ΜΥΡΙΖΟΥΣΙΝ ΟΣΙΕ, ΤΩΝ ΣΩΝ ΔΟΓΜΑΤΩΝ, ΟΙ ΛΟΓΟΙ ΤΗ ΧΑΡΙΤΙ
Μυρίζουσιν Ὅσιε, τῶν σῶν δογμάτων, οἱ λόγοι τῇ χάριτι, τοῦ Πνεύματος λαμπόμενοι· Θεότητα μίαν γάρ, σέβων ἐν προσώποις τρισί, Λόγου τε τὴν σάρκωσιν ὑμνῶν, εὐωδιάζεις ἡμᾶς πανόλβιε.
Ὁ βίος τῷ λόγῳ σου, συνδραμὼν Πάτερ, διπλοῦν σοι τὸν στέφανον, παμμάκαρ προεξένησε· σοφίας γὰρ ὄργανον, Πάτερ πανέντιμε, γέγονας τῷ Κτίστῃ σου βοῶν· Εὐλογητός εἶ καὶ ὑπερένδοξος.
Νοὸς καθαρότητι, καὶ διανοίας, θεόφρον λαμπρότητι, τὸν βίον διελήλυθας, ἁγνείᾳ τε σώματος, καὶ παρθενίᾳ σεπτῇ, ἄριστον ἀνάθημα φανείς, τῷ παντεπόπτῃ καὶ παντοκράτορι.