Ταῖς τῶν δακρύων σου ῥοαῖς,
τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας,καὶ τοῖς ἐκ βάθους στεναγμοῖς,
εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας,
καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν·
Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε,
πρέσβευε Χριστῷ τῷ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἠιμῶν.