Αναρτήσεις

Προβολή αναρτήσεων από Μάρτιος, 2012

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΥΠΑΤΙΕ

Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἰς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταῖς ἐλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πᾶσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς. Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοι, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ· ὅθεν φωστῆρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν. Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδίᾳ σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον· δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαῖς προσευχαῖς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.

ΤΟ ΑΠ' ΑΙΩΝΟΣ ΜΥΣΤΗΡΙΟΝ

Τὸ ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος, ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ Κτίσις, χορευέτω ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον, ὁ διὰ σπλάγχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα σοι.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ...

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρὰς δοχεῖον, δι' ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς. Ἀδὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως, χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,

ΤΟ ΠΡΟΣΤΑΧΘΕΝ ΜΥΣΤΙΚΩΣ, ΛΑΒΩΝ ΕΝ ΓΝΩΣΕΙ, ΕΝ ΤΗ ΣΚΗΝΗ ΤΟΥ ΙΩΣΗΦ

Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί. Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!

... ΗΚΟΥΣΑΝ ΟΙ ΠΟΙΜΕΝΕΣ ΤΩΝ ΑΓΓΕΛΩΝ ΥΜΝΟΥΝΤΩΝ ΤΗΝ ΕΝΣΑΡΚΟΝ ΧΡΙΣΤΟΥ ΠΑΡΟΥΣΙΑΝ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. Ἤκουσαν οἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας Βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον· Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ, χαῖρε, αὐλὴ λογικῶν προβάτων. Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον, χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον. Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ, χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς. Χαῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα, χαῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος. Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα, χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα. Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ ᾍδης, χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν. Χαῖρε, Νύμφη ἀνύμφευτε. Χαῖρε, Νύμφη ἀνύμφευτε. Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶ ὡ...

ΤΗ ΥΠΕΡΜΑΧΩ ΣΤΡΑΤΗΓΩ ΤΑ ΝΙΚΗΤΗΡΙΑ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

Η ΣΗ ΦΘΑΣΑΤΩ ΧΡΗΣΤΟΤΗΣ ΚΥΡΙΕ

Ἡ σὴ φθασάτω χρηστότης Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτοὺς σοῦ τὸ ἔλεος, καὶ καθοδηγησάτω, πρὸς τὰ σκηνώματα, τὰ καταυγαζόμενα φωτί, τῷ τοῦ προσώπου σου.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ὑπάτιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ ΚΑΤΕΠΛΑΓΗ ΤΑ ΠΕΡΑΤΑ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων ταξιαρχίαι μεγαλύνουσιν». Μωσέα εἰκονίζων ταῖς ἀρεταῖς, ὑπερήλασας τοῦτον τῷ θαύματι, ῥάβδῳ τῇ σῇ· πλήξας γὰρ τὸν δράκοντα εὐθαρσῶς, ὡς ἐν ἀγκίστρῳ εἵλκυσας, Πάτερ ἐκ ταμείων Βασιλικῶν, πυρὶ καταναλώσας, ὡς ὄργανον κακίας Ὀρθοδοξίᾳ κραταιούμενος. Χωννύμενος τοῖς λίθοις διὰ Χριστόν, ὑπὸ τῶν μιαιφόνων Ὑπάτιε, ῥείθροις τῶν σῶν, ἔπνιξας αἱμάτων τοῦ ἀσεβοῦς, Ναβάτου τὰ ἀντίθεα, δόγματα κηρύξας Πάτερ σοφέ, τοῖς πταίουσι συγγνώμην, διὰ τῆς μετανοίας τῶν ὀφλημάτων προσπορίζεσθαι. Μὴ παύσῃ ἱκετεύων ὑπὲρ ἡμῶν, Ἱεράρχα καὶ Μάρτυς Ὑπάτιε, τῷ Ποιητῇ, πάντων καὶ Δεσπότῃ παρεστηκώς, ἐκ πειρασμῶν καὶ θλίψεων, ῥύσασθαι τοὺς πόθῳ εἰλικρινεῖ, τελοῦντας τὴν σὴν μνήμην, καὶ θείαις μελῳδίαις, ἀνευφημοῦντάς σε πανεύφημε.

ΤΟ ΑΠ' ΑΙΩΝΟΣ ΣΗΜΕΡΟΝ

Τὸ ἀπ' αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι' εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ' οὗ βοήσωμεν πάντες· Χαῖρε ἡ Μήτηρ Κυρίου.

ΤΗ ΥΠΕΡΜΑΧΩ ΣΤΡΑΤΗΓΩ ΤΑ ΝΙΚΗΤΗΡΙΑ

Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΥΠΑΤΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΑΓΓΡΩΝ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν. Τῇ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν. Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθῳ, Τὸν Ὑπάτιον· φεῦ γυναικὶ ἀθλίᾳ! Πρώτῃ Ὑπατίῳ βιότου πέρας ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνῆς τοῦ Ὁμολογητοῦ. Ἀκακίῳ θνῄσκοντι τῷ γῆς Ἀγγέλῳ, Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδᾶ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἰς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων. Αὐδᾶς, ἐνισχύοντος ὑψίστου Λόγου, Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν. Ἀθλητικῷ κλυστῆρι, τῷ πάλῳ λέγω, Πᾶν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος. Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι, Σφᾶς Μάρτυρας γράφουσιν ἄνδρες ἐννέα. Ζῴων ταμεῖα Μαρτύρων τὰ σαρκία, Μῦς ἐτρέφοντο, καὶ γ...

ΒΟΥΛΗΝ ΠΡΟΑΙΩΝΙΟΝ, ΑΠΟΚΑΛΥΠΤΩΝ ΣΟΙ ΚΟΡΗ

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος. Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο, χαῖρε θεία στάμνε, τοῦ μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος. Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπερ ἄνθρωπον; μέτ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι, χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μή με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι; Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται, τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε· Γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον ὡς μόν...

ΣΑΒΒΑΤΩ ΤΗΣ ΠΕΜΠΤΗΣ ΕΒΔΟΜΑΔΑΣ ΤΩΝ ΝΗΣΤΕΙΩΝ

Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας. Ὕμνοις ἀΰπνοις εὐχαρίστως ἡ Πόλις, Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν. Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος.

ΩΣ ΕΞ ΙΕΡΟΥΣΑΛΗΜ, ΣΟΥ ΤΩΝ ΘΕΙΩΝ ΕΝΤΟΛΩΝ

Ὡς ἐξ Ἱερουσαλήμ, σοῦ τῶν θείων ἐντολῶν ἐξερχόμενος, καὶ πρὸς τὰ πάθη τῆς Ἱεριχὼ καταντήσας, τῇ δόξῃ τῆς ἀτιμίας, τῶν βιωτικῶν μελημάτων κατασυρείς, λῃσταῖς περιέπεσον τῶν λογισμῶν, τῆς υἱοθεσίας τῇ χάριτι, τὸν χιτῶνα ὑπ' αὐτῶν ἐκδυθείς, καὶ ταῖς πληγαῖς, ὡς ἄπνους κατάκειμαι. Ἱερεὺς δὲ παρών, καὶ τὸ πτῶμα κατιδών, οὐ προσέσχε. Λευΐτης, καὶ αὐτὸς βδελυξάμενος, ἀντιπαρῆλθέ μοι. Σὺ δὲ Κύριε, ὁ ἐκ Παρθένου ἀφράστως σαρκωθείς, τῇ ἐκχύσει τοῦ σωτηρίου, καὶ ἑκουσίως ἐκ πλευρᾶς σου, ἐκχυθέντος Αἵματος καὶ ὕδατος, ὡς ἔλαιον ἐπιστάξας Χριστὲ ὁ Θεός, τὰς οὐλὰς τῶν τραυμάτων μου, τῇ μοτώσει περίσφιγξον, καὶ πρὸς οὐράνιον συγκαταρίθμησον χῶρον, ὡς εὔσπλαγχνος. (Δίς)

ΕΞΤΕΙΝΑΣ ΧΡΙΣΤΕ

Ἐξέτεινας Χριστέ, τὰς παλάμας ἐν Ξύλῳ, ἰώμενος πληγήν, τοῦ Ἀδὰμ ταῖς πληγαῖς σου· διὸ ἱκετεύω σε, τὰς πληγάς μου θεράπευσον, ἃς ἀπέθετο, ἐν τῇ ψυχῇ μου ὁ πλάνος, καὶ ἀξίωσον, ἐν προσευχῇ καὶ νηστείᾳ, Σωτὴρ θεραπεῦσαί σε.

ΥΠΕΡΥΜΝΗΤΟΣ ΕΙ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Ὑπερύμνητος εἶ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ σαλεύων τὴν γῆν, εἰς τὸ ἐπιστρέψαι, καὶ σωθῆναι τοὺς κατοικοῦντας ἐν αὐτῇ, καὶ πάλιν στερεῶν αὐτήν, διὰ ἰδίαν ἀγαθότητα, καὶ ἄφατον εὐσπλαγχνίαν, πρεσβείαις τῆς Θεοτόκου, ἐλέησον ἡμᾶς.

Η ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ

Εικόνα

ΑΓΝΗ ΠΑΡΘΕΝΕ ΚΑΙ ΣΕΜΝΗ

Ἁγνὴ Παρθένε καὶ σεμνή, τῶν Ἀγγέλων ἡ δόξα, ὅτε παρέστης τῷ Σταυρῷ, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, μὴ φέρουσα ὁρᾶν τὰς παροινίας τῶν ἐχθρῶν, ἐκραυγαζες ὀδυνωμένη μητρικῶς· Πῶς φέρεις ὦ Φιλάνθρωπε τὰς πάντων ἀπειλάς; Δόξα τῇ μακροθυμίᾳ σου.

ΣΤΑΥΡΕ ΤΟΥ ΚΟΣΜΟΥ ΦΥΛΑΚΤΗΡ

Σταυρὲ τοῦ Κόσμου φυλακτήρ, τῶν δαιμόνων διῶκτα, τοὺς σὲ κτωμένους ἐν παντί, προστασίαν ἄμαχον, ἀξίωσον τὸ τῆς Νηστείας διελθεῖν ὑπόλοιπον ἐν συνειδήσει καθαρᾷ, εὐθύνων τὰς ψυχὰς ἡμῶν, ἐνώπιον Χριστοῦ, Ξύλον εὐλογημένον.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν· Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠιμῶν.

ΠΑΤΕΡ ΙΩΑΝΝΗ ΟΣΙΕ

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονὼς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος. Πάτερ Ἰωάννη ἔνδοξε, ταῖς τῶν δακρύων πηγαῖς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἧς ἐπαξίως νῦν , ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε. Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῷ παντεπόπτῃ κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαῖς ἀσκήσεως τῷ λογισμῷ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

ΗΜΒΛΥΝΑΣ ΤΟΥ ΠΟΝΗΡΟΥ ΣΩΤΕΡ ΤΑ ΚΕΝΤΡΑ

Ἤμβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἥλοις ἐν ξύλῳ, ἀκανθῶν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντές σοι κραυγάζομεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ἥπλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τῇ λόγχῃ τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ τοῖς ἀναμέλπουσιν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας. Ῥείθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ΤΟΝ ΖΩΟΠΟΙΟΝ

Τὸν ζωοποιὸν προσκυνοῦντές σου Σταυρόν, τῆς ἀφράστου πρὸς ἡμᾶς σου, ἀμέτρου ἀγαθότητος Χριστέ, καὶ ἐν αὐτῷ φωτισθέντες τὰς ψυχάς, ἀνυμνοῦμέν σε ἀπαύστως, αἰτούμενοι εὐθύμως ἐν χαρᾷ, τελέσαι τὸ στάδιον τῆς Νηστείας, καὶ φθάσαι τὰ Πάθη σου ἀνυμνῆσαι, Κύριε, δι' ὧν ἔσωσας ἡμᾶς.

ΗΛΟΥΜΕΝΟΣ ΚΥΡΙΕ ΣΤΑΥΡΩ

Ἡλούμενος Κύριε Σταυρῷ, Ἀδὰμ τὸ χειρόγραφον, τῇ θείᾳ λόγχῃ διέρρηξας· διὸ διάρρηξον, τοὺς δεσμούς μου Λόγε, ὅπως σοι αἰνέσεως, θυσίαν θύσω πίστει γηθόμενος, καιρὸν εὐπρόσδεκτον, τῆς νηστείας νῦν εὐράμενος ὃν εἰς πάντων, σωτηρίαν ἔδειξας. Νηστείας λαμπρότητι ποτέ, Μωϋσῆς λαμπόμενος, Θεοῦ τὴν δόξαν τεθέαται, τοῦτον ζηλώσασα, ταπεινὴ ψυχή μου, τὸν Σταυρῷ τανύσαντα, παλάμας διὰ σὲ ἀγαθότητι, ἔργοις θεράπευσον, ἐγκρατείας καὶ δεήσεως, ὅπως τύχῃς, θείας ἀπολαύσεως.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΥΓΓΡΑΦΕΩΣ ΤΗΣ ΚΛΙΜΑΚΟΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος. Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ, Τὰς σὰς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι. Χαῖρεν Ἰωάννης τριακοστῇ ἐξαναλύων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν τῷ Φρέατι. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται. Ἐν οὐρανοῖς σύνεστιν ἀθλητῇ Τέκνῳ, Ἀθλητομήτωρ καλλίτεκνος Εὐβούλη. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος, Ἰωάννης, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΥΤΕΞΟΥΣΙΩΣ ΕΞΕΔΥΘΗΝ, ΤΗ ΠΡΩΤΗ ΜΟΥ ΠΑΡΑΒΑΣΕΙ

Αὐτεξουσίως ἐξεδύθην, τῇ πρώτῃ μου παραβάσει, τῶν ἀρετῶν τὴν εὐπρέπειαν, ἠμφιασάμην δὲ ταύτην αὖθις, τῇ πρός με συγκαταβάσει σου Λόγε Θεοῦ· οὐ παρεῖδες γάρ με τὸν ἐν δεινοῖς παθήμασι καταστιχθέντα, καὶ λῃστρικῶς ὁδοπατηθέντα, ἀλλὰ τῇ παναλκεῖ σου δυναστείᾳ περιποιησάμενός με, ἀντιλήψεως ἠξίωσας Πολυέλεε.

ΤΥΠΟΝ ΤΗΣ ΑΓΝΗΣ ΛΟΧΕΙΑΣ

«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος, καὶ νῦν καθ' ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν». Ἴδε φωταυγὴς πανήγυρις, φωτοειδῶν Μαρτύρων ἔλαμψε σήμερον, νέφη πονηρὰ τῆς ἁμαρτίας σκεδάζουσα, καὶ φωτίζουσα θείῳ ἐν Πνεύματι, πιστῶν τὰς διανοίας, ταύτην προθύμως ἑορτάσωμεν. Ὥσπερ δύο ἀνατέλλοντες, φωτοειδεῖς ἀστέρες πᾶσαν φωτίζετε, τὴν ὑπ' οὐρανόν, ταῖς τῶν ἀγώνων λαμπρότησιν, Ἰωνᾶ καὶ σοφὲ Βαραχήσιε· διὸ με τὸν ἐν σκότει τῆς ἁμαρτίας καταυγάσατε. Στῦλοι Ἐκκλησίας ὤφθητε, ἀπεριτρέπτως ταύτην διαβαστάζοντες, Ἄβιβος ὁμοῦ, Ναρσῆς καὶ Μάρης Ἠλίας τε, Ἰωνᾶς Σηβεήθης καὶ Λάζαρος, καὶ Ζανιθᾶς καὶ Σάββας, καὶ Μαρουθᾶς καὶ Βαραχήσιος. Ἤδη, μέτ' Ἀγγέλων Ἅγιοι, παρεστηκότες θρόνῳ τῆς δόξης πάντοτε, καὶ ταῖς ἀστραπαῖς, τῆς Τρισηλίου λαμπρότητος, αὐγαζόμενοι πάντας φωτίσατε, τοὺς πίστει τὴν φωσφόρον, ὑμῶν γεραίροντας πανήγυριν.

ΣΕ ΝΟΗΤΗΝ ΘΕΟΤΟΚΕ

«Σὲ νοητὴν Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, κόσμον ἀνεκαίνισεν ἐν τῇ γαστρί σου ὁλόκληρον, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Ἀποσκοπῶν εἰς τὸν μόνον Κύριον, σῴζειν δυνάμενον σοφέ, οὐκ ἐφλέχθης προσομιλῶν, πίσσης πυρακτώσεσι, δρόσον θείας χάριτος, ὦ Ἰωνᾶ κομιζόμενος, ὥσπερ οἱ τρεῖς νεανίαι ποτέ· ὅθεν ὑμνοῦμέν σε. Ῥώμῃ Θεοῦ, Ἰωνᾶ ῥωννύμενος, ἤνεγκας βάσανα πικρά, Ἡσαΐας δὲ ὡς τὸ πρίν, ἔχαιρες πριζόμενος, τέλος τὸ μακάριον, ἀναβοῶν καὶ δεχόμενος· ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. ᾌδει τὰ σά, Μάρτυς προτερήματα, ἡ Ἐκκλησία τοῦ Θεοῦ, μεγαλύνουσα τοὺς μακρούς, ἄθλους οὓς ὑπήνεγκας, θάνατον τὸν τίμιον, καὶ προσκυνεῖ τῶν λειψάνων νῦν, τὴν σορὸν ἐξ ἧς βρύει, ἡμῖν ψυχῶν ἰάματα. Σὺ ἀνδρικῶς, Μάρτυς Βαραχήσιε, καταπατῶν τοῦ πονηροῦ, ἀκανθώδεις ἐπιβουλάς, ἔφερες συρόμενος, καὶ κατακεντούμενος, τοῖς ἀκανθώδεσι βέλεσι, τὸν αἰνετὸν ἀναμέλπων, Θεὸν τὸν ὑπερένδοξον.

Ο ΦΩΤΙΣΑΣ ΤΗ ΕΛΛΑΜΨΕΙ

«Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρὺνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε». Ὁμιιλήσας τῷ φωτί, τῷ μεγάλῳ φῶς δεύτερον, ἐγνωρίσθης ἀμαυροῦν, δυσσεβούντων προστάγματα, Ἰωνᾶ θεσπέσιε, δεθεὶς σχοινίῳ δέ, τὴν πλάνην πᾶσαν, διέλυσας χάριτι. Ἰώμενος τὰ ἡμῶν, ὁ Χριστὸς παραπτώματα, ἐκρεμάσθη ἐπὶ ξύλου Σταυροῦ ἀγαθότητι, τοῦτον δὲ μιμούμενος, ὁ Βαραχήσιος κρεμᾶται, πάθει σεπτῷ καλλυνομενος. Στρεβλούμενος, Ἰωνᾶ, καὶ δακτύλους κοπτόμενος, ἀνέμελπες τῷ Θεῷ, ὑμνῳδίαν γηθόμενος, τῷ ἐνδυναμοῦντί σε, μετὰ σαρκὸς ἐχθροὺς ἀσάρκους, καταπατεῖν διὰ πίστεως.

ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ ΙΣΡΑΗΛ

«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ἀκαθέκτοις χρώμενος ὁρμαῖς, ἐχθρὸς ὁ δολιόφρων, καλάμοις σου περιάπτει, παναοίδιμε πλευράς, δεσμῶν καὶ συνθλίβων σε, καὶ τὰς σάρκας ξαίνων καὶ τέμνων, καὶ Μάρτυρα δεικνύων, τοῦ Παμβασιλέως, Χριστοῦ εἰς τοὺς αἰῶνας. Τοῖς δεσμοῖς σου λύεις πονηρά, δεσμὰ τῆς ἀθεΐας, ταθεὶς καὶ συντριβείς σου, τὰ τοῦ σώματος ὀστᾶ, Μάρτυς Βαραχήσιε, τὴν ἀπάτην πᾶσαν συντρίβεις, καὶ ὡσεὶ χοῦν λεπτύνεις, μέλπων· Σὲ δοξάζω, Χριστὲ εἰς τοὺς αἰῶνας. Ἀπορήσας σου τῇ καρτερᾷ, ἐνστάσει ὁ παράφρων, βραζούσαις σε καταφλέγει, καταπόσεσι θερμῶς, Μάρτυς Βαραχήσιε, μελῳδοῦντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἱερεῖα τέλεια Θεῷ, καὶ θύματα εὐώδη, ὁλόκληροι προσφοραί τε, προσηνέχθητε ὁμοῦ, κραυγάζοντες Μάρτυρες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε...

ΤΟΙΣ ΤΩΝ ΕΜΩΝ ΛΟΓΙΣΜΩΝ

Τοῖς τῶν ἐμῶν λογισμῶν, λῃσταῖς περιπεσών, ἐσυλήθην ὁ τάλας τὸν νοῦν, καὶ δεινῶς πληγωθείς, ὅλην μου τὴν ψυχὴν τετραυμάτισμαι, καὶ ἔνθεν κεῖμαι γυμνὸς ἀρετῶν, ἐν τῇ τοῦ βίου ὁδῷ, ἱερεὺς δὲ ἰδών με τῷ μώλωπι ὀδυνώμενον, διὰ τὸ ἀνίατον, παρορῶν, οὐκ ἐπιβλέπει. Λευΐτης δὲ πάλιν, μὴ φέρων τὴν ψυχοφθόρον ἀλγηδόνα, καὶ αὐτὸς κατιδών, ἀντιπαρῆλθέ μοι, σὺ δὲ ὁ εὐδοκήσας, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ Μαρίας σαρκωθῆναι, Χριστὲ ὁ Θεός, τῇ φιλανθρωπίᾳ σου, παράσχου μοι τήν ἴασιν, ἐπιχέων ἐπ' ἐμέ, τὸ μέγα σου ἔλεος.

ΤΗΝ ΕΝ ΕΜΟΙ, ΡΑΘΥΜΙΑΝ ΔΕΣΠΟΙΝΑ

Τὴν ἐν ἐμοί, ῥαθυμίαν Δέσποινα, καὶ νυσταγμὸν τὸν χαλεπόν, ταῖς ἀγρύπνοις σου πρὸς Θεόν, ταῖς σεπταῖς δεήσεσιν, Ἄχραντε ἀπέλασον, καὶ μελῳδοῦντά με οἴκτειρον· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΑΡΚΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΑΡΕΘΟΥΣΙΩΝ, ΚΥΡΙΛΛΟΥ ΔΙΑΚΟΝΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΟΙΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου καὶ τῶν σὺν αὐτοῖς, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν. Ἐπαγρυπνήσας πρῶτα πολλαῖς αἰκίαις, Ὕπνωσε Μᾶρκος, θεῖον εἰρήνης ὕπνον, Γαστὴρ Κυρίλλου Λευΐτου διὰ ξίφους, Ὡσεὶ πάχος γῆς, εἶπε Δαυΐδ, ἐρράγη. Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι, Γαστρὸς παθοῦσαι ῥῆξιν ἐκχοιροφρόνων. Εἰκάδι ἠδ' ἐνάτῃ Ἀθληταὶ εἰς πόλον ἷκον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνᾶ, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων. Ἔχεις Ἰωνᾶν καὶ σύ, γῆ, πάντως μέγαν, Κατ' οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου. Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους, Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον. Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα, Σύνεισιν ἤδη τάξεσι ταῖς ἐννέα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Εὐσταθίου Βιθυνίας. Τὸν πηλὸν ἐκδύ...

ΑΘΛΗΣΕΩΣ ΚΑΥΧΗΜΑ

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· Αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥΘΙΑΝ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ

ΠΕΜΠΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ ΚΑΤΑΝΥΚΤΙΚΗΝ ΑΚΟΛΟΥθΙΑΝ ΤΟΥ ΜΕΓΑΛΟΥ ΚΑΝΟΝΟΣ ΚΑΝΩΝ Ο ΜΕΓΑΣ ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς «Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν· ἐνδόξως γὰρ δεδόξασται». (Δίς) Πόθεν ἄρξομαι θρηνεῖν, τὰς τοῦ ἀθλίου μου βίου πράξεις; ποίαν ἀπαρχήν, ἐπιθήσω Χριστέ, τῇ νῦν θρηνῳδίᾳ; ἀλλ' ὡς εὔσπλαγχνός μοι δός, παραπτωμάτων ἄφεσιν. Δεῦρο τάλαινα ψυχή, σὺν τῇ σαρκί σου τῷ πάντων Κτίστῃ, ἐξομολογοῦ καὶ ἀπόσχου λοιπόν, τῆς πρὶν ἀλογίας, καὶ προσάγαγε Θεόν, ἐν μετανοίᾳ δάκρυα. Τὸν πρωτόπλαστον Ἀδάμ, τῇ παραβάσει παραζηλώσας, ἔγνων ἐμαυτόν, γυμνωθέντα Θεοῦ, καὶ τῆς ἀϊδίου, βασιλείας καὶ τρυφῆς, διὰ τὰς ἁμαρτίας μου. Οἴμοι τάλαινα ψυχή! τί ὡμοιώθης τῇ πρώτῃ Εὔᾳ; εἶδες γὰρ κακῶς, καὶ ἐτρώθης πικρῶς, καὶ ἥψω τοῦ ξύλου, καὶ ἐγεύσω προπετῶς, τῆς παραλόγου βρώσεως. Ἀντὶ Εὔας αἰσθητῆς, ἡ νοητή μοι κατέστη Εὔα, ὁ ἐν τῇ σαρκί, ἐ...