Ο ΦΩΤΙΣΑΣ ΤΗ ΕΛΛΑΜΨΕΙ

«Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρὺνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε».

Ὁμιιλήσας τῷ φωτί, τῷ μεγάλῳ φῶς δεύτερον, ἐγνωρίσθης ἀμαυροῦν, δυσσεβούντων προστάγματα, Ἰωνᾶ θεσπέσιε, δεθεὶς σχοινίῳ δέ, τὴν πλάνην πᾶσαν, διέλυσας χάριτι.

Ἰώμενος τὰ ἡμῶν, ὁ Χριστὸς παραπτώματα, ἐκρεμάσθη ἐπὶ ξύλου Σταυροῦ ἀγαθότητι, τοῦτον δὲ μιμούμενος, ὁ Βαραχήσιος κρεμᾶται, πάθει σεπτῷ καλλυνομενος.

Στρεβλούμενος, Ἰωνᾶ, καὶ δακτύλους κοπτόμενος, ἀνέμελπες τῷ Θεῷ, ὑμνῳδίαν γηθόμενος, τῷ ἐνδυναμοῦντί σε, μετὰ σαρκὸς ἐχθροὺς ἀσάρκους, καταπατεῖν διὰ πίστεως.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ