Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2012

ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ ΠΟΤΕ

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται». Στεφανώσας θείαις ἀρεταῖς, Ὅσιε τὸν βίον σου, Κασσιανὲ πρὸς Θεὸν ἐξεδήμησας, παρ' οὗ ἡμῖν αἴτησαι, ἀπολύτρωσιν τῶν πταισμάτων δεόμεθα, τοῖς ἐπιτελοῦσι, πίστει τὴν ἁγίαν σου μετάστασιν. Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, πάντων Ἀξιάγαστε, τῶν ἐμπαθῶν νοημάτων ἐξένευσας, καὶ φῶς ἐχρημάτισας, ταῖς μεθέξεσι ταῖς ἀΰλοις θεούμενος· ὅθεν σε τιμῶμεν, καὶ πανηγυρίζομεν τὴν μνήμην σου. Ἰατρὸς γεγένησαι ψυχῶν, θείοις σου διδάγμασι, Κασσιανὲ ῥυθμίζων τὰ φρονήματα, Μοναστῶν ἐν χάριτι, καὶ τὴν φέρουσαν πρὸς ζωὴν τὴν αἰώνιον, ἄριστα δεικνύων, τρίβον θεοφόρε παμμακάριστε.

ΜΑΡΤΥΡΕΣ ΧΡΙΣΤΟΥ

Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι εὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΓΕΛΙΚΩΣ ΒΙΩΣΑΣ, ΕΠΙ ΓΗΣ ΘΕΟΦΡΟΝ ΜΑΚΑΡΙΕ

Ἀγγελικῶς βιώσας, ἐπὶ γῆς θεόφρον Μακάριε, χοροῖς τῶν ἀσωμάτων ἠρίθμησαι· σταυρὸν γὰρ ἐπὶ ὤμων σου ἀράμενος Ὅσιε, τῷ τῶν ὅλων Θεῷ ἠκολούθησας, καὶ πάθη ψυχοφθόρα, ἐγκρατείας πόνοις θανατώσας, τοῦ Πνεύματος δοχεῖον, καὶ σκεῦος καθαρὸν ἐχρημάτισας· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε. Νηστείαις ἀγρυπνίαις, τῷ Θεῷ ἀεὶ προσκολλώμενος, ἁπάσης ἡδονῆς ὑψηλότερος μακάριε ἐδείχθης, καὶ καλαῖς ἀναβάσεσιν, ἀπαύστως φωτιζόμενος, ἔβλυσας διδασκαλίας ῥεῖθρα, τῶν πιστῶν ἀρδεύοντα καρδίας, καὶ γνῶσιν ἐκτιθέντα, Κασσιανὲ θεόφρον σωτήριον· Διὸ βοῶμέν σοι· Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε. Ἄνωθεν φωτισθεῖσα, ἡ σοφή σου Πάτερ διάνοια, διδασκαλίας φέγγος ἀπήστραψε, δι' οὗ φωταγωγεῖται Μοναζόντων τὸ σύστημα, τῶν παθῶν τῆς ἀχλύος λυτρούμενον· διὸ καὶ ἑορτάζει τὴν ἁγίαν πάντοτε μνήμην σου, τὸν Κύριον τῆς δόξης δοξάζον, τὸν ἀεὶ σε δοξάσαντα, ἀγωνισάμενον, καὶ νικήσαντα τὸν ὄφιν τὸν πολυμήχανον.

ΗΛΙΟΥ ΦΑΙΔΡΟΤΕΡΟΝ

Ἡλίου φαιδρότερον, Νηστεία ἀναλάμψασα, ἡ πολύφωτος χάρις εὐαγγελίζεται, πᾶσι τοῦ Σταυροῦ τὰς ἀκτῖνας, καὶ τὰς αὐγάς, τοῦ τιμίου Πάθους, καὶ τῆς Ἀναστάσεως, τὴν ἡμέραν τὴν σωτήριον. Ἁγνείαν ποθήσωμεν, πορνείαν ἀποφύγωμεν, τὴν ὀσφὺν σωφροσύνῃ περιζωσώμεθα, ὅπως καθαροὶ ἐποφθῶμεν, τῷ καθαρῷ, καὶ μόνῳ ἐκ πάντων, ζητοῦντι τὴν κάθαρσιν, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. Χριστὲ ἐκ τοῦ φόβου σου, καθήλωσον τὰς σάρκας μου, ὁ Σταυρῷ προσηλώσας, τὴν ἁμαρτίαν Ἀδάμ, λῦσον τῶν κακῶν μου τὴν δέησιν· τοῦ πονηροῦ σύντριψον τὰ βέλη, τῇ λόγχῃ σου Δέσποτα, καὶ τῆς τούτου βλάβης ῥῦσαί με.

ΑΝΑΡΧΟΥ ΓΕΝΝΗΤΟΡΟΣ, ΥΙΟΣ ΘΕΟΣ ΚΑΙ ΚΥΡΙΟΣ

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Ἰσχὺς σοι δεδώρηται, παρὰ Θεοῦ καὶ δύναμις, τὰς ἀρχὰς διολέσαι τοῦ κοσμοκράτορος· ὅθεν ἀριστεύσας μεγάλως, ὡς ἀληθῶς, Πάτερ θεοφόρε, χοροῖς συνηρίθμησαι, τῶν Ὁσίων ἀγαλλόμενος. Ὡς ῥόδον ἡδύπνοον, ἡμᾶς εὐωδιάζουσιν, οἱ θεόπνευστοι λόγοι, τῆς θείας γλώττης σου· σὺ γὰρ εὐωδία ἐγένου, τοῦ δι' ἡμᾶς, Θεοῦ σαρκωθέντος, δι' ἄμετρον ἔλεος, θεοφόρε πανσεβάσμιε. Σκιρτήσωμεν ἄνθρωποι, πνευματικῶς χορεύοντες, Κασσιανοῦ νῦν τῇ μνήμῃ ἐπαγαλλόμενοι, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῷ, ὄντι ἐν ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει αὐτὸν σέβοντας.

ΤΩ ΤΙΜΙΩ ΣΤΑΥΡΩ ΤΟΥ ΥΙΟΥ ΣΟΥ

Τῷ τιμίῳ Σταυρῷ τοῦ Υἱοῦ σου, φυλαττόμενοι Δέσποινα ἁγνῄ Θεοτόκε, πᾶσαν προσβολὴν τοῦ πολεμήτορος, ἅπαντες ῥαδίως ἐκτρεπόμεθα· διό σε κατὰ χρέος μακαρίζομεν, ὡς Μητέρα τοῦ φωτός, καὶ μόνην ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Ο ΤΟΙΣ ΠΑΘΕΣΙ ΤΟΙΣ ΣΟΙΣ

Ὁ τοῖς πάθεσι τοῖς σοῖς, πᾶσιν ἀπάθειαν διδούς, Φιλάνθρωπε τὰ πάθη, τῆς σαρκός μου νεκρώσας τῷ σῷ Σταυρῷ, τὸ θεῖον καταξίωσον Πάθος ἰδεῖν, διὰ νηστείας εὐαρεστοῦντα τῇ δόξῃ σου, ἵνα λάβω πλουσίως τὸ μέγα ἔλεος.

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ ΠΑΡΑΝΟΜΟΥΝΤΟΣ, ΤΥΡΑΝΝΟΥ ΜΕΤΑΡΣΙΟΝ

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος». Διόλου ταῖς νεύσεσι ταῖς φανοτάταις, θεόφρον θεούμενος, φωστὴρ ἐδείχθης ἄδυτος, ἐντεῦθεν ἀπήστραψας, λόγον σωτήριον, πάντων τὰ νοήματα ἡμῶν, φωταγωγοῦντα τῶν εὐφημούντων σε. Ἡ γλῶσσά σου πνεύματι ἐκτεθηγμένη, σαφῶς διεχάραξε, τὸν νόμον τὸν σωτήριον, καὶ τύπους ἐξέθετο, οἷς περ ῥυθμίζονται, πᾶσαι Παμμακάριστε ἀεί, τῶν Μοναζόντων ἀγέλαι χαίρουσαι. Νοήματα Ὅσιε σωτηριώδη, καὶ ῥήματα ἄγνοιαν, καρδίας ἀπελαύνοντα, πλουσίως ἀνέβλυσας, Πάτερ θεόσοφε· ὅθεν σε γεραίρομεν πιστῶς, τὴν παναγίαν τελοῦντες μνήμην σου.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΚΑΣΣΙΑΝΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Κασσιανοῦ. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Κασσιανοῦ τοῦ Ῥωμαίου. Ἔνθεν μεταστὰς Κασσιανὸς πρὸς νόας, Θείας νοητῶς κασσίας ἀποπνέει. Εἰκάδα ἀμφ᾽ ἐνάτην θάνε Κασσιανὸς μεγαθύμων. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΟΞΑΣΤΙΚΟΝ ΑΙΝΩΝ ΚΥΡΙΑΚΗ ΤΥΡΙΝΗΣ

Εικόνα

ΠΥΛΗΝ ΦΩΤΟΦΟΡΟΝ ΟΥΡΑΝΩΝ, ΣΕ ΟΝΟΜΑΖΟΜΕΝ, ΔΙ' ΗΣ ΔΙΗΛΘΕΝ

Πύλην φωτοφόρον οὐρανῶν, σὲ ὀνομάζομεν, δι' ἧς διῆλθε Θεός, καὶ σεσωμάτωται Πάναγνε, ὁ ἀσώματος τὸ πρότερον, καθὸ Θεός, καὶ τῷ Πατρὶ ὡς ὁμοούσιος, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΔΕΥΤΕ ΣΥΝΕΛΘΩΜΕΝ

Δεῦτε συνέλθωμεν, ἐν τῷ ταμείῳ τῆς ψυχῆς, Κυρίῳ τὰς εὐχὰς ἀποδιδόντες, καὶ βοῶντες· Πάτερ ὁ ἐν οὐρανοῖς, τὰ ὀφειλήματα ἡμῶν, ἄνες καὶ ἄφες, ὡς μόνος εὔσπλαγχνος. Τὸ τῆς ψυχῆς ἡμῶν, ἐν τῇ νηστείᾳ ἱλαρόν, δεικνύντες μὴ στυγνάσωμεν, τὴν τῶν πεποθημένων ἡμερῶν ἐναλλαγήν, ὡς ἐκλάμπουσαν ἡμῖν, τῆς εὐσεβείας τὰ κατορθώματα. Ἄναρχε ἄκτιστε, ἡ τρισυπόστατος Μονάς, Κυρία Βασιλεία τῶν αἰώνων, σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα φύσις βροτῶν.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Ἄπασαν τὴν αἴσθησιν Πάτερ, νῦν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθῳ, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα, καὶ Παραδείσου τρυφὴν ἄληκτον. Τῷ σῷ μαθητῇ καὶ συνάθλῳ, συναπολαύων Ἀθλοφόρε, τῆς τῶν μακαρίων ἐλπίδος, καὶ δι' αἰῶνος συνευφραινόμενος, τοὺς τὴν ὑμῶν πανήγυριν, ἐπιτελοῦντας ἐποπτεύοιτε. Ἐκ γῆς πρὸς οὐράνιον λῆξιν, Στεφανηφόροι μεταστάντες, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, καὶ τῶν Ἀγγέλων θεῖα στρατεύματα, τῶν μαθητῶν τὸν σύλλογον, ὑμῶν πρεσβείαις διασώσατε.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὡς ὁλοκαύτωμα τέλειον, τῷ πυρὶ τῆς συνειδήσεως, καὶ τῇ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνῃρημένους κατιδὼν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὥς τις περιδέξιος ἡμῖν, τοῖς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε· τῇ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΨΥΧΗ ΜΟΥ, ΨΥΧΗ ΜΟΥ, ΑΝΑΣΤΑ, ΤΙ ΚΑΘΕΥΔΕΙΣ

Ψυχή μου, ψυχή μου, ἀνάστα, τί καθεύδεις; Τὸ τέλος ἐγγίζει, καὶ μέλλεις θορυβεῖσθαι. Ἀνάνηψον οὖν, ἵνα φείσηταί σου Χριστὸς ὁ Θεός, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

ΠΡΟΣΕΧΕ, ΟΥΡΑΝΕ

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα». (Δίς) Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν. Πρόσχες μοί, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν. Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου. Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα. Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα Σῶτερ, ἔκτεινον. Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν. Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα. Διέρρηξα, νῦν τὴν στολήν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός. Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι. Τὰ ...

ΣΕ ΥΨΟΥΣ ΛΑΒΩΝ, ΤΗΝ ΘΕΙΑΝ ΑΠΟΚΑΛΥΨΙΝ

Ἐξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σοφέ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας ὁσίως, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, καὶ τὰς νόσους ἰᾶσθαι τῇ χάριτι, Βασίλειε παμμάκαρ ἱερώτατε.

ΝΗΣΤΕΥΣΩΜΕΝ ΝΗΣΤΕΙΑΝ ΔΕΚΤΗΝ

Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων, Ψυχὴν σκιᾶς τίθησι τῆς αὐτοῦ χάριν. Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτῃ Βασίλειον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁ Προτέριος σφάττεται τοῖς καλάμοις, Ὀξυγράφου κάλαμος ὢν κατὰ πλάνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ, Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας. Καταξιοῦνται Μαράνα τε καὶ Κύρα, Σαρκὸς μαρασμῷ, κυριεύειν τοῦ πόλου. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται. Ξίφει θανεῖν ἔγραψαν ἓξ Αἰγυπτίους, οἱ τοῦ χρόνου γράψαντες ἄθλους καὶ βίους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἀπόστολοι Νυμφᾶς ...

ΠΑΣΑΝ ΑΜΑΡΤΙΑΝ

Πᾶσαν ἁμαρτίαν διεπραξάμην, πάντας ὑπερέβην τῇ ἀσωτίᾳ, ἐὰν θελήσω μετανοῆσαι, οὐκ ἔχω δακρύων ὀχετούς, ἐὰν ῥαθύμως καὶ νῦν βιώσω, κολάσει ὑπόδικός εἰμι. Ἀλλὰ δός μοι διόρθωσιν μόνε ἀγαθέ, ὁ Θεός, καὶ ἐλέησόν με. Ὄμβρους μοι παράσχου Χριστὲ δακρύων, ἐν τῇ τῆς Νηστείας τερπνῇ ἡμέρᾳ, ὅπως πενθήσω καὶ ἀποπλύνω, τὸν ῥύπον τὸν ἐκ τῶν ἡδονῶν, καὶ ἐποφθῶ σοι κεκαθαρμένος, ἡνίκα Κριτὴς ἐξ οὐρανοῦ, μέλλῃς ἔρχεσθαι Κύριε, κρῖναι τοὺς βροτούς, ὡς κριτής, καὶ δίκαιος μόνος.

ΑΓΝΗ ΠΑΡΘΕΝΕ

Εικόνα

ΣΑΡΚΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ

Σαρκίου τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης νῦν σὺν Ἀγγέλοις, τῇ ἀπροσίτῳ Τριάδι, πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.

ΕΛΗΛΥΘΕΝ Η ΝΗΣΤΕΙΑ

Ἐλήλυθεν ἡ Νηστεία, ἡ μήτηρ τῆς σωφροσύνης, ἡ κατήγορος τῆς ἁμαρτίας, καὶ συνήγορος τῆς μετανοίας, ἡ πολιτεία τῶν Ἀγγέλων, καὶ σωτηρία τῶν ἀνθρώπων, οἱ πιστοὶ ἀνακράξωμεν· ὁ Θεὸς ἐλέησον ἡμᾶς.

ΠΑΝΑΜΩΜΕ ΔΕΣΠΟΙΝΑ

Πανάμωμε Δέσποινα, τῆς ψυχῆς μου τὰ δεινά, καὶ χαλεπὰ συντρίμματα, χειρουργίαις ἰάτρευσον μυστικαῖς, δραστήρια φάρμακα, τοῦ Υἱοῦ σου βαλοῦσα τὰ παθήματα.

ΠΩΣ ΤΗΝ ΕΜΗΝ, ΝΥΝ ΑΠΟΚΛΑΥΣΟΜΑΙ

Πῶς τὴν ἐμήν, νῦν ἀποκλαύσομαι ἔκπτωσιν, ποίαν ἀρχὴν ποιήσομαι, τῆς σωτηρίας μου, ὁ ἀσώτως βιώσας; Οἰκτίρμον οἷς περ οἶδας, κρίμασι, σῶσόν με. Ἴδε καιρός, ἴδε ἡμέρα σωτήριος, ἡ τῆς Νηστείας εἴσοδος, ψυχὴ γρηγόρησον, καὶ παθῶν τὰς εἰσόδους, ἀπόκλεισον Κυρίῳ, ἐνατενίζουσα. Ἁμαρτιῶν, ἡ τρικυμία χειμάζουσα, ἐπὶ βυθὸν καθέλκει με τῆς ἀπογνώσεως, ἀλλὰ σοῦ τῷ πελάγει, προστρέχω τοῦ ἐλέους. Σῶσόν με Κύριε. Μόνος ἐγώ, τῇ ἁμαρτίᾳ δεδούλωμαι, μόνος ἐγὼ τοῖς πάθεσι, θύραν ἠνέῳξα, εὐδιάλλακτε Λόγε, ἐπίστρεψόν με, σῶσον, τῇ εὐσπλαγχνίᾳ σου.

ΠΥΡΠΟΛΗΘΕΝΤΑ ΗΔΟΝΑΙΣ, ΚΑΙ ΨΥΧΗΣ ΤΟ ΟΠΤΙΚΟΝ ΑΜΑΥΡΩΘΕΝΤΑ

Πυρποληθέντα ἡδοναῖς, καὶ ψυχῆς τὸ ὀπτικὸν ἀμαυρωθέντα, τῷ πυρὶ τοῦ σοῦ φόβου, ἀνακαινίσας Χριστέ, φωτί με σωτηρίας αὔγασον, ἵνα σε δοξάζω, εἰς πάντας τούς αἰῶνας. Κόρον μισήσασα παθῶν, ἑστιάθητι καλῶν τῇ καρυκείᾳ, καὶ ἡδύνθητι μᾶλλον, τῇ ἐκ νηστείας τρυφῇ, πικρίας ἡδονῶν ἐκκλίνουσα, ταπεινὴ ψυχή μου, καὶ ζῆθι εἰς αἰῶνας. Πεπωρωμένος τὴν ψυχήν, καὶ τῇ μέθῃ τῶν παθῶν ἐσκοτισμένος, οὐδαμῶς ἀτενίζω, πρὸς σὲ τὸν μόνον Θεόν· διό με οἴκτειρον καὶ φώτισον, καὶ τῆς μετανοίας ὑπάνοιξόν μοι πύλας.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὡς ὑπέρλαμπρος ὁ βίος σου Θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά· Χριστὸν γὰρ ἐδόξασας βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σωφροσύνῃ καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνοῦντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΧΑΙΡΕ ΚΕΧΑΡΙΤΩΜΕΝΗ

Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν. Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΤΗ ΘΕΙΑ ΑΠΑΡΧΗ

Τῆς Νηστείας τῇ θείᾳ ἀπαρχῇ, κατάνυξιν κτησώμεθα ψυχῆς, ἐκβοῶντες· Δέσποτα Χριστέ, τὴν προσευχὴν ἡμῶν δέξαι, ἐκλεκτὸν ὥσπερ θυμίαμα, καὶ ῥῦσαι δεόμεθα δυσώδους φθορᾶς ἡμᾶς, καὶ κολάσεως φρικτῆς, ὁ μόνος ὑπάρχων εὐδιάλλακτος.

Ο ΕΝΔΟΞΑΣΜΕΝΟΣ

Ὁ ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν Ἁγίων σου Χριστὲ ὁ Θεός, ὑπ' αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.

ΕΛΑΜΨΕΝ Η ΧΑΡΙΣ ΣΟΥ

Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

ΕΓΚΡΑΤΕΙΑ ΤΗΝ ΣΑΡΚΑ, ΤΑΠΕΙΝΩΣΑΙ

Ἐγκρατείᾳ τὴν σάρκα, ταπεινῶσαι πάντες σπουδάσωμεν, τὸ θεῖον ὑπερχόμενοι στάδιον, τῆς ἀμώμου Νηστείας, καὶ εὐχαῖς καὶ δάκρυσι, Κύριον τὸν σῴζοντα ἡμᾶς ἐκζητήσωμεν, καὶ λήθην τῆς κακίας παντελῆ ποιήσωμεν βοῶντες. Ἡμάρτομέν σοι, σῶσον, ὡς πάλαι Νινευΐτας, Χριστὲ Βασιλεῦ, καὶ κοινωνοὺς ἡμᾶς, οὐρανίου Βασιλείας ποίησον εὔσπλαγχνε. Ἐμαυτὸν ἀπελπίζω, ἐννοῶν τὰ ἔργα μου Κύριε, τὰ πάσης τιμωρίας ἐπάξια· ἰδοὺ γὰρ παραβλέψας, τὰ σεπτά σου Σῶτερ ἐντάλματα, ἀσώτως μου τὸν βίον ἠνάλωσα· διὸ καθικετεύω, μετανοίας ὄμβροις με καθάρας, νηστείᾳ καὶ δεήσει, ὡς μόνος Ἐλεήμων ἐκλάμπρυνον, καὶ μὴ βδελύξῃ με Εὐεργέτα τῶν ἁπάντων, καὶ Ὑπεράγαθε.

Λόγος Κατηχητήριος ἐπί τῇ ἐνάρξει τῆς Ἁγίας καί Μεγάλης Τεσσαρακοστῆς (2012)

ΠΗΓΗ : http://www.ec-patr.org/docdisplay.php?lang=gr&id=1452&tla=gr Ἀριθμ. Πρωτ. 101 + Β Α Ρ Θ Ο Λ Ο Μ Α Ι Ο Σ ΕΛΕῼ ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ - ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ ΠΑΝΤΙ Τῼ ΠΛΗΡΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ, ΧΑΡΙΣ ΕΙΗ ΚΑΙ ΕΙΡΗΝΗ ΠΑΡΑ ΤΟΥ ΣΩΤΗΡΟΣ ΚΑΙ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ΠΑΡ’ HΜΩΝ ΔΕ ΕΥΧΗ, ΕΥΛΟΓΙΑ ΚΑΙ ΣΥΓΧΩΡΗΣΙΣ «Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς νηστείας». Ἀγαπητοὶ ἐν Χριστῷ ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ, Κατὰ τὸν τελευταῖον καιρὸν παρατηρεῖται μία ἔξαρσις ἀνησυχιῶν. Πολλὰ προβλήματα ἀναφύονται. Ὁ κόσμος ὑποφέρει καὶ ζητεῖ βοήθειαν. Διερχόμεθα πράγματι μίαν γενικωτέραν δοκιμασίαν. Ἄλλοι τὴν ὀνομάζουν ὕφεσιν οἰκονομικήν, ἄλλοι κρίσιν πολιτικήν. Δι᾿ ἡμᾶς εἶναι ἐκτροπὴ πνευματική. Καὶ ὑπάρχει θεραπεία. Πολλαὶ λύσεις δίδονται καὶ ἀπόψεις ἀκούγονται. Ἀλλὰ τὰ προβλήματα παραμένουν. Ὁ ἄνθρωπος αἰσθάνεται ἐγκαταλελειμμένος καὶ μόνος. Ἀγνοεῖται ἡ βαθυτέρα φύσις του. Παραμένει εἰς τὴν κατήφειαν τῆς ἀσαφείας καὶ τῆς ἀπογνώσεω...

ΤΟΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν, νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους, τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος, ἐν αἷς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες, κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΡΟΚΟΠΙΟΥ ΤΟΥ ΔΕΚΑΠΟΛΙΤΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Οὐδέν, Δεκαπολῖτα, γῆς πᾶσαι πόλεις, Πρὸς τὴν νοητήν, ἔνθα περ τάττῃ, πόλιν. Εἰκάδι ἑβδομάτῃ Προκοπίῳ τέρμα φαάνθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται. Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην, Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνῃ κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου. Ὁ Θαλλέλαιος φαιδρῶς, ἥκει πρὸς πόλον, Θαλλοῖς ἐλαιῶν, ἀρεταῖς ἐστεμμένος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἁρματίου, ἐν εἰρήνῃ τελειοῦται. Γήρει Στέφανος πρύτανις ζωῆς πόρου, Ὃν περ θανόντα Πρύτανις στέφους στέφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νήσιος βουνεύροις τυπτόμενος, τελειοῦται. Νεύροις βοείοις Νήσιος πάσχων φέρει· Νευρούμενος γὰρ τῶν πόνων λήθην ἔχει...

ΠΟΥ ΦΥΛΑΚΙΣΤΗΚΕ Ο ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ;

Εικόνα

ΤΟ ΦΩΣ ΕΝ ΤΗ ΣΚΟΤΙΑ ΦΑΙΝΕΙ

Εικόνα

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ, ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ ΟΡΕΓΟΜΕΝΟΣ

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἐν σκηναῖς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε. Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοι ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

Κυριακή της Τυρινής ( 26-2-2012 )

Εικόνα

ΟΙ ΘΕΟΡΡΗΜΟΝΕΣ ΠΑΙΔΕΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

«Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν φλόγα, καταπατοῦντες ἐκραύγαζον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον». Σεσοφισμένῳ σου λόγῳ κατεβλήθη, ὁ σοφιστὴς τῆς κακίας, Ἱεροκήρυξ πανόλβιε, εὐσεβῶν δὲ καρδίαι, ἐνθέως εὐφράνθησαν. Συναγελάζῃ Πατέρων ὀμηγύρει, καὶ συνευφραίνῃ Ὁσίων, Πάτερ μακάριε πνεύμασιν· Εὐλογεῖτε τὰ ἔργα κραυγάζων τὸν Κύριον. Ἐξεδάφισας τεμένη τῶν δαιμόνων, ναὸν Θεοῦ ἐδομήσω, ἐν ᾧ πληθὺς μέλπει ὁσίων· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Βασιλικὴν ἁλουργίδα πορφυρώσας, ἐξ ἀρετῶν σου, καὶ ταύτην, ὡς Ἱερεὺς στολισάμενος, εἰς τὰ ἄνω χορεύεις, βασίλεια Ὅσιε.

ΥΠΕΡΑΣΤΡΑΠΤΕΙ ΠΛΕΟΝ ΗΛΙΟΥ

Ὑπεραστράπτει πλέον ἡλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαῖς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει· Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν σημείων ἀπείληφε τὴν χάριν, πάντας ἰᾶσθαι, παρεστὼς τῇ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΕΞΕΒΛΗΘΗ Ο ΑΔΑΜ, ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΗΣ ΤΡΥΦΗΣ

Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.

ΕΝ ΠΕΤΡΑ ΤΗΣ ΠΙΣΤΕΩΣ, ΕΡΗΡΕΙΣΜΕΝΟΣ

Ἐν πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος σοφέ, τὴν πέτραν ἐπόθησας, ἣν εἶδε πρὶν Δανιήλ, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὕψωσας τὴν φωνήν σου, καὶ τὸν νοῦν πρὸς τὸν Κτίστην, ἔβαλες τοὺς ὀχλοῦντας, τῇ σαρκὶ πολεμίους, τῇ σῇ σφενδόνῃ Γάζης ὁ σεπτός, πρόβολος Πάτερ Πορφύριε.

ΤΟΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ, ΜΑΚΑΡ ΠΟΡΦΥΡΙΕ

Τοῖς τῶν δακρύων σου ῥείθροις, Μάκαρ Πορφύριε, τὸν τῆς ψυχῆς καθάρας, ῥύπον ἔσβεσας φλόγα, παθῶν τῆς ἁμαρτίας, καὶ τὴν στολήν, ἐν πορφύρᾳ χρωννύμενος, ἐν οὐρανίοις πολεύῃ διὰ παντός, εἰς αἰῶνας ἀγαλλόμενος. Ὀρθοδοξίας ἐμπρέπων, θείοις ὑψώμασιν, Ἀρχιερέων κλέος, τῇ λυχνίᾳ ἐτέθης, ἄξιος ἐργάτης, μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω Παμμακάριστε. Ὁ μυστιπόλος τῆς κάτω, φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίῳ, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον καὶ θείαν, ἀΰλως ἀεί, ἐποπτεύων ἡμᾶς ταῖς αὐτοῦ, πρὸς τήν ἁγίαν Τριάδα πρεσβυτικαῖς, ἱκεσίαις ὁ Πορφύριος.

ΕΝ ΠΕΤΡΑ ΤΗΣ ΠΙΣΤΕΩΣ, ΕΡΗΡΕΙΣΜΕΝΟΣ

Ἐν πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος σοφέ, τὴν πέτραν ἐπόθησας, ἣν εἶδε πρὶν Δανιήλ, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὕψωσας τὴν φωνήν σου, καὶ τὸν νοῦν πρὸς τὸν Κτίστην, ἔβαλες τοὺς ὀχλοῦντας, τῇ σαρκὶ πολεμίους, τῇ σῇ σφενδόνῃ Γάζης ὁ σεπτός, πρόβολος Πάτερ Πορφύριε.

ΕΠΙ ΣΟΙ ΜΕΤΑ ΘΕΟΝ, ΕΛΠΙΖΟΜΕΝ ΠΑΝΑΧΡΑΝΤΕ

Ἐπὶ σοὶ μετὰ Θεόν, ἐλπίζομεν Πανάχραντε, καὶ τῷ ἐκ σοῦ προελθόντι, συσταυρούμενοι Χριστῷ, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου, ἀπροσκόπτους εἰς τέλος, ἡμᾶς διαφύλαξον.

ΟΙΜΟΙ! Ο ΑΔΑΜ, ΕΝ ΘΡΗΝΩ ΚΕΚΡΑΓΕΝ, ΟΤΙ ΟΦΙΣ ΚΑΙ ΓΥΝΗ

Οἴμοι! ὁ Ἀδάμ, ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι; Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τὸ στάδιον τῶν ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν...

ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΧΑΙΡΕ ΚΕΧΑΡΙΤΩΜΕΝΗ ΜΑΡΙΑ, Ο ΚΥΡΙΟΣ ΜΕΤΑ ΣΟΥ

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

ΟΜΒΡΟΝ ΕΙΣΔΕΞΑΜΕΝΗ

Ὄμβρον εἰσδεξαμένη, σοῦ ἐν τῇ νηδὺϊ τὸν οὐράνιον, Θεοτόκε Παρθένε, ἁμαρτίας τοὺς ὄμβρους ἐξήρανας.

ΜΕΤΑΝΑΣΤΕΥΣΑΣ ΤΗΝ ΠΟΛΛΗΝ, ΥΠΑΡΞΙΝ ΔΙΕΣΚΟΡΠΙΣΑΣ

Μεταναστεύσας τὴν πολλήν, ὕπαρξιν διεσκόρπισας, τοὺς πλάνῃ δὲ σκορπισθέντας, θαύμασιν ἀποστολικοῖς, συνήγαγες Πορφύριε· ἀλλὰ πρέσβευε Πάτερ, σωθῆναι τούς δούλους σου.

ΤΙΜΗΣ ΗΞΙΩΜΑΙ, ΕΓΩ Ο ΑΘΛΙΟΣ, ΠΑΡΑ ΣΟΥ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΕΝ ΤΗ ΕΔΕΜ

Τιμῆς ἠξίωμαι, ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου! Ἐμὲ θρηνήσατε, Ἀγγέλων τάγματα, Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν, τῶν ἐκεῖ εὐπρέπεια, τὸν πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα. Λειμὼν μακάριε, φυτὰ θεόφυτα, Παραδείσου τερπνότης νῦν ἐπ' ἐμέ, δάκρυα σταλάξατε, ἐκ φύλλων ὥσπερ ὀφθαλμῶν, τὸν γυμνόν, καὶ ξένον δόξης Θεοῦ. Οὐκέτι βλέπω σε, οὐκ ἀπολαύω σου, τῆς ἡδίστης καὶ θείας μαρμαρυγῆς, πάντιμε Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν, παροργίσας τὸν Ποιήσαντα.

ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Ἄρνας ποιμάνας ἐπὶ χλόην, ἀληθείας ὡς ἀρνίον τῷ ποιμένι, προσηνέχθης Χριστῷ, Πορφύριε κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νέμει καμάτων σου τὰ γέρα, κατοικίζων σε, μοναῖς ἐν ἀκηράτοις, Ἰησοῦς ὁ Χριστός, Πορφύριε βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Θαύμασι πλείστοις καὶ σημείοις, κατεκόσμησε τὸν βίον σου τρισμάκαρ, ὁ Χριστὸς ὃν ποθῶν, Πορφύριε ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΝΥΝ Ο ΚΑΙΡΟΣ ΤΩΝ ΑΡΕΤΩΝ ΕΠΕΦΑΝΗ

Νῦν ὁ καιρὸς τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν, ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον στέφανον.

Ο ΠΟΙΗΤΗΣ ΚΑΙ ΛΥΤΡΩΤΗΣ ΜΟΥ ΠΑΝΑΓΝΕ, ΧΡΙΣΤΟΣ Ο ΚΥΡΙΟΣ

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε. Διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ΤΗΣ ΣΟΦΙΑΣ ΟΔΗΓΕ, ΦΡΟΝΗΣΕΩΣ ΧΟΡΗΓΕ

Τῆς σοφίας ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον, συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης. Ὤ τὶς παρέλθῃ, τὶς δὲ καὶ παραδράμῃ Τὸν Πορφύριον, κἂν παρῆλθεν ἐκ βίου; Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ. Ῥίπτουσι τὴν σὴν Σαμαρεῖτιν εἰς φρέαρ, Τὴν εἰς φρέαρ σοι συλλαλήσασαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Φερνὴν ταλάντων μυρίων ἀνταξίαν, Φωτὼ φέρει σοι τὴν κάραν φώτων Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται. Δώσεις ἔπαθλον δενδροάθλῳ Φωτίδι, Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Ἡ Παρασκευὴ πρὸς ξίφος τὸν αὐχένα, Ἕτοιμον εἶχε καὶ παρεσκευασμένον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή,...

ΓΛΥΚΥΣ ΕΙΣ ΓΕΥΣΙΝ ΚΑΡΠΟΣ ΤΗΣ ΓΝΩΣΕΩΣ

Γλυκὺς εἰς γεῦσιν καρπὸς τῆς γνώσεως, ἐν τῇ Ἐδὲμ ἐφάνη μοι, πλησθέντι τῆς βρώσεως, εἰς χολὴν δὲ γέγονε τὸ τέλος αὐτῆς, οἴμοι ψυχὴ ἀθλία! πῶς ἀκρασίᾳ σε, τῆς τοῦ Παραδείσου ἑστίας, ξένην πεποίηκε; Θεὲ τῶν ὅλων, ἐλέους Κύριε, εἰς τὴν ἐμὴν ταπείνωσιν, εὐσπλάγχνως ἐπίβλεψον, καὶ μὴ πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ, ὅπως βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα, σπεύσω πάλιν θρήνοις, προσλαβεῖν ἅπερ ἀπώλεσα. Θρηνῶ, στενάζω, καὶ ἀποδύρομαι, τὰ Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος, τῆς εἴσοδον φυλάττειν ταχθέν, πᾶσι τοῖς Ἐδὲμ τὴν παραβάταις, οἴμοι! ἀπρόσιτον, εἰμὴ σὺ ἀκώλυτον Σωτήρ, ταύτην ποιήσεις μοι. Θαρρῶ τῷ πλήθει, τῷ τοῦ ἐλέους σου, Χριστὲ Σωτήρ, καὶ θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι, δι' οὗ καθηγίασας τὴν φύσιν βροτῶν, ἤνοιξας δὲ τὰς πύλας, τοῖς σοὶ λατρεύουσι, τὰς τοῦ Παραδείσου Ἀγαθέ, τὰς πρὶν κλεισθείσας Ἀδάμ.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ, ΑΝΑΜΝΗΣΙΝ ΠΟΙΟΥΜΕΘΑ ΤΗΣ ΑΠΟ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΗΣ ΤΡΥΦΗΣ

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς ἀπὸ τοῦ Παραδείσου τῆς τρυφῆς ἐξορίας τοῦ Πρωτοπλάστου Ἀδάμ. Κόσμος γενάρχαις πικρὰ συνθρηνησάτω. Βρώσει γλυκείᾳ, συμπεσὼν πεπτωκόσι. Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς τρυφῆς τοῦ Παραδείσου ἡμᾶς καταξίωσον, καὶ ἐλέησον, ὡς μόνος φιλάνθρωπος. Ἀμήν.

ΕΚΑΘΙΣΕΝ ΑΔΑΜ ΤΟΤΕ, ΚΑΙ ΕΚΛΑΥΣΕΝ ΑΠΕΝΑΝΤΙ

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα. Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

ΕΞΕΒΛΗΘΗ ΑΔΑΜ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ, ΔΙΑ ΤΗΣ ΒΡΩΣΕΩΣ

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Ο ΠΛΑΣΤΗΣ ΜΟΥ ΚΥΡΙΟΣ, ΧΟΥΝ ΕΚ ΤΗΣ ΓΗΣ

Ὁ πλάστης μου Κύριος, χοῦν ἐκ τῆς γῆς προσλαβών με, ζωηρῷ φυσήματι, ψυχώσας ἐζώωσε καὶ ἐτίμησεν, ἐπὶ γῆς ἄρχοντα, ὁρατῶν ἁπάντων, καὶ Ἀγγέλοις ὁμοδίαιτον. Σατὰν δ΄ ὁ δόλιος, ὀργάνῳ τῷ ὄφει χρησάμενος, ἐν βρώσει ἐδελέασε, καὶ Θεοῦ τῆς δόξης ἐχώρισε, καὶ τῷ κατωτάτῳ, θανάτῳ παραδέδωκεν εἰς γῆν. Ἀλλ' ὡς Δεσπότης καὶ εὔσπλαγχνος, πάλιν ἀνακάλεσαι. Στολὴν θεοΰφαντον, ἀπεξεδύθην ὁ τάλας, σοῦ τὸ θεῖον πρόσταγμα, παρακούσας Κύριε, συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ, καί τοὺς δερματίνους, νῦν χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ, ἀκάνθας καὶ τριβόλους δέ, φέρειν μοι ἡ γῆ κεκατήραται. Ἀλλ' ὁ ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς Παράδεισον. Παράδεισε πάντιμε, τὸ ὡραιότατον κάλλος, θεόκτιστον σκήνωμα, εὐφροσύνη ἄληκτε, καὶ ἀπόλαυσις, δόξα τῶν Δικαίων, Προφητῶν τερπνότης, καὶ Ἁγίων οἰκητήριον, ἤχῳ τῶν φύλλων σου, Πλάστην τὸν τῶν ὅλων ἱκέτευε, τὰς πύλας ὑπανοῖξαί μοι, ἃς τῇ παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι, ...

ΤΑΙΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΑΣΤΡΑΠΑΙΣ ΚΑΤΑΥΓΑΣΘΕΝΤΕΣ

Ταῖς τῶν πατέρων ἀστραπαῖς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νῦν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταῖς ἀρεταῖς, τῷ Σωτῆρι κραυγάζοντες· Εὐχαῖς αὐτῶν ὁ Θεός, μετόχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

ΩΣΠΕΡ ΜΕΓΑΣ ΗΛΙΟΣ, ΤΑΙΣ ΤΩΝ ΔΟΓΜΑΤΩΝ

Ὥσπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΩΣ ΕΥΣΕΒΕΙΑΣ ΚΗΡΥΚΑΣ

Ὡς εὐσεβείας κήρυκας, καὶ ἀσεβείας φίμωτρα, τῶν θεοφόρων τὸν δῆμον ἐφαίδρυνας, Κύριε, τὴν ὑφήλιον λάμποντα. Ἐν εἰρήνῃ τελείᾳ, ταῖς αὐτῶν ἱκεσίαις, τούς σὲ δοξάζοντας καὶ μεγαλύνοντας, διαφύλαξον, ψάλλειν καὶ ᾄδειν σοι, Ἀλληλούϊα.

Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ΤΟΙΣ ΤΟΥ ΒΙΟΥ ΤΕΡΠΝΟΙΣ ΕΝΗΤΕΝΙΣΑ, ΛΟΓΙΣΜΟΙΣ ΘΕΩΡΩΝ

Τοῖς τοῦ βίου τερπνοῖς ἐνητένισα, λογισμοῖς θεωρῶν τὰ γινόμενα, καὶ μετρήσας αὐτῶν τὰ ἐπώδυνα, τὴν ζωὴν τῶν βροτῶν ἐταλάνισα, ὑμᾶς δὲ μόνους ἐμακάρισα, τοὺς μερίδα καλὴν ἐπιλεξαμένους, τὸ παθεῖν τῷ Χριστῷ, καὶ μένειν σὺν αὐτῷ, καὶ συμψάλλειν ἀεὶ τῷ Προφήτῃ Δαυΐδ, Ἀλληλούϊα.

ΥΠΕΡ ΤΟ ΖΗΣΑΙ ΠΑΜΜΑΚΑΡ ΘΑΝΕΙΝ ΠΡΟΘΕΜΕΝΟΣ

Ὑπὲρ τὸ ζῆσαι Παμμάκαρ θανεῖν προθέμενος, τὴν τοῦ Χριστοῦ εἰκόνα, προσκυνεῖσθαι προστάττεις, καὶ πάντων τῶν Ἁγίων· ὅθεν λοιπὸν αἱρετιζόντων τὰ στόματα, Δαυϊτικῶς ἐνεφράγη, κατὰ Θεοῦ, τῶν λαλούντων ἀδικίαν πολλήν. Φιλαργυρίας τὴν νόσον ἀποσεισάμενος, τὸν θησαυρὸν τῆς ἄνω, βασιλείας ἐκτήσω, Ὅσιε θεόφρον· ὅθεν πιστῶς, ἡ σορὸς τῶν λειψάνων σου, τοῖς προσιοῦσι παρέχει θεοπρεπῶς, τὰ ἰάματα ἀοίδιμε. Ταῖς ἐντολαῖς τοῦ Κυρίου πολιτευόμενος, ὑπογραμμὸς ἐδείχθης, τῷ ποιμνίῳ σου Πάτερ, Ταράσιε τρισμάκαρ· ὅθεν καὶ νῦν , ταῖς διδαχαῖς σου φρουρούμεθα, ἀλλὰ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς. Τὸν ἀληθῆ Ἱεράρχην, καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ᾽ αὐτοῦ λαβόντα, τὴν τοῦ Πνεύματος χάριν, τιμήσωμεν ἀξίως Ταράσιον νῦν , τὸν σοφὸν ἀρχιποίμενα· ὡς παρρησίαν γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

ΓΝΩΜΗΝ ΒΟΥΛΗΝ ΚΑΙ ΣΥΝΕΣΙΝ, ΝΟΥΝ ΚΑΡΔΙΑΝ ΚΑΙ ΣΩΜΑ

Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σὺ μὲ φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος· ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὅλον τῆς σαρκός σου τὸ γεῶδες, ἀπέθου ἐγκρατείας πόνοις Ταράσιε, καὶ βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας· διὸ τῶν Ἀσωμάτων σε, χοροὶ ἐδέξαντο, ἀπαύστως ἐκβοῶντα τῷ Κτίστῃ· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Νάμασι Χριστοῦ τὴν Ἐκκλησίαν, δογμάτων Ἱεράρχα ὅλην κατήρδευσας, καὶ τὰ θεῖα σπέρματα, τοῦ Ἁγίου Πνεύματος, ἐν ταύτῃ ἐγεώργησας, καὶ ἐπλεόνασας· διὸ καρποφοροῦσα κραυγάζει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Μύρῳ νοητῷ τοῦ Παρακλήτου, χρισθεὶς ὡς Ἱερεὺς Πάτερ Ταράσιε, τῆς ἱερουργίας σου, τὴν στολὴν ἐποίκιλας, τῶν ἀρετῶν τοῖς χρώμασι, καὶ ταῖς λαμπρότησι· διὸ καὶ ἱερούργεις κραυγάζων· σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

ΙΔΕΤΕ, ΙΔΕΤΕ, ΟΤΙ ΕΓΩ ΕΙΜΙ Ο ΘΕΟΣ ΥΜΩΝ

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπ' ἐσχάτων, πλὴν ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος

ΠΑΝΤΕΣ ΕΝ ΩΔΑΙΣ ΠΝΕΥΜΑΤΙΚΑΙΣ, ΤΟΥΣ ΕΝ ΑΣΚΗΣΕΙ ΛΑΜΨΑΝΤΑΣ

Πάντες ἐν ᾠδαῖς πνευματικαῖς, τοὺς ἐν ἀσκήσει λάμψαντας, θείους Πατέρας ἡμῶν, ὑμνήσωμεν συμφώνως, οὓς ἤνεγκεν Αἴγυπτος, Θηβαῒς καὶ Λιβύη, ἅπας τόπος, καὶ πόλις, καὶ χώρα. Χαίροις Μοναστῶν ὁ ἀρχηγός ,  Ἀντώνιε πανένδοξε ,  Ἀμμοὺν ὁ θεοφόρος ,  τὸ τῆς νηστείας κλέος ,  Ἀρσένιε Ἀγγελε ,  κράτος τῆς ἡσυχίας ,  καὶ Ἀμμωνᾶς ὁ πνευματοφόρος . Τέρπου σκεῦος ὄντως τοῦ Θεοῦ ,  Ἀγάθων ἱερόψυχε ,  Ἀχιλλὰ καὶ Ἀμώη ,  τὰ ἄνθη τῆς ἐρήμου ,  Ἀνούβ ,  καὶ Ἀλώνιε ,  Ἀμοναθά ,  καὶ Ἄνθιμε ,  τῶν ἀρετῶν φαιδροὶ μαργαρῖται . Λύχνοι διακρίσεως ἡμῖν ,  ὑμνείσθω Ἄρης σήμερον ,  καὶ Ἀπολλὼς ὁ μέγας ,  ὑπακοῆς δὲ φῶτα ,  Ἀθρὲ καὶ Ἀκάκιος ,  τούτοις καὶ Ἀββακύρης ,  συνεκλάμπει ,  ὥς τις ἑωσφόρος . Ὄρος πολιτείας ὑψηλῆς ,  ἀνέφανεν Αὐξέντιος ,  ἀθλητὴς δὲ ἁγνείας ,  Ἀβράμιος ,  ὁ μέγας ,  μεθ '  ὧν Ἀφροδίσιος ,  στῦλος τῆς ἐγκρατείας ἀνεδείχθη ,  σὺν Ἀθη...

ΚΑΘΑΡΙΣΩΜΕΝ ΕΑΥΤΟΥΣ ΑΔΕΛΦΟΙ

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας, μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός, ὅταν ὁ Νυμφίος ἐλεύσεται, πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ. Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων, τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες· Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασῴζεται.

ΤΗΝ ΣΚΟΤΙΣΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ ΤΩ ΣΚΟΤΕΙ

Τὴν σκοτισθεῖσάν μου ψυχὴν τῷ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἀγαθοῖς δώρησαί μοι Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθάσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει· Οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΑΡΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει, Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον. Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται. Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἡλίου, Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἡλίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου. Ἄσειτος εἶ Ῥηγῖνε τὴν προθυμίαν, Κἂν δεινὸν ἐνσείσωσι πυκνὰ σοι ξίφη. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται. Ἐνθέντες Ἀντώνιον εἰς πῦρ οἱ πλάνοι, Ἔψουσιν ὄψον νόστιμον τῷ Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται. Ἑκων ἀμείψας, ὡς ὁ Δαυΐδ, τὰς φρένας, Βίον διέδρας, οὐ τὸν Ἀγχοῦς παμμάκαρ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται. Σπένδεις...

ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ ΤΥΡΙΝΗΣ, ΜΝΕΙΑΝ ΕΠΙΤΕΛΟΥΜΕΝ ΠΑΝΤΩΝ

Τῷ Σαββάτῳ τῆς Τυρινῆς, μνείαν ἐπιτελοῦμεν πάντων τῶν ἐν ἀσκήσει λαμψάντων ἁγίων Ἀνδρῶν τε καὶ Γυναικῶν. Ψυχαῖς Δικαίων, ὧν ἀεὶ μνήμη μένει, Χοὰς μενούσας, προσκομίζω τοὺς λόγους. Ταῖς τῶν Ὁσίων σου πάντων πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

ΜΝΗΜΗ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΑΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΣΟΥ ΑΣΤΡΑΠΑΙΣ, ΔΕΣΠΟΙΝΑ

Ταῖς φωτοβόλοις σου ἀστραπαῖς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε.

ΗΝΟΙΞΕ ΠΡΟΠΥΛΑΙΑ, ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ

Ἤνοιξε προπύλαια, τῆς ἐγκρατείας ἡ πάνσεμνος, κεφαλή σου Πανεύφημε, καὶ τρυφὴν προέθηκεν, ἡδυτάτην πᾶσι, θείων χαρισμάτων, ὧν περ μετέχοντες πιστῶς, τὸ τῆς νηστείας τραχὺ γλυκαίνομεν, καὶ πίστει εὐφημοῦμέν σε, καὶ ἐκβοῶμεν Χριστῷ τῷ Θεῷ, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Μύρα ὥσπερ νάματα, ἡ κεφαλὴ ἀποστάζουσα, τοῦ Προδρόμου ἀέναα, καὶ τραπέζῃ σήμερον, ἀποτεθειμένη, μυστικῇ καὶ θείᾳ, εὐωδιάζει νοητῶς, καὶ ἀηδίαν ἐλαύνει θλίψεων, καὶ εὐφροσύνης ἅπαντας, πληροῖ τοὺς πόθῳ κραυγάζοντας· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔτεμεν ἡ Κάρα σου, καθάπερ ξίφος τομώτατον, κεφαλὰς ἀνομούντων ἐχθρῶν, καὶ νάματα ἔβλυσεν, εὐνομοῦσι πᾶσι, τῶν θείων χαρίτων· καὶ διὰ τοῦτό σε πιστῶς, ἀνευφημοῦμεν φίλον καὶ Πρόδρομον, Ἰωάννη τοῦ Κτίσαντος, καὶ ἐκβοῶμεν αὐτῷ ἐκτενῶς· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Τὴν πανσεβάσμιον Κάραν, τοῦ Βαπτιστοῦ σου Κύριε, φανερωθεῖσαν σήμερον ἐκ γῆς, μετὰ φωνῆς αἰνέσεως, ἀρυσάμενοι πιστῶς, εἰς πρεσβείαν φιλάνθρωπε, οἱ ἑπταικότες δοῦλοί σου, προσάγ...

ΠΡΟΦΗΤΑ ΘΕΟΥ, ΚΑΙ ΠΡΟΔΡΟΜΕ ΤΗΣ ΧΑΡΙΤΟΣ

Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

ΣΤΑΥΡΩ ΤΑΣ ΧΕΙΡΑΣ ΠΡΟΣΗΛΩΘΕΙΣ

Σταυρῷ τὰς χεῖρας προσηλωθείς, λόγχῃ τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέρρρηξας· διό σε Ζωοδότα ὕμνοις δοξάζομεν. Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθείς μοι ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῷ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας. Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νῦν ἐπέστη, πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα. Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον· δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστείᾳ καὶ δεήσει προκαθαιρόμενοι. Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῷ δι' ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρᾳ τῆς ἐγκρατείας, συγχώρησιν βραβεύσῃ τῶν ἐπταισμένων ἡμῖν.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις Στρατιαῖς σε μακαρίζομεν». Σαφῶς τῆς πλήρους δεκάδος Πρόδρομε, τῶν ἐντολῶν σὺ φύλαξ ἐξ ἰσχύος γενόμενος, καταλλήλως πρὸς Χριστοῦ τετίμησαι, χαρισμάτων δεκάδι· ὅθεν τοῦ Λόγου σε μύστην τε καὶ φίλον νῦν εἰδότες, σὲ μακαρίζομεν. Χριστοῦ προφήτης τε καὶ Ἀπόστολος, Ἄγγελός τε καὶ Πρόδρομος τῆς θείας σαρκώσεως, Βαπτιστὴς καὶ Ἱερεὺς καὶ Μάρτυς πιστός, κήρυξ τε τοῖς ἐν ᾍδου, σὺ ἐχρημάτισας, καὶ τοῖς παρθενεύουσι κανών, καὶ τῆς ἐρήμου βλαστός. Ψυχῆς τὸ ἄπιστον δειγματίζεται, ἱερουργοῦ χειρὸς νενεκρωμένης τῷ θαύματι, βλαστησάσης αὖθις διὰ τῆς πίστεως· σῆς γὰρ ἐκφανθείσης Κάρας Μακάριε, ἡ καταποθεῖσα παλάμη ἀνακαινίζεται.

ΕΚ ΤΟΥ ΚΥΡΙΟΥ ΤΗΝ ΜΑΡΤΥΡΙΑΝ

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

ΑΓΙΑ ΠΑΡΘΕΝΕ Η ΤΩΝ ΠΙΣΤΩΝ

Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῷ τῆς νηστείας πᾶσι δίδου, τοῖς Θεοτόκον ἁγνήν σε γινώσκουσι.

Ο ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ ΘΕΙΟΣ ΚΑΙΡΟΣ, ΕΠΕΛΑΜΨΕ

Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν πταισμάτων, τοῦτον προθύμῳ καρδίᾳ δεξώμεθα. Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή· ταύτῃ νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν. Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάσῃ σεμνότητι.

ΛΑΜΠΡΟΦΑΝΗΣ ΑΝΕΤΕΙΛΕΝ, Η ΤΙΜΙΑ ΣΟΥ ΚΑΡΑ

Λαμπροφανὴς ἀνέτειλεν, ἡ τιμία σου Κάρα, ἐκ τῶν ἀδύτων κόλπων γῆς, Πρόδρομε Ἰωάννη, λύχνε φωτὸς τοῦ αὔλου, ἧς τὴν εὕρεσιν πόθῳ, τελοῦντες δυσωποῦμέν σε, τῶν δεινῶν εὑρεῖν λύσιν, καὶ τὸν καιρόν, εὐμαρῶς ἀνύσαι τῆς ἐγκρατείας, πρεσβείαις σου πανεύφημε, Βαπτιστὰ τοῦ Σωτῆρος.

ΩΣ ΕΧΟΥΣΑ ΤΟ ΣΥΜΠΑΘΕΣ, ΕΙΣ ΤΗΝ ΤΑΠΕΙΝΩΣΙΝ ΗΜΩΝ

Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.

ΑΝΥΨΩΣΟΝ ΕΚΚΛΗΣΙΩΝ, ΤΟ ΚΕΡΑΣ

Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τῇ σῇ δυνάμει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθάσαι σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ καταπροσκυνῆσαί σε τὸ ὑποπόδιον Χριστοῦ· ἐν σοὶ γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον.

ΤΟΥ ΗΛΙΟΥ ΝΕΦΕΛΗ ΤΟΥ ΝΟΗΤΟΥ

Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ΚΑΡΠΟΥΣ ΤΟΥΣ ΛΟΓΙΚΟΥΣ, ΤΩ ΚΥΡΙΩ ΠΡΟΣΦΕΡΩΝ

Καρποὺς τοὺς λογικούς, τῷ Κυρίῳ προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε· ὅθεν σήμερον, οἱ φωτισθέντες σοῖς λόγοις, ἀνυμνοῦμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.

ΤΟΝ ΤΗΣ ΧΑΡΙΤΟΣ ΒΟΤΡΥΝ ΕΝ ΤΗ ΨΥΧΗ

Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχῇ, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος· ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.

ΠΟΛΛΟΥΣ ΚΑΡΠΟΥΣ ΠΡΟΣΗΝΕΓΚΑΣ

Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.

ΤΗΝ ΤΗΣ ΣΟΦΙΑΣ ΧΡΗΣΤΟΤΗΤΑ ΑΡΥΣΑΜΕΝΟΣ

Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσίᾳ τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου Θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν Θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεΐαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς δὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτῳ ἔνδοξε, ἐν ᾧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ πιστεύομεν, δοξάζοντες Κύριον.

ΥΒΡΕΙΣ ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ

Ὕβρεις ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε,Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ατιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ

«Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν». Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν. Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῷ θρόνῳ τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθάσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρῶς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας. Ἡ τῆς ἁγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῷ τὴν καρδίαν σοι, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε. Στεφηφοροῦντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιᾶς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῷ Χριστῷ σε, προθύμως προβαλλόμεθα.

ΓΗ ΣΥΜΠΑΣΑ ΚΥΡΙΕ, ΤΗΣ ΣΗΣ ΑΙΝΕΣΕΩΣ

Γῆ σύμπασα Κύριε, τῆς σῆς αἰνέσεως ἐπλήσθη· πᾶσαν γὰρ διέδραμε, τῶν θείων Μαθητῶν σου, ὁ φθόγγος ὁ ἔνθεος, ἐκ βυθοῦ ἀγνωσίας μεταστρέφων πρὸς γνῶσιν, ἀναμέλπουσαν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ἡ χάρις ἡ ἔνθεος, τῆς μετανοίας ἐπεφάνη, σωτηρίαν φέρουσα, τοῖς ταύτης ἐντρυφῶσι, τὰ ἆθλα καὶ σκάμματα, τῶν ἱδρώτων καὶ κόπων· διὸ τρέχε ψυχή μου τῷ Δεσπότῃ σου, τῶν πολλῶν σου πταισμάτων ζητοῦσα, λαβεῖν τὴν συγχώρησιν. Τὸ στάδιον ἤνοικται, τῆς θεοσδότου ἐγκρατείας, φαιδρῶς ὑπαντήσωμεν, οἱ χρῄζοντες ἐλέους· διψᾷ γὰρ ὁ εὔσπλαγχνος, τὴν ἡμῶν σωτηρίαν, καὶ τοῦ δοῦναι συγγνώμην, ἐπεκτείνεται, τοῖς αὐτὸν ἐκζητοῦσι προθύμως, καὶ πόθῳ δουλεύουσι. Νηστείᾳ στομώθητι, εἰρηνευούσῃ διανοίᾳ, θρέψον δὴ τὸν Κύριον, ψυχὴ τῇ εὐπραξίᾳ, ἀρετῆς ἐδέσματα, ὡς εὐώδεις θυσίας, προσκομίζουσα τούτῳ, καὶ κραυγάζουσα· Εὐλογεῖτε τὰ ἔργα, ἀπαύστως τὸν Κύριον.

ΠΑΝΤΩΝ ΘΛΙΒΟΜΕΝΩΝ Η ΧΑΡΑ, ΚΑΙ ΑΔΙΚΟΥΜΕΝΩΝ

Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.

ΕΛΑΜΨΕ ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ

Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια, τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα, ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης, τῶν ψυχικῶν παθῶν, τὴν ἰατρείαν φέρουσα, ταύτῃ ποτὲ Δανιήλ, καὶ οἱ ἐν Βαβυλῶνι Παῖδες φραξάμενοι, ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν, οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν, μεθ' ὧν καὶ ἡμᾶς δι' αὐτῆς σῶσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΕΞΕΛΑΜΨΑΝ ΕΝ ΤΩ ΚΟΣΜΩ

Ἐξέλαμψαν ἐν τῷ κόσμῳ, ἀκτῖνα θεογνωσίας, οἱ Μαθηταί σου, καὶ τὴν πλάνην ἀπημαύρωσαν, τῆς ἀπάτης λύσαντες τὴν ζόφωσιν, αὐτῶν προσευχαῖς, σῶσον τοὺς ὑμνοῦντάς σε. Τὰ πρόθυρα τῆς νηστείας, ἀγώνων στεφανωθέντα, ταῖς εὐκαρπίαις, δεξιοῦνται τοὺς προσῳδαῖς μυστικαῖς, τρέχοντας, νηφαλέως ὕμνοις καὶ σπουδαίως πιστοί, ἅπαντες συνδράμωμεν. Νεκρώσεως τοὺς χιτῶνας, δεξάμενος προπετείᾳ τῆς ἀκρασίας, ἐνεδύθην ὁ ταλαίπωρος, ἀλλὰ σύ με ἔνδυσον Υἱὲ τοῦ Θεοῦ, στολὴν φωτεινήν, τῆς ἀναγεννήσεως. Ὁ βίος μου πονηρίᾳ, καὶ πάσῃ ἀκαθαρσίᾳ συνετελέσθη, ἀλλὰ σοὶ τῷ πανοικτίρμονι, καταφεύγω, πρόφθασον οὖν σῶσόν με, Χριστὲ ὁ Θεός, τῇ σῇ ἀγαθότητι.

ΤΗΝ ΤΕΣΣΑΡΑΚΟΝΘΗΜΕΡΟΝ

Τὴν τεσσαρακονθήμερον, καὶ προκαθάρσιμον, οἱ Ἀπόστολοι πάντες, σήμερον στέφουσι, καὶ τῆς νηστείας τὸν καιρὸν ἁγιάζουσι, παρὰ Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ τήν Ἀνάστασιν αὐτοῦ προκαταγγέλλουσι πᾶσι, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Σοὶ Πολύκαρπος ὡλοκαυτώθη Λόγε, Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως. Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου. Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων, Συντάσσεταί σοι, καὶ μεθίσταται βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Τιμῶ τελευτὴν σὴν σιγῇ, Γοργονία, Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται. Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου, Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται. Θεὴν ἀποσκώπτουσαν εἰς θεοὺς πλάνους, Οἱ τῆς πλάνης κτείνουσι προστάται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ζεβινᾶ, Πολυχρονίου, Μωσέως,...

ΟΤΕ ΤΗΣ ΠΑΡΘΕΝΟΥ Ο ΚΑΡΠΟΣ

Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γῆν ἐνέπεσε, τότε σε πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοῖς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείῳ, αἵματι καὶ ἱερωσύνης, μύρῳ καθαγνίζοντα Πολύκαρπε. Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταῖς μαρμαρυγαῖς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἧς νῦν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε. Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τῇ δρεπάνῃ τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοῖς τῶν κολάσεων, ληνοῖς πατούμενον, οὗπερ εὐφροσύνης κρατῆρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγῶνάς σου δοξάζομεν.

ΤΩΝ ΕΝ ΣΟΙ ΤΑΣ ΕΛΠΙΔΑΣ, ΠΑΡΘΕΝΕ ΑΧΡΑΝΤΕ

Τῶν ἐν σοὶ τὰς ἐλπίδας, Παρθένε ἄχραντε, ἀνενδότως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον αὐτούς, πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνοῦντάς σε.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τῇ ἀγάπῃ τοῦ Σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΓΙΑΣΘΕΙΣΑ ΠΝΕΥΜΑΤΙ, ΘΕΟΤΟΚΕ ΠΑΝΑΜΩΜΕ

Ἁγιασθεῖσα πνεύματι, Θεοτόκε Πανάμωμε, τὸν ἐν τοῖς Ἁγίοις ἐπαναπαυόμενον, ἐκύησας Ἅγιον, καὶ εὐεργέτην μόνον Θεόν, πάντας τοὺς βοῶντας, ἁγιάζοντας πίστει· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΥΨΩΘΕΝΤΟΣ ΣΟΥ ΣΩΤΗΡ, ΕΚΟΥΣΙΩΣ ΕΝ ΣΤΑΥΡΩ

Ὑψωθέντος σου Σωτήρ, ἑκουσίως ἐν Σταυρῷ, ἡ κτίσις πᾶσα, ἐδονήθη τῆς γῆς, καὶ ἐρράγη τοῦ Ναοῦ τὸ καταπέτασμα. Ἐμαστίχθης ἐν Σταυρῷ ὦ Ἰησοῦ μου δι' ἐμέ, καὶ ἐκεντήθης, τὴν πλευρὰν ἀγαθέ· ὅθεν πίστει προσκυνῶ, τὸ θεῖον κράτος σου.

ΕΞΕΤΕΙΝΑΣ ΠΑΛΑΜΑΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΣΟΥ

Ἐξέτεινας παλάμας ἐν τῷ Σταυρῷ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῷ πάθει σου τοὺς ἀνθρώπους· διὸ ὑμνοῦμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν. Τῇ βρώσει τῇ τοῦ ξύλου θανατωθέντες, τῷ ξύλῳ ἐζωώθημεν τοῦ Σταυροῦ σου. Αὐτὸν οὖν σοι προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε. Τὰ πρόθυρα ἠνέῳκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσῃ προθυμίᾳ διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων. Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι. Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῷ Δεσπότῃ· Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε. Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, ἐκ χειρὸς ...

ΕΝ ΚΥΡΙΩ ΘΕΩ ΜΟΥ, ΕΣΤΕΡΕΩΘΗ Η ΚΑΡΔΙΑ ΜΟΥ

Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου· διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. Ὁ θαυμάσιος Ἐνώχ, δι' ἐγκρατείας μετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτυποῦντες, μετατεθῶμεν ἐκ φθορᾶς πρὸς ζωήν. Προσευχαῖς καὶ νηστείαις, τὸν Λυτρωτὴν ἱλεωσώμεθα· συγχαίρει γὰρ ὁ Κτίστης, τῇ μετανοίᾳ τῶν κτισμάτων αὐτοῦ. Ἑτοιμάζου ὦ ψυχή, καὶ προκαθαίρου, πρὸ τοῦ πάθους Χριστοῦ, ἵνα τῇ ἀναστάσει, πνευματικῶς συνεορτάσῃς αὐτῷ.

ΤΑΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΙΔΕΑΙΣ ΤΩΝ ΒΑΣΑΝΩΝ...

Ταῖς πολυτρόποις ἰδέαις τῶν βασάνων, ἐναπεκδυσάμενοι τοὺς τῆς νεκρώσεως, χιτῶνας Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐνεδύσασθε, καὶ νῦν τὰ οὐράνια περιπολεύετε, τῷ θεϊκῷ θρόνῳ πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι· ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τήν θήκην, ἱερῶς περιπτυσσόμεθα. Ἐξ ἀσθενείας βροτῶν δύναμις θεία, ἰάσεων πρόεισι τοῖς προσπέλάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, πηγὰς θαυμάτων βρύει ἐν χάριτι, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες· Σῶτερ τοῦ κόσμου, δι' ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, ταῖς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον. Οἱ ἐπὶ χρόνους μακροὺς ἐγκεκρυμμένοι, καλλίνικοι Μάρτυρες νῦν πεφανέρωνται, καθάπερ ὄλβος πολύτιμος, τὴν Βασιλίδα, καταπλουτίζοντες πασῶν πόλεων, παλάμαις φερόμενοι, ἀρχιερέως σοφοῦ, καὶ εἰς ναὸν κομιζόμενοι, σεπτῶς τόν, θεῖον, καὶ τοῖς αἰτοῦσι διανεμόμενοι, εἰς πᾶσαν ῥῶσιν, εἰς ὠφέ...

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὡς τῆς ἀμπέλου κλήματα, τῆς ἀΰλου ὑπάρχοντες, βότρυας ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ οἶνον ἐκέρασαν, ἀθανασίας πᾶσι σαφῶς, μέθην ψυχικῆς, ἀποκρουόμενον βλάβης, οἱ Μάρτυρες βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τοῖς ὀχετοῖς τοῦ αἵματος, ποταμοὺς ἀπεξήραναν, εἰδωλομανίας, καὶ πυρὰν ἐτέφρωσαν, ἀθέου προστάγματος, οἱ ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲ πιστῶς, ἀναβοῶσαν καρδίαν, κατήρδευσαν πλουσίως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἱεραρχῶν ὁ πρόκριτος, ἱερῶς συγκινούμενος, τὴν συγκομιδὴν τὴν ἱερὰν πεποίηται, ὑμῶν Παμμακάριστοι, καὶ ἐτησίως ταύτην τιμᾷ, μέλπων σὺν παντί, τῷ ἱερῷ καταλόγῳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΚΑΤΑΛΗΠΤΟΝ ΕΣΤΙ ΤΟ ΜΥΣΤΗΡΙΟΝ ΣΕΜΝΗ

Ἀκατάληπτόν ἐστι τὸ μυστήριον σεμνή, τῆς σῆς λοχείας· τίκτεις γὰρ Μαριάμ, ἀπειράνδρως τὸν Θεόν, καὶ μένεις ἄφθορος. Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Τῆς νηστείας τὸν καιρόν, τῇ δυνάμει σου Χριστέ, καθαγιάσας, σῶσον πάντας ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, τοὺς προσκυνοῦντάς σε.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΟΤΕ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνω, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Γνωστοὶ τῷ ποιήσαντι, τῷ μαρτυρίῳ πάλαι γενόμενοι, ἀφανῶς κεκρυμμένοι, ἡμῖν ἀρτίως νῦν ἐπεγνώσθητε, τοῖς μελῳδοῦσι· Πανεύφημοι Μάρτυρες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἀντλήσατε ἄνθρωποι, πηγῆς βρυούσης νᾶμα σωτήριον, ὀχετῶν ἐξ ἀΰλων, διὰ λειψάνων Μαρτύρων σήμερον, καὶ μελῳδεῖτε τῷ τούτους δοξάσαντι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Φωτὸς οἰκητήρια, ἀναδειχθέντες διὰ βασάνων πολλῶν, κατακρύψει ζοφώδει, ἐτῶν διαύλοις κατακρυπτόμενοι, ὡς ἐξ ὑδάτων φωστῆρες ἐξέλαμψαν, οἱ Ἀθληταί σου Χριστέ, φωταγωγοῦντες ἡμᾶς.

ΑΣΟΜΑΙ ΣΟΙ ΚΥΡΙΕ Ο ΘΕΟΣ ΜΟΥ, ΟΤΙ ΕΞΗΓΑΓΕΣ ΛΑΟΝ

«ᾌσομαί σοι Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν». Νηστεύων ὁ Κύριος ἀνθρωπίνως, πρὸς ὑποτύπωσιν ἡμῶν, νικᾷ τὸν πειράζοντα, δεικνὺς τὸ ἡμέτερον, καὶ ὅρους ὑπογράφων ἡμῖν. Μωσῆς ὁ θειότατος ἐν Σιναίῳ, δι' ἐγκρατείας τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον, λαλεῖν κατηξίωται· Αὐτὸν πιστοὶ ζηλώσωμεν. Ἱλάσθητι Κύριε τῷ λαῷ σου, καὶ ἐπιβλέψας ὡς Θεός, ἱλέῳ σου ὄμματι, ἐπίσκεψαι ἅπαντας, τῷ πλήθει τοῦ ἐλέους σου.

ΜΝΗΜΗ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΟΙΣ ΕΥΓΕΝΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι, Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην. Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ. Ἀθανάσιος, θρέμμα Παυλοπετρίου, Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας, Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει, «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην». Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου. Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρει, Ὥς περ θάλασσαν ἐκφυγόντας τὸν β...

ΜΕΤ' ΕΙΡΗΝΗΣ ΔΙΕΛΘΕΙΝ ΗΜΑΣ ΤΟΥΣ ΤΑΠΕΙΝΟΥΣ

Μετ' εἰρήνης διελθεῖν ἡμᾶς τοὺς ταπεινούς, τὴν προκαθάρσιμον εὐδόκησον τῶν Νηστειῶν, τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου Χριστὲ ὁ Θεός, κατάβαλε τοῦ ἐχθροῦ τὰ πανουργεύματα, καὶ τῷ Σταυρῷ σου πάντας διάσωσον, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.

Ο ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ κτίστῃ εἰς τοὺς αἰῶνας». Παθοκτόνος γεγένησαι, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου Πάτερ τῆς ἀγρυπνίας, ἀναβάσεις ἀεί, ἀρετῶν Ὅσιε, μελετῶν ἐν καρδίᾳ, καὶ ἐκ δόξης βαίνων ἐπὶ δόξαν, τῆς ἀτελευτήτου, ζωῆς καὶ ἀφθαρσίας. Ὡς θυμίαμα Ὅσιε, τὰς προσευχάς σου Θεῷ, τῷ καθαρωτάτῳ, σὺ προσενέγκας καθαρᾶς ἐκ ψυχῆς, θείαν ἐνέργειαν, παρ᾽ αὐτοῦ ἐκομίσω τῶν θαυμάτων, δαίμονας ἐλαύνειν, καὶ τὰς τῶν ἀνθρώπων ἰᾶσθαι ἀσθενείας. Μισοπόνηρος ἄκακος, καὶ συμπαθὴς καὶ πραΰς, καὶ δικαιοσύνῃ κεκοσμημένος, Πάτερ γέγονας, ὅσιος, ἄμεμπτος, ἀπεχόμενος πάσης ἀδικίας, στῦλος Μοναζόντων· ὅθεν σε τιμῶμεν, Πιστοὶ εἰς τοὺς αἰῶνας.

ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΤΥΡΑΝΝΩΝ, ΤΟΝ ΦΟΒΟΝ ΑΠΩΣΑΝΤΟ ΟΙ ΧΡΙΣΤΟΥ ΣΤΡΑΤΙΩΤΑΙ

Βασιλέων καὶ τυράννων, τὸν φόβον ἀπώσαντο οἱ Χριστοῦ Στρατιῶται, καὶ εὐθαρσῶς καὶ ἀνδρείως αὐτὸν ὁμολόγησαν, τὸν ἁπάντων Κύριον, Θεὸν καὶ Βασιλέα ἡμῶν, καὶ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ο ΔΙ ΑΓΓΕΛΟΥ ΠΑΙΔΑΣ

«Ὁ δι' Ἀγγέλου Παῖδας, ἐκ πυρὸς διασώσας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλὼν εἰς δρόσον, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Σβέσας παθῶν τὴν φλόγα, τῶν δακρύων τῇ δρόσῳ, χάριν θαυμάτων ἔβλυσας, δι' ὧν ἀποκαθαίρεις τοὺς μολυσμούς, τῶν παθημάτων Τιμόθεε. Μακαρισμοῦ τοῦ θείου, ἀψευδῶς τετύχηκας, τὴν τῶν πραέων Ὅσιε, κληρονομήσας χώραν, καὶ τῆς χαρᾶς τῶν ἐκλεκτῶν ἐμφορούμενος. Λύσιν ἁμαρτημάτων, τοῖς τελοῦσιν ἐκ πόθου, τὸ ἱερὸν μνημόσυνον, τῆς μεταστάσεώς σου, ὡς παρρησίαν εὑρηκώς, Παμμάκαρ αἴτησαι.

ΩΣ ΑΣΤΗΡ ΠΟΛΥΦΩΤΟΣ ΕΚ ΤΗΣ ΕΩΑΣ

Ὡς ἀστὴρ πολύφωτος ἐκ τῆς Ἑῴας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν πιστῶν, τὰς ἀρετὰς τῶν θαυμάτων σου, θαυματοφόρε θεόφρον Τιμόθεε.

ΩΣ ΟΡΘΡΟΣ ΕΞΕΛΑΜΨΕΝ, ΗΜΙΝ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ...

Ὡς ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς ἐγκρατείας. Τοῦ σκότους με λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῷ πλήθει τοῦ ἐλέους σου, ὡς μόνος ἐλεήμων. Πυρός με ἐξάρπασον, καὶ σκώληκος Σωτήρ, τοῦ ἀκοιμήτου, μετανοίας ἐμμελείᾳ καθαρθέντα.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΕΝ ΣΥΜΒΟΛΟΙΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Καὶ ζῶντα Τιμόθεε καὶ τεθνηκότα, Τιμᾷ Θεὸς ζώντων σε καὶ τεθνηκότων. Εἰκάδι Τιμόθεον πρώτῃ κατὰ σῆμα κάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος. Ὁ Γεώργιος, καὶ λιπὼν τὸ σαρκίον, Πολλοῖς γεωργεῖ ψυχικὴν σωτηρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικῶν, ἐν εἰρήνῃ τελειοῦται. Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης, Καὶ τῶν μακρῶν σου νῦν σχολὴν ἄγεις πόνων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Μακάριος εἶ καὶ θανὼν Ζαχαρία, Ζαχαρία πρόεδρε γῆς μακαρίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡΑΓΑΘΕ ΛΟΓΕ ΣΥΝ ΤΩ ΠΑΤΡΙ

Ὑπεράγαθε Λόγε σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφίᾳ σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθείᾳ, εὐδόκησον εὔσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτῳ ψυχῇ, ἐν προθύμῳ τῷ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου.

ΤΟΝ ΑΠΟ ΒΡΕΦΟΥΣ

Τὸν ἀπὸ βρέφους Κυρίῳ ἀνατεθέντα, καὶ ἐκ σπαργάνων τὴν χάριν ἀνειληφότα, πάντες τοῖς ᾄσμασι στεφανώσωμεν, Λέοντα τὸν φωστῆρα τῆς Ἐκκλησίας καὶ πρόμαχον· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

ΦΑΙΔΡΑ ΠΡΟΕΟΡΤΙΑ, ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ, ΛΑΜΠΡΑ ΤΑ ΠΡΟΟΙΜΙΑ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΣΗΜΕΡΟΝ

Φαιδρὰ προεόρτια, τῆς ἐγκρατείας, λαμπρὰ τὰ προοίμια τῆς νηστείας σήμερον· διὸ συνδράμωμεν, ἐν πεποιθήσει ἀδελφοί, καὶ προθυμίᾳ πολλῇ. Ἀδὰμ τὸν προπάτορα, τῇ παραβάσει, ζηλώσας ἐκβέβλημαι, τῆς τρυφῆς ὁ ἄθλιος· διὸ προσπίπτω σοι· ἐν μετανοίᾳ καὶ κλαυθμῷ, Κύριε σῶσόν με. Ἀρχὴ κατανύξεως, καὶ μετανοίας, κακῶν ἀλλοτρίωσις, καὶ παθῶν ἐγκράτεια· διὸ σπουδάσωμεν, ἀποκοπὴν τῶν πονηρῶν, ἔργων ποιήσασθαι.

ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ, ΚΑΤΕΠΑΤΗΣΑΝ

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Τάξεις τῶν θείων Ἀσωμάτων, μετὰ σώματος μιμούμενος θεόφρον, ἐλειτούργεις Θεῷ, ἀπαύστως ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὦτα κωφεύοντα Παμμάκαρ, δι' ἐντεύξεως ἠνέῳξάς σου θείας, καὶ χωλοῖς προφανῶς, παρέχεις εὐδρομίαν· Εὐλογητὸς εἶ μέλπουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νεύματι θείῳ τοῦ Δεσπότου, ἀκατάφλεκτος διέμεινας ἐν μέσῳ, εἰσελθὼν τοῦ πυρός· ὁ μέτοχος δὲ τούτου, κρίσει δικαίᾳ φλέγεται, Ἡλιόδωρος εὐχῇ σου.

ΤΡΑΝΩΣΟΝ ΜΟΥ ΤΗΝ ΓΛΩΣΣΑΝ ΧΡΙΣΤΕ

Τράνωσόν μου τὴν γλῶσσαν Χριστέ μου, καὶ παράσχου μοι λόγον, ὁ τῶν λόγων δοτήρ, καὶ παροχεὺς τῆς ζωῆς ἡμῶν, ἵνα ἰσχύσω ἐγκωμιάσαι τοῦ σοφοῦ Ἱεράρχου τόν βίον ὅλον, ὃν ἐν τῇ γῇ διαπύρῳ ἀγάπῃ ἐτέλεσε, καὶ εἴληφεν οὐρανόθεν τῶν ἀπείρων θαυμάτων τὸ πέλαγος, καὶ τῶν δογμάτων τὴν δύναμιν, δι' ὧν τὴν Ἐκκλησίαν κατηύγασεν· αὐτῆς γὰρ ὑπάρχει τὸ στήριγμα.

ΠΑΝΤΑ ΤΟΝ ΧΡΟΝΟΝ, Η ΝΗΣΤΕΙΑ ΩΦΕΛΙΜΟΣ ΕΣΤΙ

Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.

ΤΑΣ ΧΕΙΡΑΣ ΣΟΥ ΤΑΣ ΘΕΙΑΣ, ΑΙΣ ΤΟΝ ΚΤΙΣΤΗΝ ΕΒΑΣΤΑΣΑΣ, ΠΑΡΘΕΝΕ ΠΑΝΑΓΙΑ

Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία σαρκωθέντα Θεότητι, προτείνασα δυσώπησον αὐτόν, λυτρώσασθαι ἡμᾶς ἐκ πειρασμῶν, καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντάς σε πόθῳ, καὶ βοῶντάς σοι· Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΗΝΕΩΚΤΑΙ ΤΗΣ ΘΕΙΑΣ, ΜΕΤΑΝΟΙΑΣ ΤΑ ΠΡΟΘΥΡΑ

Ἠνέῳκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῷ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθῳ κατίδωμεν.

ΛΕΟΝΤΟΣ ΚΑΤΑΝΗΣ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος, Ἐπισκόπου Κατάνης. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λέοντος, Ἐπισκόπου Κατάνης. Οἰ μὲν νεκρὸς Λέοντος, εἶ δ' οἵου πύθῃ, Πάντως ἐροῦμεν. Τοῦ προέδρου Κατάνης. Εἰκάδι ἀμφὶ Λέοντα χυτὴν ἐπὶ γαῖαν ἔχευσαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώκ, Ἐπισκόπου, καὶ τῶν σὺν αὐτῷ τελειωθέντων τὸν ἀριθμὸν ἑκατὸν εἰκοσιοκτώ. Φέρει σὺν ὀκτὼ καὶ Σαδὼκ Ἐπισκόπῳ, Ἡ δωδεκαπλῆ Μαρτύρων δεκὰς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βησσαρίωνος. Πολλῶν ἱδρώτων καὶ πόνων Βησσαρίων, Πολλὰς θανὼν εὕρηκεν ἀντιμισθίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀγάθωνος Πάπα Ῥώμης. Ῥώμης Ἀγάθων οἴακας διευθύνας, Πρύμναν ἔκρουσε πρὸς νοητοὺς λιμένας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΡΑΒΟΛΗ ΤΗΣ ΜΕΛΛΟΥΣΗΣ ΚΡΙΣΕΩΣ ΚΗΡΥΓΜΑ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

Εικόνα

ΩΣ ΚΥΡΙΟΣ ΕΡΧΕΤΑΙ ΑΜΑΡΤΩΛΟΥΣ ΚΟΛΑΣΑΣΘΑΙ, ΔΙΚΑΙΟΥΣ ΣΩΣΑΙ...

Ὡς Κύριος ἔρχεται ἁμαρτωλοὺς κολάσασθαι, δικαίους σῶσαι, φρίξωμεν θρηνήσωμεν, καὶ λάβωμεν αἴσθησιν, ἐκείνης τῆς ἡμέρας, ἐν ᾖ τὰ ἄδηλα καὶ κρυπτά, ἐκκαλύψας τῶν ἀνθρώπων, ἀποδίδωσιν ἐπάξια. Ἔμφοβος καὶ ἔντρομος, Μωσῆς ἰδών σε γέγονεν, ἐκ τῶν ὀπίσω, πῶς δὲ ὑποστήσομαι, σοῦ βλέπων τὸ πρόσωπον, τότε ἐγὼ ὁ τάλας, ἡνίκα ἔλθῃς ἐξ οὐρανοῦ; ἀλλὰ φεῖσαί μου Οἰκτίρμον, ἐν ἱλέῳ σου προσβλέμματι. Δανιὴλ πεφόβηται, τῶν ὥραν τῆς ἐτάσεως, ἐγὼ τί πάθω, ἐπ' αὐτῆς ἐρχόμενος, ὁ δύστηνος, Κύριε, τῆς φοβερᾶς ἡμέρας; ἀλλά μοι δίδου πρὸ τελευτῆς, εὐαρέστως σοι λατρεῦσαι καὶ τυχεῖν τῆς βασιλείας σου. Τὸ πῦρ ἑτοιμάζεται, ὁ σκώληξ εὐτρεπίζεται, τῆς εὐφροσύνης ἡ δόξα, ἡ ἄνεσις, τὸ φῶς τὸ ἀνέσπερον, ἡ χαρὰ τῶν δικαίων, καὶ τίς μακάριος ἐκφυγεῖν, τιμωρίας τῶν προτέρων, κληρωσάμενος τὰ δεύτερα; Μὴ με τοῦ προσώπου σου, ἀποστρεψάτω, Κύριε, θυμὸς ὀργῆς σου, μηδὲ εἰσακούσομαι, φωνῆς ἀραμένης σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ' εἰσελεύσομαι εἰς χαράν, τοῦ ἀφθάρτου σου νυμφῶνος, κᾀγὼ τότε σὺν Ἁγίοις σου. ...

ΕΦΕΣΤΗΚΕΝ Η ΗΜΕΡΑ, ΗΔΗ ΠΡΟ ΘΥΡΑΙΣ Η ΚΡΙΣΙΣ...

Ἐφέστηκεν ἡ ἡμέρα, ἤδη πρὸ θύραις ἡ κρίσις, ψυχὴ γρηγόρει, ὅπου βασιλεῖς ὁμοῦ καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες ἀθροίζονται, καὶ λήψεται τὰ κατ’ ἀξίαν, τῶν πεπραγμένων, ὁ τῶν ἀνθρώπων ἕκαστος. Ἐν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ Ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτασθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσεται, καὶ ἅπασιν δεινὰ τὰ τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον γέγραπται. Ἀδέκαστός σου ἡ κρίσις, ἀλάθητόν σου τὸ Βῆμα τεχνολογίας, οὐ ῥητόρων πιθανότης κλέπτουσα, οὐ μαρτύρων σκῆψις παρακρούουσα τὸ δίκαιον· ἐν σοὶ γὰρ πάντων τὰ κεκρυμμένα, τῷ Θεῷ παρίστανται. Μὴ ἔλθω εἰς γῆν κλαυθμῶνος, μὴ ἴδω τόπον τοῦ σκότους, Χριστέ μου λόγε, μὴ δεθῶ χεῖρας καὶ πόδας μου, ἔξω τοῦ νυμφῶνός σου ῥιπτόμενος, τὸ ἔνδυμα τῆς ἀφθαρσίας ῥερυπωμένον, ἔχων ὁ πανάθλιος. Ἡνίκα ἀποχωρίσῃς ἁμαρτωλούς, ἐκ δικαίων, κρίνων τὸν κόσμον, ἕνα τῶν προβάτων σου μὲ σύνταξον, ἀπὸ τῶν ἐρίφων διακρίνων με Φιλάνθρωπε, εἰς τὸ ἀκοῦσαι φωνῆς ἐκείνης, τῆς εὐλογημένης σου. Ἐτάσεως γινομένης, καὶ βιβλίω...

ΤΟ ΦΟΒΕΡΟΝ ΣΟΥ ΚΡΙΤΗΡΙΟΝ ΕΝΘΥΜΟΥΜΕΝΟΣ

Τὸ φοβερόν σου κριτήριον ἐνθυμούμενος, ὑπεράγαθε Κύριε, καὶ τὴν ἡμέραν τῆς κρίσεως, φρίττω καὶ πτοοῦμαι ὑπὸ τῆς συνειδήσεως τῆς ἐμῆς ἐλεγχόμενος, ὅταν μέλλῃς καθέζεσθαι ἐπὶ τοῦ θρόνου σου, καὶ ποιεῖν τὴν ἐξέτασιν, τότε ἀρνεῖσθαι τὰς ἁμαρτίας οὐδεὶς ἐξισχύσει, ἀληθείας ἐλεγχούσης, καὶ δειλίας κατεχούσης, μέγα μὲν ἠχήσει τότε, πῦρ τὸ τῆς γεέννης· ἁμαρτωλοὶ δὲ βρύξουσι. Διό με ἐλέησον πρὸ τέλους, καὶ φεῖσαί μου, Κριτὰ δικαιότατε.

ΕΙΣ ΤΗΝ ΚΟΙΛΑΔΑ ΤΟΥ ΚΛΑΥΘΜΩΝΟΣ....

Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆσαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων· ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.

ΕΝΝΟΩ ΤΗΝ ΗΜΕΡΑ ΤΗΝ ΦΟΒΕΡΑΝ

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ Ἅγιον ἐλέησόν με.

ΟΤΑΝ ΜΕΛΛΗΣ ΕΡΧΕΣΘΑΙ, ΚΡΙΣΙΝ ΔΙΚΑΙΑΝ ΠΟΙΗΣΑΙ

Ὅταν μέλλῃς ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος· ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοι, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβῳ καθ' ἃ ἕκαστος ἔπραξε· τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σῳζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωποῦμέν σε. Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῷ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταῖς αἰωνιζούσαις κολάσεσι, τῇ κρίσει τῇ δικαίᾳ σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον· διό σε δυσωποῦμεν ἀγαθέ· Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε. Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα· οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὀλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι· Κύριε τῆς δ...

ΤΟ ΒΗΜΑ ΣΟΥ ΦΡΙΚΤΟΝ, ΚΑΙ Η ΚΡΙΣΙΣ ΔΙΚΑΙΑ, ΤΑ ΕΡΓΑ ΜΟΥ ΔΕΙΝΑ

Τὸ Βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι, Κριτὰ δικαιότατε.

ΩΣ ΑΣΤΕΡΑ ΜΕΓΑΝ ΣΕ, Η ΕΚΚΛΗΣΙΑ, ΚΕΚΤΗΜΕΝΗ ΑΡΧΙΠΠΕ

Ὡς ἀστέρα μέγαν σε, ἡ Ἐκκλησία, κεκτημένη Ἄρχιππε, ταῖς τῶν θαυμάτων σου βολαῖς, φωτιζομένη κραυγάζει σοι· Σῶσον τοὺς πίστει, τιμῶντας τὴν μνήμην σου.

ΠΙΣΤΟΝ ΣΕ ΔΟΥΛΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ Ο ΚΟΡΥΦΑΙΟΣ ΠΑΥΛΟΣ, ΑΡΧΙΠΠΕ, ΕΚΘΕΙΑΖΩΝ

Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ, ΤΗΣ ΔΕΥΤΕΡΑΣ ΚΑΙ ΑΔΕΚΑΣΤΟΥ ΠΑΡΟΥΣΙΑΣ ΤΟΥ ΚΥΡΙΟΥ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΜΝΕΙΑΝ ΠΟΙΟΥΜΕΘΑ

Τῇ αὐτῇ ἡμέρᾳ, τῆς δευτέρας καὶ ἀδεκάστου Παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μνείαν ποιούμεθα. Ὅτε κρίνων γῆν, ὁ Κριτὴς πάντων κάθῃ. Τῆς, Δεῦτε, φωνῆς ἄξιον κᾀμὲ κρίνοις. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, τῆς εὐκταίας σου φωνῆς ἡμᾶς καταξίωσον, καὶ τοῖς ἐκ δεξιῶν σου συναρίθμησον, καὶ ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΡΧΙΠΠΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀρχίππου. Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων, Ἀρχίππου, Φιλήμονος καὶ Ἀπφίας. Ποθῶν τὸν ἀκρόγωνον Ἄρχιππος λίθον. Κατηλοήθη τῷ πόθῳ τούτου λίθοις. Χώραν φιλοῦντα τὸν Φιλήμονα χλόης, Χλωροῖς λόγοις τύπτουσιν ἠκανθωμένοις. Ἡπλωμένην παίουσιν εἰς γῆν Ἀπφίαν, Εἰς οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας. Ἄρχιππος δεκάτῃ ἐνάτῃ θάνε χερμαδίοισιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου, Ἡσυχίου, καὶ Ἀσκληπιοδότης. Ἀνδρῶν τριὰς σύναθλος εὐσθενεστάτη, Ἀνδρίζεταί σοι, καὶ τομῆς, Τριάς, μέχρι. Ἔστεψε Χριστὸς τὴν Ἀσκληπιοδότην, Ἧς ἐξέκοψε τὴν κεφαλὴν τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥαβουλᾶ. Βουλὰς Ῥαβουλᾶς θεὶς ἀπράκτους δαιμόνων, Ἀπῆλθε βουλῇ τοῦ Θεοῦ τῶν ἐνθάδε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ὁμολογητῶν, Εὐγενίου καὶ Μακαρίου. Ὡς εὐγενεῖς ὅρπηκες ἐν γῇ Μακάρων Οἰκοῦσιν Εὐγένιος σὺν Μακαρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν...

ΕΜΦΙΛΟΣΟΦΩΤΑΤΑ ΤΟΝ ΝΟΥΝ ΛΕΟΝ ΠΑΜΜΑΚΑΡΙΣΤΕ

Ἐμφιλοσοφώτατα τὸν νοῦν, Λέον παμμακάριστε, σὺ τῶν παθῶν αὐτοκράτορα, ἀπεργασάμενος, ἀρετῶν ἰδέαις, καὶ ἠθῶν σεμνότητι, εἰκόνα τῆς ψυχῆς ἐζωγράφησας· διὸ αἰτοῦμέν σε, ὡς Ποιμένα καὶ Διδάσκαλον, τὴν εἰρήνην, τῷ κόσμῳ αἰτήσασθαι. Θρασύτητα Λέοντος Χριστοῦ, δυνάμει πανόλβιε, δυναμωθεὶς οὐ κατέπτηξας, ἀλλ' ἐξεφαύλισας, Ἱεράρχα τούτου, τῆς ψυχῆς τὸ ἄστατον, καὶ γνώμην ἀληθῶς τὴν ἀγνώμονα, καὶ τῆς αἱρέσεως, τὴν τελείαν ἀθεότητα, καὶ τῶν τρόπων, τὸ δόλιον φρόνημα. Προσθήκη ἐγένου τοῖς Πιστοῖς, Ἱερεῦ πανόλβιε, τοῖς Ἱεράρχαις καὶ Μάρτυσι· καὶ γὰρ ἀήττητος, ἐν ἀγῶσιν ὤφθης, ἀρραγὴς ἀκλόνητος, ὡς πύργος εὐσεβείας καὶ πρόβολος, ὀρθοδοξότατα, δογματίζων καὶ σαφέστατα, τοῦ Κυρίου, τὴν ἄφραστον γέννησιν.

ΠΗΓΗΝ ΣΕ ΓΙΝΩΣΚΟΜΕΝ ΖΩΗΣ

Πηγὴν σε γινώσκομεν ζωῆς, ἀϊδίου Δέσποινα· τὴν ξηρανθεῖσαν οὖν πάθεσι, ψυχήν μου ζώωσον, ἐν τῇ χάριτί σου, καὶ πηγάζειν νάματα, σωτήρια ἀεὶ παρασκεύασον· καὶ νῦν μοι στάλαξον, τῇ πρεσβείᾳ σου τὴν ἄφεσιν, τῶν πταισμάτων, καὶ κάθαρον δέομαι.

ΣΕ ΠΑΝΑΓΝΕ ΣΩΤΗΡΙΑΣ ΠΡΟΞΕΝΟΝ

Σὲ πάναγνε σωτηρίας πρόξενον, οἱ πιστοὶ ὁμολογοῦντες βοῶμεν· Χαῖρε σεμνὴ· χαῖρε νύμφη Παρθένε· χαῖρε τὸ ὄρος Θεοῦ τὸ κατάσκιον· τῷ κόσμῳ γὰρ σὺ τὴν χαράν, τὴν ἀκλόνητον ὄντως ἐπήγασας.

ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ, ΤΩ ΔΙΑΓΑΓΟΝΤΙ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγὸντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσσῃ, ὅτι μόνος ἐνδόξως δεδόξασται». Τῷ τῆς ἱερωσύνης, χρίσματι Παμμάκαρ σεμνυνόμενος, κατεκόσμησας ταύτην, ἀρετῶν ταῖς ἰδέαις πανόλβιε. Ὥριμον ὥσπερ βότρυν, Πάτερ ἀποθλίψας τὴν διάνοιαν, εὐφροσύνης κρατῆρα, τῆς σοφίας σου πᾶσι προτέθεικας. Πέτρου τοῦ Κορυφαίου, θρόνου κληρονόμος ἐχρημάτισας, τὴν αὐτοῦ ἔχων γνώμην, καὶ τὸν ζῆλον Θεόφρον τῆς πίστεως. Αἴγλῃ τῶν σῶν δογμάτων, τῶν αἱρετικῶν τὸν σκοτεινότατον, διεσκέδασας γνόφον, Ἱεράρχα Κυρίου θεόληπτε.

ΕΠΙ ΘΡΟΝΟΥ ΕΝΔΟΞΕ, ΙΕΡΩΣΥΝΗΣ ΚΑΘΙΣΑΣ, ΚΑΙ ΛΕΟΝΤΩΝ

Ἐπὶ θρόνου Ἔνδοξε, ἱερωσύνης καθίσας, καὶ λεόντων στόματα, τῶν λογικῶν ἀποφράξας, δόγμασιν ἐν θεοπνεύστοις σεπτῆς Τριάδος, ηὔγασας φῶς τῇ σῇ ποίμνῃ θεογνωσίας· διὰ τοῦτο ἐδοξάσθης, ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΤΟΝ ΠΑΤΕΡΑ ΚΑΙ ΥΙΟΝ ΚΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ

Τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ τρισήλιον φῶς, τὴν τρισαγίαν δύναμιν, Θεότητα μίαν, καὶ μίαν οὐσίαν, ταύτην κηρύξας, χείλη τὰ δόλια εἰς τέλος ἐνέφραξας αἱρετιζόντων, Λέον Θεόσοφε· ὅθεν τὴν ἁγνὴν Χριστοῦ λοχεύτριαν, Θεοτόκον ὁμολογήσας, τοῦ Νεστορίου τὴν ὀφρὺν καὶ φληνάφειαν καθεῖλες· Διὰ τοῦτο ἐγνώσθης ἐν τῷ κόσμῳ , ὡς θεῖος μύστης Θεοῦ τῆς χάριτος.

ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΗΣ ΑΠΟΚΡΕΩ

Τῇ αὐτῇ ἡμέρᾳ, μνείαν πάντων τῶν ἀπ' αἰῶνος κοιμηθέντων εὐσεβῶς, ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, οἱ θειότατοι Πατέρες ἐθέσπισαν. Ἀμνημόνησον πταισμάτων νεκροῖς, Λόγε, Τὰ χρηστὰ νεκρὰ σπλάγχνα σου μὴ δεικνύων. Τὰς τῶν προαναπαυσαμένων ψυχὰς κατάταξον, Δέσποτα Χριστέ, ἐν ταῖς τῶν Δικαίων σου σκηναῖς, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος ἀθάνατος, Ἀμήν.

ΛΕΟΝΤΟΣ ΠΑΠΑ ΡΩΜΗΣ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λέοντος Πάπα Ῥώμης. Ψυχὴν ὁ θεῖος ἐξερεύγεται Λέων, Καὶ δαιμόνων φάλαγξιν ἐμβάλλει φόβον. Ὀγδοάτῃ δεκάτῃ τε Λέων ἠρεύξατο θυμόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λέοντος καὶ Παρηγορίου, ἀθλησάντων ἐν Πατάροις τῆς Λυκίας. Παρηγόριος σάρκα δοὺς εἰς αἰκίας, Ἔχει παρηγόρημα τὰ στέφη μέγα. Ἕλκων ἄνωθεν ἰσχὺν ἐκ Θεοῦ Λέων, Ἕξεις βιαίως ὡς λέων ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀγαπητοῦ Ἐπισκόπου Σινάου, τοῦ ὁμολογητοῦ καὶ θαυματουργοῦ. Ὂν ἠγάπησας, Ἀγαπητέ, Δεσπότην, Οὗτος καλεῖ σε πρὸς τόπους, οὓς ἠγάπας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δοῦλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΠΙΣΤΙΝ ΧΡΙΣΤΟΥ ΩΣΕΙ ΘΩΡΑΚΑ...

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης, αἰωνίως ὡς ἀήττητος.

ΤΗ ΠΑΜΦΑΕΙ ΠΑΝΗΓΥΡΕΙ, ΤΟΥ ΘΕΙΟΥ ΜΑΡΤΥΡΟΣ

Τῇ παμφαεῖ πανηγύρει, τοῦ θείου Μάρτυρος, εὐωχηθῶμεν πάντες, καὶ πιστῶς εὐφρανθῶμεν, φιλέορτα τιμῶντες, φαιδρὰν ἑορτήν, τῆς αὐτοῦ τελειώσεως, ᾀσματικῶς ἀνυμνοῦντες τόν, Ἰησοῦν, τὸν δοξάσαντα τὴν μνήμην αὐτοῦ. Τὸν ἀριστέα τῆς ἄνω, στρατολογίας Πιστοί, ὡς καρτερὸν ὁπλίτην, τῆς ἡμῶν πολιτείας, συμφώνως συνελθόντες, ᾠδαῖς μυστικαῖς, εὐφημήσωμεν λέγοντες· Ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, ὑπερεύχου τῶν ὑμνούντων σε. Τῆς εὐσεβείας τὸν πλοῦτον, καὶ τὴν λαμπρότητα, ἀθλητικοῖς καμάτοις, σεαυτῷ θησαυρίσας, πάσῃ σου ἰσχύϊ, δῶρον δεκτόν, τῷ Χριστῷ προσενήνοχας, ἀναπληρῶν ἐν τοῖς ἔργοις μετὰ σπουδῆς, τὴν θεοδώρητόν σου πρόσκλησιν. Ἁγιωσύνης δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου σοφέ, τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς ἀγῶνας τῶν ἄθλων σου.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Παντοδαπαῖς Πανεύφημε, τρικυμίαις κυκλούμενοι, καὶ ταῖς συμφοραῖς τοῦ βίου συνεχόμενοι, προστάτην ὀξύτατον, καὶ συνεργὸν γινώσκοντες, πάντες οἱ πιστοὶ σε, πρεσβευτὴν τῷ Δεσπότῃ, προσάγομεν βοῶντες· Μὴ ἐλλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ἀνυμνούντων, τὴν πάνσεπτόν σου μνήμην. Ἁμαρτιῶν ἁλύσεσι, δεδεμένος Πανόλβιε, καὶ ταῖς τῶν πταισμάτων μου σειραῖς πεδούμενος, προσφεύγω τῇ σκέπῃ σου, στεφανηφόρε λύσιν αἰτῶν, ἀλλ' ὡς θαυμαστήν, πρὸς τὸν τῶν ὅλων Δεσπότην, θεόφρον παρρησίαν, κεκτημένος δυσώπει, σωθῆναι τοὺς ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας. Μαρτυρικαῖς λαμπόμενος, ἀγλαΐαις πανεύφημε, ταῖς Ἀγγελικαῖς συνηριθμήθης τάξεσι, μεθ' ὧν ἀγαλλόμενος, καὶ συγχορεύων Μάρτυς ἀεί, θαυματοποιίαις, ἰαμάτων φαιδρύνεις, τοὺς πόθῳ σε τιμῶντας, καὶ πιστῶ...

ΙΛΑΣΘΗΤΙ ΜΟΙ ΣΩΤΗΡ

«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου». Ὑπέρμαχος πεφυκώς, τῆς εὐσεβείας θερμότατος, καὶ πλάνης στηλιτευτής, εἰδώλων γενόμενος, δαιμόνων φαντάσματα, καὶ παθῶν εἰκόνας, τῆς ψυχῆς μου ἐξαφάνισον. Στερέωμά μου γενοῦ, καὶ τεῖχος Μάρτυς ἀσάλευτον, τὸ ἀσθενὲς καὶ σαθρόν, τὸ τῆς διανοίας μου, στηρίζων Θεόδωρε, ταῖς σαῖς προστασίαις, καὶ φυλάττων ἀδιάπτωτον. Στρατείας φθοροποιοῦ, καὶ φθειρομένης ἠλόγησας, στρατείαν δὲ τῆς ζωῆς, παμμάκαρ Θεόδωρε, τελείως ἠγάπησας, ἐν ᾗ νικηφόρος, ἀνεδείχθης ἀξιάγαστε.

ΤΟΝ ΕΝ ΘΡΟΝΩ ΦΩΤΟΣ ΕΠΟΧΟΥΜΕΝΟΝ ΕΥΧΑΡΙΣΤΩΣ ΕΝ ΠΙΣΤΕΙ ΥΜΝΟΥΜΕΝ ΣΕ, ΟΤΙ ΔΩΡΗΜΑ ΘΕΙΟΝ ΔΕΔΩΡΗΣΑΙ ΤΟΝ ΓΕΝΝΑΙΟΝ ΤΟΙΣ

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

ΤΑΙΣ ΣΑΙΣ ΑΓΚΑΛΑΙΣ ΑΧΡΑΝΤΕ, ΒΑΣΤΑΣΑΣΑ ΤΟΝ ΚΥΡΙΟΝ, ΤΟΝ ΤΗ ΑΧΡΑΝΤΩ ΠΑΛΑΜΗ

Ταῖς σαῖς ἀγκάλαις Ἄχραντε, βαστάσασα τὸν Κύριον, τὸν τῇ ἀχράντῳ παλάμῃ, διακρατοῦντα τὰ πάντα, αὐτὸν θεομακάριστε, ἱκέτευε ῥυσθῆναί με, χειρὸς δολίου δράκοντος, τοῦ ἀναιδῶς σπαράττοντος, τὴν ταπεινήν μου καρδίαν εἰς ἡδονὰς ψυχοφθόρους.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην, Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης. Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου. Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος, Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου. Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος, Φανέντα ληξίβιον ἐξ ἐναντίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου, καὶ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου. Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ Μνήμῃ γενομένων Βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Ἐλπίσιν, αἰωνίου ζωῆς στηριζόμενοι, τὰς τῶν σωμάτων στρεβλώσεις, γεγηθότες ἔφερον οἱ γενναῖοι, οἱ τῶν θείων, ὑποφητῶν σου Σῶτερ ὁμώνυμοι. Θανάτῳ, τὴν ζωὴν τὴν ἀμείνω ὠνήσαντο, ὁ Σαμουὴλ καὶ Ἠλίας, Δανιὴλ καὶ θεῖος Ἱερεμίας, καὶ πρὸς τούτοις, ὁ Ἡσαϊας ὁ μεγαλώνυμος. Λαμπτῆρας, τῷ Θεῷ φαεινούς, νῦν ἡ Αἴγυπτος, ἐξανατέλλει ἡ πάλαι, βαθυτάτῳ σκότει καλυπτομένη, τῆς ἀγνοίας, θεογνωσίας φέγγος πλουτήσασα.

ΚΟΛΑΣΤΗΡΙΩΝ ΦΟΒΕΡΩΝ ΠΡΟΚΕΙΜΕΝΩΝ....

Κολαστηρίων φοβερῶν προκειμένων, οἱ τοῦ Κυρίου Ἀθληταὶ οἱ γενναῖοι, ἐν ἀπτοήτῳ χαίροντες φρονήματι, τούτοις προσωμίλησαν, τῆς σαρκὸς ἀλογοῦντες· ὅθεν ἐκληρώσαντο, αἰωνίζουσαν δόξαν, ὑπὲρ ἡμῶν πρεσβεύοντες ἀεί, τῶν εὐφημούντων αὐτῶν τὰ παλαίσματα.

ΑΠΟΣΤΟΛΩΝ ΙΣΑΡΙΘΜΟΙ

Ἀποστόλων ἰσάριθμοι, Ἀθλοφόροι γενόμενοι, λογισμὸν ὁμόζηλον ἀνελάβετε, μὴ πτοηθέντες τὴν ἄθεον, τυράννων ὠμότητα, ἀλλ' ἀνδρείως καὶ στερρῶς, τὸν Σωτῆρα κηρύξαντες, ὑπεμείνατε, τῶν μελῶν τὰς στρεβλώσεις, τῇ ἐλπίδι τὰς μελλούσας ἀπολαύσεις, ἤδη καρπούμενοι Πάνσοφοι. Καρτερίᾳ νικήσαντες, τῶν ἀθέων τὴν ἔνστασιν, καὶ ποικίλοις εἴδεσι προσπαλαίσαντες, κολαστηρίων τὸν στέφανον, ἀξίως ἐδέξασθε, ἐκ χειρὸς ζωαρχικῆς, κληρουχίαν ἀνώλεθρον, νῦν πλουτήσαντες, ἐν σκηναῖς αἰωνίοις τῷ Σωτῆρι, καὶ Δεσπότῃ τῶν ἁπάντων, συμβασιλεύοντες Ἔνδοξοι. Σὺν Παμφίλῳ θεόφρονι, καὶ Οὐάλεντι Σέλευκος, Δανιήλ, Θεόδουλος, Ἡσαΐας τε, Ἱερεμίας Ἠλίας τε, καὶ θεῖος Πορφύριος, Παῦλος, Ἰουλιανός, Σαμουὴλ ὁ θαυμάσιος, νῦν τιμάσθωσαν, ὑμνωδίαις ᾀσμάτων καὶ ποικίλοις, ἐγκωμίοις οἱ γενναῖοι, καὶ ἀεισέβαστοι Μάρτυρες.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΕΠΙ ΣΟΙ, Η ΕΚΚΛΗΣΙΑ ΣΟΥ ΧΡΙΣΤΕ ΚΡΑΖΟΥ

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Διέπρεψας εὐσεβῶς, ἔργῳ καὶ λόγῳ καὶ σεπτῷ χρίσματι, Μάρτυς Χριστοῦ Πάμφιλε, τῆς ἱερωσύνης θεόσοφε. Ὡς λύρα πανευπρεπής, ὁμολογίας ἐμμελῶς ᾄδουσα, φθόγγους Χριστοῦ Μάρτυρες, συγκεκροτημένοι γεγόνατε. Δραμόντες πρὸς τὸν σκοπόν, τῆς οὐρανίου καὶ σεπτῆς κλήσεως, ὡς νικηταὶ στέφανον, παρὰ τοῦ Δεσπότου εἰλήφατε.