Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2021

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν. Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος.

 Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Στίχοι Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων, Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων. Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων. Στίχοι Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου, Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον. Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος, Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ. Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων, Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα. Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια, Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου. Στίχοι Ῥωμαῖός ἐστιν, ἀλλὰ καὶ ῥωμαλέος. Ὁ Μάρτυς Εὐστάθιος, ἄθλων πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλεξάνδρου, καὶ τῶν σὺν αὐτ...

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χαρίτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.

Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

 Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν· Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

Οὐράνιος νοῦς, Θεολόγε πέφηνας τῇ χάριτι, ὅλος φῶς γενόμενος, τῇ πρὸς τὸν ἀρχίφωτον ἐγγύτητι, καὶ συντόνῳ σου νεύσει, τῇ πρὸς αὐτὸν θεουμένος. Νοῒ καθαρῷ, καὶ ἁγίοις χείλεσι θεόπνευστε, καὶ πανάγνῳ στόματι, τὸ σὸν Εὐαγγέλιον ἐκήρυξας, καὶ κοινὴν σωτηρίαν, πᾶσι πιστοῖς προτέθεικας. Χριστῷ συνοικῶν, ἀπὸ βρέφους ὄργανον τῆς χάριτος, ὑπ' αὐτοῦ προβέβλησαι, τὴν θεολογίαν ἑξασκούμενος, καὶ Τριάδος τὴν δόξαν, ὑπερφυῶς μυούμενος.

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον. Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με. Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

 Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

Τὰ μεγαλεῖα σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

 Τὰ μεγαλεῖα σου Παρθένε, τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν,  ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ.

  Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. Στίχοι Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, Πάντων μαθητῶν Ἠγαπημένε πλέον. Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον·

 «Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν». Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν. Ἱερὸν ἠγέρθη κέρας θεόφροσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ

 «Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ». Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχη...

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου, τοῦ ἐν Μαγνησίᾳ.

Εικόνα
 Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου. Στίχοι Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις. Εἰκάδι δὲ πρώτῃ Κοδρᾶτος στέφος εὕρατο ἄθλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ. Στίχοι Ἀπὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι, Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου. Στίχοι Ἀφεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον, Ἑστῶτα καὶ βέβαιον εὑρίσκει τόπον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου. Στίχοι Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει, Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος. Στίχοι Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων, Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πρίσκου. Στίχοι Φέρων ὕδωρ ζῶν Πρίσκος ἐν τῇ καρδίᾳ, Ἐμπρησμὸν οὐ δέδοικε τὸν τοῦ σαρκίου. Τῇ αὐτῇ ἡμέρᾳ Μνή...

LIVE 76 ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΗ ΤΙΜ. ΣΤΑΥΡΟΥ με τον π. Αντώνιο 19.09.21

Εικόνα

LIVE 75 ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΙΜ. ΣΤΑΥΡΟΥ με τον π. Αντώνιο 12.09.21

Εικόνα

CORRECTIONS & CLARIFICATIONS Archbishop Makarios of Australia

Ακολουθία του Σταυρου στο Φανάρι

Δείτε το βίντεο "Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ - 14-09-2021" στο YouTube

Εικόνα

ΕΥΑΓΓΕΛΙΟ ΤΡΙΤΗ 14 ΣΕΠΤΕΜΒΡΙΟΥ 2021 – ΥΨΩΣΗ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

  Κατά Ιωάννη Άγιο Ευαγγέλιο, Κεφάλαιο ΙΘ'(19) 6-11 καὶ λέγει αὐτοῖς· ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· σταύρωσον σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ ᾿Ιουδαῖοι· ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ἡμῶν ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. ῞Οτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ ᾿Ιησοῦ· πόθεν εἶ σύ; ὁ δὲ ᾿Ιησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; ἀπεκρίθη ᾿Ιησοῦς· οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν σοι δεδομένον ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει. Κατά Ιωάννη Άγιο Ευαγγέλιο, Κεφάλαιο ΙΘ'(19) 13-20 ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν ᾿Ιησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον ...

ΟΜΙΛΙΑ ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΝΙΚΑΙΑΣ ΓΙΑ ΤΟΥΣ ΜΙΚΡΑΣΙΑΤΕΣ ΜΑΡΤΥΡΕΣ -- 2021

 Μέγαν μάρτυρα ἡ Ἐκκλησία, μέγαν ἥρωα τὸ ἔθνος σύμπαν, τὸν τῆς Σμύρνης ὑμνοῦμεν Χρυσόστομον. Καὶ γὰρ γενναίως ἀθλήσας ὑπέμεινεν ὑπὲρ πατρίδος καὶ πίστεως θάνατον…» (Ἀπολυτίκιον) Ἀγαπητοί μου ἀδελφοί,      Ὁμολογουμένως αἱμάσσει ἡ καρδιά τῶν ἀνθρώπων ἀπ ό τ ί ς θ λ ι β ε ρ έ ς μ ν ῆμ ε ς τ ῶ ν μα ρ τ ύ ρ ω ν τ ῆ ς Μικρασιατικῆς τραγωδίας πρίν ἀπό 99 χρόνια. Ζοῦσαν στίς πατρίδες τους φιλήσυχοι Ἕλληνες, μέ ῥίζες ἀπό τούς ἀρχαίους σοφούς, ἀπόγονοι τῶν μεγάλων φιλοσόφων, ἐνώπ ιον τῶν ὁπο ίων ὑποκλ ίνετα ι ἡ μετέπε ιτα φιλοσοφική σκέψη. Οἱ ῥίζες τους μπολιάστηκαν ἁρμονικά μέ τήν ἁγία βιοτή καί θεολογική σκέψη τῶν Πατέρων τῆς Ἐκκλησίας, ἰδίως τῶν Καππαδοκῶν Πατέρων, ἐνώπιον τῶν ὁποίων ὑποκλίνεται εὐλαβικά ὅλη ἡ μετέπειτα θεολογική παιδεία, ἀναγνωρίζοντας ταπεινά ὅτι οἱ Καππαδόκες τά εἶπαν ὅλα, καί ὅ, τι λέγεται μετά εἶναι ἁπλά σχολιασμός.      Οἱ Νεότουρκοι, μέ ὑποδείξεις ξένων στρατιωτικῶν συμβούλων, ἔθεσαν στόχο τήν ἀπομάκρυνση τῶν Ἑλλήν...

Επιστολή Αποστόλου Παύλου – Προς Κορίνθιους Α’, Α'(1) 18-24

  Η δύναμις τοῦ σταυροῦ 18 ῾Ο λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ ᾿Ιουδαῖοι σημεῖον αἰτοῦσι καὶ ῞Ελληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ᾿Ιουδαίοις μὲν σκάνδαλον, ῞Ελλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, ᾿Ιουδαίοις τε καὶ ῞Ελλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν· 25 ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. 26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς, 27 ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς ἵν...

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

 Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Στίχοι Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει, Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις. Ὑψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα. Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου Βασιλέως Θεοδοσίου. Στίχοι Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα, Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθωνος τῶν Ῥωμαίων. Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλῳ τοῦ Παλατίου, τῷ λεγομένῳ, Ὠάτῳ, ἀναθέματι καθυποβαλοῦσα Σέργιον, καὶ Πύρρον,...

Ἐν Παραδείσῳ με τὸ πρίν, ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει, ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν, τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράξωμεν· Πλήρης δόξης ὁ οἶκός σου.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

 Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ὃνπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυΐδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες βοῶμέν σοι· Κύριε σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· ...

 Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.   Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.   Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενού...

Κροτήσωμεν σήμερον ᾀσματικὴν πανήγυριν, καὶ φαιδρῷ τῷ προσώπῳ, καὶ τῇ γλώττῃ τρανῶς βοήσωμεν· ὁ δι᾿ ἡμᾶς Χριστέ, κρίσιν καταδεξάμενος, καὶ ἐμπτυσμοὺς καὶ μάστιγας, καὶ τὸ κόκκινον περιβαλόμενος, καὶ ἐν Σταυρῷ ἀνελθών· ὃν ἰδὼν ὁ ἥλιος καὶ ἡ σελήνη, τὸ φέγγος ἀπέκρυψαν, καὶ τῷ φόβῳ γῆ ἐσείετο, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη διχῶς· αὐτὸς καὶ νῦν δώρησαι, τὸν Σταυρόν σου τὸν τίμιον, ἡμῖν φρουρὸν καὶ φύλακα, καὶ ἐλατῆρα τῶν δαιμόνων, ἵνα πάντες προσπτυσσόμενοι, βοῶμεν αὐτῷ· Σῶσον ἡμᾶς Σταυρὲ τῇ δυνάμει σου· ἁγίασον ἡμᾶς τῇ λαμπρότητί σου, τίμιε Σταυρέ, καὶ κραταίωσον ἡμᾶς τῇ ὑψώσει σου· ὅτι φῶς ἡμῖν δεδώρησαι, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε.

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι᾿ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίπτει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας τοῦ βασιλείου πλάσματος, Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἀλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ οικονομίᾳ δι᾿ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Σταυρὸς ἀνυψούμενος, τοῦ ἐν αὐτῷ ὑψωθέντος, τὸ πάθος τὸ ἄχραντον, ἀνυμνεῖν προτρέπεται κτίσιν ἅπασαν· ἐν αὐτῷ κτεὶνας γάρ, τὸν ἡμᾶς κτείναντα, νεκρωθέντας ἀνεζώωσε, καὶ κατεκάλλυνε, καὶ εἰς οὐρανοὺς πολιτεύεσθαι, ἠξίωσεν ὡς εὔσπλαγχνος, δι᾿ ὑπερβολὴν ἀγαθότητος· ὅθεν γεγηθότες, ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ, καὶ τὴν αὐτοῦ μεγαλύνωμεν, ἄκραν συγκατάβασιν.

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

 «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν· κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν». Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ. Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ. Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν. Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν. Δόξα... Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί. Καὶ νῦν...  Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ νυμ...

Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.

«Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

 Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Στίχοι Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας, Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ. Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι, Ῥοῦφος καὶ ρουφιανός, ξίφει τελειοῦνται. Στίχοι Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει, Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται. Στίχοι Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος, Σεβῆρος εἶπε, καὶ πρὸς με τὸ ξίφος; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται. Στίχοι Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει, Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει. Ὁ Ἅγιος νεομάρτυς Ἀθανάσιος ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1774 ἀγχόνῃ τελειοῦται. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ομιλία Οικουμενικού Πατριάρχη στο forum «Ecumenical Initiative for the protection of environment and culture»

Νοῦ τοῦ μεγάλου ἀληθῶς, Λόγον τὸν ἀΐδιον Κόρη, ἐν σοὶ ἀρρήτως καὶ φρικτῶς κατοικήσαντα βλέπων ἐβόησε, Γαβριὴλ ὁ Ἀρχάγγελος, Χαῖρε θρόνε τοῦ Ὑψίστου εὐλογημένη.

 Νοῦ τοῦ μεγάλου ἀληθῶς, Λόγον τὸν ἀΐδιον Κόρη, ἐν σοὶ ἀρρήτως καὶ φρικτῶς κατοικήσαντα βλέπων ἐβόησε, Γαβριὴλ ὁ Ἀρχάγγελος, Χαῖρε θρόνε τοῦ Ὑψίστου εὐλογημένη.

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ.

  Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ. Στίχοι Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος, Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων. Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου καὶ Μακαρίου. Στίχοι Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων, Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους! Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι, καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται. Στίχοι Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων, Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει. Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει, Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκληρος, καὶ ἕτερος Κυριακὸς ὁ Δημότης, ξίφει τελειοῦνται. Στίχοι Τὴν γῆν ὁ Φαῦστος ἐκλιπὼν διὰ ξίφους, Πρὸς φαῦσιν ἤρθη τῆς ἄνω κατοικίας. ...

LIVE 74 με τον π. Αντώνιο 05.09.21

Εικόνα

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου.

 Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου. Στίχοι Θεῖον δι’ ἀμνὸν τοῦ Θεοῦ Ζαχαρίας, Ὥσπερ τις ἀμνὸς σφάττεται ναοῦ μέσον. Πέμπτῃ Ζαχαρίαν δαπέδῳ σφάξαν παρὰ νηοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀβδαῖος, ῥάβδοις ἀκανθώδεσι τυφθείς, τελειοῦται. Στίχοι Ῥάβδων ἀκάνθας Μάρτυς Ἀβδαῖος φέρει, Στεφθέντα τιμῶν ταῖς ἀκάνθαις Δεσπότην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μεδίμνου, Οὐρβανοῦ, Θεοδώρου, καὶ τῶν σὺν αὐτοῖς ὀγδοήκοντα ἱερέων καὶ Λευϊτῶν, ἤτοι Διακόνων. Στίχοι Ὕδωρ διελθὼν ψαλμικῶς καὶ πῦρ ἅμα, Λέγει Μέδιμνος, εἰς ἀναψυχὴν φθάνω. Σὺν Οὐρβανῷ δὲ καὶ Θεόδωρος μέγας, Ἆθλον τὸν αὐτὸν ἐκτελεῖ τῷ Μεδίμνῳ. Ὀκτὰς δεκαπλῆ τῶν καθιερωμένων, Πρὸς πῦρ, ὕδωρ τε καρτερῶς ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν τῷ Ἀθήρᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Ἱερωσύνης νομικῆς, ἐνδεδυμένος ὄντως στολήν, κατὰ τὴν τάξιν Ἀαρὼν ἐλειτούργησας· καὶ παρεστὼς ἐν τῷ ναῷ, ἀγγελικὴν μορφὴν ἐμφανῶς, ἐθεάσω παμμακάριστε· διό σου τὴν μετάστασιν ἅπαντες, μέλποντες χρεωστικῶς Ζαχαρία, ᾄσμασιν εὐφημοῦμεν, σὲ τὸν μετὰ τὸ γῆρας ἐκβλαστήσαντα, Ἰωάννην τὸν ἔνδοξον. Πρέσβευε ὑπέρ ἡμῶν, τὸν ἐλεήμονα Θεόν, σωθῆναι ἡμᾶς.

Ναὸς ζῶν καὶ ἔμψυχος, τοῦ θείου Πνεύματος πέφυκας· καὶ ναοῦ μέσον ἔνδοξε, Θεῷ συγγινόμενος, καθαρᾷ καρδίᾳ ἀδίκως ἐσφάγης, μαρτυρικῶς ἀποπληρῶν, τὸν θεῖον δρόμον σου Ἀξιάγαστε· διὸ πρὸς τὸν οὐράνιον, ναὸν ἀνῆλθες ἐν αἵματι, τῷ ἰδίῳ αἰτούμενος, ἱλασμὸν τοῖς τιμῶσι σε.

Χρῖσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, μεσιτεύων πλάστῃ, καὶ πλάσματι μάκαρ, καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν, τὸν Σωτῆρα δοξάζομεν.

Φωστῆρος δίκην Ὅσιε, ὁ φωσφόρος σου βίος, ἀστράψας κατεφώτισε, τὴν ὑφήλιον πᾶσαν, ταῖς τῶν θαυμάτων ἀκτῖσι· διὰ στύλου γὰρ Πάτερ, ἀνῆλθες ὡς ἐν κλίμακι, πρὸς Θεὸν ἔνθα πάντων, τῶν ὀρεκτῶν, Συμεὼν τὸ ἔσχατον ὄντως πέλει, ὑπὲρ ἡμῶν δεόμενος, τῶν τιμώντων σε Μάκαρ.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Αγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 Τὰ ἄνω ζητῶν, τοῖς κάτω συναπτόμενος, καὶ ἅρμα πυρός, τὸν στῦλον ἐργασάμενος, δι᾿ αὐτοῦ συνόμιλος, τῶν Αγγέλων γέγονας Ὅσιε, σὺν αὐτοῖς Χριστῷ τῶ Θεῷ,  πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους.

 Τῇ Α´ τοῦ αὐτοῦ μηνός, Ἀρχὴ τῆς, Ἰνδίκτου, ἤτοι τοῦ νέου ἔτους. Στίχοι Ἴνδικτον ἡμῖν εὐλόγει νέου Χρόνου, Ὦ καὶ Παλαιέ, καὶ δι᾿ ἀνθρώπους Νέε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς Ἁγίας Θεοτόκου ἐν τῇ Μονῇ τῶν Μιασηνῶν, καὶ μνήμη τοῦ γενομένου ἐμπρησμοῦ. Στίχοι Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη, Λίμνης βυθοῦ πάντιμος εἰκὼν Παρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου. Στίχοι Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν, Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν. Ὑψιβάτης Συμεὼν Σεπτεμβρίου ἔκθανε πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών, καὶ τῆς ὁσίας Εὐανθίας, καὶ ἡ κοίμησις Ἰησοῦ τοῦ Ναυῆ. Στίχοι Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι. Σὲ δὲ ξενίζει Μάρθα Χριστὸς ἐν πόλῳ. Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι. Λιπὼν Ἰησοῦς, Ἥλιον δόξης βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα γυναικῶν, Μαρτύρων, Παρθένων καὶ Ἀσκητριῶν, καὶ Ἀμμοῦν Διακόνου, καὶ διδασκάλου αὐτῶν. Στίχοι Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,...

Κατ΄εἰκόνος σεπτῆς σου τοὺς διωγμοὺς, ἐκμειώσασα ὅλως, Μῆτερ Θεοῦ

 Κατ΄εἰκόνος σεπτῆς σου τοὺς διωγμοὺς, ἐκμειώσασα ὅλως, Μῆτερ Θεοῦ,ταύτην περιέσωσας χαριτόβρυτον ἅπασι· τοῖς προσιοῦσι γὰρ πίστει εἰρήνην χαρίζεται καὶ οὐρανόθεν πηγάζει αὐτοῖς τὰ ἰάματα. Ὅθεν κατὰ χρέος εὐλαβῶς προσκυνοῦμεν αὐτήν, Παμμακάριστε, καὶ ἐν πίστει σοι κράζομεν οἱ κυκλούμενοι θλίψεσι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων ῥύστης ἵνα γένηται καὶ ζωῆς αἰωνίου δοτὴρ εὐμενέστατος.

Ὑπομονῆς στῦλος γέγονας, ζηλώσας τοὺς προπάτορας Ὅσιε, τὸν Ἰὼβ ἐν τοῖς πάθεσι, τὸν Ἰωσὴφ ἐν τοῖς πειρασμοῖς, καὶ τὴν τῶν Ἀσωμάτων πολιτείαν, ὑπάρχων ἐν σώματι, Συμεὼν Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μένει, Ὅσιε Πάτερ Συμεών, καὶ τὸ πρᾶον τῆς καρδίας σου θεράπον μακάριε· εἰ γὰρ καὶ μετέστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι, ἐν ἀγάπῃ Θεῷ παριστάμενος, καὶ σὺν Ἀγγέλοις χορεύων ἐν οὐρανοῖς, μεθ᾿ ὧν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.