, εὐγενεστάτους, τοὺς τρόπους κτησάμενος, νοὸς ἀκεραιότητι, μελέτῃ σχολάζων δέ, τῶν θεοπνεύστων Γραφῶν, ὅλην σου τὴν ἔφεσιν Θεῷ, τῷ παντεπόπτῃ Μάκαρ ἀνέτεινας. Τὰ ἄνω βασίλεια, τὴν ἄνω πόλιν, Θεοῦ τὸν Παράδεισον, Δικαίων τὴν ἀπόλαυσιν, τρυφὴν τὴν ἀνόθευτον, ὄλβον τὸν ἄσυλον, φέγγος τὸ ἀνέσπερον εὑρεῖν, κατηξιώθης Μάκαρ Εὐδόκιμε. Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα Σοφέ, ἀνεμποδίστως ὄντως παρέδραμες.

ΙΑΤΡΟΙ ΨΥΧΩΝ ΤΕ, ΚΑΙ ΣΩΜΑΤΩΝ ΓΕΓΟΝΑΤΕ ΣΩΤΗΡΙΟΙ

Ἰατροὶ ψυχῶν τε, καὶ σωμάτων γεγόνατε σωτήριοι, πνευματικοῖς φαρμάκοις ἐκκαθαίροντες, τοὺς νοσοῦντας καὶ ὑγιεῖς, δεικνῦντες ἀμφοτέρωθεν, θεοφεγγεῖς Ἀπόστολοι· ὅθεν ἀξίως μακαρίζεσθε. Ὤφθητε τῇ ζέσει, τοῦ Πνεύματος ἀνάπτοντες ὡς ἄνθρακες, καὶ τὸν κρυμὸν τῆς πλάνης διελύσατε, καὶ καρδίας τὰς πηγνυμένας πίστει κατεθάλψατε, καὶ πρὸς τὸ ἔαρ Πάνσοφοι, τῆς σωτηρίας ὡδηγήσατε. Στησώμεθα χορείαν, ἐν οἴκῳ τοῦ Θεοῦ ἡμῶν δοξάζοντες, Σιλουανὸν καὶ Σίλαν καὶ Ἀνδρόνικον, καὶ τὸν μέγαν Ἐπαινετόν, καὶ Κρήσκεντα τὸν πάνσοφον, ὡς ἀληθείας κήρυκας, καὶ πρεσβευτὰς ἡμῶν ὑπάρχοντας. Ἡ ἁγιωτάτη καὶ πλήρης, χαρισμάτων θείου Πνεύματος, καὶ ἱερὰ καὶ ὄντως ἀξιέπαινος, ὑμῶν μνήμη θεουργικαῖς, ἀκτῖσι καταυγάζουσα, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὑμνεῖν ὑμᾶς σοφοὶ προτρέπεται.

ΟΥΚ ΕΔΩΚΑΝ ΥΠΝΟΝ ΟΦΘΑΛΜΟΙΣ,,,

Οὐκ ἔδωκαν ὕπνον ὀφθαλμοῖς, οἱ ἄγρυπνοι τοῦ Λόγου ὑπηρέται, ἕως οὗ ὕπνου βαρέος πιστούς, πλάνης ἐλυτρώσαντο, καὶ φωτὸς καὶ ἡμέρας, υἱοὺς ἐναπέδειξαν. Γενόμενοι ἅρμα τοῦ Θεοῦ, ἐκτήσασθε αὐτὸν ἡνιοχοῦντα, πρὸς ἐπουράνιον νύσσαν ἡμᾶς, Ἀπόστολοι ἔνδοξοι, καὶ τὰ ἅρματα πάντα τῆς πλάνης συντρίβοντα. Ὁ πάνσοφος Σίλας ὡς Χριστοῦ, διάκονος ἀξίως ἐπαινείσθω, καὶ σὺν αὐτῷ δοξαζέσθω πιστῶς, Κρήσκης καὶ Ἀνδρόνικος, οἱ φωστῆρες, οἱ πάντα τὰ ἔθνη φωτίσαντες.

ΦΕΙΣΑΙ ΜΟΥ Ο ΜΕΛΛΩΝ ΕΝ ΔΟΞΗ

Φεῖσαί μου ὁ μέλλων ἐν δόξῃ, πάλιν ἔρχεσθαι Θεότητος, κρῖναι τὴν οἰκουμένην παντοδύναμε, ἱκεσίαις τῆς ἀπειράνδρως, Δέσποτα τεκούσης σε, καὶ μὴ εἰς πῦρ ἐκπέμψῃς με, κατεγνωσμένον ἁμαρτήμασιν.

ΥΜΝΗΣΩΜΕΝ ΤΗΝ ΖΩΑΡΧΙΚΗΝ, ΤΡΙΑΔΑ

Ὑμνήσωμεν τὴν ζωαρχικήν, Τριάδα χαρακτῆρσι τρισσουμένην, γνωριζομένην δὲ φύσει μιᾷ, καὶ ψάλλοντες εἴπωμεν· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΥΨΟΥΜΕΝΟΙ ΠΡΟΣ ΚΥΡΙΟΝ, ΚΑΘΑΡΑΙΣ ΣΥΝΝΕΥΣΕΣΙ,,,,

Ὑψούμενοι πρὸς Κύριον, καθαραῖς συννεύσεσι, τοὺς κατανεύσαντας, ἀπωλείας πρὸς τὰ βάραθρα, εἱλκύσατε σοφοί, ὕψος πρὸς οὐράνιον, ὑψηλῆς θεωρίας καὶ πράξεως. Μονάδα μὲν οὐσίᾳ, χαρακτῆρσι Τριαδα δέ, θεομακάριστοι, ἐν τοῖς πέρασι κηρύξαντες, πολύθεον ἀχλύν, παντελῶς ἐλύσατε, καὶ φωστῆρες ψυχῶν ἀνεδείχθητε. Νευρώσας σου Χριστὸς τὸν λογισμόν, Κρήσκη πάνσοφε, τῆς ἐν Γαλλίᾳ σε, Καρχηδόνος Ἀρχιποίμενα, ὡς τούτου μαθητήν, εὐσεβῶς ἀπέδειξε, πλανωμένοις τὴν τρίβον δεικνύοντα.

ΩΡΑΙΑΝ ΣΕ ΚΑΛΛΕΙ, Ο ΠΟΙΗΤΗΣ ΕΥΡΑΜΕΝΟΣ, ΕΝ ΣΟΙ ΕΣΚΗΝΩΣΕ, ΚΑΙ ΩΡΑΙΟΣ

Ὡραίαν σε κάλλει, ὁ Ποιητὴς εὑράμενος, ἐν σοὶ ἐσκήνωσε, καὶ ὡραῖος ὑπὲρ ἅπαντας, υἱοὺς τῶν γηγενῶν, ὤφθη σωματούμενος, Παναγία Παρθένε πανύμνητε.

ΠΡΟΣ ΚΥΡΙΟΝ ΕΚ ΚΗΤΟΥΣ, Ο ΙΩΝΑΣ ΕΒΟΗΣΕ

Πρὸς Κύριον ἐκ κήτους, ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾍδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ, ΣΙΛΑ, ΣΙΛΟΥΑΝΟΥ, ΚΡΗΣΚΕΝΤΟΣ, ΕΠΑΙΝΕΤΟΥ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός, Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα. Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΗΡΥΓΜΑ ΤΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΑΝΘΙΜΟΥ ΚΥΡΙΑΚΗ 29 ΙΟΥΛΙΟΥ 2012

Εικόνα

Ο ΣΥΓΧΡΟΝΟΣ ΔΙΩΓΜΟΣ ΤΩΝ ΕΛΛΗΝΩΝ ΣΤΗΝ ΕΛΛΑΔΑ

Εικόνα
Πηγή :   http://www.youtube.com/user/GREEKTV4E?feature=watch Πηγή :   http://www.youtube.com/user/GREEKTV4E?feature=watch

ΖΗΛΟΝ ΕΝΘΕΟΝ, ΕΝ ΤΗ ΨΥΧΗ ΣΟΥ

Ζῆλον ἔνθεον, ἐν τῇ ψυχῇ σου, ἔχων ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς καρτερικῶς διήλεγξας, καὶ ὁμιλήσας βασάνοις διήνυσας, τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι, Μάρτυς Καλλίνικε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Η ΠΑΝΑΜΩΜΗΤΟΣ ΑΜΝΑΣ

Ἡ παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ ἐβόα θρηνοῦσα· Ποῦ σου Τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; Ἀλλ' εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.

ΧΑΙΡΟΙΣ ΕΝΤΡΥΦΗΜΑ, ΤΩΝ ΑΘΛΗΤΩΝ ΤΗΣ ΑΛΗΘΕΙΑΣ

Χαίροις ἐντρύφημα, τῶν ἀθλητῶν τῆς ἀληθείας, Χαίροις τὸ καλλώπισμα τῆς πίστεως καὶ κλέος, Χαίροις ὁ λαμπρότατος τῶν μαρτύρων φωσφόρος, ὁ τὴν πλάνην σκεδάσας τῇ ἀθλήσει σου, καὶ τὸ φῶς ἀναλάμψας τῷ κόσμῳ, Καλλίνικε πάνσοφε. Ὁ τύραννος ᾐσχύνθη, τῇ τῶν ἀγώνων σου ἐνστάσει, ἡττήθησαν δήμιοι τοῖς μώλωψί σου Μάκαρ, τοῖς ἥλοις τῆς πτέρνης σου κατετρώθη ἡ πλάνη, κατεφλέχθη δὲ πάντα καὶ ἠφάνισται, τῶν εἰδώλων τεμένη, πυρὶ ἐναθλοῦντός σου. Ὑπὲρ τῶν τιμώντων σε, τῇ πρὸς Θεόν σου παρρησίᾳ, Καλλίνικε χρώμενος, ἱκέτευε ἀπαύστως, τῆς ποίμνης σου πρόστηθι, ἐξαιρούμενος ταύτην, τῶν ποικίλων παγίδων τοῦ ἀλάστορος, καὶ στηρίζων τῇ πίστει· ἐν σοὶ γὰρ αὐχεῖ καὶ κρατύνεται.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΟΥΔΕΝ ΑΘΛΗΦΟΡΕ ΤΩΝ ΔΕΙΝΩΝ, ΟΥ ΠΥΡ ΟΥ ΜΑΣΤΙΓΕΣ

Οὐδὲν Ἀθληφόρε τῶν δεινῶν, οὐ πῦρ οὐ μάστιγες, οὐδὲ στρεβλώσεις μελῶν, ἀλλ' οὐδὲ θάνατος ἴσχυσε, διαρρῆξαι τὴν συνάφειαν, πρὸς τὸν Δεσπότην καὶ στοργήν, δι' ἧς ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Νυμφῶνα τερπνὸν καὶ καθαρόν, ὁ σὸς νυμφίος Χριστός, σοὶ νῦν δεδώρηται, διπλαῖς ἐκλάμπουσαν χάρισι, καθορῶν σε πανσεβάσμιε, ὄνπερ ποθήσασα θερμῶς, χαίρουσα ἔψαλλες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Τῷ πόθῳ κατάλληλον ἰσχύν, ὁ ἐραστής σου Χριστός, σαφῶς ἐνέπνευσε, δι' ἧς τὴν ἄστεκτον ἤλεγξας, ἀθεότητα Πανόλβιε, καὶ τοὺς ποικίλους πειρασμούς, ἔφερες ψάλλουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΙΜΕΙΡΟΜΕΝΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΡΤΥΣ ΤΩΝ ΟΥΡΑΝΩΝ

Ἰμειρομένη τῆς Βασιλείας Μάρτυς τῶν οὐρανῶν, τρίβον, τὴν στενὴν διώδευσας ἀκλινῶς, δι' ἀθλήσεως κραυγάζουσα· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Θηριωδίας τῆς ὠμοτάτης ἀπεδείξατο, ἔργον, Θεοδότη μάρτυς ὁ δυσσεβής, κατατέμνων σε ταῖς μάστιξιν· Εὐλογημένος εἶ ἀναβοῶσα· Θεέ μου καὶ Κύριε. Ὑπομονῆς σου, καὶ καρτερίας τε ἐπίχειρα, δόξαν, καὶ τρυφὴν ἀνώλεθρον ὁ Χριστός, Θεοδότη ἐδωρήσατο· Εὐλογημένος εἶ ἀναβοώσῃ, Θεέ μου καὶ Κύριε.

Ο ΝΟΥΣ ΣΟΥ ΕΥΣΕΒΩΣ

Ὁ νοῦς σου εὐσεβῶς, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, ἑνούμενος Θεοδότη, τῶν τοῦ κόσμου ἡδέων, εὐτόνως κατεφρόνησεν. Ἰθύνουσα τὸν σόν, λογισμὸν πρὸς τὴν μέλλουσαν, αἰώνιον εὐφροσύνην, ἀθυμίας βασάνων, καὶ πόνων οὐκ ἐφρόντισας. Μακρότης ἡμερῶν, καὶ τερπνὴ ἀγαλλίασις, δεδώρηταί σοι θεόφρον, ἀντὶ κόπων ὧν εἶδες, καὶ πόνων τῶν κολάσεων.

ΗΔΟΝΗΣ ΜΟΙ ΠΡΟΞΕΝΑ

Ἡδονῆς μοι πρόξενα, τὰ τῶν κολάσεων ὑπάρχουσι φόβητρα· οὐ γὰρ πῦρ οὐ, μάστιγες, τοῦ ἀληθοῦς ἐραστοῦ μου, ὁ Μάρτυς ἐβόα, χωρίσει με. Νευρούμενος Ἔνδοξε, τῇ συμμαχίᾳ Χριστοῦ, εἰς γῆν τὸν ἀντίπαλον, ἐκπαλαίσας ἔρριψας, καὶ φερωνύμως ἐδείχθης, κατὰ τῶν τυράννων καλλίνικος. Διάβολον ᾔσχυνας, Ἀγγέλους εὔφρανας, τοῖς ἄθλοις σου, Ἔνδοξε, καὶ Χριστῷ ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ μόνος, ὑπάρχων Θεὸς τῶν Πατέρων ἡμῶν.

ΘΥΣΩ ΣΟΙ ΜΕΤΑ ΦΩΝΗΣ

Θύσω σοι μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΝΙΚΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΗΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ, Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος. Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς. Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην. Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις. Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ ΠΡΟΕΤΙΜΗΘΗΤΕ

Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι. Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον. Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενᾶς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.

ΩΡΑΘΗΤΕ ΣΚΕΥΗ ΤΟΥ ΛΟΓΟΥ, ΠΑΣΑΝ ΧΩΡΗΣΑΝΤΑ ΤΗΝ ΑΙΓΛΗ

Ὡράθητε σκεύη τοῦ Λόγου, πᾶσαν χωρήσαντα τὴν αἴγλην, πρόκριτοι σεπτοὶ Διακόνων, Ἁγίων χρείαις διακονήσαντες, καὶ σὺν τῷ Λόγῳ πάνσοφοι, δόξης ἀρρήτου ἀπολαύοντες. Σήμερον ἡ σύμπασα κτίσις, ὑμῶν τὴν μνήμην ἑορτάζει, Τίμων, Παρμενᾶ καὶ Νικάνορ, σὺν τῷ Προχόρῳ τῷ χριστοκήρυκι, ἀξίως μακαρίζουσα, ὑμᾶς θεόπται παμμακάριστοι. Ἤρθητε πρὸς μέγιστον κλέος, ὡς Μαθηταὶ Θεοῦ τοῦ Λόγου, καὶ σὺν Ἀποστόλων χορείαις, καὶ ἀσωμάτων νῦν ἐπαγάλλεσθε, μεθ' ὧν ἀεὶ πρεσβεύσατε, ἐλεηθῆναι ἡμᾶς ἔνδοξοι.

ΑΠΟΣΤΟΛΟΙ ΑΓΙΟΙ, ΠΡΕΣΒΕΥΣΑΤΕ ΤΩ ΕΛΕΗΜΟΝΙ

Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΘΕΟΜΑΚΑΡΙΣΤΕ ΚΟΡΗ ΤΑΣ ΙΚΕΣΙΑΣ ΗΜΩΝ

Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις, τῶν πιστῶν Θεοτόκε, προσάγουσα τῷ Κτίστῃ, τὸν ἱλασμόν, ἀνταμείβου τοῖς δούλοις σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ἡμῶν Πανάμωμε

ΙΛΥΟΣ ΕΡΡΥΣΑΣΘΕ ΠΑΘΩΝ, ΚΑΙ ΜΑΤΑΙΟΤΗΤΟΣ

Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὑμᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.

ΑΓΙΑΣ ΕΙΡΗΝΗΣ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ ΚΑΙ ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ ΚΑΙ ΠΑΡΜΕΝΑ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου, Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ. Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου. Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται. Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΑΝΑΡΓΥΡΟΥ ΤΗΝ ΜΝΗΜΗΝ, ΤΟΥ ΓΕΝΝΑΙΟΥ ΤΗΝ ΑΘΛΗΣΙΝ

Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαί με. Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε, τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ ταῖς μεθοδείαις, ῥῦσαι πρεσβείαις σου. Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδέ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλόν σου.

ΜΙΜΗΤΗΣ ΥΠΑΡΧΩΝ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ

Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

ΝΟΜΙΜΩΣ ΑΘΛΩΝ, ΚΑΙ ΝΙΚΗΣΑΣ ΤΟΝ ΕΧΘΡΟΝ

Νομίμως ἀθλῶν, καὶ νικήσας τὸν ἐχθρόν, λιμὴν πανεύδιος, τοῖς ἐν θαλάσσῃ Παναοίδιμε, χειμαζομένοις γεγένησαι, φῶς δὲ τοῖς ἐν σκότει τοῦ βίου, οὓς καὶ μέλπειν ἐδίδαξας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν, Μακαριώτατε, ἀπολαβόντι τὴν τρισόλβιον, καὶ μακαρίαν ἐλπίδα σου, τὴν ἀποκειμένην τοῖς πίστει, τῷ Κυρίῳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἁγίων ψυχαί, καὶ Δικαίων οἱ χοροὶ καὶ ἡ ἀσώματος, τάξις Ἀγγέλων προσεδέξαντο, συγχορευτὴν σε Μακαριε· ξίφει γὰρ τμηθεὶς τὸν αὐχένα, μελῳδεῖς ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας, Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει. Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ μονῇ τοῦ Μαντινέου. Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται. Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται. Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων, Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΡΕΥΣΤΗΣ ΒΙΟΤΗΣ ΚΑΙ ΠΡΟΣΚΑΙΡΟΥ

Ῥευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε. Ἤκουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τμηθεῖσα τὴν ἐρίτιμον. Νίκην κατ' ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.

ΠΑΡΑΣΚΕΥΗ Η ΣΟΦΗ, ΑΝΤΩΝΙΝΟΥ ΤΟ ΦΡΥΑΓΜΑ

Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς. Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε. Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

ΙΣΤΑΣΟ ΕΝΑΝΤΙ ΕΧΘΡΩΝ

Ἵστασο ἔναντι ἐχθρῶν, τὸν Χριστὸν ὁμολογῶν παναοίδιμε, ὁμολογήσαντα, ὁμολογίαν ἐπὶ Πιλάτου καλήν, καὶ ἀπαχθεὶς πρὸς τὴν σφαγήν, τὴν γῆν μὲν ἡγίασας, τῷ θείῳ αἵματι, οὐρανοὺς δὲ τῇ ψυχῇ κατελάμπρυνας. Ὤφθητε τρίφωτος λαμπάς, θείου Πνεύματος πυρὶ ἀναπτόμενοι, Ἕρμιππε ἔνδοξε, σὺν Ἑρμοκράτει τῷ Ἑρμολάῳ τε, καταφαιδρύνοντες ψυχάς, πιστῶν θείᾳ χάριτι, καὶ ἐκδιώκοντες, δυσσεβείας τὴν ἀχλὺν παναοίδιμοι. Στόματι ἅπαντες λαμπρῷ, γεγηθότι τε φρονήματι μέλψωμεν, τοὺς Ἀθλοφόρους Χριστοῦ, τὴν θείαν δόξαν ὥσπερ ἱμάτιον, ἐστολισμένους εὐπρεπῶς, καὶ νῦν τὰ οὐράνια, περιπολεύοντας, καὶ θαυμάτων ποταμοὺς ἀναβλύζοντας. Ἥλιε ἄδυτε Χριστέ, Ἑρμολάου ἱεραῖς παρακλήσεσι, Παντελεήμονος, καὶ Ἑρμοκράτους καὶ τῶν συνάθλων αὐτοῦ, μὴ ἀποστήσῃς ἀφ' ἡμῶν, Λόγε τὰ ἐλέη σου, ἀλλὰ συνήθως ἡμᾶς, οἰκτιρήσας τῶν κακῶν ἀπολύτρωσαι.

ΥΠΟ ΚΥΡΙΟΥ, ΣΥ ΦΡΟΥΡΟΥΜΕΝΗ

Ὑπὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος. Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ. Ἤπειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως, τὰ δαιμόνια ξόονα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες· Χριστὸς δὲ Κύριος, πλαστουργὸς ἐστι πάντων ἐκήρυττες.

ΟΥΚ ΟΝΤΑΣ ΘΕΟΥΣ ΑΛΛΑ ΨΕΥΔΗ...

Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΕΡΜΟΛΑΕ

Μάρτυς ἀθλητὰ Ἑρμόλαε, ἱερωτάτην ζωήν, ἱερῶς ἐπεπόθησας, ἱερεὺς γενόμενος, Ἰησοῦ Παντοκράτορος, καὶ ἀνιέρου σκοτασμοῦ ἔσωσας, σεπτοῖς σου λόγοις λαούς, ἐν χάριτι, καὶ μεταβέβηκας, πρὸς τὰ ὑπερκόσμια τῶν ἀθλητῶν, αἵματι λουσάμενος, θεομακάριστε. Μάρτυς ἀθλητὰ Ἑρμόλαε, διὰ τὸν φόβον ποτέ, τῶν ἀνόμων κρυπτόμενος, φανεροῖς γηθόμενος, κεκρυμμένον μυστήριον, τῷ ἀθλοφόρῳ Παντελεήμονι, τῆς εὐσεβείας καὶ ἐπιγνώσεως, καὶ φανερούμενος, θνῄσκεις προθυμότατα, διὰ Χριστόν, τὸν δι' ἀγαθότητα, παθεῖν ἑλόμενον. Ἕρμιππόν τε καὶ Ἑρμόλαον, καὶ Ἑρμοκράτην πιστῶς, τοῦ Κυρίου τοὺς μάρτυρας, θαυμαστῶς ἀθλήσαντας, καὶ τὸν δόλιον κτείναντας, καὶ λουσαμένους λουτρὸν μηδέποτε, δευτέροις ῥύποις ἐπιθολούμενον, ἀνευφημήσωμεν, ἱερῶς δοξάζοντες, καὶ τὴν αὐτῶν, μνήμην ἑορτάζοντες πανηγυρίσωμεν.

ΤΟΝ ΝΑΟΝ ΣΟΥ ΠΑΝΣΕΜΝΕ

Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Η ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΕ ΦΩΝΗ ΚΑΛΕΣΑΣΑ ΩΣ ΝΥΜΦΗΝ...

Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Ο ΙΕΡΟΣ ΕΡΜΟΛΑΟΣ...

Ὁ ἱερὸς Ἑρμόλαος, ἱερῶς φωτιζόμενος, τῷ δι' εὐσπλαγχνίαν, δι' ἡμᾶς ὡς πρόβατον, τυθέντι ἀναίμακτον, θυσίαν προσενήνοχε, καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, εὐπρόσδεκτος θυσία, προσηνέχθη κραυγάζων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νενεκρωμένος πρόσεισιν, ἀπιστίᾳ τὸ πρότερον, ὁ Παντελεήμων, καὶ τὸ ζῆν δρεψάμενος, σεπτῇ παραινέσει σου, ζωοποιῷ προσκλήσει Χριστοῦ, τὸν θανατωθέντα, ἀναστήσας πρὸς ὕψος, ἀνῆλθε μαρτυρίου, μετὰ σοῦ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας, Ἑρμόλαε τρισμάκαρ. Ὁ Ἱερὸς Ἑρμόλαος, ὁ παμμέγιστος Ἕρμιππος, καὶ ὁ Ἑρμοκράτης, οἱ στερροὶ ἀδάμαντες, σαρκὸς οὐκ ἐφείσαντο, οὐ τοῖς γλυπτοῖς ἐπέθυσαν, θύματα δεκτὰ δέ, ἑαυτούς τῷ Δεσπότῃ, προσήγαγον βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὸ Χριστοῦ ῥωννύμενος, ὁ θεόφρων Ἑρμόλαος, ἀποκεκρυμμένον, γενεαῖς μυστήριον, πιστοῖς ἀπεκάλυπτεν, ἐγκεκρυμμένος φόβῳ ἐχθρῶν, καὶ φανερωθείς, τὸν φανερῶς ὑπὲρ πάντων, τυθέντα Θεὸν Λόγον, καταγγέλλει καὶ θνῄσκει, καὶ ζῇ μετὰ Μαρτύρων, εἰς πάντας...

ΕΝ ΤΑΙΣ ΑΥΛΑΙΣ ΤΟΥ ΚΥΡΙΟΥ, ΧΟΡΟΒΑΤΟΥΣΑ ΣΕΜΝΗ

Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν. Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΡΜΟΛΑΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΕΡΜΙΠΠΟΥ ΚΑΙ ΕΡΜΟΚΡΑΤΟΥΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους. Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ. Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς. Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον, Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν. Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε. Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα. Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν. Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.

ΠΡΟΓΟΝΩΝ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΜΝΗΜΗΝ ΕΟΡΤΑΖΟΜΕΝ

Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.

ΧΡΕΩΣΤΙΚΩΣ ΥΜΝΗΣΩΜΕΝ, ΤΗΝ ΘΕΟΚΛΗΤΟΝ ΑΝΝΑΝ

Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΠΡΟΦΗΤΙΚΩΣ ΣΥΝΕΛΘΩΜΕΝ

Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΩΝ ΟΥΡΑΝΩΝ

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλές, ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.

ΜΝΗΜΗΝ ΤΕΛΟΥΝΤΕΣ ΑΙΣΙΑΝ, ΣΕ ΑΝΥΜΝΟΥΜΕΝ ΧΡΙΣΤΕ

Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός. (Δίς) Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον. Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν. Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

Η ΜΗΤΗΡ ΤΗΣ ΜΟΝΗΣ ΘΕΟΤΟΚΟΥ

Ἡ μήτηρ τῆς μόνης Θεοτόκου, ἡ στεῖρα τὸ πρίν, νῦν δὲ προμήτωρ Χριστοῦ, ὥσπερ τῆς στειρώσεως, οὕτω τῆς νεκρώσεως, ἐκδυσαμένη ἔνδυμα, ἐν χώρᾳ ζώντων βοᾷ· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Χριστὸς σοι τὰς πύλας ἐκπετάσας, τὰς ἄνω περιχαρῶς καθυπεδέξατο, πύλην ὅτι ἔτεκες, ἣν αὐτὸς διώδευσε, καὶ κεκλεισμένην ἔδειξε, μετὰ τὴν πάροδον, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἁγίως τὸν βίον ἐκτελοῦσα, Ἁγίας ἀειπαρθένου Μήτηρ γέγονας, ἥτις τὸν πανάγιον, Λόγον ἀπεκύησεν, ἁγιασμὸν καὶ λύτρωσιν ἡμῖν παρέχοντα, θεόφρον ἀξιάγαστε Ἄννα· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης, Ἡ τῶν κυουσῶν μητέρων σωτηρία. Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων. Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους, Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΜΑΙΝΟΜΕΝΗΝ ΘΑΛΑΣΣΑΝ, ΠΕΙΡΑΣΜΩΝ

Κυμαινομένην θάλασσαν, πειρασμῶν καὶ κολάσεων, θείᾳ κυβερνήσει, ἀβλαβῶς διέπλευσας, τὸν ὄφιν βυθίσασα, τῶν σῶν ἀγώνων Μάρτυς βυθῷ· ὅθεν Παραδείσου, τούς ἀκλύστους λιμένας, κατέλαβες βοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὄφιν δεινὸν ἐνέκρωσας, ζωτικοῖς ἀγωνίσμασι, καὶ τῶν προσευχῶν σου, ἐπῳδαῖς ἀνήμερα, θηρία ἐκοίμισας, καὶ τῆς ἐκ τούτων βλάβης ἐκτός, ἔμεινας τῷ Κτίστῃ μελῳδοῦσα Χριστῖνα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥήματι ζῶντι ἤγειρας, τὸν θανέντα τοῖς δήγμασι, Μάρτυς ἀθληφόρε, ἰοβόλων ὄφεων· Χριστὸς γὰρ τὸν θάνατον, καταπατήσας θείᾳ ταφῇ, σοῦ τῶν προσευχῶν, καθυπακουει Χριστῖνα, πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἴώνας.

ΙΔΕΙΝ ΚΑΤΗΞΙΩΘΗΣ, ΚΑΤΗΓΛΑΪΣΜΕΝΗ

Ἰδεῖν κατηξιώθης, κατηγλαϊσμένη, καὶ μαρτυρίου στολαῖς ἐξαστράπτουσα, τὸν σὸν νυμφίον, Χριστῖνα Μάρτυς πολύαθλε. Ὡραῖόν σου τὸ κάλλος, ὅπερ ἀγαπήσας, ὁ ὑπὲρ ἅπαντας κάλλει ὡραῖος Χριστός, ἐπουρανίων θαλάμων σε κατηξίωσε. Συνήφθης ἀσωμάτων, ἔνδοξε χορείαις, καὶ ἀθλητῶν ὁμηγύρει συντέταξαι, ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Πανοικτίρμονα. Ἡλίου λαμπροτέρα, ὤφθη σου ἡ μνήμη, μαρμαρυγαῖς χαρισμάτων τοῦ Πνεύματος, τοὺς σὲ τιμῶντας Χριστῖνα καταφαιδρύνουσα.

ΔΟΞΑΖΟΜΕΝ ΣΟΥ ΧΡΙΣΤΕ

Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν. Ὄλβον λιποῦσα πατρικόν, Χριστὸν δὲ ποθοῦσαι εἰλικρινῶς, δόξαν εὕρατο ἡ Μάρτυς, καὶ πλοῦτον οὐράνιον, καὶ τῇ παντευχίᾳ περιπεφραγμένη τῆς χάριτος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατεπάτησε τὸν τύραννον· ὅθεν Ἄγγελοι τοὺς ἀγῶνας θαυμάζοντες, ἔλεγον· Πέπτωκεν ὁ ἐχθρός, ὑπὸ γυναικὸς ἡττηθείς, στεφανῖτις ἀνεδείχθη ἡ Μάρτυς, καὶ Χριστὸς εἰς τοὺς αἰῶνας βασιλεύει ὡς Θεός, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, ὅτι καὶ Χριστῖνα ἡ μάρτυς, ἀθλητικὸν ἀγῶνα ἠγωνίσατο· ὅθεν τὸ ἀσθενὲς τῆς φύσεως ἀπορριψαμένη, γενναίως ἀντέστη κατὰ τῶν τυράννων. Διὸ καὶ τὰ βραβεῖα τῆς νίκης κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Σταυρὸν ὡς ὅπλον κραταιόν, Χρι...

ΥΜΝΟΝ ΤΩ ΠΑΝΤΩΝ ΕΥΕΡΓΕΤΗ, ΤΩ ΠΑΦΛΑΖΟΝΤΙ

Ὕμνον τῷ πάντων εὐεργέτῃ, τῷ παφλάζοντι πυρὶ προσομιλοῦσα, ἀνεβόας τῷ σὴν δροσίζοντι καρδίαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Μόνου Θεοῦ τυχεῖν ποθοῦσα, οὐκ ἐφρόντισας μελῶν φλογιζομένων, οὐκ ἠρνήσω Χριστόν, Παρθένε μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὄμβροις αἱμάτων σου τὰ ῥεῖθρα, ἀπεξήρανας τῆς εἰδωλομανίας, ἐπομβρίζεις δὲ νῦν, ἰάσεων πελάγη, Παρθενομάρτυς παύουσα, τὸν φλογμὸν τῶν παθημάτων.

ΩΣ ΕΥΧΡΗΣΤΟΝ ΚΑΙ ΤΙΜΙΟΝ

Ὡς εὔχρηστον καὶ τίμιον, τοῦ Δεσπότου σε σκεῦος, Χριστῖνα χρηματίσασαν, κατὰ χρέος τιμῶμεν· ὑπῆρξας γὰρ ὡς ἀληθῶς, τῶν Μαρτύρων καύχημα, καὶ τῶν Παρθένων ἡ δόξα, ἰατήρ τε δαψιλής, ἀνεδείχθης πρὸς Θεοῦ, τοῖς βρέφεσι τοῖς νηπίοις.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ, ΚΑΙ ΑΥΤΩ ΑΠΑΓΓΕΛΩ ΜΟΥ ΤΑΣ ΘΛΙΨΕΙΣ....

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΦΩΤΟΕΙΔΗΣ ΠΕΡΙΣΤΕΡΑ ΕΓΝΩΡΙΣΘΗΣ, ΕΧΟΥΣΑ ΠΤΕΡΥΓΑΣ

Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστῖνα σεμνή· ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ, Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου. Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΘΗΛΩΘΕΝΤΑ, ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΕ ΠΟΘΩ ΜΑΡΤΥΣ

Καθηλωθέντα, τῷ τοῦ Χριστοῦ σε πόθῳ Μάρτυς σοφέ, πλήθη φοβερῶν βασάνων καὶ ἀπειλῶν, οὐ κατέσεισαν οὐχ εἵλκυσαν, ἐκ γενναιότητος, τῆς πρὸς αὐτὸν συναφείας καὶ σχέσεως. Λύτρον τῷ δόντι, ὑπὲρ ἡμῶν τὸ αἷμα τὸ ἑαυτοῦ, αἷμα τὸ οἰκεῖον Μάρτυς ὡς προσφοράν, ἀντιδέδωκας καὶ ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος. Ἀποβαλόντα, δι' ἀρετῆς τὸ βάρος τὸ γεηρόν, θεῖοι τοῦ Χριστοῦ σε, Ἄγγελοι Ἀθλητά, δι' ἀέρος μετεκόμιζον, αὐτοῦ προστάγματι, ὡς τὸ πρὶν Ἀββακοὺμ συνιπτάμενον.

ΠΟΡΘΗΣΑΣ ΤΑ ΕΧΘΡΟΥ, Ω ΦΩΚΑ ΟΧΥΡΩΜΑΤΑ

Πορθήσας τὰ ἐχθροῦ, ὦ Φωκᾶ ὄχυρώματα, δυνάμει τῇ τῶν θαυμάτων, τοὺς ῥυσθέντας Κυρίῳ, ὡς σκῦλα προσενήνοχας. Ἀντώθησας Σοφέ, κατὰ σοῦ τὰ πεμπόμενα, τοξεύματα εἰς καρδίας, τῶν βαλλόντων, αὐτὸς δέ, ἐσώθης ἀπαράτρωτος. Συνέθλασας Φωκᾶ, κεφαλὴν τὴν τοῦ δράκοντος, πατήσας τοῦτον γενναίως, τῇ ἐνθέῳ δυνάμει, τῆς στερρᾶς σου ἀθλήσεως.

ΠΥΡ ΑΠΑΥΣΤΩΣ ΕΧΩΝ ΕΝ ΨΥΧΗ

Πῦρ ἀπαύστως ἔχων ἐν ψυχῇ, τὸ τῆς ἀγάπης Χριστοῦ, Φωκᾶ μακάριε, τὸν δρόμον ἄσχετον ἤνυσας, πρὸς αὐτὸν τὸν δι' ἀθλήσεως δι' ἧς τυχὼν τοῦ ἐφετοῦ, σὺν Ἀσωμάτοις βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἔρρει τῶν Ἑλλήνων τὰ σαθρά, πλάνης σεβάσματα, καὶ σεσιγήκασι, τῆς ματαιότητος ἅπασαι, αἱ διπλόαι καὶ τὸ ψεῦδος αὐτῶν, ἠλέγχθη γνώσει ἀληθεῖ, τῶν ἀθλοφόρων Χριστοῦ, κηρυττόντων, εἶναι σοφίαν Θεοῦ ἐνυπόστατον. Ἰσχὺν ἀπροσμάχητον Φωκᾶ, περιζωσάμενος, Ἁγίου Πνεύματος, ἀκαταγώνιστον ἔνστασιν, καὶ ἀνδρείαν ἀπερίτρεπτον, προπολεμῶν ὑπὲρ τῆς σῆς, ποίμνης ἐνδέδειξαι, καὶ νικήσας, σὺν τοῖς Ἀγγέλοις ὑμνεῖς τὸν τῶν ὅλων Θεόν. Χάριν θείαν ἄφθονον Χριστός, σοὶ ἐδωρήσατο, Φωκᾶ ἀοίδιμε, τοῖς ἐξαιτοῦσί σε ἅπασι, καταλλήλως παρεχόμενον, τὰς τῶν θαυμάτων δωρεάς, ἀπαύστως κράζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΑΡΜΑ ΩΣ ΠΥΡΙΜΟΡΦΟΝ

Ἅρμα ὡς πυρίμορφον ἔχων, τὰς φωτοφόρους ἀρετάς σου, καὶ τὴν τῶν ἀγώνων διφρείαν, πρὸς οὐρανίους ἀνέπτης Ὅσιε, μονὰς ἐν αἷς κατέπαυσας, σὺν Ἀσωμάτοις αὐλιζόμενος. Ῥύσει τῆς ἐνθέου σοφίας, καὶ πλημμυρήσει τῇ τῶν λόγων, ἔλυσας τοῦ ψεύδους τὴν ὕλην, καὶ εὐσεβούντων ψυχὰς κατήρδευσας, καὶ καρποφόρους ἔδειξας, ἐνθέων ἔργων διὰ πίστεως. Ἴδες τὴν ὑπέρφωτον αἴγλην, τὴν νοουμένην θεωρίαν, ἐν τῇ τῶν ἀγώνων σου πάλῃ, τοῦ ποθουμένου ἀγωνοθέτου Χριστοῦ· καὶ φθάσαι ταύτην ἔσπευσας, Μάρτυς τῷ τέλει τῶν ἀθλήσεων. Νῦν ὡς τρανοτέρως τὴν δόξαν, ἐνοπτριζόμενος τοῦ Κτίστου, ὑπὲρ τῶν ἐκ πόθου Φωκᾶ σε, ἀνευφημούντων αὐτὸς δυσώπησον, τοῦ μετασχεῖν τῆς κρείττονος, τούτου καὶ δόξης καὶ λαμπρότητος.

ΥΨΟΥΜΕΝΟΣ ΥΨΩΣΑΣ, ΤΟΥΣ ΠΕΠΤΩΚΟΤΑΣ

Ὑψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ· Ὦ φῶς τῶν ὀμμάτων μου, δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως. Φέρε Σταυρόν τοὺς Ἥλους, καὶ τὸν Σπόγγον τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας χάριν ἑβράβευσας.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ. Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν, Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον. Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη. Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίῳ ἢ Λευκάτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ. Ἰεζεκιὴλ ἑβράϊζε κἂν πόλω, Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΚ ΠΑΝΤΟΙΩΝ ΚΙΝΔΥΝΩΝ

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΑΘΛΗΤΙΚΩΝ ΕΞ ΑΙΜΑΤΩΝ, ΚΡΑΤΗΡΑ

Ἀθλητικῶν ἐξ αἱμάτων, κρατῆρα πλήσας πιστοῖς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ χριστομάρτυς, ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντα καλῶν, οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε. Τῆς ἀθεΐας τὴν πλάνην, θείᾳ ἐνστάσει σου, πολυθεΐας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ μάρτυς ἐκτρέψας, ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετούς τῶν βασάνων βέλη σαφῶς, ὡς νηπίων ἐκαρτέρησας. Τοῦ ζωοοδότου σὺ κήρυξ, Θεοῦ γενόμενος, τυράννων καθαιρέτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος ἀθλοφόρος· ὅθεν ζωήν, τῷ ἀθανάτῳ πιστούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.

ΦΩΤΟΣ ΣΕ, ΤΗΣ ΘΕΪΚΗΣ ΚΑΤΗΥΓΑΣΑΝ

Φωτὸς σε, τῆς θεϊκῆς κατηύγασαν ἀκτῖνες, Ἔνδοξε, ὑπερφυοῦς προνοίας ἐξ αὐτῶν, τῶν ὠδίνων μακάριε· διὸ φωστὴρ ὑπέρλαμπρος, Φωκᾶ ἐδείχθης ἐν τοῖς πέρασιν. Ὡς φοίνιξ, ὑψιτενὴς ἀνέδραμες, ἐκ βρέφους ἔνδοξε, τῶν ἀρετῶν εἰς ὕψος νοητόν, καὶ καρποὺς τοὺς τῶν ἄθλων σου, πληθύνας κατεγλύξανας, πάντας μεθέξει τῶν θαυμάτων σου. Καθεῖλες, τὰ τῶν βωμῶν ἱδρύματα, τῆς ἀθεότητος, τῇ μηχανῇ τῶν λόγων σου Σοφέ, καὶ Χριστοῦ διετήρησας, τὴν Ἐκκλησίαν ἄσειστον, κατοχυρώσας τοῖς διδάγμασιν. Ἀφ' ὕψους, τῆς ἀπονοίας ἔρριψας, νοῦν ὑπερήφανον, ἐν τῇ ἁπλῇ τῶν λόγων καθελών, τοῦτον χάριτι Ὅσιε, καὶ κατ' αὐτοῦ τὰ τρόπαια, ἀθλητικαῖς νίκαις κεκλήρωσαι.

ΘΥΣΙΑΝ ΑΝΑΙΜΑΚΤΟΝ, ΧΡΙΣΤΩ ΠΡΟΣΦΕΡΩΝ ΦΩΚΑ

Θυσίαν ἀναίμακτον, Χριστῷ προσφέρων Φωκᾶ, θυσίαν προσήνεγκας, σαυτὸν δι' αἵματος, Ἱεράρχα θεόληπτε· ὅθεν ἐν εὐφροσύνῃ, αὐλιζόμενος Πάτερ, μνήσθητι τῶν ἐν πίστει, ἐκτελούντων τὴν θείαν, καὶ εὔσημον ἡμέραν τῆς σῆς ἀθλήσεως.

ΤΩ ΠΤΩΧΕΥΣΑΝΤΙ, ΛΟΓΩ ΥΠΕΡΒΟΛΗ

Τῷ πτωχεύσαντι Λόγῳ ὑπερβολῇ, εὐσπλαγχνίας Μαρία Μαγδαληνή, σαφῶς ὡς μαθήτρια, ἀληθῶς διηκόνησας, καθορῶσα δὲ τοῦτον, Σταυρῷ ἀναρτώμενον, καὶ ἐν τάφῳ τεθέντα, ἐθρήνεις δακρύουσα· Ὅθεν σε τιμῶμεν, καὶ τὴν σὴν ἐκτελοῦμεν, ἐν πίστει πανήγυριν, Μυροφόρε ἀοίδιμε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΑΡΝΑ Η ΑΜΝΑΣ ΩΣ ΕΩΡΑΚΕΝ

Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα; ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν; Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.

ΧΡΙΣΤΩ ΤΩ ΔΙ' ΗΜΑΣ....

Χριστῷ τῷ δι' ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.

ΤΟ ΦΩΣ ΤΟΥ ΚΟΣΜΟΥ Ο ΧΡΙΣΤΟΣ

Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτὸν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτὸς σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δὲ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παρρησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΥΡΟΦΟΡΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου, Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία. Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΤΡΙΒΟΝ ΤΗΝ ΣΤΕΝΗΝ

Τὴν τρίβον τὴν στενήν, πλατυνόμενοι πίστει, διώδευσαν ὁμοῦ, οἱ Πατέρες οἱ θεῖοι, ἁπάσας στενώσαντες μεθοδείας τοῦ δράκοντος, τούτους ἅπαντες, εὐσεβοφρόνως τιμῶμεν, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ.

ΜΕΘΕΞΕΙ, ΤΗ ΠΡΟΣ ΤΟ ΘΕΙΟΝ ΟΣΙΕ

Μεθέξει, τῇ πρὸς τὸ θεῖον Ὅσιε, φῶς ἐχρημάτισας, καὶ πρὸς αὐτὸ χωρήσας Συμεών, ἐφετῶν τὸ ἀκρότατον, τῶν ἀγαθῶν ἐλπίδων σου, Πάτερ τὸ πλήρωμα κατείληφας. Ἐφέσει, τῇ πρὸς Θεὸν πυρούμενος πάντα κατέλιπες, συνοδοιπόρον Πάτερ εὑρηκώς, Ἰωάννην τὸν ἔνδοξον, μεθ' οὗ τὴν τρίβον ἤνυσας, τῆς σωτηρίας ἀγαλλόμενος. Λαμπτῆρα, φωτοειδέσι λάμψεσι, καταστραπτόμενον, τοῦ παναγίου Πνεύματος σοφέ, Συμεὼν σε ἐγνώρισεν ἡ Ἐκκλησία· ὅθεν σου, τῇ φωτοφόρῳ μνήμῃ γέγηθε. Πλουτῆσαι, τὰ μηδαμῶς κενούμενα, ἐπιποθήσαντες, πλοῦτον καὶ δόξαν πρόσκαιρον Σοφοί, καὶ τρυφὴν διαρρέουσαν, καὶ κοσμικὸν ἀξίωμα, γενναιοφρόνως ἀπεκρούσασθε.

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΚΑΙ ΣΥΜΕΩΝ...

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ, Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι. Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ, Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη. Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ. Καὶ τῆς ἀθλήσεως τῶν Ἁγίων Θεοφίλου, Ἰούστου, Τροφίμου καὶ Ματθαίου. Καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν ταῖς Ἁρματίου. Οἱ ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ κατὰ πετρῶν συρόμενοι, καὶ οἱ ἅγιοι μάρτυρες Γεώργιος, Θεόδωρος καὶ Εὐγένιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΔΕΙΝ ΕΝ ΛΕΠΤΟΤΑΤΗ ΑΥΡΑ ΘΕΟΝ

Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ὡς ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τὸ σῶμα διαγωγαῖς, καταλεπτύνας Ἔνδοξε· ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τὸ πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον. Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαρρήξας διέβης πανόλβιε· οὕτω κἀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ' ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντάς μοι. Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρατροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεέννῃ, αἰωνιζούσης κατακρίσεως. Ἡρπάγης πρὸς τὸ ὕψος Ἐλισαιέ, δισσουμένην τὴν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού, μεθ' οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ἄφεσιν πταισμάτων, προστάτην σε πλουτοῦντι, πρὸς τὸν Δεσπότην ἀκαταίσχυντον.

ΑΤΡΕΠΤΟΝ ΑΝΘΡΩΠΟΙΣ ΠΟΡΕΙΑΝ ΕΠΙ ΓΗΣ

Ἄτρεπτον ἀνθρώποις πορείαν ἐπὶ γῆς πολιτευσάμενος, τῇ μηλωτῇ τὸν ῥοῦν τὸν Ἰορδάνιον, ὁ Θεσβίτης περαιωθείς, διφρηλάτης αἰθέριος, οὐρανοδρόμον ἤνυσε, ξένην πορείαν διὰ Πνεύματος. Τῆς θεοσεβείας τῷ ζήλῳ, ὁ Θεσβίτης πυρπολούμενος, ἐν πυριμόρφῳ ἅρματι ἐπαίρεται, μηλωτὴν δὲ ἐπιβαλών, ὃν λαθεῖν οὐ δεδύνηται, Ἐλισαιὲ δισσούμενον, καταλιμπάνει θείᾳ χάριτι. Ἀποδεδειγμένος θεόπτης, ὁ Θεσβίτης σὺν Μωσῇ καθορᾷ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἀνθρώπων τῶν γηγενῶν, καρδία οὐ λελόγισται, σεσαρκωμένον Κύριον, ἐν τῷ Θαβὼρ τὸν παντοκράτορα.

ΦΩΣ ΕΝ ΠΥΡΙΝΩ ΤΕΘΡΙΠΠΩ, ΟΥΡΑΝΟΔΡΟΜΟΝ ΣΕ ΔΕΙΞΑΝ

Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως· πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους.

ΙΣΟΣΘΕΝΗ ΟΜΟΤΙΜΟΣ, ΟΜΟΟΥΣΙΟΝ, ΣΥΝΘΡΟΝΟΝ, ΣΕΒΟΝΤΕΣ ΤΡΙΑΔΑ, ΕΝ ΜΙΑ ΘΕΟΤΗΤΙ

Ἰσοσθενῆ ὁμότιμον, ὁμοούσιον, σύνθρονον, σέβοντες Τριάδα, ἐν μιᾷ Θεότητι, Πατέρα δοξάζομεν, Υἱὸν καὶ Πνεῦμα, Ἅγιον, ἄδυτον αὐγήν, ὁμοβασίλειον κράτος, καὶ μέλπομεν συμφώνως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΧΩΡΗΤΙΚΟΝ ΔΟΧΕΙΟΝ ΣΕ

Χωρητικὸν δοχεῖόν σε, θείου Πνεύματος ἔγνωμεν, ἄγγελον ἐν γῇ, πῦρ ζήλου θείου πνέοντα, δυσσέβειαν τρέποντα, καὶ βασιλεῖς ἐλέγχοντα, χρίοντα προφήτας, Ἠλιοὺ καὶ αἰσχύνης, συγκόπτοντα μαχαίρᾳ ἱερεῖς· διὰ τοῦτο, βοῶμέν σοι· Μελλούσης ἡμᾶς αἰσχύνης ῥῦσαι. Ἅρμα πυρὸς σε ἔλαβεν, ἀπὸ γῆς πυρακτούμενον, ζήλῳ Ἠλιού, τῷ θεϊκῷ θεόπνευστε· διὸ ἱκετεύω σε, τῶν ἐν τῇ γῇ με πάντων κακῶν τῶν σῶν ἀρετῶν, ἐπικουφίζειν τὸν νοῦν μου, τεθρίππῳ, καὶ πρὸς νύσσαν, οὐρανίαν με φθάσαι, τὸν πάντων ἐκδυσώπει, Θεὸν καὶ Βασιλέα. Ῥήματι ζῶντι ἔκλεισας, οὐρανὸν ὑετίζοντα, ῥήματί σου νῦν, πνευματικῷ διάνοιξον, τὰς πύλας μοι δέομαι, τῆς μετανοίας Ἅγιε, πέμπων τῇ ψυχῇ μου, κατανύξεως ὄμβρους, καὶ σῶσόν με βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΙΔΕΙΝ ΕΝ ΛΕΠΤΟΤΑΤΗ ΑΥΡΑ ΘΕΟΝ, ΩΣ .... ΗΡΠΑΓΗΣ ΠΡΟΣ ΤΟ ΥΨΟΣ ΕΛΙΣΑΙΕ

Ἰδεῖν ἐν λεπτοτάτῃ αὔρᾳ Θεόν, ὡς ἰδεῖν δυνατὸν κατηξίωσαι, ἀσκητικαῖς, πρότερον τὸ σῶμα διαγωγαῖς, καταλεπτύνας Ἔνδοξε· ὅθεν δυσωπῶ σε σαῖς προσευχαῖς, τὸ πάχος τοῦ νοός μου, λεπτύνας μετανοίας, μαρμαρυγαῖς θείαις καταύγασον. Ὡς πάλαι Ἰορδάνην τῇ μηλωτῇ, διαρρήξας διέβης πανόλβιε· οὕτω κἀμοῦ, τῶν ἁμαρτημάτων τῶν χαλεπῶν, τὰς διεκχύσεις ξήρανον, ὄμβρους ἐπιπέμπων μου τῇ ψυχῇ, δακρύων καθ' ἑκάστην, Προφῆτα θεηγόρε, τρυφῆς χειμάρρουν προξενοῦντάς μοι. Σκανδάλων τῶν ἐν βίῳ πολυειδῶν, ἀνομούντων ἐχθρῶν πάσης θλίψεως, σωματικῆς, νόσου ψυχικῆς τε παρατροπῆς, ταῖς προσευχαῖς σου ῥῦσαί με, ἔνδοξε Προφῆτα ὡς ἀγαθός, προστάτης μου βοῶ σοι, καὶ τῆς ἐν τῇ γεέννῃ, αἰωνιζούσης κατακρίσεως. Ἡρπάγης πρὸς τὸ ὕψος Ἐλισαιέ, δισσουμένην τὴν χάριν τοῦ Πνεύματος, καταλιπών, ἔνδοξε αἰτήσαντι Ἠλιού, μεθ' οὗ ἀπαύστως αἴτησαι, νίκην οὐρανόθεν τῷ Βασιλεῖ, καὶ ἄφεσιν πταισμάτων, προστάτην σε πλουτοῦντι, πρὸς τὸν Δεσπότην ἀκαταίσχυντον.

ΜΗΤΡΑΝ ΤΗΝ ΣΗΝ Ο ΠΑΝΑΓΑΘΟΣ

Μήτραν τὴν σὴν ὁ πανάγαθος, Λόγος οἰκήσας Ἄχραντε ὑπερφυῶς, Θεοῦ Πατρός, ἡμᾶς ἀνέπλασε, καὶ ζωῆς ἠξίωσε τῆς ἐν Ἐδέμ· διὸ Θεοτόκον σε πάντες πιστοί, προσκυνοῦντες ἀναμέλπομεν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΦΩΣ ΕΝ ΠΥΡΙΝΩ ΤΕΘΡΙΠΠΩ

Φῶς ἐν πυρίνῳ τεθρίππῳ, οὐρανοδρόμον σε δεῖξαν, ἁρματηλάτην Ἠλία, οὐ κατηνάλωσεν ὅλως· πῦρ γὰρ ἐν γλώσσῃ πηλίνῃ, εἵλκυσας κάτω, καὶ ἀνεξήρανας ὄμβρους.

ΤΗΝ ΠΑΡΑΔΟΞΩΣ ΘΕΟΘΕΝ ΣΟΙ

Τὴν παραδόξως θεόθεν σοι, σχεδιασθεῖσαν δυναμιν ἐνδεδυκώς, τροφῇ μιᾷ τεσσαρακονθήμερον, Ἠλιοὺ θεσπέσιε, τὴν δολιχὴν καταλέλυκας ὁδόν· διὸ ἐν Χωρὴβ χορεύων ἔψαλλες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Αὔρα πραεῖα ὑπέδειξε, καὶ λεπτοτάτη Κύριον σοι Ἠλιού, Θεῷ ζηλοῦντι παντοκράτορι, οὐχὶ πνεῦμα βίαιον, οὐ συσσεισμός, οὐδὲ πῦρ ἐκδειματοῦν· διὸ Ἰησοῦ τῷ πράῳ ψάλλομεν·Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Θεοφανείας ἠξίωσαι, καὶ προφητείας ὥσπερ ὁ μέγας Μωσῆς, προφήτας χρίων διὰ Πνεύματος, Ἠλιοὺ θεσπέσιε καὶ βασιλεῖς, καὶ τῆς δόξης ἐν Θαβώρ, Χριστοῦ θεατής γενόμενος βοᾷς· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΕΡΗΜΟΝ ΟΙΚΗΣΑΝΤΕΣ, ΕΝ ΟΜΟΝΟΙΑ

Ἔρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταῖς θείαις δεήσεσι, καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα. Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος. Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὡράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον· διὸ ἐπανεπαυσατο, ὡς καθαρῷ σοι μακάριε, Συμεών, ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ ΤΟΥ ΘΕΣΒΙΤΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω, Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω. Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΕ ΤΗΝ ΚΙΒΩΤΟΝ

Σὲ τὴν κιβωτὸν τὴν παναγίαν, τὴν ἐπισκιαζομένην θείῳ Πνεύματι, τὴν τὸν προαιώνιον, Λόγον καὶ ἀΐδιον, δι' εὐσπλαγχνίαν ἄφατον, ἐνανθρωπήσαντα, τεκοῦσαν Θεομῆτορ, ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΙΕΡΟΠΡΕΠΕΙ ΣΟΥ ΠΟΛΙΤΕΙΑ, ΚΑΙ ΒΙΩ

Ἱεροπρεπεῖ σου πολιτείᾳ, καὶ βίῳ κεκαθαρμένῳ διαπρέπουσα, ἄσυλον ἀνάθημα, κάλλος τε ἀπόθετον, θεοειδὲς ἀγλάϊσμα, ὤφθης Πανεύφημε, τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Νέκρωσιν παθῶν ἐνδεδυμένη, πρὸς θείαν ἀθανασίαν μεταβέβηκας, ἄριστα διδάξασα, καὶ φιλοσοφώτατα, τὸ τῆς ψυχῆς ἀθάνατον, καὶ αὐτοκίνητον· Τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Αἴγλῃ τριλαμποῦς φωτοχυσίας, τὸν νοῦν λαμπομένη καὶ τὸ πρόσωπον, ὕπνωσας Πανόλβιε, ὕπνον τὸν μακάριον, μέτ' εὐφροσύνης βλέπουσα τὸν σοὶ ποθούμενον, καὶ Κύριον ὑμνεῖτε βοῶσα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΟΝΗΝ ΤΡΙΑΔΟΣ, ΤΗΝ ΣΗΝ ΚΑΡΔΙΑΝ

Μονὴν Τριάδος, τὴν σὴν καρδίαν ἀπετέλεσας· ὅθεν μοναστῶν ἀνήγειρας εὐαγές, θεοφόρε φροντιστήριον·Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος. Ἀναστομώσας, σοῦ τὴν πηγὴν τῶν θαυμάτων Πάτερ Ὅσιε, ὕδωρ σωτηρίας ἔβλυσας, τοῖς πιστῶς ἐκτελοῦσί σου τὴν κοίμησιν, Δίε θαυμάσιε, τῶν μοναστῶν φωστὴρ διαυγέστατε. Κατακοσμήσας, ταῖς ἀρεταῖς τὸν βίον σου γέγονας, ὅλος φωταυγής, καὶ στῦλος φωτοειδής, τῶν ψαλλόντων προηγούμενος· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

ΑΓΝΕΙΑ ΨΥΧΗΣ, ΕΝΘΕΩΣ

Ἁγνείᾳ ψυχῆς, ἐνθέως ὁπλισάμενος, καὶ ἄπαυστον εὐχήν, ὡς λόγχην χειρισάμενος, κραταιῶς διέκοψας, τῶν δαιμόνων Δίε τὰς φάλαγγας, θαυματουργὲ Πατὴρ ἡμῶν, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΠΩΣ ΕΠΑΙΝΕΣΩ ΤΟΥΣ ΣΟΥΣ ΑΓΩΝΑΣ, ΟΣΙΕ ΠΑΤΕΡ, Ο ΤΑΛΑΣ;

Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ, ΑΔΕΛΦΗΣ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου. Φρονοῦσ' ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα, Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον. Τῇ δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ. Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε, Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΩΝΥΜΕ, ΘΕΟΝΥΜΦΕ ΤΟ ΧΑΙΡΕ ΣΟΙ

Κυριώνυμε, Θεόνυμφε τὸ Χαῖρέ σοι, πίστει κραυγάζομεν· καὶ γὰρ ἐκύησας, χαρὰν ἀνεκλάλητον, Χριστὸν τὸν Κύριον, ᾧ κραυγάζομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ εὐλογητός εἶ.

ΕΝΕΔΥΣΑΣ ΚΥΡΙΕ, ΤΟΝ ΑΘΛΟΦΟΡΟΝ

Ἐνέδυσας Κύριε, τὸν ἀθλοφόρον σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον δέξασθαι, δι' οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Σταυρὸν ὁπλισάμενος, ὁ ἀθλοφόρος σου Κύριε, καὶ σῷ ζήλῳ πυρούμενος, εἰδώλων ἐνέπρησε, τὰ τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Αἰμιλιανός ὁ ἔνδοξος, βραβεῖα νίκης Δέσποτα, τὴν βασιλείαν ἀπείληφε, παρὰ σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς. Ἀστέρα ὑπέρλαμπρον, τῇ Ἐκκλησίᾳ ἀνέδειξας, Αἰμιλιανὸν τὸν μάρτυρα, ὁπλίτην τε ἄριστον, δᾳδουχοῦντα πᾶσαν, νῦν τὴν οἰκουμένην, θαυματουργίαις μυστικαῖς, καὶ ἀθεΐας σκότος ἐλαύνοντα, ὑφ' οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ο ΘΕΟΥ ΣΕ ΘΕΙΟΣ ΕΡΩΣ, ΠΑΡΑΔΟΞΩΣ ΑΝΕΦΛΕΞΕ

Ὁ Θεοῦ σε θεῖος ἔρως, παραδόξως ἀνέφλεξε· ὅθεν τῶν μαστίγων, τὸ πικρὸν καὶ πυρὰν ἐκαρτέρησας, καὶ τοὺς θεοὺς τῶν ἀθέων ἐνεπύρισας, καὶ ψυχάς, Παμμάκαρ, τῶν πιστῶν κατεδρόσισας. Ὑπερεῖδες τὰ παρόντα, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείω πόθῳ, ὅλην τὴν ψυχήν σου προσέδησας· τῆς ἀσεβείας τὸ κράτος ὅθεν ἔλυσας, ἀθλοφόρε Αἰμιλιανὲ ἀξιάγαστε. Μίαν φύσιν μίαν δόξαν, τρισηλίου θεότητος, εὐσεβῶς δοξάζων, Αἰμιλιανὲ πρὸς τὸ στάδιον, ὡς στρατιώτης γενναῖος εἰσελήλυθας, καὶ τὸν δράκοντα, τὸν ἰσχυρόν κατηδάφισας.

ΑΙΝΕΣΩΜΕΝ ΣΗΜΕΡΟΝ, ΤΟΝ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΟΝ ΗΜΩΝ

Αἰνέσωμεν σήμερον, τὸν ἐπὶ πάντων Θεὸν ἡμῶν, καὶ τούτου τὸν Μάρτυρα, ἀνευφημήσωμεν, ἐναθλήσαντα, νομίμως καὶ τῆς νίκης, τὸ στέφος ἀράμενον, σθένει τοῦ Πνεύματος. Ἰσχὺν ἐνδυσάμενος, τοῦ τὴν ἡμῶν ἀγαθότητι, ἀσθένειαν ἔνδοξε, Μάρτυς φορέσαντος, ἀπεγύμνωσας, εἰδώλων ἀσθενείας, τὸ μάταιον φρύαγμα, θεομακάριστε. Μονάδα τρισάριθμον, ἑνιζομένην ταυτότητι, ἀοίδιμε φύσεως, χαίρων ἐκήρυξας, καὶ πολύθεον, διέλυσας ἀπάτην, ἀθλήσας στερρότατα, Ἀξιοθαύμαστε.

ΝΕΚΡΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ

Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

ΠΥΡΠΟΛΟΥΜΕΝΟΣ, ΤΩ ΘΕΙΩ ΖΗΛΩ, ΠΥΡ ΟΜΟΔΟΥΛΟΝ

Πυρπολούμενος, τῷ θείῳ ζήλῳ, πῦρ ὁμόδουλον, οὐκ ἐπτοήθης, ἀλλ ὑπελθὼν ἀπτοήτῳ θελήματι, τὴν ἀναφθεῖσαν πυρὰν ὡλοκαύτωσαι, καὶ τῷ Δεσπότῃ, ὡς θῦμα προσήνεξαι, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΛΥΣΑΣ ΤΑ ΣΕΒΑΣΜΑΤΑ ΤΗΣ ΠΛΑΝΗΣ

Λύσας τὰ σεβάσματα τῆς πλάνης, δεσμοῖς ἀντὶ σοῦ τὸν κατεχόμενον, Πάνσοφε ἀπέλυσας, καὶ πρὸς τὸ μαρτύριον, αὐτοθελῶς ἐχώρησας, βοῶν πανεύφημε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Εὑρέθην ἰδοὺ τοῖς μὴ ζητοῦσι, μὴ ἐπερωτῶσιν ἐπεφάνην δέ, ἔκραζες ἀοίδιμε, σύνετε παράνομοι· ὡς γὰρ ἀρνίον ἄκακον, τυθῆναι ἔσπευσας· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ μέγας ἡμᾶς πρὸς εὐωχίαν, Αἰμιλιανὸς συνεκαλέσατο, προθεὶς ὡς ἐδέσματα, τὰ αὐτοῦ παλαίσματα, πνευματικῶς τρυφήσωμεν, πιστοὶ καὶ μέλψωμεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΑΡΙΣΤΑ ΕΥΡΕΝ ΑΧΑΑΒ, ΤΗΝ ΤΟΥ ΓΕΝΟΥΣ

Ἄριστα εὗρεν Ἀχαάβ, τὴν τοῦ γένους εὐπρεπῆ πανωλεθρίαν, Προφήτου ἐλεγμῷ, μιαιφόνου μύσους ἀντέκτισιν· ὁ Θεσβίτης δὲ ἐκ πυριπνόου φρενός, τῷ Ζωοδότῃ ὕμνον ἀνεμέλπετο· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὕει σοι πῦρ ἐξ οὐρανοῦ, καταφλέγον Ἠλιοὺ ἐπιθεμένους, πεντήκοντα δισσούς, ὡς Θεοῦ ἀρίστῳ θεράποντι· τῷ κρατοῦντι γάρ της ἀειζώου ζωῆς, θεοπρεπῶς τὸν ὕμνον ἀνεκραύγαζες· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΙΜΙΛΙΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ. Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος, Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις. Ὀγδοάτῃ δεκάτῃ φλογὶ Αἰμιλιανὸς ἐβλήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης. Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι. Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται. Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΔΕΥΤΕ, ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΠΙΣΤΩΣ, ΤΗΝ ΥΠΕΡ ΤΟΥ ΠΑΝΤΩΝ ΔΕΣΠΟΤΟΥ ΣΤΕΡΡΩΣ ΑΘΛΗΣΑΣΑΝ...

Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες. Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ...

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ ΚΡΑΖΕΙ ΜΕΓΑΛΗ ΤΗ ΦΩΝΗ

Ἡ ἀμνάς σου Ἰησοῦ κράζει μεγάλῃ τῇ φωνή· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΩΣ ΕΝ ΠΕΤΡΑ ΣΤΕΡΡΑ, ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΧΡΙΣΤΟΥ

Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας. Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος. Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Μαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε. Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν. Τῇ παρθενικῇ σου θελχθεὶς ὡρ...

ΠΑΡΘΕΝΙΑΣ ΚΑΛΛΕΣΙ, ΠΕΠΟΙΚΙΛΜΕΝΗ ΠΑΡΘΕΝΕ

Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Μαρῖνα, αἵμασιν ἀθλητικοῖς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ! ΤΗΝ ΕΠΗΡΜΕΝΗΝ ΟΦΡΥΝ, ΤΟΥ ΤΗΝ ΓΗΝ ΚΑΙ ΤΗΝ ΘΑΛΑΣΣΑΝ

Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν. Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος. Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε. Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτ...

ΤΩ ΝΥΜΦΙΩ ΧΡΙΣΤΩ, ΕΡΩΤΙ ΤΗΣ ΚΑΡΔΙΑΣ

Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

ΦΩΣ ΤΟ ΑΠΡΟΣΙΤΟΝ ΜΑΡΙΝΑ

Φῶς τὸ ἀπρόσιτον Μαρῖνα, κατεφώτισεν ἀξίως τὴν ψυχήν σου, καὶ λαμπάσι φωτὸς κατηύγασε βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἤρθης πρὸς θεῖον ὄντως ὕψος· ὑψηλὴν γάρ σου ἐκέκτησο τὴν γνώμην, καὶ νυμφῶνα λαμπρὸν κατῴκησας βοῶσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νύμφη γνησία τοῦ Δεσπότου, ἀναδέδειξαι Μαρῖνα θεοφόρε, καὶ ὡς μάρτυς αὐτῷ ἀήττητος κραυγάζεις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει, Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει. Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη. Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Βηρονίκης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΣΗΜΕΡΟΝ ΗΜΕΡΑ, ΜΑΡΤΥΡΩΝ

Ἴδε φωταυγὴς σήμερον ἡμέρα, Μαρτύρων, ἀπαστράπτουσα θαύμασι, καὶ θείαις ἀγλαΐαις, καταυγάζουσα τῶν πιστῶν τὰς καρδίας· Δεῦτε φωτισμὸν ἀπαρυσώμεθα. Ὥσπερ προσφοραί, καὶ ἄμωμοι ὡς ἄρνες, προσηνέχθητε Μάρτυρες, τῷ δι' ἡμᾶς τυθέντι, παρ' αὐτοῦ τοὺς στεφάνους τῆς νίκης, ὡς ἀγωνοθέτου κομισάμενοι. Στάζουσιν οἱ σοὶ γλυκασμὸν Ἀθλοφόρε πόνοι, καὶ πικρίαν πᾶσαν, παθῶν καθαίρουσι τῶν πίστει, τῷ τεμένει σου προστρεχόντων καὶ πόθῳ, σοῦ ἑορταζόντων τὸ μνημόσυνον. Ἡμεροφαεῖς ὡς ἀστέρες ἀναδειχθέντες, στερεώματι Μάρτυρες τῆς σεπτῆς Ἐκκλησίας, καταυγάζετε πᾶσαν τὴν Οἰκουμένην, σκότος πειρασμῶν ἀποδιώκοντες.

Η ΜΟΝΗ ΚΥΗΣΑΣΑ, ΤΟΝ ΠΟΙΗΤΗΝ ΤΟΥ ΠΑΝΤΟΣ, Η ΜΟΝΗ ΚΟΣΜΗΣΑΣΑ

Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν δυσωποῦσα ἐκτενῶς, ὃν ἐσωμάτωσας.

ΟΙ ΘΕΟΡΡΗΜΟΝΕΣ ΠΑΙΔΕΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Οἱ θεορρήμονες παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον

ΕΝΑΤΕΝΙΖΩΝ ΤΑΙΣ ΘΕΙΑΙΣ ΦΩΤΑΥΓΙΑΙΣ

Ἐνατενίζων ταῖς θείαις φωταυγίαις, εἰδωλικῆς ἀξαπάτης Ἀθηνογένης διέλυσε, τὸ βαθύτατον σκότος, καὶ φῶς ἐχρημάτισεν. Ὁ τῶν Ἀγγέλων χορὸς καὶ τῶν Μαρτύρων, Ἱεραρχῶν καὶ Ὁσίων, ἐπὶ τῇ μνήμῃ εὐφραίνεται, τῶν σεπτῶν Ἀθλοφόρων, δοξάζων τὸν Κύριον. Συνηριθμήθης Μαρτύρων ταῖς ἀγέλαις, μαθητευσάντων δεκάδα, μαρτυρικὴν ἐπαγόμενος, Ἱεράρχα μεθ' ὧν σε, πιστῶς μακαρίζομεν.

ΠΛΗΡΩΝ ΤΟ ΑΙΤΗΜΑ ΧΡΙΣΤΕ

Πληρῶν τὸ αἴτημα Χριστέ, τοῦ σοῦ Ἱερομάρτυρος, Ἀθηνογένους φαιδρύνεις, νῦν τῆς ἐλάφου τῷ νεβρῷ, μνήμην αὐτοῦ ἐτήσιον, σὺν μαθητῶν τῇ δεκάδι, σοὶ Λόγε πρεσβεύοντος.

ΑΓΙΑ ΔΕΣΠΟΙΝΑ ΑΓΝΗ, ΘΕΟΝ ΟΝ ΕΝΣΩΜΑΤΩΣΑΣ...

Ἁγία Δέσποινα ἁγνή, Θεὸν ὃν ἐνσωμάτωσας, ἐκ παναχράντων σῶν σεμνή, καὶ παναγίων αἵματων, τοῦτον ἀεὶ ἐκδυσώπει, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

ΛΥΤΡΩΘΕΝΤΕΣ ΠΑΝΑΜΩΜΕ, ΔΙΑ ΣΟΥ ΤΗΣ ΑΡΧΑΙΑΣ

Λυτρωθέντες Πανάμωμε, διὰ σοῦ τῆς ἀρχαίας, τῶν προγόνων ἐκπτώσεως, τὸ Χαῖρέ σοι βοῶμεν, καὶ πίστει δοξάζομεν, τὸν διὰ σοῦ ἐκ φθορᾶς ἡμᾶς ῥυσάμενον.

ΑΣΚΗΣΕΙ ΤΟ ΠΡΟΤΕΡΟΝ, ΠΡΟΚΑΘΑΡΘΕΙΣ ΤΗΝ ΨΥΧΗΝ...

Ἀσκήσει τὸ πρότερον, προκαθαρθεὶς τὴν ψυχήν, ἀθλήσει τὸ δεύτερον, τελειοτάτῳ νοΐ, Θεῷ εὐηρέστησας, θύτης αὐτοῦ καὶ μάρτυς, γεγονὼς Θεοφόρε· στῖφος δὲ προσηγάγου, μαθητῶν τῷ Δεσπότῃ, μεθ' ὧν ὑπὲρ ἡμῶν ἐκτενῶς πρέσβευε ἔνδοξε.

ΤΟΙΣ ΚΡΟΥΝΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ

Τοῖς κρουνοῖς τῶν αἱμάτων σου, πλάνης ἔσβεσας φλόγα, τῷ πυρὶ τῶν ἀγώνων σου, ἀπετέφρωσας ὕλην, κακίας Μακάριε· Εὐλογητὸς βοῶν ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Οἱ σαρκὸς τὰ σκιρτήματα, τῆς ἐγκρατείας πόνοις, καὶ τῆς Μάνης σεβάσματα, τοῖς τῶν αἱμάτων ὄμβροις, μειώσαντες Μάρτυρες, ὡς στρατιῶται Χριστοῦ ἀνευφημείσθωσαν. Κεφαλὰς ἐκτεμνόμενοι, παρανόμῳ προστάξει, καὶ τὰς σάρκας ξεόμενοι, πολυπλόκοις βασάνοις, ὡς πύργοι ἀκλόνητοι, οὐκ ἐσαλεύθητε Ὁσιομάρτυρες.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΘΗΝΟΓΕΝΟΥΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήιμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀθηνογένους. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθόης. Ἀθηνογένης ἐκ ξίφους ἀνῃρέθη, Ψευδῆ θέαιναν τὴν Ἀθηνᾶν οὐ σέβων. Ἕκτῃ καὶ δεκάτῃ Ἀθηνογένη τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ ἁγίου μάρτυρος Πλάτωνος. Οἱ ἅγιοι δεκαπεντακισχίλιοι μάρτυρες, οἱ ἐν Πισιδίᾳ ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

Εικόνα

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ μακάριον, καὶ σεπτὸν σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ Μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον. Συναγάγετε αὐτῷ τοὺς Ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονίσαντες, τοῦ ...

ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΔΕΥΤΕ ΤΟΥΣ ΝΟΗΤΟΥΣ

Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν, καὶ τὴν τούτου μητέρα· τῇ τριετεῖ γὰρ τοῦτον ἐκθρέψασα γάλακτι, τῷ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον· ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΟΙ ΦΑΙΔΡΟΙ ΑΣΤΕΡΕΣ, ΕΝ ΤΩ ΣΤΕΡΕΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

Οἱ φαιδροὶ ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἀπλανῶς πηχθέντες, καὶ τὴν γῆν τοῖς θαύμασι φωταγωγοῦντες, εὐσεβῶς τιμῶνται, ὑπὸ πάντων σήμερον, τῶν ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας. Νέον ὥσπερ κλάδον, ῥίζα θεοφύτευτος οὖσα θεόφρον, τὸν σεπτόν σου γόνον, φέρουσα, ἐμάρανας τῆς ἀσεβείας, τὰ φυτὰ βοῶσα, σὺν αὐτῷ καὶ λέγουσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Ὥσπερ μόσχον νέον, δάμαλις ὑπάρχουσα ὡραιοτάτη, Ἰουλίττα φέρεις, Κήρυκον τὸν ἔνδοξον θυσίαν ζῶσαν, τῷ ἐκ τῆς Παρθένου ἀμνῷ ἀνατείλαντι, καὶ σφαγιασθέντι, δι' ἄκραν εὐσπλαγχνίαν.

ΦΩΤΗΣ ΥΠΕΡΛΑΜΠΡΟΙ, ΤΗΣ ΑΛΗΘΕΙΑΣ

Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

ΥΠΕΠΛΕΥΣΑΝ ΤΩΝ ΑΠΕΙΡΩΝ

Ὑπέπλευσαν τῶν ἀπείρων βασάνων, οἱ πανεύφημοι τὸ ἄστατον ὕδωρ, τῇ τοῦ Σταυροῦ, κυβερνήσει καὶ ὅρμῳ, γαληνοτάτῳ σαφῶς προσωρμίσθησαν, βυθίσαντες τὸν Φαραώ, τὸν ἀόρατον αἵματος ῥεύμασι. Σκιρτᾷ σε, Ἰκονιέων ἡ πόλις, θρεψαμένη, καὶ κομπάζει τῇ μνήμῃ, σοῦ τῇ σεπτῇ, ἡ Ταραὸς Ἰουλίττα· τοῦ μαρτυρίου ἐν ταύτῃ γὰρ ἤνυσας, τὸ στάδιον σὺν τῷ υἱῷ, καὶ στέφανων τῆς νίκης ἠξίωσαι. Ἠλόγησας πολυπλόκων βασάνων, καὶ τρυγὼν ὡραιοτάτη ἐδείχθης, σὺν νεοττῷ, ἀναπτᾶσα καὶ πάντων, ὑπεραρθεῖσα παγίδων τοῦ ὄφεως, Πανεύφημε καὶ εἰς μονάς, οὐρανίους πανσόφως κατέπαυσας.

ΕΝ ΑΓΚΑΛΑΙΣ ΦΕΡΟΥΣΑ

Ἐν ἀγκάλαις φέρουσα, ἡ χριστομάρτυς, Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ μητρικῶς, ἀγαλλομένη ἐκραύγαζε· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.

ΣΕ ΤΟΝ ΥΙΟΝ, ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΑΝΘΡΩΠΟΝ

Σὲ τὸν Υἱόν, τοῦ Θεοῦ καὶ ἄνθρωπον, κατανοήσαντες χοροί, θεολόγων Δέσποτα πρίν, κόσμῳ σε ἐκήρυξαν, διπλοῦν ταῖς θελήσεσι, καὶ ἐνεργείαις φιλάνθρωπε, σοῦ τὸ διπλοῦν ἑκατέρων, τῶν φύσεων πιστούμενοι. Κόσμος λαμπρός, Ἐκκλησίας ὤφθητε· τῶν Ἀποστόλων γὰρ καλῶς, ἐκδεξάμενοι τοὺς θεσμούς, πάντας ἐδιδάξατε, λόγον τὸν τῆς πίστεως, τριαδικὸν ἕνα Κύριον, δημιουργόν ἐνεργόν, θελητικὸν παντοδύναμον. Ἄκτιστον φῶς, καὶ ζωὴν ἀθάνατον, κατανοήσαντες Θεόν, ὑπὲρ ταῦτα τοῦτον καλῶς, πᾶσιν ἐκηρύξατε, φύσεως κατώτερα, τὰ φυσικὰ ἰδιώματα, τὰ συμφυῆ ἐγνωκότες ὁμοῦ καὶ ἀδιαίρετα. Θείου φωτός, ἀστραπὰς ἐξέπεμψεν, ὑμᾶς εἰς κόσμον ὁ Χριστός, τοὺς τῆς πλάνης δημιουργούς, ἄρδην καταφλέγοντας, πᾶσαν δὲ φωτίζοντας, τὴν Ἐκκλησίαν μακάριον, τὸν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν καὶ παντοδύναμον.

ΥΠΕΡΔΕΔΟΞΑΣΜΕΝΟΣ ΕΙ

Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας, Πολυεύσπλαγχνε δόξα σοι.

Η ΔΑΜΑΛΙΣ Η ΑΣΠΙΛΟΣ

Ἡ δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ὑπὸ ἀνόμων, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον, τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;

ΤΟΝ ΝΟΥΝ ΜΟΥ ΦΩΤΙΣΟΝ

Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν μαρτύρων Χριστὲ τὸ κραταίωμα.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΗΡΥΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΗΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης. Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ, Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ. Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ. Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους. Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου. Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους, Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Τῇ Κυριακῇ τῶν ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς Συνόδου, τῶν ἐν Χαλκηδόνι συνελθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων τῆς ἐν Χαλκηδόνι Ἁγίας καὶ Οἰκουμενικῆς τετάρτης Συνόδου. Πόλου νοητοῦ ἀστέρες σελασφόροι, Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας. Ταῖς τῶν ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΓΑΒΡΙΗΛ ΦΘΕΓΞΑΜΕΝΟΥ ΣΟΙ ΠΑΡΘΕΝΕ ΤΟ ΧΑΙΡΕ

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθευρώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

ΕΠΛΗΣΘΗΣ ΦΩΤΟΣ ΕΠΟΥΡΑΝΙΟΥ, ΚΑΘΑΡΑΣ ΝΙΚΟΔΗΜΕ ΤΟΝ ΝΟΥΝ

Ἐπλήσθης φωτὸς ἐπουρανίου, καθάρας Νικόδημε τὸν νοῦν, καὶ ὡς φωστὴρ πολύφωτος, ἐν τοῖς ἐσχάτοις ἔτεσι, τῇ Ἐκκλησίᾳ ἔλαμψας, εἰς εὐσεβῶν περιποίησιν. Ῥημάτων τῶν θείων σου ἡ χάρις, εἰς πᾶσαν ἐξελαμψεν τὴν γῆν, ὡς ἀστραπὴ οὐράνιος, ἤθη ψυχῶν καθαίρουσα, καὶ πρὸς τὸ φῶς ἰθύνουσα, τῶν ἐνταλμάτων τοῦ Κτίσαντος. Ὁ λύχνος τῆς θείας ἐπιπνοίας, ἡ σάλπιγξ ἡ εὔσημος Θεοῦ, ἡ γλῶσσα ἡ θεόφθογγος, ὑμνείσθω θείοις ᾄσμασιν, ἀξιοχρέως σήμερον, ὁ θεηγόρος Νικόδημος.

ΤΟ ΤΗΣ ΧΑΡΙΤΟΣ ΣΚΗΝΩΜΑ, ΥΠΟΦΗΤΗΝ ΤΟΝ ΕΝΘΕΟΝ

Τὸ τῆς χάριτος σκήνωμα, ὑποφήτην τὸν ἔνθεον, τὸν ἁγίῳ Πνεύματι ὑφηγούμενον, Θεοῦ τὴν δόξαν τὴν ἄρρητον, καὶ βίου λαμπρότητος τὰς ἀΰλους δωρεάς τὴν θεόπνευστον σάλπιγγα τὴν σαλπίζουσαν, ἐν τῷ κόσμῳ τῆς χάριτος τὸν λόγον, ἀνυμνήσωμεν ἀξίως, τὸν θεηγόρον Νικόδημον. Λαμπρυνθεὶς θείῳ Πνεύματι, καρδίαν Νικόδημε, διδαγμάτων πέλαγος ἐκ χειλέων σου, τῇ Ἐκκλησίᾳ ἐπήγασας, καὶ ταύτης τὰς αὔλακας, ταῖς ἀρδείαις δαψιλῶς, τῆς δοθείσης τῷ λόγῳ σου, πάτερ χάριτος ὡς φησὶν ὁ Δαβὶδ ἀεὶ μεθύσκεις, εὐφραίνεις τάς χορείας, τῶν εὐσεβῶν τῇ σοφίᾳ σου. Ὡς φωστῆρα νεόφωτον, Ἐκκλησίας ὑμνοῦμέν σε, ταύτην καταυγάζοντα θείοις λόγοις σου, ὡς εὐσεβείας διδάσκαλον, ὡς στόμα θεόσοφον, ἀρετῶν θεουργικῶν, ὡς ἐκφάντορα ἔνθεον βίου κρείττονος, καὶ κιθάραν ᾀσμάτων μελιρρύτων, ἐκτελοῦντές σου τὴν μνήμην, τὴν παναγίαν Νικόδημε. Χάρις δαψιλὴς τοῦ Πνεύματος, παναγίου σοφέ, τῇ ψυχῇ σκηνώσασα, ταύτην προκαθάραντος ἀρετῶν ἐπιδόσεσιν, ὄργανον θεῖον ἀπειργάσατο, καὶ θεορρήμονα ἐνθεώτατον· ὢ τῶν πανσόφων σου, διδαχῶν Νικόδημε! Δι...

ΣΟΦΙΑΣ ΧΑΡΙΤΙ ΠΑΤΕΡ ΚΟΣΜΟΥΜΕΝΟΣ

Σοφίας χάριτι πάτερ κοσμούμενος, σάλπιγξ θεόφθογγος ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε· πᾶσι γὰρ παρέθηκας σωτηρίας διδάγματα, βίου καθαρότητος διεκφαίνων τὴν ἔλλαμψιν, πλούτῳ τῶν ἐνθέων σου λόγων, δι ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.

ΔΕΥΤΕ ΟΙ ΕΝ ΑΘΩ ΜΟΝΑΣΤΑΙ

Δεῦτε οἱ ἐν Ἄθῳ μονασταί, ἐν ἀγαλλιάσει καρδίας πανηγυρίσωμεν, μνήμην τὴν ἐπέτειον τοῦ διδασκάλου ἡμῶν, Νικοδήμου τοῦ μάκαρος, τοῦ λόγοις καὶ ἔργοις, ἡμᾶς κατευθύνοντος πρὸς ἀρετῶν τὴν ὁδὸν· οὗτος γὰρ ὁσίως βιώσας, τύπος ἡμῖν ἄριστος ὤφθη, καὶ λαμπρὸν ὑπόδειγμα ἐν ἅπασι. Λόγῳ καὶ σοφίᾳ ἀληθεῖ, πάτερ θεοφρόνως ἐμπρέπων καὶ πολιτείᾳ σεμνῇ, λύχνος φαεινότατος ὢφθης τοῦ Πνεύματος, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ πάντας φωτίζεις, οἷα ἐνθεώτατος καὶ ὑπηρέτης Χριστοῦ, θείων συγγραφῶν ταῖς ἀκτῖσι, καὶ πρὸς θεῖον πόθον θερμαίνεις, τῶν πιστῶν τάς φρένας ὦ Νικόδημε. Ὥσπερ θησαυρὸν πνευματικόν, πάτερ καὶ οὐράνιον πλοῦτον τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν τῶν συγγραμμάτων σου πληθὺν κατέλιπες, τὴν ὀσμὴν τὴν τῆς γνώσεως καὶ τὴν εὐωδίαν, τοῦ ἁγίου Πνεύματος ἀρωματίζοντα, οἷς περ ἀκορέστως τρυφῶντες, σοῦ τὴν παναοίδιμον μνήμην, ὅσιε Νικόδημε γεραίρομεν. Κάραν σου ὁρῶντες τὴν σεπτήν, καὶ κατασπαζόμενοι ταύτην ἐν κατανύξει ψυχῆς, τὸ φαιδρόν σου πρόσωπον καὶ πλῆρες χάριτος, βλέπειν πάτερ νομίζομεν, στόματι ἁ...

ΠΑΥΛΟΣ Ο ΜΕΓΑΣ ΘΕΟΦΡΟΝ

Παῦλος ὁ μέγας θεόφρον, τοῦ κόσμου ἥλιος, ὥσπερ φαιδρὰν ἀκτῖνα, εἰς τὴν σύμπασαν κτίσιν, σὲ μάκαρ ἐπαφῆκε, φωτιστικαῖς, σοῦ, τῶν λόγων λαμπρότησι, καταφωτίζειν τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀγνωσίας κινδυνεύοντας. Της καθαρᾶς σου καρδίας, τοῦ θείου Πνεύματος, φωτιστικαῖς ἀκτῖσιν, αὐγασθείσης πλουσίως, Ἀκύλα θεηγόρε, φωτοειδής, ἀληθῶς ἐχρημάτισας, καὶ τῶν Ἑλλήνων τὸ σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας. Οἱ τῷ ναῷ σου τῷ θείῳ πίστει προστρέχοντες, καὶ ἐν αὐτῷ σε μάκαρ, δυσωποῦντες Ἀκύλα, λυτροῦνται νοσημάτων παντοδαπῶν, καὶ κινδύνων καὶ θλίψεων, ταῖς ἱεραῖς σου πρεσβείαις καὶ πρὸς Θεόν, μεσιτείαις ἱερώτατε.

ΤΟΝ ΤΟΥ ΑΘΩ ΦΩΣΤΗΡΑ ΚΑΙ ΤΗΣ ΝΑΞΟΥ ΤΟ ΒΛΑΣΤΗΜΑ

Τὸν τοῦ Ἄθω φωστῆρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς· διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς βλυστάνει τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.

ΥΦΑΝΑΣ ΣΑΥΤΩ, ΑΦΘΑΡΣΙΑΣ

Ὑφάνας σαυτῷ, ἀφθαρσίας στολισμὸν τῷ θείῳ Πνεύματι, ὅλος ὡραῖος ἐχρημάτισας, καὶ τὸν ἐχθρὸν ἀπεγύμνωσας, καὶ τοὺς ἐπ' ἐκείνου Ἀκύλα, γυμνωθέντες ἐνέδυσας, καταστολὴν φωτοειδῆ, καὶ φῶς σωτήριον. Λιμῷ νοητῷ, κρατουμένους τοὺς λαοὺς καὶ κινδυνεύοντας, ἄρτῳ τῶν λόγων Ἀξιάγαστε, τῆς σῆς σοφίας διέθρεψας, καὶ τῆς οὐρανίου τραπέζης, κοινωνοὺς ἀπετέλεσας, ἱερομύστης πεφυκὼς θεοειδέστατος. Ἁγίῳ ναῷ οἱ προστρέχοντες τῷ σῷ, ῥῶσιν κομίζονται, καὶ παθημάτων ἀπολύονται, καὶ νοσημάτων καθαίρονται, ἀνυμνολογοῦντές σε πόθῳ, καὶ βοῶντες πανεύφημε· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΦΩΤΙΣΤΙΚΗΝ ΣΕ ΛΥΧΝΙΑΝ

Φωτιστικὴν σε λυχνίαν, προεώρα Προφήτης, τὸ φῶς τὸ ἀνατεῖλαν ἐκ φωτός, Παρθενομῆτορ βαστάζουσαν, τὸ φωτίσαν πλουσίως, τὰ πρὶν ἐσκοτισμένα ταῖς αὐγαῖς, τῆς αὐτοῦ ἀνεκφράστου, πανάμωμε Θεότητος.

ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ Ἑορταζομένου τῇ ιδ' Ιουλίου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου, τοῦ σοφωτάτου τῆς Ἐκκλησίας διδασκάλου. Νίκην ὦ Νικόδημε τῷ πιστῷ δήμῳ δίδωσιν ὁ λόγος σου Πνεύματι θείῳ. Νικόδημος δεκάτῃ γε τετάρτῃ ἱρὸς ἔνθεν ἤρθη. Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΚΥΛΑ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν ἑβδομήκοντα. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα. Ἥπλωσε Παῦλος, ὡς σαγήνην, τοὺς λόγους, Ἤγρευσε δ' ὡς θήραμα θεῖον Ἀκύλαν. Ἀκύλαν δεκάτῃ γε τετάρτῃ τύμβος ἔκρυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰούστου. Μὴ θῦμα βαλεῖν εἰς τὸ βωμοῦ πῦρ θέλων, Εἰς πῦρ Ἰοῦστος θῦμα βάλλεται ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ὀνησίμου. Ἐλαφρὸν ἦρα φορτίον σὸν ἡδέως, Μεθ' οὗ σὸς Ὀνήσιμος ἥκω σοι, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωσήφ, Ἀρχιεπισκόπου Θεσσαλονίκης. Ἀφείς, Ἰωσὴφ καθέδραν τὴν γηΐνην, Παρίσταται νῦν τῷ θρόνῳ τοῦ Κυρίου. Οἱ ἅγιοι μάρτυρες Ἀκύλας καὶ Ἱλάριος ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Πέτρος ὁ νέος, τοὺς πόδας ἐκκοπείς, τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἡράκλειος, ῥοπάλοις τυπτόμενος, τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΣΤΡΟΝ ΗΜΙΝ ΦΑΕΙΝΟΤΑΤΟΣ, ΕΚ ΤΗΣ ΠΕΡΣΙΔΟΣ ΣΕΜΝΗ

Ἄστρον ἡμῖν φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι, καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει ἑορτάζοντες, ὑμνολογοῦμέν σε. Θείαις σεμνὴ εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων, ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε Κύριος, ὁ ὑπεράγαθος. Ἄπληγον τὸν νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλείοσι, τροφήν ἐτρέφου, μὴ διαρρέουσαν, δράκοντα δόλιον, κεκτημένη σύνοικον, ἐκ τῆς αὐτοῦ, βλάβης ἀνενόχλητος, Μάρτυς προσμείνασα. Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζ...

ΓΑΒΡΙΗΛ Ο ΜΕΓΙΣΤΟΣ Ο ΝΟΥΣ, Ο ΘΕΟΕΙΔΕΣΤΑΤΟΣ, Ο ΦΩΤΑΥΓΗΣ

Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνη εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΕ ΘΕΟΥ

Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνεδέδειξαι, καὶ ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν δεύτερον, φῶς ἐχρημάτησας, καὶ φωτίζεις τὴν περίγειον, ἐξαστράπτων, τῷ κάλλει τῆς δόξης αὐτοῦ. Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον, καὶ θαυμαστή σου ἡ δύναμις, ἡ χάρις ἔνθεος, ἡ μορφὴ ὡραία, τὸ εἶδος σου πύρινον, ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος, ἡ φαῦσις ἄϋλος· ἡ ῥοπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, τῇ νεύσει τοῦ κρείττονος. Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, σὺν αὐτῇ τῷ Κτίστη, πάντων καθικέτευε, λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, σοῦ ἐν πίστει δεχομένους πάντοτε. Ὅπου ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτο...

ΑΡΡΗΤΩΣ ΠΥΡΣΕΥΟΜΕΝΟΣ, ΤΑΙΣ ΘΕΪΚΑΙΣ ΕΛΛΑΜΨΕΣΙ

Ἀρρήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Γαβριὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.

ΙΩΑΝΝΟΥ ΤΟΚΟΝ ΕΝΔΟΞΕ ΕΜΗΝΥΣΑΣ

Ἰωάννου τόκον ἔνδοξε ἐμήνυσας, τῷ Ζαχαρίᾳ ποτέ, ἔνδον τοῦ θείου ναοῦ, ἑστῶτι καὶ ψάλλοντι, τῷ Λυτρωτῇ καὶ Θεῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχάς, πιστῶν καὶ προτρέπεται, μεγαλοφώνως βοᾶν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὡράθης τοὺς μέλποντας, φωτίζων πάντοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΙΣΤΑΤΑΙ ΦΡΙΚΤΩΣ, ΤΩ ΘΡΟΝΩ ΤΗΣ ΧΑΡΙΤΟΣ

Ἵσταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος, διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε. Ὥσπερ οὐρανός, ὁρᾶσαι κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν, τὴν γῆν τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος. Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον, πταισμάτων λύτρωσιν, βασιλεῖ τε δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου. Ἡ περικαλής, δυὰς καὶ περίδοξος, Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.

ΣΕ ΓΥΜΝΟΥΝΤΕΣ ΠΕΡΙΕΦΕΡΟΝ ΟΙ ΑΦΡΟΝΕΣ

Σὲ γυμνοῦντες περιέφερον οἱ ἄφρονες, παικτικῶς πόλιν ἅπασαν, ὁρωμένης δέ, οὐδαμῶς ἐφρόντισας Σεμνή, αἰσχύνης· τὴν δόξαν τὴν ἐκεῖ· ἀποκειμένην γὰρ νοὸς ὄμμασιν ἔβλεπες. Ὥσπερ ἄσαρκος ὑπήνεγκας τὰς μάστιγας, Μάρτυς θεομακάριστε· ἐδυνάμου γάρ, ὁ Χριστὸς σε σάρκα δι' ἡμᾶς, φορέσας συνὼν σοι καὶ τηρῶν, τὴν σὴν καρδίαν Γολινδούχ, ἄτρεπτον θείᾳ στοργῇ. Ῥωμαλέως τὴν χρονίαν ἐκαρτέρησα, κάθειρξιν ἀξιάγαστε· ὥσπερ κόσμον δέ, τὰ κλοιὰ προσφέρουσα σεπτῶν, Χριστοῦ παθημάτων κοινωνός, ὡς καὶ τῆς δόξης τῆς αὐτοῦ, Γολινδοὺχ γέγονας. Ἀναγέννησιν κομίζεται δι' ὕδατος, καὶ πνεύματος Πανεύφημε, ἡ τεκοῦσά σε, νουθεσίαις εἴξασα ταῖς σαῖς, Θεοῦ καταυγάσαντος αὐτῆς, ἀποκαλύψεσι φρικταῖς, τόν λογισμὸν ἐμφανῶς.

ΜΥΡΙΖΟΥΣΙΝ ΟΣΙΕ, ΤΩΝ ΣΩΝ ΔΟΓΜΑΤΩΝ, ΟΙ ΛΟΓΟΙ ΤΗ ΧΑΡΙΤΙ

Μυρίζουσιν Ὅσιε, τῶν σῶν δογμάτων, οἱ λόγοι τῇ χάριτι, τοῦ Πνεύματος λαμπόμενοι· Θεότητα μίαν γάρ, σέβων ἐν προσώποις τρισί, Λόγου τε τὴν σάρκωσιν ὑμνῶν, εὐωδιάζεις ἡμᾶς πανόλβιε. Ὁ βίος τῷ λόγῳ σου, συνδραμὼν Πάτερ, διπλοῦν σοι τὸν στέφανον, παμμάκαρ προεξένησε· σοφίας γὰρ ὄργανον, Πάτερ πανέντιμε, γέγονας τῷ Κτίστῃ σου βοῶν· Εὐλογητός εἶ καὶ ὑπερένδοξος. Νοὸς καθαρότητι, καὶ διανοίας, θεόφρον λαμπρότητι, τὸν βίον διελήλυθας, ἁγνείᾳ τε σώματος, καὶ παρθενίᾳ σεπτῇ, ἄριστον ἀνάθημα φανείς, τῷ παντεπόπτῃ καὶ παντοκράτορι.

ΙΕΡΟΛΟΓΙΑΙΣ ΙΕΡΑΙΣ ΣΕ, ΛΑΟΣ ΙΕΡΟΣ ΥΜΝΕΙ ΓΗΘΟΜΕΝΟΣ

Ἱερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς, Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ νοήν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερὸν ὃ μέλπουσι, πάντες Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἀποπεραιούμενος, τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ ἀρχηγέτα, κλέος τῶν ἐν πίστει ἀεὶ σε εὐφημούντων. Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε προτρέχοντα, καὶ προασπιζόμενον, τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΛΕΙΤΟΥΡΓΩΝ ΩΣ ΠΡΩΤΕΥΩΝ

Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.

Η ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΣΑΒΒΑΪΤΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ. Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον, Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων. Τῇ δεκάτῃ δὲ τρίτῃ συναγήοχεν ὧδε Γαβριήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς μετονομασθείσης Μαρίας. Σκηνοῖς Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι, Τὸ τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΟΛΥΕΙΔΕΣΙ ΒΑΣΑΝΟΙΣ ΕΓΚΑΡΤΕΡΗΣΑΝΤΕΣ

Πολυειδέσι βασάνοις ἐγκαρτερήσαντες, φωτοειδεῖς στεφάνους, ἐκομίσασθε ἄμφω, Ἱλάριε καὶ Πρόκλε· ὅθεν ὑμῶν, τὴν πανέορτον μνήμην πιστῶς, ἐπιτελοῦμεν δεόμενοι ἐκτενῶς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν. Τοὺς σπαραγμοὺς τῆς σαρκός σου Πρόκλε ὑπήνεγκας, τὴν δι' αἰῶνος λῆξιν, προορώμενος μάκαρ, καὶ τὴν τοῦ Παραδείσου διαγωγήν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, ἐν ᾧ ὑπάρχων ἱκέτευε καὶ ἡμᾶς, φωτισθῆναι τους τιμῶντάς σε. Καθάπερ δύο φωστῆρες κόσμον φωτίζετε, τῇ τῶν θαυμάτων αἴγλῃ, ἀθλοφόροι Κυρίου, Ἱλάριε καὶ Πρόκλε, τὸν σκοτασμόν, τῶν παθῶν ἐκδιώκοντες· ὅθεν ἡμᾶς ἀνυμνοῦμεν περιχαρῶς, ἑορτάζοντες τὴν μνήμην ὑμῶν.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν

ΣΩΜΑΤΑ ΤΟΙΣ ΑΙΚΙΣΜΟΙΣ, ΕΝΔΕΔΩΚΟΤΕΣ ΠΟΘΩ

Σώματα τοῖς αἰκισμοῖς, ἐκδεδωκότες πόθῳ, τοῦ σαρκωθέντος Λόγου Μάρτυρες, πρὸς τούτου τὸν στέφανον, τὸν τῆς δικαιοσύνης ἐδέξασθε εἰκότως. Φωτὶ τῷ θείῳ τὸν νοῦν, πεφωτισμένοι πίστει, βασάνων σκότος παρεδράμετε, βοῶντες πανεύφημοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Ἔρρει χειλέων τῶν σῶν, μελισταγῶν λογίων, παμμάκαρ Πρόκλε θεῖον ἴαμα, ποτίζον τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Ῥώμῃ τῇ θείᾳ τὸν νοῦν, ὀχυρωθεὶς βασάνων, πικρὰς ἰδέας ἐκαρτέρησας, κραυγάζων Ἱλάριε· ὁ τῶν Πατέρων ᾑμων Θεὸς εὐλογητὸς εἶ.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΚΑΙ ΙΕΡΑ ΚΑΙ ΕΥΣΗΜΟΣ

Ἴδε φωταυγὴς καὶ ἱερὰ καὶ εὔσημος, τῶν Μάρτύρων μνήμη ἔλαμψε, πᾶσαν τὴν γῆν φωταγωγοῦσα, τὸν ζόφον τῆς κακίας ἐξαίρουσα, καὶ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ἰαμάτων χάριν βρύουσα. Ὡς δύο μαζοὶ πνευματικοὶ προχέετε, ἰαμάτων γάλα Ἅγιοι, πᾶσαν ἐκτρέφοντες καρδίαν, πικρίαν νοσημάτων διώκοντες, καὶ πάθη χαλεπὰ θεραπεύοντες· ὅθεν ἀξίως μακαρίζεσθε. Σταγόσιν αἱμάτων Ἀθληταὶ φοινίξαντες, ἁλουργίδα παναοίδιμοι, ταύτην ὡραίως τε φοροῦντες, Χριστῷ συμβασιλεύετε πάντοτε, τῷ μόνῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν, ὑπέρ τοῦ κόσμου ἱκετεύοντες. Ἡ γῆ ἐπευλόγηται ὑμῶν τοῖς αἵμασι, καὶ λειψάνων καταθέσεσι, τῶν πρωτοτόκων δ' Ἐκκλησία, τοῖς πνεύμασιν ἐνθέως φαιδρύνεται, ἐν ᾗ μετὰ Μαρτύρων ὡς Μάρτυρες, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

ΠΡΟΚΛΟΥ ΚΑΙ ΙΛΑΡΙΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου. Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη. Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν. Δωδεκάτῃ βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι. Ἡ ἁγία Βερονίκη ἡ αἱμορροοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΕ ΤΗΝ ΜΕΣΙΤΕΥΣΑΣΑΝ ΤΗΝ ΣΩΤΗΡΙΑΝ ΤΟΥ ΓΕΝΟΥΣ ΗΜΩΝ

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Η ΝΥΜΦΗ ΚΑΙ ΑΜΝΑΣ, ΤΕΤΡΩΜΕΝΗ ΤΩ ΠΟΘΩ

Ἡ νύμφη καὶ ἀμνάς, τετρωμένη τῷ πόθῳ, Χριστὲ τοῦ ἑαυτῆς, οὐρανίου νυμφίου, ὀπίσω σου ἔδραμε, τὴν λαμπάδα κατέχουσα, τὴν δι' ἔλαιον, τῶν ἀρετῶν ἀνημμένην. Ταύτης ἅπαντας, ῥῦσαι παντοίων κινδύνων, πρεσβείαις ὡς εὔσπλαγχνος.

ΛΙΑΝ ΕΥΦΡΑΝΑΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ

Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατῄσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε· τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΔΕΥΤΕ, ΚΑΘΑΡΘΩΜΕΝ ΑΔΕΛΦΟΙ, ΧΕΙΛΕΣΙ ΨΥΧΗ

Δεῦτε, καθαρθῶμεν ἀδελφοί, χείλεσι ψυχῇ καὶ καρδίᾳ, καὶ ἀρυσώμεθα, πλοῦτον ἀδαπάνητον ἐκ τῆς ἁγίας σοροῦ, δωρεὰν προχεόμενον νῦν τῆς Πανευφήμου, μέσον προκειμένης τε, καὶ ὁρωμένης τρανῶς, ἣν περ μακαρίζοντες πόθῳ, καί, πιστῶς γεραίροντες πάντες, θείοις ἐγκωμίοις καταστέψωμεν. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἔστης, πρὸ βημάτων καρτερῶς, δυσσεβῶν τυράννων ὡς ἄκμων, πόνοις ἀνάλωτος, Μάρτυς καλλιπάρθενε, Χριστὸν κηρύττουσα, Θεὸν εἶναι παντέλειον, καὶ σάρκα λαβόντα, ἐν δυσὶ ταῖς φύσεσι, καὶ ταῖς θελήσεσιν· ὅθεν εἰς σοὺς πόδας τὸν τόμον, τῶν αἱρετικῶν ἀπορρίπτεις, ζήλῳ τὸν ἡμέτερον κατέχουσα. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου. Μάρτυς, Εὐφημία τοῦ Χριστοῦ, πάντες εὐφημοῦμεν ἐν πίστει, καὶ μακαρίζομεν, Ἱερεῖς ἐν ᾄσμασι καὶ μελῳδήμασι, τὴν σεπτήν σου πανήγυριν, εἰς ἓν συνελθόντες, οὓς τὸ νῦν συνήθροισεν ὁ Βυζαντίων ποιμήν, ὄνπερ φρούρει φύλαττε σκέπε, καὶ ἡμᾶς παντοίας ἐκ βλάβης, λύτρωσαι πρεσβείαις σου πανεύφημε. Ἡ διηνθισμένη τ...

ΑΓΩΝΑΣ ΕΝ ΑΘΛΗΣΕΙ

Ἀγῶνας ἐν ἀθλήσει, ἀγῶνας ἐν τῇ πίστει κατεβάλου θερμῶς ὑπὲρ Χριστοῦ τοῦ νυμφίου σου, ἀλλὰ καὶ νῦν, ὡς τὰς αἱρέσεις, καὶ τῶν ἐχθρῶν τὸ φρύαγμα, ἐν τοῖς ποσὶ τῶν βασιλέων ἡμῶν ὑποταγῆναι πρέσβευε διὰ τῆς Θεοτόκου, ἡ ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα πανεύφημε.

ΥΠΕΡ ΤΗΣ ΚΟΙΝΗΣ ΣΩΤΗΡΙΑΣ

Ὑπὲρ τῆς κοινῆς, σωτηρίας πρεσβεύσατε, παναοίδιμοι Μάρτυρες, Χριστῷ παριστάμενοι, δι' ὃν καὶ τοὺς ἀγῶνας ὑπεμείνατε. Ῥώμῃ κραταιᾷ, τὸ τῆς πλάνης ὀχύρωμα, καθελόντες ἀήττητοι, οἰκίαν οὐράνιον, κατοικεῖν σὺν Ἀγγέλοις ἠξιώθητε. Ὡς ἀειφανεῖς, δεδειγμένοι φωστῆρες ἡμῖν, οἱ καλλίνικοι Μάρτυρες, ἀπαύστως αὐγάζουσι, φωτοβόλοις λάμψεσι τὰς ψυχὰς ἡμῶν. Νόμοις καὶ θεσμοῖς, μαρτυρίου νικήσαντες, τὸν ἀλάστορα τύραννον, στεφάνους ἐδέξασθε, τοὺς τῆς δικαιοσύνης Πανσεβάσμιοι.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΙ ΤΩΝ ΣΩΝ ΑΘΛΗΜΑΤΩΝ, Η ΤΙ ΤΩΝ ΣΩΝ ΚΑΤΟΡΘΩΜΑΤΩΝ

Τὶ τῶν σῶν ἀθλημάτων, ἢ τὶ τῶν σῶν κατορθωμάτων, ἢ τὶ τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα. Τὶς ἱκανοῖ πρὸς ταῦτα, τὶς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένη νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ, αἵματος πρόσχυσιν, ἀναπηγάζει σθένει τοῦ Πνεύματος, ὃ ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον, τῷ τοῦ παντός, αἴνεσιν προσάγομεν, Θεῷ ἑκάστοτε. Μάρτυς ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν χάριτι, εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην, βάσανον στέρξασα, ἐδέξω στέφος, νίκης ἀμάραντον, καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον, περιχαρῶς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν. Θείων Πατέρων συνάθροισμα, πίστεως Ὅρον τῇ σῇ, κορυφῇ ἐπιτίθεται, ὅνπερ Παναοίδιμε, ἠγκαλίσω φυλάττουσα, τὴν θείαν πίστιν ἀπαρασάλευτον, ἐκτρεπομένη, ἅπασαν αἵρεσιν, καὶ καταισχύνουσα, τοὺς τοῦ ψεύδους ἔνδοξε, προασπιστάς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΥΦΗΜΙΑΣ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη, Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ. Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου. Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται. Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται. Ὧν ταῖς πρεσβείαις εἴημεν ἅπαντες περιφρουρούμενοι. Ἀμήν.

ΠΟΛΥΧΕΙΡΙΑ ΓΝΩΜΗΣ

Πολυχειρίᾳ γνώμης, καὶ ἐν ἀνδρείᾳ τῆς ψυχῆς, οἱ τεσσαράκοντα πέντε, Μάρτυρες πάντας τοὺς ἐχθρούς, συνδιεσπάραξαν Σῶτερ, ὧν ταῖς εὐχαῖς ἡμᾶς σῶσον.

ΟΙ ΣΤΡΑΤΙΩΤΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ

Οἱ στρατιῶται τοῦ Χριστοῦ οἱ γενναῖοι, ἀγωνισάμενοι καλῶς τὸν Βελίαρ, ὁλοτελῶς ἐβύθισαν αἱμάτων ῥοαῖς· λίθοις γὰρ συνθλώμενοι, καὶ τεμνόμενοι ξίφει, πυρὶ ἐκκαιόμενοι, καὶ εἰς ὕδωρ βληθέντες, στεφανηφόροι ὤφθησαν σαφῶς· ὅθεν τιμῶνται καὶ πίστει δοξάζονται.

ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ ΓΕΝΕΣΘΩ

Μετὰ Μαρτύρων γενέσθω, τὰ αἰτήματα ἡμῶν τῶν πιστῶν, καὶ τῆς αὐτῶν κληρουχίας, κοινωνοὶ ἀξιωθείημεν, τὸν Χριστὸν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας. Ἀγαλλιάσει καρδίας, ὁ χορὸς τῶν καρτερῶν ἀθλητῶν, παρὰ Χριστοῦ τοὺς στεφάνους, εὐπρεπῶς ἀπολαμβάνουσι, καὶ φαιδρῶς ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας. Ῥείθροις ἰδίων αἱμάτων, φοινιχθέντες Ἀξιάγαστοι, ἐν οὐρανοῖς τῷ Χριστῷ συμβασιλεύετε, εὐσεβῶς ὑμνοῦντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. Τοὺς καρτεροὺς στρατιώτας, τοὺς λαμπτῆρας τοῦ ἀσβέστου πυρός, τοὺς κοινωνοὺς τῶν φωτίδων (ἴσως φωστήρων), τοὺς ἀστέρας ἀεὶ λάμποντας, εὐσεβῶς ὑμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ ΕΝ ΝΙΚΟΠΟΛΕΙ ΤΗΣ ΑΡΜΕΝΙΑΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων. Παρεμβολὴ τις εὑρέθη Θεῷ νέα, Τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον. Κτεῖνεν ἐρισθενέας δεκάτῃ πῦρ Νικοπολίτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ. Βιάτου ἢ Βιώτου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡΤΙΜΟΝ ΛΙΘΟΝ ΣΕ, Η ΕΚΚΛΗΣΙΑ, ΓΝΩΡΙΖΕΙ ΠΑΓΚΡΑΤΙΕ

Ὑπέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῷ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τοῦτό σου τιμᾷ, τὴν μνήμην σήμερον. Μονάδα τρισάριθμον, ἑνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεΐας ἀχλύν, καὶ φωτοβόλοις διδαχαῖς, λαοὺς ἐφώτισας. Νεώσας ἀρότρῳ σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῷ, γονίμους ἔδειξας σαφῶς, διὰ τῆς πίστεως.

ΠΑΝΤΕΣ ΠΙΣΤΟΙ ΣΕ ΜΕΣΙΤΙΝ, ΠΡΟΣ ΤΟΝ ΥΙΟΝ ΚΑΙ ΘΕΟΝ ΣΟΥ

Πάντες πιστοὶ σε μεσῖτιν, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου, νῦν προβαλλόμεθα μόνην, οἱ συσταυρούμενοι τούτῳ· διὸ μὴ παύσῃ πρεσβεύειν Θεογεννῆτορ, ὑπὲρ τῶν πίστει σε ἀνυμνούντων.

ΕΥΣΕΒΕΙΑΣ ΠΡΟΜΑΧΟΣ, ΤΡΟΠΑΙΟΦΟΡΟΣ, ΙΕΡΕ ΠΑΓΚΡΑΤΙΕ

Εὐσεβείας πρόμαχος, τροπαιοφόρος, Ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νῦν τῷ Κυρίῳ, πρεσβεύων σωθῆναι ἡμᾶς.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΩΝ ΔΙΑΔΟΧΟΣ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΓΕΝΟΜΕΝΟΣ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος, Ἱερομάρτυς Παγκράτιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.