Αναρτήσεις

Προβολή αναρτήσεων από Μάρτιος, 2009

ΠΡΟΣΕΧΕ ΓΗ ΚΑΙ ΟΥΡΑΝΕ.....

Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου, λαλήσω γὰρ τοὶς ἐν γῆ, Θεοῦ θαυμάσια. Ἀδιαλείπτοις προσευχαίς, καὶ ἐγκρατεία καὶ θεωρία, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα. Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείω Πνεύματι. Ἅλατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι.

ΥΠΕΡΔΕΔΟΞΑΣΜΕΝΗ Η ΧΑΡΙΣ.....

Ὑπερδεδοξασμένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας, δι' αὐτῆς Ἡλιοῦ ὁ Προφήτης εὑρίσκει ἅρμα πύρινον, καὶ Μωϋσῆς πλάκας δέχεται. Δανιὴλ τεθαυμάστωται. Ἐλισσαῖος νεκρὸν ἥγειρεν, οἱ Παῖδες τὸ πὺρ κατέσβεσαν, καὶ πᾷς τὶς Θεῷ οἰκείωται. Αὐτὴ ἐντρυφῶντες βοήσωμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοί.

ΘΕΙΑΣ ΓΕΓΟΝΑΣ ΣΚΗΝΗ ΤΟΥ ΛΟΓΟΥ....

Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τὴ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβείαις σου, τοὶς ἐνθέοις νάμασι, παρέχουσα σεμνή, τὸ μέγα ἔλεος.

ΖΕΣΕΙ ΠΙΣΤΕΩΣ....

Ζέσει πίστεως δι' ἐγκρατείας, πάθη φλέξωμεν τῆς ἀκρασίας, καὶ τὸν κρυμὸν τῆς ἁμαρτίας ἐκφύγωμεν, καὶ τῶν δακρύων κρουνοὶς κατασβέσωμεν, τὴν αἰωνίζουσαν φλόγα κραυγάζοντες. Ὑπεράγαθε, ἡμάρτομέν σοί, ἱλάσθητι καὶ δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

Ο ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ...ΕΛΕΟΣ...

Ὁ τῶν ἁγίων Μαρτύρων, δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνωδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταὶς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος.

Η ΘΕΟΦΩΤΟΣ ΧΑΡΙΣ.....

Ἡ θεόφωτος χάρις τῆς ἐγκρατείας, ἡμῖν σήμερον λάμψασα, φαιδρότερον τοῦ ἠλίου, τὰς ψυχὰς ἡμῶν φωταγωγεῖ, ὥσπερ νέφη τὰ πάθη, τῆς ἁμαρτίας ἐκδιώκουσα, διὰ τοῦτο ἅπαντες, δράμωμεν ἐμψύχως, αὐτὴν ἀσπαζόμενοι, χαίροντες τελοῦμεν, τὸ θεῖον στάδιον αὐτῆς, ἢς ταὶς εὐφροσύναις εὐωχούμενοι, βοήσωμεν Χριστῷ. Ἁγίασον τοὺς ταύτην Ἀγαθέ, ἐκτελοῦντας πιστῶς.

ΟΔΟΥΣ ΗΜΙΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ ΤΟΝ ΧΡΟΝΟΝ....

Ὁδοὺς ἡμῖν τῆς Νηστείας τὸν χρόνον, τοῦ ἐπιστρέψαι καὶ ζῆσαι, καὶ μηδαμῶς ἀπολέσθαι, Λόγε Θεοῦ, καταξίωσον πάντας, εὐαρεστήσαί σοὶ καλῶς, καὶ ἐν θερμῇ κατανύξει, θεραπεύσαί σε Χριστέ, ὥσπερ ἡ Πόρνη ἡ σώφρων καὶ σεμνή, ἡ ποτὲ τῶ μύρω, καὶ ταὶς προσχύσεσί τῶν τῶν πταίσμάτων λαβοῦσα τὴν θερμῶν δακρύων, ἄφεσιν. Ὡς ὁ Τυφλὸς ἐκ καρδίας σοὶ κράζω. Υἱὲ Θεοῦ φώτισόν μου, τοὺς ὀφθαλμοὺς τῆς καρδίας, ὡς ἡ πιστὴ Χαναναία βοῶ σοί. Ἐλέησόν με Οἰκτίρμον, καὶ γὰρ ψυχὴν δαιμονώσαν, κέκτημαι ταὶς ἡδοναίς, ἣν ἀπαλλάξας τοῦ σκότους τῶν παθῶν, τὸ λοιπὸν βιῶσαι, καθαρῶς ποίησον, ἵνα δοξάζω σου τὴν πολλὴν ἀγαθότητα.

ΕΝ ΜΕΣΩ ΤΟΥ ΣΤΑΔΙΟΥ....

Ἐν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι. Κύριε δόξα σοί.

ΟΦΡΥΝ ΚΑΙ ΘΡΑΣΟΣ ΑΜΑ ΤΩΝ ΔΥΣΜΕΝΩΝ

Ὀφρὺν καὶ θράσος ἅμα τῶν δυσμενῶν, ὁ τεχθεὶς ἐκ Παρθένου κατάβαλε, καὶ τὰς βουλάς, τῶν κακοδοξουντων Δημιουργέ, τῶν δὲ πιστῶν τὸ σύστημα στήριξον ἀκράδαντον ὡς Θεος, τὸ κέρας ἀνυψώσας, καὶ πίστει κραταιώσας, ἵνα σὲ πάντες μεγαλύνωμεν.

ΤΗΝ ΤΕΤΡΑΥΜΑΤΙΣΜΕΝΗΝ ΜΟΥ ΨΥΧΗΝ....

Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε, σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, καμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος.

ΤΟΝ ΒΑΣΙΛΕΑ ΤΩΝ ΟΥΡΑΝΩΝ .... ΣΩΤΗΡΙΑΣ

Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὰς ἀναιμάκτους εἰλικρινῶς τὴ Τριάδι, ἀναφέρων θυσίας Παμμάκαρ, γέγονας Κυρίω σφάγιον Μαρτυρίου. Τὴν Ἱεράν σου βάψας στολὴν τῶ οἰκείω, θεοφόρε αἵματι προθύμως, στέφανον ἐδέξω διπλοῦν Ἱερομάρτυς. Ὡς Μαθητὴς οἴά πὲρ Χριστοῦ ἐκμιμήσει, συμπαθείας θνήσκων ὑπερηύχου, σοῦ τοὺς ἀνδροφόνους τεύξασθαι σωτηρίας.

ΦΛΟΓΑ ΤΟΥ ΠΥΡΟΣ ΤΟΥ ΑΣΒΕΣΤΟΥ...

Φλόγα τοῦ πυρὸς τοῦ ἀσβέστου, κατὰ νοῦν κεκτημένοι, θερμοτάτω λογισμῶ τῆς μετανοίας, τῶ πυρὶ νὺν προσέλθωμεν, πάθη φλογίζοντες. Στόματος νηστεύοντος πάλαι, πυρακτούμενος λόγος, ἐξελθῶν ζηλωτικῶς, κλονεῖ στοιχεῖα, τοῦτον ζήλου ψυχή, καὶ καλῶς πολιτεύθητι. Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεί, πρὸς θελημάτων ἀποπλήρωσιν, τοῦ Λυτρωτοῦ διευτρέπιζε.

ΤΗΝ ΜΗΤΕΡΑ ΤΟΥ ΛΟΓΟΥ, ΤΗΝ ΑΓΝΗΝ

Τὴν Μητέρα τοῦ Λόγου, τὴν Ἁγνὴν Θεοτόκον καὶ προστασίαν ἡμῶν, δι' ἦς τὰς ἐπηρείας, ἐχθρῶν καταπατοῦμεν, ἀνυμνοῦμεν καὶ λέγομεν, Εὐλογημένη Θεόν, σαρκὶ ἀποτεκοῦσα.

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ....

Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλώνι ποτέ, τὴ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες, ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ. Ἀπορρήτων θαυμάτων, αὐτουργὸς Ἱεράρχα παρὰ Χριστοῦ γεγονῶς, ἐφώτισας τὸν κόσμον, τὴ πράξει καὶ τῶ λόγῳ, ἐκδιδάξας βοᾶν εὐσεβῶς ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ. Ἀπογνώσεως βρόχους, ἐν βυθῷ ἀπιστίας ἀποπνιγόμενος, προσάπτων τοὶς πεσοῦσιν, εἰς πάθη ἀτιμίας, τὴν μετάνοιαν ἔσβεσεν, ἣν πὲρ ἀστράψας πιστοίς, κατέφλεξας Ναβᾶτον.

ΤΟ ΠΥΡ ΟΥ ΣΒΕΣΘΗΣΕΤΑΙ....

Τὸ πὺρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὧ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὔρης ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία. Τὴ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, δι' ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὔρῃ δουλεύσαί σοί, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Ἀϊδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.

ΜΟΝΗ ΤΙΚΤΕΙΣ ΠΑΡΘΕΝΟΣ....

Μόνη τίκτεις Παρθένος, μόνη καὶ ἀπείρανδρος ὤφθης Πανάμωμε, ἐν γαστρὶ γὰρ Λόγον, τοῦ Πατρὸς δεξαμένη τὸν ἄναρχον, γαλουχεῖς Παρθένε, θαῦμα φρικτόν! καὶ παρθενεύεις, καὶ τοὺς ὅρους καινίζεις τῆς φύσεως.

ΤΩΝ ΟΙΚΤΙΡΜΩΝ ΣΟΥ ΤΑΙΣ ΡΑΝΙΣΙΝ.....

Τῶν οἰκτιρμῶν σου ταὶς ῥανίσιν, Ἀειπάρθενε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς, τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετοὺς μοί, παρεκτικούς, καθάρσεως ψυχικῆς δωρουμένη.

ΤΗΣ ΠΙΣΤΕΩΣ ΔΟΓΜΑΤΑ....

Τῆς πίστεως δόγματα, κρατύνων Ὅσιε, Πατρὶ συναϊδιον, καὶ ὁμοούσιον, τὸν Λόγον ἐκήρυξας, ὅθεν ὀρθοδόξως, τὴν σὴν ποίμνην ποιμάνας, ἤσχυνας τοῦ Ἀρείου, τήν κακόφρονα γνώμην, διὸ νὺν μεταωὰς πρὸς τὸν Χριστόν, πρέσβευε ὑπὲρ πάντων ἡμῶν.

ΕΝ ΑΠΟΚΡΥΦΩ ΕΝΕΔΡΕΥΩΝ

Ἐν ἀποκρύφῳ ἐνεδρεύων, καθ' ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ μὲ συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ μὲ τῆς κακίας, ῥύσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνὰν ἐκ τοῦ κήτους. Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἄκουσώμεθα τρανῶς, τὶ λαλήσει ἐν ἡμῖν ὁ Θεός, λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων. Ἁμαρτημάτων ἀμαυρότητι, καθ' ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε, διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα.

ΥΓΡΑΝ ΔΙΟΔΕΥΣΑΣ ΩΣΕΙ ΞΗΡΑΝ ....

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῶ Λυτρωτὴ καὶ Θεῷ ἡμῶν ἄσωμεν. Φωτί της Τριάδος καταυγασθείς, ἐκ βρέφους θεόφρον, Ἱεράρχα τῶ ζωηρῶ τῆς πίστεως γάλακτι ἐτράφης, ταὶς ἀρεταὶς καταυγαζόμενος. Συνέσει καὶ χάριτι κοσμηθείς, νηστείαις καὶ πόνοις, ἐχαλίνωσας τῆς σαρκός, θεόφρον παμμάκαρ τὰς ὀρέξεις, καὶ τὴν ψυχὴν ἀρεταὶς κατεκόσμησας. Ἀστράψας τῶ βίω τῶ φαεινῶ, ὡς ἥλιος πᾶσαν, Ἱεράρχα τὴν τοῦ Χριστοῦ, ἐφαίδρυνας Πάτερ Ἐκκλησίαν, ἐν ταῖς ἀκτίσι τῶν θαυμάτων σου. Ἰδοὺ αἱ προρρήσεις τῶν προφητῶν, ἐπὶ σοὶ τὸ πέρας, ἀπειλήφασιν ἀληθῶς, Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ ἀπεκήυσας.

ΝΗΣΤΕΙΑΝ ΚΑΘΑΡΑΝ....

Νηστείαν καθαράν, εὐχὰς δάκρυα, μελέτην τῶν θείων, καὶ πᾶσαν ἄλλην, ἀρετὴν συμποριζόμενοι, τῶ Δεσπότι Θεῷ καὶ νὺν προσοίσωμεν. Ἡ Εὔα ἁλωτή, καρποῦ γέγονε, ψυχή μου, βλέπε σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοὶ ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε, ἡδονῆς τοὺς καρπούς. Τὰ τρία τῆς μιᾶς, μορφῆς πρόσωπα δοξάζω, Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς θεότητος, βασιλείαν ἁπάντων καὶ λαμπρότητα.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ....

Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν καὶ τὴ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ὑπάτιε, πρέσβευε Χριστῷ τῶ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΚ ΠΑΝΤΟΙΩΝ ΚΙΝΔΥΝΩΝ ΤΟΥΣ ΔΟΥΛΟΥΣ ΣΟΥ ΦΥΛΑΤΤΕ

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΩΣ Ο ΠΕΡΙΠΕΣΩΝ ΕΙΣ ΤΟΥΣ ΛΗΣΤΑΣ,,,,

Ὡς ὁ περιπεσὼν εἰς τοὺς ληστάς, καὶ τετραυματισμένος, οὕτω καγῶ περιέπεσον, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τῖνα καταφύγω, τοῦ θεραπευθῆναι, εἰ μὴ πρὸς σὲ τὸν ἰατρὸν ψυχῶν τε καὶ σωμάτων; Ἐπίχεε ἐπ ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος. Ἀποσφαλέντες ἐκ παραβάσεως τῆς πρώην, ἐν Παραδείσῳ τρυφῆς καὶ ἀπολαύσεως, κατήχθημεν εἰς ἀτιμωτάτην ζωήν, τῶν ἀρετῶν γὰρ τὴν πρέπουσαν ἐπαινετὴν διαγωγήν, ἐκδυθέντες τοὶς πταίσμασιν, ὡς λησταῖς περιεπέσομεν, ἡμιθανεῖς δὲ τυγχάνομεν, ἐξαμαρτήσαντες τῶν σωτηρίων σου διδαγμάτων. Ἀλλὰ σὲ ἱκετεύομεν, τὸν ἐκ Μαρίας ἐπιφανέντα, καὶ ἀπαθῶς πάθεσι, προσομιλήσαντα Δεσπότην. Κατάδησον ἡμῶν, τοὺς ἐκ τῆς ἁμαρτίας ἐπιγενομένους μώλωπας, καὶ τὸν ἀνείκαστόν σου οἶκτον ἐπίχεον ἡμῖν, τὴν σὴν θεραπευτικὴν ἐπιμέλειαν, ὡς φιλάνθρωπος.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΥΠΑΤΙΕ, ΕΝ ΕΓΚΡΑΤΕΙΑ ΚΑΛΩΣ.....

Πάτερ θεόφρον Ὑπάτιε, ἐν ἐγκρατείᾳ καλῶς, ἐκτραφεὶς εἷς περίδοξον, ἀρετῶν ἐπηύξησαι, ὕψος ἀνατεινόμενος, πρὸς θεωρίαν μυστικωτάτην σαφῶς, Χριστοῦ τὸ κάλλος κατοπτριζόμενος, οὗ ταὶς ἑλλάμψεσι, νοῦν τε καὶ διάνοιαν, καταυγασθείς, πάσιν ἐναπήστραψας, τὰς τῶν θαυμάτων αὐγάς. Πάτερ πατέρων Ὑπάτιε, Ὀρθοδοξίας φωτί, ἀπαστράψας κατηύγασας, διανοίας Ὅσιε, τῶν πιστῶς προστρεχόντων σοί, καὶ τὰς Ἀρείου κόρας ἠμαύρωσας, ἀποκηρύξας τῆς Ἐκκλησίας Χριστοῦ, ὅθεν φωστήρά σε, κεκτημένοι ἅπαντες, τὴν ἱεράν, μνήμην σου γεραίρομεν, καὶ μακαρίζομεν. Πάτερ Ἱερὲ Ὑπάτιε, τὸν Βασιλέα Χριστόν, ὃν τρανῶς ἀνεκήρυξας, Πατρὶ ὁμοούσιον, ἔχων ἐν τῇ καρδία σου, τὰς τῶν θαυμάτων ἀκτῖνας ἔλαμψας, φωταγωγήσας πᾶσαν ὑφήλιον, δράκοντα ἔκτεινας, καὶ θερμῶν ἀνάβλυσιν, σαὶς προσευχαίς, ὑδάτων ἐξέβλυσας εἰς ἰατρείαν παθῶν.
Εικόνα
ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ θαυματουργοῦ Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν. Συναξάριον Τὴ ΛΑ' τοῦ μηνός, Ἡ Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ὑπατίου, Ἐπισκόπου Γαγγρῶν. Στίχοι · Κτείνει γυνὴ βαλοῦσα καιρίαν λίθω, · Τὸν Ὑπάτιον, φεῦ γυναικὶ ἀθλία! · Πρώτη Ὑπατίω βιότου πέρας ἐν τριακοστῇ. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου, Ἐπισκόπου Μελιτηνὴς τοῦ Ὁμολογητοῦ. Στίχοι · Ἀκακίω θνήσκοντι τῶ γὴς Ἀγγέλω, · Χώραν ἑτοιμάζουσιν Ἄγγελοι πόλου. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἐν Περσίδι μαρτυρησάντων, Αὐδὰ Ἐπισκόπου, Βενιαμὶν Διακόνου, καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων, καὶ ἄλλων πολλῶν Ἁγίων, τῶν εἷς φυλακὴν βληθέντων, καὶ ὑπὸ μυῶν καὶ γαλῶν, τῶν συγκλεισθέντων αὐτοῖς, βιβρωσκομένων. Στίχοι · Αὐδάς, ἐνισχύοντος ὑψίστου Λόγου, · Καθεῖλεν ἰσχὺν δυσσεβῶν, τμηθεὶς κάραν. · Ἀθλητικῶ κλυστήρι, τῶ πάλω λέγω, · Πὰν Βενιαμὶν ψυχικὸν κενοῖ βάρος. · Ἐν τοῖς ὄνυξι κάλαμον δεδεγμένοι, · ...

ΕΝ ΠΝΕΥΜΑΤΙ ΠΡΟΒΛΕΠΩΝ ΠΡΟΦΗΤΑ ΑΒΒΑΚΟΥΜ....

Ἐν πνεύματι προβλέπων Προφήτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, Δόξα τὴ δυνάμει σου Κύριε. Νηστεία χαλινώσας τῆς γλώττης τὰς ὁρμᾷς, ἡσυχία ἴθυνας τὸν βίον σου Σοφέ, ὡς ὀσμὴν δὲ πυρὸς γευσάμενος χάριν Ὑψίστου, πολυέπειαν ὡς ἀχλὺν τῆς ἁμαρτίας ἔφυγες, ἀμέμπτως λατρεύων Θεῷ. Ἀφθόνως ἀληθεία γλυκάνας τὴν ψυχήν, τὴν πικρὰν ἐξέφυγες τοῦ ψεύδους μετοχήν, διὸ ἀσκήσει ἐνθέω καταδουλώσας, δαιμόνων δούλους θεορρῆμον Ἰωάννη, ὤφθης Μοναστῶν ὁδηγὸς ἀπλανής. Στενούμενος τῶ τόνω ἀσκήσεως στερρῶς, ἀκηδίας λέλυκας τὴν πάρεσιν Σοφέ, καὶ προθυμίας τῶ δόρατι θανατώσας, τῆς ἀθυμίας τὴν ἰσχύν, Θεῷ πρεσβεύεις, πάσιν ἱλασμὸν δωρηθῆναι ἡμῖν.

ΤΟΝ ΕΞ ΑΝΑΡΧΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ...

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σὲ σαρκὶ τετοκυία, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρώσά σε Χριστέ, Οἴμοι ποθεινότατε, Ἰησοῦ, ἄνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ', Ἀγγέλων, ὑπὸ ἀνόμων νὺν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε μακρόθυμε.

ΟΥ ΣΙΩΠΗΣΟΜΕΝ ΠΟΤΕ ΘΕΟΤΟΚΕ....

Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προϊστατο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων, τὶς δὲ διεφύλαξεν, ἕως νὺν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΤΑΣ ΑΡΕΤΑΣ ΠΡΟΣ ΟΥΡΑΝΟΝ ΑΝΑΒΑΣΕΙΣ....ΙΚΕΤΕΥΕ ΟΣΙΕ...

Τὰς ἀρετὰς πρὸς οὐρανὸν ἀναβάσεις, καταπηξάμενος σαφῶς ἐπανῆλθες, πρὸς θεωρίας ἄπλετον βυθὸν εὐσεβῶς, πάσας στηλιτεύσας μέν, τῶν δαιμόνων ἐνέδρας, σκέπεις ἀλωβήτους δέ, τοὺς ἀνθρώπους ἐκ τούτων, ὧ Ἰωάννη κλῖμαξ ἀρετῶν, πάντας σωθῆναι ἱκέτευε Ὅσιε.

ΗΣΕ ΠΑΡΘΕΝΙΑ ΤΙΚΤΕΙΝ ΣΕ Ο ΠΡΟΦΗΤΗΣ....

Ἦσε παρθενία τίκτειν σὲ ὁ Προφήτης πάλαι, ἄχρονον ἐν χρόνῳ, καὶ ὑπὲρ νοῦν καὶ λόγον, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν Θεὸν ἡμῶν, ὃν ἐξιλέωσας Ἁγνή, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

ΛΙΘΟΝ ΟΝ ΑΠΕΔΟΚΙΜΑΣΑ....ΤΥΧΕΙΝ ΑΞΙΩΘΕΙΗΜΕΝ....

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, αὐτὸς ἐστιν ἡ πέτρα, ἐν ἢ ἐστερέωσε τὴν Ἐκκλησίαν ὁ Χριστός, ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο». Εὗρες ὡς τερπνὸν θυμίαμα, τὴν ἀοργησίαν, πᾶσαν ἐκδιώξας θυμοῦ τὴν δυσωδίαν, ἐκ βάθους τῆς ψυχῆς σου, διὸ νὺν θεσπέσιε, ὑπὲρ ἡμῶν τῶ Λυτρωτή, ἁμαρτιῶν τήν λύσιν αἴτησαι. Φλέξας τῶ πυρὶ μακάριε, τῆς Χριστοῦ ἀγάπης, νοῦν μνησικακίας ἔλαμψας ἀκτίσι, πιστῶς φιλαδελφίας, καὶ ῥάστην ὑπέδειξας Ὁδὸν Μακάριε, πρὸς σωτηρίαν πᾶσι, τρανῶν τὸ ἀμνησίκακον. Ἥρας πρακτικῆς ἀσκήσεως, οὐρανόθεν χάριν, ὅθεν ἀποφράττεις χείλη καταλάλων, σοφαὶς διδασκαλίαις, ἐν αἲς ποδηγούμεθα, πρὸς ἀρετῶν πορείαν, ἢς καὶ τυχεῖν ἀξιωθείημεν.

ΟΤΙ ΑΙ ΑΝΟΜΙΑΙ ΗΜΩΝ....

Ὅτι αἱ ἀνομίαι ἡμῶν ἀντέστησαν ἡμῖν, ἀνάστα Κύριε, βοήθησον ἡμῖν, σὺ γὰρ εἶ Πατὴρ ἡμῶν, καὶ ἐκτός σου ἄλλον οὐ γινώσκομεν.

ΚΗΡΥΤΤΕΙ ΤΟΝ ΤΟΚΟΝ ΣΟΥ Η ΕΚΚΛΗΣΙΑ....ΥΙΟΥ ΠΡΟΣΚΥΝΕΙ...

Κηρύττει τὸν τόκον σου ἡ Ἐκκλησία, Παρθένε Θεόνυμφε, ὀρθοδόξω στόματι, καὶ δόγμασι θεϊκοίς, τὰ σύμβολα δὲ τῆς σαρκός, τοῦ σοῦ Υἱοῦ Προσκυνεῖ.

ΤΑ ΟΥΡΑΝΙΑ ΥΜΝΕΙ ΣΕ....ΨΥΧΑΣ ΗΜΩΝ....

Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΩΔΗΝ ΕΠΙΝΙΚΙΟΝ ΑΣΩΜΕΝ ΠΑΝΤΕΣ....

Ὠδὴν ἐπινίκιον ἄσωμεν πάντες, Θεῷ τῶ ποιήσαντι θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῶ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται. Καλῶς βδελυξάμενος τὸν κάτω κόσμον, τὸν ἄνω ἀπείληφας, Ἰωάννη πάνσοφε, διὸ διδάσκεις ἡμᾶς, τοῦ κόσμου εἶναι τὴν φυγήν, Θεοῦ οἰκείωσιν. Λιμοῦ προσπαθεῖα σου λύσας τὴν νόσον, τὸν ἄρχοντα ἔδησας τῶν παθῶν μακάριε, σειραὶς ἀγώνων σου, καὶ ἀπαθείας ἔπαθλα, ἐστέφθης παρὰ Χριστοῦ τοῦ Θεοῦ. Ἰσάγγελον φρόνημα λαβων θεόφρον, τοῦ κόσμου ἀπέρρηξας, σεαυτὸν πανόλβιε, τοῦ γεηροῦ καὶ φθαρτοῦ, διὸ αὐλίζη προφανῶς, εἰς τὰς ἀϋλους μονάς. Μακρὸν συγγραψάμενος τοὶς ὑπηκόοις, τὸν λόγον μακάριε, Ἰωάννη πάνσοφε, ταὶς διδαχαίς σου αὐτούς, πρὸς μακαρίαν ἐκ τῆς γῆς, ἀναβιβάζεις ζωήν.

ΤΙ ΥΜΑΣ ΚΑΛΕΣΩΜΕΝ ΑΓΙΟΙ; ΧΕΡΟΥΒΙΜ; ......

Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι; Χερουβίμ; ὅτι ὑμῖν ἐπανεπαύσατο Χριστός, Σεραφίμ; ὅτι ἀπαύστως ἐδοξάσατε αὐτόν, Ἀγγέλους; τὸ γὰρ σῶμα ἀπεστράφητε, Δυνάμεις; ἐνεργεῖτε ἐν τοῖς θαύμασι. Πολλὰ ὑμῶν τὰ ὀνόματα, καὶ μείζονα τὰ χαρίσματα, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ .....ΨΥΧΑΣ ΗΜΩΝ...

Ταὶς τῶν δακρύων σου ῥοαίς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοὶς ἐκ βάθους στεναγμοίς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τὴ οἰκουμένη, λάμπων τοὶς θαύμασιν, Ἰωάννη, πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἠμῶν.

ΣΕ ΚΑΘΗΛΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑΝ....

Σὲ καθηλούμενον βλέπουσαν, ἐν τῷ Σταυρῶ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, Τέκνον γλυκύτατον, πληγάς ἀδίκως, πῶς φέρεις ὁ ἰατρός, ὁ ἰασάμενος, τὴν βροτῶν ἀσθένειαν καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τὴ εὐσπλαγχνία σου.

ΤΩ ΤΟΙΣ ΛΗΣΤΑΙΣ ΠΕΡΙΠΕΣΟΝΤΙ....

Τῶ τοὶς λησταῖς περιπεσόντι, ὡμοιώθην ἐγὼ Δέσποτα τῶν ἁπάντων, τοὶς πταίσμασί μου περιπεσῶν, καὶ ὑπ' αὐτῶν ἀνηλεῶς κατετρώθην, ἀλλὰ μὴ ἐγκαταλίπης μὲ ἀνιάτρευτον, ὁ οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς ἀχράντου Παρθένου παραγενόμενος, Ἰησοῦ τὸ σωτήριον ὄνομα, ἐλέησόν με.

ΔΕΥΡΟ ΨΥΧΗ ΜΟΥ ΣΤΕΝΑΖΟΥΣΑ.....

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων πηγάς, ἐκ καρδίας προσφέρουσα, τὴ Παρθένω βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν, διὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς μὲ ῥύσαι κολασεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις, καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.

ΤΟ ΓΑΛΗΝΟΝ ΤΗΣ ΝΗΣΤΕΙΑΣ....

Τὸν γαληνὸν τῆς Νηστείας, ἐν τῇ τοῦ Πνεύματος αὔρα ὑπερπεράσαντες πλοῦν, πρὸς τὸν λιμένα, τῶν Παθημάτων Χριστοῦ, καταντῆσαι ἐπευξώμεθα. Τὴν Χαναναίαν ζηλώσας, Ἐλέησόν με βοῶ σοί, Υἱὲ Δαυϊδ ὁ Θεός, καὶ ἴασαί μου, τὴν ἀσθενοῦσαν ψυχήν, ὡς ἐκείνης τὸ θυγάτριον. Τὴν τῆς θεότητος φύσιν, ἐνιζομένην Μονάδα, καὶ χαρακτήρσι τρισί, τρισσευομένην, Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἀνυμνήσωμεν.

ΣΟΥ ΤΗΣ ΛΟΧΕΙΑΣ ΑΓΝΗ ΤΟ ΠΑΡΑΔΟΞΟΝ, ΚΑΙ ΕΠΙ ΤΟΙΧΩΝ ΓΡΑΦΑΙΣ...ΠΛΗΡΟΥΜΕΘΑ,,,,

Σοῦ τῆς λοχείας Ἁγνὴ τὸ παράδοξον, καὶ ἐπὶ τοίχων γραφαὶς ἀσπαζόμεθα, οὗ τὸ ἔργον σέβομεν, καὶ τὸ εἶδος τιμῶμεν, τὸ ἀληθὲς ἐξ ἀμφοὶν ὁμολογοῦντες, ὀρθοδοξίας εἰκότως πληρούμεθα.

ΠΑΤΕΡ ΙΩΑΝΝΗ ΟΣΙΕ, ΔΙΑ ΠΑΝΤΟΣ ΑΛΗΘΩΣ....ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Πάτερ Ἰωάννη Ὅσιε, διὰ παντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονῶς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, Καταστρεψάμενος. Πάτερ Ἰωάννη ἔνδοξε, ταὶς τῶν δακρύων πηγαίς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι, τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν, τὴν τούτου μάκαρ καὶ ὡραιότητα, ἢς ἐπαξίως νύν, ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε. Πάτερ, Ἰωάννη ἔνδοξε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, τῶ παντεπόπτη κατηκολούθησας, σῶμα δυσήνιον, ἀγωγαὶς ἀσκήσεως τῶ λογισμῶ, σθένει δουλωσάμενος, τοῦ θείου Πνεύματος.

ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ.....ΤΑΞΕΙΣ ΤΡΕΜΟΥΣΙ...

Μετὰ Μαρτύρων, μετὰ Προφητῶν, τὴν Τεκούσάν σε, μετὰ ὁσίων πάντων Χριστέ, δυσωποῦσαν πρόσδεξαι ἀεί, ὑπὲρ δούλων τῶν παροργισάντων σε, τὸν μόνον φιλάνθρωπον Δεσπότην, ὃν ἐπουράνιαι Τάξεις τρέμουσι.

ΤΗΝ ΖΩΟΔΟΧΟΝ ΠΗΓΗΝ ΤΗΝ ΑΕΝΑΟΝ, ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ ΛΥΧΝΙΑΝ ΤΗΣ ΧΑΡΙΤΟΣ....

Τὴν ζωοδόχον πηγὴν τὴν ἀέναον, τὴν φωτοφόρον λυχνίαν τῆς χάριτος, τὸν ναὸν τὸν ἔμψυχον, Τὴν σκηνὴν τὴν ἄχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν. Ἀϋλω νῶ ἀναπτὰς πρὸς τὰ ἄϋλα, θεωρημάτων βυθὸν σὺ κατείληφας, καὶ τυχῶν τῆς χάριτος τοῦ Ἁγίου Πνεύματος, δι' ἐκτενοὺς προσευχῆς κατηξιώθης, τοῦ προοράν τῶν μελλόντων τὴν ἤλωσιν. Καταναλώσας τὸ ἔνυλον φρόνημα, τῆς προσευχῆς τὴ φλογὶ Ὁσιώτατε, Ὅλος πὺρ ἐνέφηνας, Ἰωάννη πάνσοφε θεόφρον, διὸ ἐκστὰς εὐσεβῶς ταὶς θεωρίαις, τὴν ἀγαθήν ἡλλοιώθης ἀλλοίωσιν. Ἀπονεκρώσας τὰ πάθη ἀσκήσει σου, πρὸς τελειότητα Πάτερ ἀνέδραμες, ἀπαθείας Ὅσιε, διὸ νὺν δεήθητι Θεοῦ, ὑπὲρ εἰρήνης παντὸς τοῦ κόσμου, καὶ σωτηρίας ἡμῶν τῶν τιμώντων σε. Ῥώμην λαβὼν ἐν τῇ πίστει Πατὴρ ἡμῶν, καὶ πτερωθεὶς τὴ ἀγάπη ἀνέδραμες, ἀρετῶν πρὸς κλίμακα, εὐσθενῶς καὶ βέβηκας, ἐν τῇ Ἀγάπη Χριστοῦ, καὶ γὰρ ἐν ταύτῃ, τῶν ὀρεκτῶν ἐστι πάντων τὸ πλήρωμα.

ΤΑΣ ΗΜΩΝ ΔΙΑΝΟΙΑΣ, ΘΕΙΩ ΑΡΟΤΡΩ....

Τὰς ἡμῶν διανοίας, θείω ἀρότρω νεώσαντες, τῆς ἐνθέου Νηστείας, ἀρετῶν ἄσταχυν καρποφορήσωμεν, ὅπως μὴ πεινάσωμεν εἰς τὸν αἰῶνα τρυφῶντες, τρυφὴν τὴν ἀδάπανον, ἐπαγαλλόμενοι. Πολυχρόνια πάθη, ἔνδοθεν φέρω σκοτίζοντα, τὴν ἀθλίαν ψυχήν μου, πρὸς τὴν σὴν ἄχρονε, Λόγε ἀνάρχου Πατρός, δύναμιν ἀήττητον, συντετριμμένη καρδία, προσπίπτω καὶ δέομαι. Οἴκτειρον σώσόν με. Ἡ καλλίστη νηστεία, τρέφει καρδίας, πιαίνουσα λογισμοὺς θεαρέστους, καὶ παθῶν ἄβυσσον ἀποξηραίνουσα, ὄμβροις κατανύξεως, ἀποκαθαίρει τοὺς πίστει, αἴνεσιν προσάγοντας, τῶ Παντοκράτορι.

ΚΥΡΙΕ ΟΔΟΥΣ ΗΜΙΝ ΠΡΟΦΘΑΣΑΙ....

Κύριε ὁδοὺς ἡμῖν προφθᾶσαι, τὴν σήμερον ἡμέραν, Ἑβδομάδα ἁγίαν, προλάμπουσαν φαιδρώς, τῆς Λαζάρου ἐκ νεκρῶν ἐγέρσεως φρικτῆς, ἀξίωσον τοὺς δούλους σου, τῶ φόβω σου πορεύεσθαι, τὸ στάδιον τῆς Νηστείας, ἄπαν διανύοντας.

ΟΝ ΦΡΙΤΤΟΥΣΙΝ ΑΓΓΕΛΟΙ, ΚΑΙ ΠΑΣΑΙ ΣΤΡΑΤΙΑΙ, ΩΣ ΚΤΙΣΤΗΝ ΚΑΙ ΚΥΡΙΟΝ.....

Ὂν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὦς Κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἷς πάντας τοὺς αἰῶνας. Ἀπλάστοις σου ἤθεσι μειώσας ἀκραιφνῶς, τὸν τρόπον τὸν ὕπουλον, ὡς δύσχρηστον φυγῶν, πραέων τοὶς τόποις ἐπαυλίζη σαφῶς, ὡς πράως βιώσας, θεόφρον Ἰωάννη. Μητέρα καὶ φύλακα πασῶν τῶν ἀρετῶν, τὴν θείαν ταπείνωσιν, ὑπέγραψας ἡμῖν, καὶ γὰρ ὡς ὑπάρχων, ἀρχιτέκτων σοφός, τῆς θείας ἀνόδου, τὴν βάσιν κατεπήξω. Μετέσχες τῆς χάριτος τοῦ Πνεύματος σαφῶς, καὶ πάντας ἐπλήρωσας, τοῦ θείου φωτισμοῦ, διάκρισιν ὄντως ἡμῖν εὐδιάκριτον, τὴ πράξει διδάξας, καὶ παιδεύσας τοίς λόγοις.

ΚΑΡΠΟΥΣ ΑΕΙΘΑΛΕΙΣ, ΕΚ ΣΗΣ ΒΙΒΛΟΥ ΠΡΟΣΦΕΡΩΝ...

Καρποὺς ἀειθαλεῖς, ἐκ σῆς βίβλου προσφέρων, διδάγματα Σοφέ, καθηδύνεις καρδίας, τῶν τουτοις μετὰ νήψεως, προσεχόντων μακάριε, κλῖμαξ γὰρ ἐστι, ψυχὰς ἀνάγουσα γῆθεν, πρὸς οὐράνιον, καὶ διαμένουσαν δόξαν, τῶν πίστει τιμώντων σε.

ΤΗΝ ΩΡΑΙΟΤΗΤΑ, ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΣΟΥ ΚΑΙ ΤΟ ΥΠΕΡΛΑΜΠΡΟΝ....

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε. Ποίόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί. Χαῖρε ἡ Κεχαριτωμένη.

ΤΟΥΣ ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΑΣ ΣΟΥ ΣΩΤΗΡ...

Τοὺς ἐν καμίνῳ Παίδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πύρ, τότε οἱ Τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες, Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡς τῆς ἀνδρείας ξίφει καθελῶν, Πανεύφημε, θράσους νηπιώδους δειλίας, ὤφθης στερρὸς καὶ φοβερός, πνεύμασιν ὄντως ἀκαθάρτοις ἅπασιν, Εὐλογητὸς ὁ Θεός, ὁ θαυμαστώσας σε. Νόμω Χριστοῦ ἐνθέως πειθαρχῶν, ἐπάτησας δόξαν φερωνύμως τὴν κενήν, μόνω Θεῷ τῶ ἐν κρυπτῷ, φέρων τοὺς κόπους τῆς στερρᾶς ἀσκήσεως, ὃς ἀποδίδωσιν εἰς φανερόν τοὺς μισθούς. Πρὸς ἀοράτους φάλαγγας παθῶν, ἀράμενος πόλεμον, ἐδείχθης νικητής, ὡς ταπεινὸς τῶ λογισμῶ καὶ τὴ καρδία, τὸν γὰρ ὑπερήφανον καὶ ἀλαζόνα ἐχθρόν, τούτοις κατέτρωσας.

Ο ΩΡΑΙΟΤΑΤΟΣ, ΚΑΙΡΟΣ ΕΦΕΣΤΗΚΕΝ....

Ὁ ὡραιότατος, καιρὸς ἐφέστηκεν, ἡ ἀξιέπαινος, ἡμέρα ἔλαμψε, τῆς ἐγκρατείας ἀδελφοί, σπουδάσωμεν καθαρθῆναι, ὅπως ἐποφθείημεν, καθαροὶ τῶ Ποιήσαντι, καὶ τῆς ὡραιότητος, τῆς αὐτοῦ ἐπιτύχωμεν, πρεσβείαις τῆς αὐτὸν κυησάσης, μόνης ἁγνῆς Θεομήτορος.

ΝΥΞ ΠΕΡΙΕΣΧΕ ΜΕ ΣΩΤΗΡ....

Νὺξ περιέσχε μὲ Σωτήρ, ἁμαρτίας καὶ ἀχλύς, διὸ μοὶ ἀνάτειλον, τῆς μετανοίας Κύριε, τὸν ὄρθρον ὡς εὔσπλαγχνος, πρὸ τοῦ μὲ φθᾶσαι τὸ πέρας τὸ ἄδηλον, τὸ τῆς ζωῆς μου Χριστέ, ἡ ζωὴ καὶ τὸ φῶς. Τῆς ἐγκρατείας τὴ τρυφή, πιαινόμενος τὸν νοῦν, οὐκ ἔδωκας χείλη σου, τῆς ἡδονῆς τοὶς βρώμασι, διὸ ἀπηγχόνισας λιμῶ τὰ πάθη, καὶ δαίμονας ἤσχυνας, καὶ γάρ ὁ θλίβων λοιμόν, θανατοῖ ἡδονάς. Ὤφθης ἁγνείας ἐραστής, καὶ λαγνείας μισητῆς, τῶ φωτὶ ἐξέφυγες, πιστῆς ἐξαγορεύσεως, παθῶν τὴν σκοτόμαιναν, καὶ γὰρ ὁ θέλων καθάραι σῶμα καὶ νοῦν, θριαμβεύσει θερμῶς τὰ τοῦ σκότους κρυπτά. Νῶ καὶ ψυχὴ καὶ τὴ σαρκί, τὴ Τριάδι λειτουργῶν, εἰδώλων προσκύνησιν, σαφῶς ἀπεσκοράκισας, ἐλέω φιλόπτωχε, καὶ ἀναγκαίων τὴ σπάνει, καὶ γέγονας φιλόθεος ἀληθῶς, ἢ φιλάργυρος. Ἄχθος τῆς ὕλης εὐσεβῶς, ἀπορρίψας ἐπὶ γῆς, ἀνέπτης πρὸς ἄϋλα, πτεροῖς ἀκτημοσύνης σου, διὸ παριστάμενος, ἀϋλως Πάτερ Χριστῷ σὺν Ἀϋλοις πιστῶς, αἴτησαι ἱλασμόν, ταὶς ψυχαὶς ἡμῶν.

Ο ΤΟΝ ΑΜΠΕΛΩΝΑ ΦΥΤΕΥΣΑΣ....

Ὁ τὸν ἀμπελῶνα φυτεύσας, καὶ τοὺς ἐργάτας καλέσας, ἐγγὺς ὑπάρχει Σωτήρ, δεῦτε οἱ τῆς Νηστείας ἀγωνισταί, μισθὸν ἀπολαύσωμεν, ὅτι πλούσιος ὑπάρχει, ὁ δοτήρ καὶ ἐλεήμων, μικρὸν ἐργασάμενοι, κομισώμεθα, τὸ τῆς ψυχῆς ἔλεος. Λησταῖς λογισμοίς, περιπεσῶν ὁ Ἀδάμ, ἐκλάπη τὸν νοῦν, τραυματισθεὶς τὴν ψυχήν, καὶ ἔκειτο γυμνὸς ἀντιλήψεως, οὔτε Ἱερεὺς ὁ πρὸ τοῦ νόμου προσέσχεν αὐτῷ, οὔτε Λευϊτης μετὰ νόμον ἐπεῖδεν αὐτόν, εἰμὴ σὺ ὁ παραγενόμενος Θεός, οὐκ ἐκ Σαμαρείας, ἀλλ' ἐκ τῆς Θεοτόκου, Κύριε δόξα σοί.

ΜΑΚΑΡΙΟΝ ΤΟ ΕΘΝΟΣ....

Μακάριον τὸ ἔθνος πανύμνητε Ἁγνή, ὁ τιμᾶν ἠξίωται τὸν τόκον σου πιστῶς, ὀρθοδοξία καὶ δόγμασι καὶ τοὶς ἔργοις, τῆς ἀληθείας ἐν συμβόλοις ἐμφανίζον, πᾶσαν τοῦ Υἱοῦ σου τὴν σάρκωσιν.

ΜΕΓΙΣΤΟΥΣ ΕΝ ΚΑΙΡΩ,, ΠΙΣΤΟΙ ΕΠΙΔΕΙΞΩΜΕΘΑ...

Μεγίστους ἐν καιρῷ, πιστοὶ ἐπιδειξώμεθα, τῆς ἐγκρατείας πόνους, ὅπως μεγίστης δόξης ἐπιτύχωμεν ἐλέει, τοῦ μεγάλου Θεοῦ καὶ Βασιλέως, ἀπολυτρούμενοι, τῆς φλογὸς τῆς γεέννης. Τὸν χρόνον τῆς Νηστείας, νὺν ὑπερμεσάσαντες, ἀρχὴν ἐνθέου δόξης, σαφῶς ἐπιδειξώμεθα, καὶ εἰς τέλος ἐναρέτου πολιτείας, φθᾶσαι θερμῶς σπεύσωμεν, ὅπως ληψώμεθα, τὴν τρυφὴν τὴν ἀγήρω.

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΗΣ ΚΛΙΜΑΚΟΣ....

Εικόνα
ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος. Συναξάριον Τὴ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Συγγραφέως τῆς Κλίμακος. Στίχοι · Ἐπὶ κλίμαξι κλίμακας πυκνῶς, Πάτερ, · Τὰς σᾶς ἀρετὰς θείς, ἔφθασας πόλου μέχρι. · Χαῖρεν Ἰωάννης τριακοστὴ ἐξαναλύων. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωάδ. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν τῷ Φρέατι. Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Εὐβούλη, ἡ μήτηρ τοῦ Ἁγίου Παντελεήμονος, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Ἐν οὐρανοῖς σύνεστιν ἀθλητὴ Τέκνω, · Ἀθλητομήτωρ καλλίτεκνος Εὐβούλη. Τὴ αὐτὴ ἡμέρα ὁ Ἅγιος, Ἰωάννης, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

....ΧΡΙΣΤΟΣ Ο ΘΕΟΣ ΗΜΩΝ, Ο ΟΥΤΩΣ.....ΔΟΞΑ ΣΟΙ....

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε, διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ Ἅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα ἐζωοποιήθημεν, διὸ ἀνυμνοῦντες βοῶμεν. Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοί.

ΔΕΥΤΕ ΕΡΓΑΣΩΜΕΘΑ... Ο ΜΟΝΟΣ ΠΟΛΥΕΛΕΟΣ...

Δεῦτε ἐργασώμεθα ἐν τῷ μυστικῶ ἀμπελώνι καρποὺς μετανοίας, ἐν τούτῳ ποιούμενοι οὐκ ἐν βρώμασι καὶ πόμασι κοπιῶντες, ἀλλ' ἐν προσευχαῖς καὶ νηστείαις τάς ἀρετὰς κατορθοῦντες, τούτοις ἀρεσκόμενος, ὁ Κύριος τοῦ ἔργου δηνάριον παρέχει δι οὗ ψυχὰς λυτροῦται, χρέους ἁμαρτίας, ὁ μόνος πολυέλεος.

.... ΣΥΜΦΩΝΩΣ ΗΛΙΑΝ, ΣΗΒΕΗΘΗΝ ΚΑΙ ΑΒΙΒΟΝ, ΛΑΖΑΡΟΝ ΜΑΡΗΝ ΜΑΡΟΥΘΑΝ....

Ὄρος σὲ τὴ χάριτι, τὴ θεία κατάσκιον, προβλεπτικοὶς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοίς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν. Συμφώνως Ἠλίαν, Σηβεήθην καὶ Ἄβιβον, Λάζαρον Μάρην Μαρουθάν, Ναρσὴν καὶ Σάββαν Ζανιθάν, καὶ τὸν Βαραχήσιον καὶ Ἰωνάν, θεοπρεπῶς ἀνυμνήσωμεν, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ἐναθλήσαντας. Ὁσίως παμμάκαρ, Ἰωνὰ σὲ γεραίρομεν, μετὰ γὰρ πλείστους αἰκισμούς, εἰς παγετὸν ἀπορριφείς, γενναίως ὑπέμεινας, τὴ τοῦ Θεοῦ καταθαλπόμενος χάριτι, καὶ τόν χειμῶνα τῆς πλάνης τροπούμενος. Ἰσχὺϊ παμμάκαρ, θεϊκὴ Βαραχήσιε, τὰς πυρακτώσεις ἐνεγκῶν, τὰς ἐκ μολύβδου ἀνδρικῶς, τὸ ὄμμα ἀνέτεινες, πρὸς τὸν Χριστόν, ἀναψυχὴν εἰσδεχόμενος, σωτηριώδη, διὸ σὲ γεραίρομεν. Σοφίας οἱ Μάρτυρες, πλησθέντες τοῦ Πνεύματος, πάντας σοφους καὶ δυνατούς, πυρσολατρῶν τῶν δυσμενῶν, σαφῶς ἐτροπώσαντο, τὸ τοῦ Θεοῦ ἀνακηρύττοντες ὄνομα, οὓς ἓν αἰνέσει πιστοὶ μακαρίσωμεν. Ὡραῖοι τοὶς στίγμασι, τοὶς θείοις ἐδείχθητε, Μάρτυρες ἔνδοξοι Χριστοῦ, ὅθεν τὰ στίγματα βροτῶν, καὶ πά...

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ...

Οὐκ ἐλάτρευσαν τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν; ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον. Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ

ΥΠΟ ΧΡΟΝΟΝ ΓΕΝΟΜΕΝΟΝ....

Ὑπὸ χρόνον γενόμενον, τὸν ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκλάψαντα Θεομῆτορ ἡμῖν τέτοκας, ὃν δυσώπει σῶσαι τοὺς ὑμνούντάς σε.

ΩΣ ΛΕΙΜΩΝ ΕΥΩΔΕΣΤΑΤΟΣ, ΚΑΙ ΤΩΝ ΑΡΕΤΩΝ ΠΑΡΑΔΕΙΣΟΣ ΕΜΨΥΧΟΣ....

Ὡς λειμῶν εὐωδέστατος, καὶ τῶν ἀρετῶν Παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, δι ἦς πάντας ἔθρεψας τοὺς τιμώντάς σε. Νομοθέτην ἀσκήσεως, καὶ τῶν μοναστῶν κανόνα πραότατον, ὡς Μωσὴν σὲ καὶ Δαυϊδ ἀληθῶς, κεκτημένοι Πάτερ μακαρίζομεν. Φυτευθεὶς ἐν τοῖς ὕδασι, τοὶς τῆς ἐγκρατείας, ὤφθης μακάριε, κλῆμα Πάτερ εὐθαλέστατον εὐσεβείας βότρυας προβαλλόμενον.

ΕΝΤΟΛΑΣ ΣΟΥ ΔΕΣΠΟΤΑ ΜΗ ΦΥΛΑΞΑΣ, ΓΝΩΜΗ ΕΜΑΥΤΟΥ....

Ἐντολάς σου Δέσποτα μὴ φυλάξας, γνώμη ἐμαυτοῦ, τοὶς πάθεσιν ὑπελθῶν, τοὶς τῶν ἡδονῶν, γεγύμνωμαι χάριτος, καὶ ταὶς πληγαὶς ἔρριμμαι γυμνός, ὅθεν αἰτούμαί σε, τὸν Σωτήρα διασώσαί με. Οὐ Λευϊτης ἴσχυσεν, ἀποσμῆξαι, μώλωπας ἐμούς, ἀλλ' ἦλθες ὁ ἀγαθός, πρὸς μὲ συμπαθῶς καὶ ἔχεας ἔλεος σῶν οἰκτιρμῶν, Σῶτερ ἐπ ἐμὲ ὥσπερ πανάριστος, ἰατρός μὲ ἰασάμενος. Ὡς ὑπάρχων εὔσπλαγχνος, κατοικτείρας ἔσωσας Χριστὲ τὸν μάστιξιν ἀλγεινῶς, ὑπὸ τῶν ληστῶν, Σωτὴρ μαστιχθέντα μὲ καὶ τὴν ψυχὴν σώμά τε σαυτοῦ ὥσπερ δηνάρια δύο δέδωκας ἀντίλυτρον.

ΕΔΕΞΩ ΕΝ ΤΗ ΨΥΧΗ, ΤΟΝ ΘΕΙΟΝ ΠΛΟΥΤΟΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Ἐδέξω ἐν τῇ ψυχή, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ. Ὕλης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀϋλω δὲ προσευχὴ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα. Ἱδρῶσιν ἀσκητικοίς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πὺρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.

ΙΗΣΟΥ ΕΠΙΣΚΕΨΑΙ, ΤΟΥΣ ΜΩΛΩΠΑΣ....ΔΙΕΣΩΣΑΣ...

Ἰησοῦ ἐπίσκεψαι, τοὺς μώλωπας ψυχῆς τῆς ἐμῆς, καθάπερ πάλαι, τὸν ἐν χερσὶ πεσόντα ληστῶν, καὶ ἰάτρευσόν μου, Χριστέ, τὸ ἄλγος δέομαι. Ἀλγεινῶς ταὶς μάστιξιν, ἠσθένησε ψυχή μου Χριστὲ ταὶς τῶν πταισμάτων, καὶ ἔνθεν γυμνὸς περίκειμαι, ἀρετῶν ἐνθέων, καθικετεύω, Σώσόν με. Ἱερεὺς ὡς εἴδέ με, καὶ Λευϊτης οὐκ ἴσχυσε σαφῶς, παρῆλθον γὰρ με, ἀλλ' αὐτὸς ὡς εὔσπλαγχνος, νὺν τὴν σωτηρίαν, παρέσχες καὶ διέσωσας.

ΛΗΣΤΑΙ ΜΟΥ ΕΣΥΛΗΣΑΝ, ΤΗΝ ΕΡΓΑΣΙΑΝ ΤΗΝ ΕΝΘΕΟΝ....

Λησταί μου ἐσύλησαν, τὴν ἐργασίαν τὴν ἔνθεον, καὶ κατέλιπόν με, ταὶς πληγαὶς τιμωρούμενον. Ἐξέδυσαν Σώτέρ με, τῶν ἐντολῶν σου, οἱ ἄστατοι λογισμοί μου, ὅθεν μεμαστίγωμαι πταίσμασι. Λευϊτης τοὶς μώλωψι τραυματισθέντα ὡς εἴδέ με παρῆλθε Σωτήρ μου, ἀλλὰ σὺ μὲ διάσωσον.

ΜΑΡΤΥΡΩΝ ΚΑΡΤΕΡΟΥΣ, ΥΠΟΜΕΙΝΑΝΤΕΣ ΠΟΝΟΥΣ, ΠΡΟΣ ΑΠΟΝΟΝ....

Μαρτύρων καρτερούς, ὑπομείναντες πόνους, πρὸς ἄπονον ζωήν, μετηνέχθητε ὄντως, καὶ νὺν ταὶς εὐχαὶς ὑμῶν, πάντα πόνον κουφίζετε, Μεγαλώνυμοι, ἐκ τῶν πιστῶς προσιόντων, τὴ σορῶ ὑμῶν, ἣν ἀσπαζόμενοι πόθω, ὑμᾶς μακαρίζομεν.

ΕΝ ΤΗ ΧΛΟΗ ΤΗΣ ΑΝΩ, ΒΑΣΙΛΕΙΑΣ....ΘΕΟΣ ΕΥΛΟΓΗΤΟΣ ΕΙ....

Ἐν τῇ χλόη τῆς ἄνω, βασιλείας, τὴν ποίμνην Πάτερ ἐξέθρεψας καὶ ῥάβδω τῶν δογμάτων, τοὺς θήρας ἀπελάσας, τῶν αἱρέσεων ἔψαλλες, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἐν τῇ ἄνω εἰσῆλθες, νυμφικὴ εὐωχία, τοῦ Βασιλέως Χριστοῦ, στολὴν ἐνδεδυμένος ἀξίαν τοῦ καλοῦντος, ἐν ὧ καὶ ἀνεκλίθης βοῶν, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. Μὴ βραχεῖς ἁμαρτίαις, ποταμὸς ἀνεδείχθης, τῆς ἐγκρατείας Πάτερ λογισμοὺς κατα κλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ, ΩΣ ΖΩΣΑ ΚΑΙ ΑΦΘΟΝΟΣ ΠΗΓΗ....ΔΟΞΗΣ ΑΞΙΩΣΟΝ....

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζώσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον.

ΑΘΛΗΣΕΩΣ ΚΑΥΧΗΜΑ, ΚΑΙ ΣΤΕΦΑΝΩΝ ΑΞΙΩΜΑ.... ΤΟ ΜΕΓΑ ΣΟΥ ΕΛΕΟΣ...

Ἀθλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε, καρτερία γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκή, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο, Αὐτῶν ταὶς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

ΕΝ .....ΠΕΡΑΤΑ, ΚΑΘΗΓΗΤΑ....

Ἐν τῷ ὕψει Κύριος, τῆς ἐγκρατείας, ἀληθῆ σε ἔθετο, ὥσπερ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

ΤΟΝ ΑΧΡΑΝΤΟΝ ΣΤΑΥΡΟΝ, ΣΟΥ ΣΩΤΗΡ...

Τὸν ἄχραντον Σταυρόν, σου Σωτὴρ ἡμῶν ὡς ὅπλον σωτηρίας κατέχοντες, ἐν αὐτῷ σοὶ βοῶμεν, Σῶσον ἡμᾶς, ὁ παθῶν ἑκουσίως ὑπὲρ ἡμῶν, ὁ πάντων Θεὸς ὡς πολυέλεος.

Ο ΜΟΝΟΣ ΕΙΔΩΣ ΤΗΣ ΤΩΝ ΒΡΟΤΩΝ, ΟΥΣΙΑΣ ΤΗΝ ΑΣΘΕΝΕΙΑΝ....ΜΑΡΤΥΣ ΒΑΡΑΧΗΣΙΕ...

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοί, Ἅγιος ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε. Νευρούμενοι πόθω θεϊκῶ, ἀσκήσει ὑπετάξατε, τὸ τῆς σαρκὸς Μακάριοι φρόνημα, ἀθλήσαντες δὲ κατεπαλαίσατε, δυσμενῆ ἀσώματον, πόνων ἐπιδόσεσι, καὶ νομίμως ἐστέφθητε Ἅγιοι. Ποθῶν τὸ παθεῖν ὑπὲρ Χριστοῦ, ὑπήνεγκας στερρότατα, τοὺς ῥαβδισμοὺς παμμάκαρ τοῦ σώματος, Τυπτόμενός τε καὶ συντριβόμενος, καὶ κατατεινόμενος, Ἰωνὰ πανόλβιε, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε. Ῥωννύμενος σθένει θεϊκῶ, πυρούμενος ἐν χάριτι, τοῦ παντουργοῦ πανόλβιε Πνεύματος, τὰς ἀναρτήσεις, τὸ πύρ, τὰς μάστιγας, ἀνδρικῶς ὑπήνεγκας, Μάρτυς Βαραχήσιε, ὑπὸ πάντων πιστῶν θαυμαζόμενος.

ΣΤΕΡΕΩΜΑ ΜΟΥ ΓΕΝΟΥ, Ο ΘΕΜΕΛΙΩΣΑΣ ΤΗΝ ΓΗΝ ΕΠΙ ΤΩΝ ΥΔΑΤΩΝ...

Στερέωμά μου γενοῦ, ὁ θεμελιώσας τὴν γὴν ἐπὶ τῶν ὑδάτων, ὅτι οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. Ἐξήρανας θολερούς, χειμάρρους τῆς πλάνης πυρὶ τῶν σῶν λόγων, καὶ νάματα γνώσεως Χριστοῦ, Μάρκε ἐπήγασας. Ἐχθρῶν τὴν παρεμβολήν, ἐσκέδασας Μάρκε Χριστοῦ ἐπικλήσει, καὶ ἤθροισας λόγοις σου λαούς, εἰς τὴν ἀγάπην αὐτοῦ. Μαρτύρων συνασπισμος, ἔχων στρατηγοῦντα Χριστὸν τὸν Σωτήρα, τῆς πλάνης τὸν πόλεμον, τὸν ἄσπονδον ἐνίκησε.

ΜΑΡΤΥΣ ΒΑΡΑΧΗΣΙΕ ΠΟΛΛΩΝ...

Μάρτυς Βαραχήσιε πολλῶν, πόνων ἐπιδόσεσι, φωτοειδὴς ἐχρημάτισας, πυρὸς νικήσας γάρ, τὴν φλογώδη φύσιν, τὴ θερμὴ πρὸς Κύριον, ἀγάπη ἐκρεμάσθης μετέωρος, καὶ πιεζόμενος, τὰ ὀστὰ πάντα συντέτριψαι, διὰ τοῦτο, πίστει σὲ γεραίρομεν. Ἰωνὰ θεσπέσιε δεθείς, ῥαβδισμοὺς ὑπήνεγκας, καὶ τῶν δακτύλων ἀφαίρεσιν, γλωσσοτομούμενος, καὶ βραζούση πίσση, συγκατακαιόμενος, καὶ πρίοσι δεινῶς μεριζόμενος, διὸ ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Ὕμνοις Βαραχήσιον Πιστοί, Λάζαρον καὶ Ἄβιβον, καὶ Ἰωνὰν εὐφημήσωμεν, Ναρσὴν Ἠλίαν τε, Μάρην Σηβεήθην, Μαρουθὰν τὸν ἔνδοξον, καὶ Σάββαν Ζανιθάν τε, αἰτούμενοι, τούτων δεήσεσι, τῶν κακῶν λαβεῖν συγχώρησιν, καὶ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΙΚΕΤΕΥΕ ΑΠΑΥΣΤΩΣ ΑΓΝΗ...ΘΕΟΝΥΜΦΕ...

Ἱκέτευε ἀπαύστως Ἁγνή, τον προελθόντα ἐκ λαγόνων σου ῥυσθῆναι πλάνης διαβόλου τοὺς ὑμνούντάς σε Θεόνυμφε.

ΟΔΩ ΕΝ ΤΗ ΤΟΥ ΒΙΟΥ ΧΡΙΣΤΕ ΔΕΙΝΩΣ ΟΔΕΥΩΝ ΤΕΤΡΑΥΜΑΤΙΣΜΑΙ...

Ὁδῷ ἐν τῇ τοῦ βίου Χριστὲ δεινῶς ὁδεύων τετραυμάτισμαι, ὑπὸ ληστῶν ἐν τοῖς πάθεσιν, ἀλλ' ἀνάστησόν με δέομαι. Ἐσύλησαν τὸν νοῦν μου λησταί, καὶ ἕλιπόν με ἐν τοῖς μώλωψιν, ἡμιθανῆ τῶν πταισμάτων μου' ἀλλὰ ἴασαί με Κύριε. Ἐγύμνωσάν με Σῶτερ Χριστέ, τῶν ἐντολῶν σου τὰ παθήματα, καὶ ἡδοναὶς μεμαστίγωμαι, ἀλλ' ἐπίχεέ μοὶ ἔλεος.

ΟΙΚΟΝ ΘΕΟΥ ΩΣ ΑΛΗΘΩΣ....ΙΩΑΝΝΗ ΠΑΤΗΡ ΗΜΩΝ...

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταὶς θείαις ἀρεταίς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατεία ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἦς ἀνυψώθης, διὸ καὶ ἐφωτίσθης εὐχαὶς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.

ΩΜΟΙΩΘΗΝ ΧΡΙΣΤΕ, ΤΩ ΕΝ ΧΕΡΣΙ ΤΩΝ ΛΗΣΤΩΝ....

Ὡμοιώθην Χριστέ, τῶ ἐν χερσὶ τῶν ληστῶν περιπεσόντι, καὶ τυπτήμασιν ἡμιθανεῖ ὑπὸ τούτων, καταλειφθέντι Σωτήρ, καγῶ οὕτω πέπληγμαι, ταὶς ἁμαρτίαις μου. Μὴ παρίδης ἐμέ, τὸν ἀσθενοῦντα δεινῶς, ἐβόα Σῶτερ ὀδυρόμενος, εἰς τοὺς ληστὰς ὁ τὸν πλοῦτον ἀποσυλήσας σου, καγῶ οὕτω δέομαι, Οἴκτειρον σώσόν με. Ἰατρεύσας ἐμέ, τὸν μαστιχθέντα τὸν νοῦν, ταὶς ἁμαρτίαις ἓν ταὶς μάστιξιν, ὑπὸ ληστῶν τῶν ἀδίκων καὶ πονηρῶν λογισμῶν, Χριστὲ Σωτὴρ σώσόν με, ὡς πολυέλεος.

Ο ΔΙ' ΗΜΑΣ ΓΕΝΝΗΘΕΙΣ ΕΚ ΠΑΡΘΕΝΟΥ, ΚΑΙ ΣΤΑΥΡΩΣΙΝ ΥΠΟΜΕΙΝΑΣ....

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομεῖνας ἀγαθέ, ὁ θανάτω τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδης οὓς ἔπλασας τὴ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ, ΤΗΣ ΕΡΗΜΟΥ ΤΟ ΑΓΟΝΟΝ ΕΓΕΩΡΓΗΣΑΣ, ΚΑΙ ΤΟΙΣ ΕΚ ΒΑΘΟΥΣ....

Ταὶς τῶν δακρύων σου ῥοαίς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοὶς ἐκ βάθους στεναγμοίς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τὴ Οἰκουμένη λάμπων τοὶς θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ω ΘΑΥΜΑΤΟΣ ΚΑΙ ΝΟΥ, ΠΑΝΤΩΝ ΤΩΝ ΠΑΛΑΙ ΘΑΥΜΑΤΩΝ....

Ὧ θαύματος καὶ νοῦ, πάντων τῶν πάλαι θαυμάτων! τὶς γὰρ ἔγνω μητέρα ἄνευ ἀνδρὸς τετοκυίαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν Κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαὶς ὠλέναις βαστάσασα καὶ μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύση δυσωποῦσα, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΕΠΙ ΓΗΣ ΑΓΓΕΛΟΝ, ΚΑΙ ΕΝ ΟΥΡΑΝΟΙΣ ΑΝΘΡΩΠΟΝ ΘΕΟΥ, ΤΟΥ ΚΟΣΜΟΥ ΤΗΝ ΕΥΚΟΣΜΙΑΝ....

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα Ἰωάννην τιμήσωμεν, πεφυτευμένος γὰρ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἓν Ὁσιότητι καὶ δικαιοσύνη.

ΠΑΤΕΡ ΙΩΑΝΝΗ ΟΣΙΕ, ΔΙΑΠΑΝΤΟΣ ΑΛΗΘΩΣ, ΤΟΥ ΘΕΟΥ ΕΝ ΤΩ ΛΑΡΡΥΓΓΙ.....

Πάτερ Ἰωάννη Ὅσιε, διαπαντὸς ἀληθῶς, τοῦ Θεοῦ ἐν τῷ λάρυγγι, τὰς ὑψώσεις ἔφερες, μελετῶν πρακτικώτατα, τὰ θεόπνευστα, λόγια πάνσοφε, καὶ τὴν ἐκεῖθεν, ἀναπηγάζουσαν, χάριν ἐπλούτησας, γεγονῶς μακάριος, τῶν ἀσεβῶν, πάντων τὰ βουλεύματα, καταστρεψάμενος. Πάτερ Ἰωάννη ἔνδοξε, ταὶς τῶν δακρύων πηγαίς, τὴν ψυχὴν καθαιρόμενος, καὶ παννύχοις στάσεσι τὸν Θεὸν ἱλασκόμενος, ἀνεπτερώθης πρὸς τὴν ἀγάπησιν τὴν τούτου Μάκαρ, καὶ ὡραιότητα, ἢς ἐπαξίως νὺν ἀπολαύεις ἄληκτα, χαρμονικῶς, μετὰ τῶν συνάθλων σου, θεόφρον Ὅσιε. Πάτερ Ἰωάννη Ὅσιε, ἀναπτερώσας τὸν νοῦν, πρὸς Θεὸν διὰ πίστεως, κοσμικῆς συγχύσεως, ἑβδελύξω τὸ ἄστατον, καὶ τὸν Σταυρόν σου, ἀναλαβόμενος τῶ Παντεπόπτη, κατηκολούθησας, σῶμα δυσήνιον ἀγωγαὶς ἀσκήσεως τῶ λογισμῶ, σθένει δουλωσάμενος τοῦ θείου Πνεύματος.

ΚΥΡΙΑΚΗ Δ ΤΩΝ ΝΗΣΤΕΙΩΝ -- ΙΩΑΝΝΟΥ ΤΗΣ ΚΛΙΜΑΚΟΣ....

Εικόνα
ΚΥΡΙΑΚΗ Δ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΣΥΓΓΡΑΦΕΩΣ ΤΗΣ «ΚΛΙΜΑΚΟΣ» Συναξάριον Τὴ αὐτὴ ἡμέρα, Κυριακὴ τετάρτη τῶν Νηστειῶν, μνήμην ποιοῦμεν τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ Συγγραφέως τῆς Κλίμακος. Στίχοι · Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὧν Ἰωάννης, · Αἰωνίως ζή, καὶ νεκρὸς φανεῖς ἄπνους. · Σύγγραμμα λιπῶν Κλίμακα τὴ ἀνόδω, · Δείκνυσιν αὐτοῦ πορείαν τῆς ἀνόδου. Ταὶς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΓΙΟΥ ΑΒΙΒΟΥ, ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΑΡΚΟΥ, ΙΩΝΑ, ΒΑΡΑΧΗΣΙΟΥ ΚΛΠ....

Εικόνα
ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου καὶ τῶν σὺν αὐτοῖς, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἰωνά, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου Ἐπισκόπου Ἀρεθουσίων, Κυρίλλου Διακόνου, καὶ ἑτέρων πολλῶν. Στίχοι · Ἐπαγρυπνήσας πρῶτα πολλαὶς αἰκίαις, · Ὕπνωσε Μᾶρκος, θεῖον εἰρήνης ὕπνον, · Γαστὴρ Κυρίλλου Λευϊτου διὰ ξίφους, · Ὡσεὶ πάχος γής, εἶπε Δαυϊδ, ἐρράγη. · Κεῖνται γύναια βρώσεως χοίροις σκάφαι, · Γαστρὸς παθοῦσαι ῥήξιν ἐκχοιροφρόνων. · Εἰκάδι ἠδ' ἐνάτη Ἀθληταὶ εἰς πόλον ἴκον. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰωνά, Βαραχησίου καὶ τῶν σὺν αὐτοῖς ἐννέα Μαρτύρων. Στίχοι · Ἔχεις Ἰωνὰν καὶ σύ, γῆ, πάντως μέγαν, · Κατ' οὐδὲν ἐνδέοντα τοῦ θαλαττίου. · Διψῶν Βαραχήσιος Ἀθλητῶν τέλους, · Χανδὸν ζεούσης ἐκπίνει πίσσης σκύφον. · Χριστοῦ ὑπετμηθέντες ἄνδρες ἐννέα, · Σύνεισιν ἤ...

ΣΤΑΥΡΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ.....ΣΤΑΥΡΩΣΙΝ...

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα, Τὶ τοῦτο Υἱέ μου; τὶ σοὶ ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδει με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

ΥΠΑΡΧΟΝΤΕΣ ΦΩΣΤΗΡΕΣ, ΑΠΛΑΝΕΙΣ ΧΡΙΣΤΟΥ ΑΘΛΗΤΑΙ, ΦΩΤΙΣΑΤΕ ΗΜΩΝ ΤΟΥΣ ΛΟΓΙΣΜΟΥΣ...

Ὑπάρχοντες φωστῆρες, ἀπλανεῖς Χριστοῦ Ἀθληταί, φωτίσατε ἡμῶν τοὺς λογισμούς, καὶ νευρώσατε ποιεῖν, τὰ φωταυγῆ καὶ καθαρά, Θεοῦ θελήματα. Ῥομφαῖαι καθορᾶσθε, κατασφάττουσαι δυσμενεῖς, γενναῖοι τοῦ Κυρίου Ἀθληταί, ἀλλὰ ῥύσατε ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ πονηροῦ ταὶς προστασίαις ὑμῶν.

ΤΟ ΧΑΥΝΟΝ ΚΑΙ ΕΚΛΥΤΟΝ....ΠΑΝΤΟΤΕ.....

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβω καὶ πόθω, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω, τὸ πὺρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν αἰώνιον, διὰ σοῦ ἀπολάβοιμι, εὐφραινόμενος πάντοτε.

Ω ΚΑΛΛΙΣΤΗΣ ΣΥΝΑΛΛΑΓΗΣ! ΗΣ ΕΥΡΑΤΕ ΘΑΝΑΤΩ ΤΗΝ ΖΩΗΝ.....

Ὧ καλλίστης συναλλαγῆς! ἢς εὔρατε θανάτω τὴν ζωήν, Ἱερομάρτυρες Χριστοῦ, πὺρ καὶ ξίφος, κρύη καὶ θήρας, μηδαμῶς πτοηθέντες, καὶ βοῶντες, ὑμνεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἄνω χορὸς ἀγγελικός, κάτω δὲ ἡμεῖς οἱ ἐπὶ γῆς, αἰνοῦμεν Μάρτυρες Χριστοῦ, τὰ ξένα ἄθλα καὶ τοὺς ἀγῶνας, τῆς ὑμῶν εὐανδρείας, εὐλογοῦντες ὑμνοῦντες τόν Κύριον, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Φῶς ζωήν τε καὶ ζωάς, σέβω σὲ Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἐκπορευτόν, φύσιν μίαν, τρεῖς ὑποστάσεις, Θεὸν ἕνα μέλπων. Εὐλογῶ σὲ ὕμνώ σε τὸν Κύριον, καὶ ὑπερυψῶ σε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΕΓΑΛΩΝΥΜΟΙ ΧΡΙΣΤΟΥ ΑΘΛΗΤΑΙ, ΚΑΙ ΣΕΠΤΟΙ....ΑΓΙΟΛΕΚΤΟΝ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ...

Μεγαλώνυμοι Χριστοῦ Ἀθληταί, καὶ σεπτοὶ ἐν Θεῷ, ἅπαντας τοὺς ἀνυμνοῦντας τὰ μνημόσυνα ὑμῶν, μεγάλων ἐγκλημάτων, καὶ τῶν ἐκεῖ βασάνων, λυτρώσατε ὑμῶν πρός αὐτόν, μεγίσταις ἱκεσίαις. Ἁγιόλεκτον Χριστοῦ τοῦ Θεοῦ, καὶ στερρὸν ἀληθῶς, στράτευμα Μαρτύρων δῆμοι, ἁγιάσατε ἡμῶν, τὸν νοῦν καὶ τὴν καρδίαν, ἐν ταύταις ταὶς ἁγίαις ἡμέραις τῆς Νηστείας, ὑμῶν ἁγίαις ἱκεσίαις.

Ο ΜΕΓΑΛΥΝΑΣ, ΤΟΥΣ ΑΓΙΟΥΣ ΣΟΥ ΠΑΝΤΑΣ....

Ὁ μεγαλύνας, τοὺς Ἁγίους σου πάντας, καὶ σημείοις, θαυμαστώσας αὐτοὺς ἐν Κόσμῳ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Πᾶσαν ἰδέαν, αἰκισμῶν διελθόντες, καὶ γόνυ τῶ Βάαλ, μὴ πεισθέντες κλῖναι, στεφάνους δόξης ἤρασθε, ἐκ Θεοῦ Χριστομάρτυρες. Ἡ ἓν Μονάδι, Τριὰς προσκυνουμένη οὐσία, ὁ Πατὴρ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, τοὺς σὲ ὑμνοῦντας φύλαττε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΣΤΟΛΙΣΘΕΝΤΕΣ ΑΘΛΗΤΑΙ.....ΑΓΓΕΛΩΝ ΝΟΗΤΩΣ...

Στολισθέντες Ἀθληταί, τὴν ἀφθαρσίαν ἐνθέως τὴ ἀπεκδύσει τῆς φθειρομένης σαρκός, τῶ δι' ἡμᾶς σάρκα ἓξ ἀφθόρου, προσλαβόντι Γυναικός, νὺν παρίστασθε φαιδροῖ, διὸ μὲ ἐνδύσατε, περιβολὴν Ἱεράν, γεγυμνωμένον κακῶς. Ἐγκρατῶς πολιτευθείς, τῶν Ἀθλοφόρων ὁ δῆμος, τῆς ἐγκρατείας ἡμᾶς τὸ στάδιον, ἐνδυναμοῖ τρέχειν ἀκωλύτως, ὡς κηρύξας τὸν Χριστόν, ἐν σταδίῳ ἀνδρικῶς, καὶ παρεστὼς βήματι, στεφηφορῶν ἐντρυφᾷ, μέτ' Ἀγγέλων νοητῶς.

ΤΑΣ ΣΥΓΚΟΠΑΣ ΤΩΝ ΜΕΛΩΝ ΥΜΩΝ....

Τὰς συγκοπᾷς τῶν μελῶν ὑμῶν διαβλέποντες, ἐνετρυφᾶτε τοὶς αἵμασιν ἀγαλλόμενοι, ἀλλὰ καθικετεύσατε, ὑπὲρ ἡμῶν ἐκτενῶς τῶ Κυρίω Μάρτυρες ἀεισέβαστοι.

Ω ΜΑΚΑΡΙΑ ΘΕΟΝΥΜΦΕ, ΠΩΣ ΓΕΓΕΝΝΗΚΑΣ....

Ὧ μακαρία Θεόνυμφε, πῶς γεγέννηκας ἄνευ ἀνδρός, καὶ μεμένηκας ὡς τὸ πρότερον; Θεὸν γὰρ ἀπεκύησας, τεράστιον φοβερόν, ἀλλ' αἴτησαι σώζεσθαι, τοὺς ὑμνούντάς σε.

ΘΕΩ ΚΑΘΙΕΡΩΣΑΣ, ΤΗΝ ΣΗΝ ΠΑΜΜΑΚΑΡ....

Θεῷ καθιέρωσας, τὴν σὴν Παμμάκαρ ζωήν, γενόμενος ἄριστος, Ἱερουργὸς ἀληθῶς, Χριστοῦ Ἱερώτατε, ὅθεν μετὰ μυρίους, τοὺς ἱδρώτας καὶ πόνους, χαίρων εἰς τάς ἀϋλους, μετετέθης σκηνώσεις, καὶ νὺν ἀναπηγάζεις ἡμῖν ῥεῖθρα ἰάσεων.

ΣΑΡΚΟΣ ΚΑΙ ΑΙΜΑΤΟΣ ΑΓΙΟΙ ΜΗ ΦΕΙΣΑΜΕΝΟΙ....

Σαρκὸς καὶ αἵματος Ἅγιοι μὴ φεισάμενοι, πρὸς πᾶσαν βάσανον ἔστητε, ἀκατάπληκτοι, Χριστὸν μὴ ἐξαρνούμενοι, διὸ ἐκ τῶν οὐρανῶν κατέπεμψε Χριστός, τοὺς στεφάνους ἡμῖν. Τὴ τῶν Μαρτύρων πανηγύρει ὑπαντήσωμεν, λαμπροφοροῦντες ταὶς πράξεσι, καὶ βοήσωμεν ἐν θεοπνεύστοις ἄσμασιν. Ὑμεῖς ἐστε ἀληθῶς ἑωσφόροι, ἐπὶ γῆς Χριστομάρτυρες. Τριὰς ἁγία δοξάζω σε, φύσιν ἄναρχον, ἕνα Θεὸν ἕνα Κύριον, τρία πρόσωπα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἀγέννητον γεννητὸν ἐκπορευτόν, τὸν αὐτὸν καὶ ἀϊδιον.

ΒΙΟΝ ΑΚΗΛΙΔΩΤΟΝ, ΥΠΟΜΟΝΗΝ ΚΑΙ ΠΡΑΟΤΗΤΑ....

Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀσφαλῆ, ἐν συμπαθεῖᾳ Πάτερ κτησάμενος, ὡς Ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Ἐπίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίω τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, τῶν πιστῶς εὐφημούντων σε, Ἱλαρίων μακάριε. Ὁ νούς σου λαμπόμενος, ταὶς θεϊκαὶς ἐπιγνώσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγὴς τῶν κάτω, φέρων χαρακτήρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος, καὶ γνωριζόμενος, ὅλος θεοειδέστατος, τὴ συνεργεῖα τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, Μοναζόντων ἀγλάϊσμα.

Ο ΕΚ ΠΑΡΘΕΝΟΥ ΑΝΑΤΕΙΛΑΣ ΤΩ ΚΟΣΜΩ...

Ὁ ἐκ Παρθένου ἀνατείλας τῶ κόσμω, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς δι' αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς.

ΑΝΑΠΑΥΣΟΝ ΣΩΤΗΡ ΗΜΩΝ, ΜΕΤΑ ΔΙΚΑΙΩΝ....

Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον, ἐν ταῖς αὐλαίς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθὸς τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ, καὶ γνώσει φιλάνθρωπε.

ΜΗΤΗΡ ΑΓΙΑ Η ΤΟΥ ΑΦΡΑΑΣΤΟΥ ΦΩΤΟΣ...

Μήτηρ ἁγία ἡ τοῦ ἀφράστου φωτός, Ἀγγελικοὶς σὲ ὕμνοις τιμῶντες μεγαλύνομεν.

ΑΠΟΣΤΟΛΟΙ, ΜΑΡΤΥΡΕΣ ΚΑΙ ΠΡΟΦΗΤΑΙ....ΔΟΥΝΑΙ ΤΗΝ ΑΝΑΠΑΥΣΙΝ...

Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν Πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἡμῶν αὐτὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον, οὐδεὶς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι δοῦναι τήν ἀνάπαυσιν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΝΕΟΥ, ΑΓΙΟΥ ΗΡΩΔΙΩΝΟΣ...

Εικόνα
ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΗ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου Μονῆς τῆς Πελεκητῆς. Στίχοι · Δοὺς Ἱλαρίων γῆ τὸ γῆθεν σαρκίον, · Γὴν Μακάρων ὤκησε τὴν μακαρίαν. · Ὀγδόη Ἱλαρίωνα κιχήσατο εἰκάδι πότμος. Τὴ αὐτὴ ἡμέρα, ἄθλησις τοῦ Ἁγίου Ἡρῳδίωνος, ἑνὸς τῶν ἑβδομήκοντα Ἀποστόλων. Στίχοι · Ῥόδον νοητὸν ὧν σαφῶς Ἡρῳδίων, · Ξίφει τρυγηθείς, αὖθις ἀνθεῖ ἐν πόλῳ. Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΚ ΝΥΚΤΟΣ ΟΡΘΡΙΖΟΝΤΑ ΦΩΤΙΣΟΝ ΜΕ ΖΩΟΠΟΙΕ ΧΡΙΣΤΟΥ ΣΤΑΥΡΕ....

Ἐκ νυκτὸς ὀρθρίζοντα φώτισόν με ζωοποιὲ Χριστοῦ Σταυρέ, φόβω προσκυνούντά σε, ἡμέραν σωτήριον, ἀεὶ ἐξανατέλλων μοί

ΤΟ ΦΩΣ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ, ΝΥΝ ΚΑΘΟΡΩΝΤΕΣ ΧΡΙΣΤΕ...ΔΟΞΑΖΟΜΕΝ...

Τὸ φῶς τῶν ψυχῶν ἡμῶν, νὺν καθορῶντες Χριστέ, Σταυρόν σου τὸν ἄχραντον, καὶ προσκυνοῦντες χαρά, φαιδρὼς ἐκβοήσωμεν. Δόξα σοὶ ὁ ἐν τούτῳ, ὑψωθῆναι θελήσας, δόξα σοὶ ὁ φωτίσας, δι' αὐτοῦ πᾶσαν Κτίσιν, ἐν ὧ σὲ ἀκαταπαύστως, ὕμνοις δοξάζομεν.

Η ΚΡΑΤΑΙΑ, ΣΚΕΠΗ ΤΕ ΚΑΙ ΕΠΑΝΟΡΘΩΣΙΣ....ΔΑΚΡΥΑ

Ἡ κραταιά, σκέπη τε καὶ ἐπανόρθωσις, τῶν ἀνθρώπων, τὸ ἀκαταμάχητον, ὅπλον τῆς πίστεως ὁ Σταυρός, ὁ σωτηριώδης, ἰδοὺ ὁρᾶται προκείμενος, καὶ πάντων τὰς καρδίας, τῶν πιστῶς προσιόντων, ἁγιάζει φωτίζει ἐν χάριτι. Τῶ μεσασμῶ, τῆς ἐγκρατείας προκείμενος, ἐν τῷ μέσῳ, πάντων ὑπεράγαθε, Σταυρὸς ὁ τίμιος μέσον γής, ἐν ὧ ἀνυψώθης, ἐθελουσίως φιλάνθρωπε τὸν Κόσμον ἁγιάζει, τὴ αὐτοῦ προσκυνήσει, καὶ διώκει δαιμόνων τὰς φάλαγγας. Ὁ Οὐρανός, καὶ πᾶσα γῆ συνευφραίνεται, Ἀθλοφόροι, Μάρτυρες, Ἀπόστολοι, ψυχαὶ Δικαίων περιχαρῶς, νὺν ἀγαλλιῶνται, τὸ πάντας σῶζον Θεώμενοι, προκείμενον ἐν μέσῳ, ζωοδώρητον Ξύλον, καὶ πιστοὺς ἁγιάζον ἐν χάριτι. Νόμους τοὺς σούς, Κύριε ὁ ἀσυνείδητος μὴ φυλάξας, μέλλω κατακρίνεσθαι, ἡνίκα ἔρχη ἐξ οὐρανοῦ, κρίναι τῶν ἀνθρώπων, τὰ ἔργα, ὅθεν κραυγάζω σοί. Δυνάμει τοῦ Σταυροῦ σου, ἐπιστρέψας μὲ σῶσον μετανοίας παρέχων μοὶ δάκρυα.

ΣΤΑΣΗ Δ, ΧΑΙΡΕΤΙΣΜΟΙ......

ΣΤΑΣΙΣ Δ' Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων, ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοὶ προσφωνεῖν διδάξας. Χαῖρε, ἡ στήλη τῆς παρθενίας. χαῖρε, ἡ πύλη τῆς σωτηρίας. Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως. χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος. Χαῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς. χαῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν, Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα. χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα. Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως. χαῖρε, πιστοὺς Κυρίω ἁρμόζουσα, Χαῖρε, καλὴ κουροτρόφε παρθένων. χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων, Χαῖρε, Νύμφη ἀνύμφευτε. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ὕμνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῶ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου, ἰσαρίθμους γὰρ τὴ ψάμμω ὠδάς, ἂν προσφέρωμέν σοί, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὢν δέδωκας ἡμῖν, τοὶς σοὶ βοῶσιν, Ἀλληλούϊα. Ἀλληλούϊα. Φωτοδόχον λαμπάδα, τοὶς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον...

ΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΡΟΣΕΛΘΟΝΤΕΣ....ΠΛΗΡΟΥΜΕΘΑ...

Τὸν τοῦ Κυρίου προσελθόντες σήμερον, Σταυρὸν νοϊ καθαρῶ, καὶ εὐσεβεῖ γνώμη, δεῦτε προσκυνήσωμεν, πρόκειται γὰρ δωρούμενος, τοὶς αὐτὸν προσκυνοῦσιν, ἁγιασμόν τε σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος. Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν αἴνεσιν Κυρίω προσάγοντες. Πρόκειται ξένον τοὶς Ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα, λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσιόντων αὐτῷ. Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.

ΠΑΡΑ ΚΥΡΙΟΥ....ΣΩΣΟΝ ΜΕ....

Παρὰ Κυρίου, τοῦ ταπεινώσαντος ἑαυτόν, μέχρι τοῦ διὰ σταυροῦ θανάτου, διὰ σὲ μαθοῦσα ψυχή μου, τὴν ἐξ ἐπάρσεως ταπείνωσιν, καὶ τὴν ἐκ ταπεινώσεως ὕψωσιν, ἐπ' ἀρεταὶς μὴ ἐπαίρου, μηδὲ σαυτὴν δικαίαν ὑποπτεύσασα, τὸν πλησίον κατάκρινε, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἐν φρονήματι καταβεβλημένω, τῶν σῶν ἁμαρτημάτων μνημονεύουσα μόνον, ὡς ὁ Τελώνης βόησον. Ὁ Θεός, ἱλάσθητί μοὶ τῶ ἁμαρτωλῶ, καὶ σώσόν με.

ΣΕΙΡΑΣ ΤΩΝ ΕΜΩΝ ΝΥΝ ΠΤΑΙΣΜΑΤΩΝ....ΜΕΓΑΛΥΝΩΝ ΣΕ...

Σειρὰς τῶν ἐμῶν νὺν πταισμάτων, λύσον Παρθένε Θεοτόκε, ἡ τῆς εὐσπλαγχνίας τὴν πηγήν, τεκοῦσα μόνη Θεομακάριστε, καὶ θυμηδίας ἔμπλησον, ὅπως ἀξίως μεγαλύνω σε.

ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ ΤΟΝ ΚΑΙΡΟΝ ΑΓΙΑΖΩΝ.....ΕΛΥΤΡΩΘΗΜΕΝ...

Τῆς ἐγκρατείας τὸν καιρὸν ἁγιάζων, ὁ πανσεβάσμιος Σταυρὸς καθορᾶται, ὃν προσκυνοῦντες σήμερον βοήσωμεν. Δέσποτα φιλάνθρωπε, τὴ αὐτοῦ συμμαχία, δίδου διελθεῖν ἡμᾶς, τὸ λοιπὸν τῆς Νηστείας, ἐν κατανύξει καὶ τὰ ζωηρά, βλέψαι σου Πάθη, δι' ὧν ἐλυτρώθημεν.

ΣΤΑΣΗ Γ. ΧΑΙΡΕΤΙΣΜΟΙ....

ΣΤΑΣΙΣ Γ' Νέαν ἔδειξε κτίσιν, ἐμπανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες: Χαῖρε, τὸ ἄνθος της ἀφθαρσίας, χαῖρε, τὸ στέφος της ἐγκρατείας. Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα, χαῖρε, των Ἀγγέλων τὸν βίον ἐμφαίνουσα. Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τέφονται πιστοί, χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὐ σκέπτοναι πολλοί. Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις, χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις. Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις, χαῖρε, πολλῶν πταιόντων συγχώρησις. Χαῖρε, στολή των γυμνῶν παρρησίας, χαῖρε, στοργὴ πάντα πόθον νικῶσα. Χαῖρε, Νύμφη ἀνύμφευτε. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ξένον τόκον ἰδόντες, ξενωθῶμεν του κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες, διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄντρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τους Αὐτῷ βοῶντας: Ἀλληλούϊα. Ἀλληλούϊα. Ὅλος ἦν ἐν τοῖς κάτω, καί των ἄνω οὐδόλως ἀπὴν ὁ ἀπερίγραπτος Λόγος;...

ΜΟΝΟΝ ΕΠΑΓΗ ΤΟ ΞΥΛΟΝ ΧΡΙΣΤΕ ΤΟΥ ΣΤΑΥΡΟΥ ΣΟΥ....ΗΜΑΣ

Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθω ὁ Ἅδης, ἀπέλυσε τρόμω, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογούμέν σε Υἱὲ Θεοῦ. Ἐλέησον ἡμᾶς.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ....ΥΜΝΟΥΜΕΝ ΣΕ ΚΥΡΙΕ...

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Πλουσίου φωτὸς μαρμαρυγάς, κατηξιώθης ἰδεῖν, ἀπαλλαγεῖσα σαρκός, καὶ ἐπουράνιον σκήνωμα, κατοικεῖν ἀντὶ σκηνώματος, τοῦ σκοτεινοῦ καὶ ζοφεροῦ, οὗ Κατεκλείσθης Σεμνή, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον. Ὡραῖος ὁ στέφανος, ὃν νὺν ἐστέφθης Ἔνδοξε, ζωαρχικὴ δεξιά, τοῦ Παντοκράτορος, Νύμφην γάρ, καθορῶν πεφοινιγμένην σε, ταὶς τῶν αἱμάτων σου ῥαοίς, χαίρων ἐλάμπρυνεν, Ὧ βοῶμεν, Πάντα τὰ ἔργα ὑμνούμέν σε Κύριε.

ΕΝ ΣΤΑΥΡΩ ΚΑΘΟΡΩΣΑ....

Ἐν Σταυρῷ καθορῶσα, τὸν δι' ἀγαθότητα, ἐκ σοῦ Πανάμωμε, ὑπὲρ νοῦν τεχθέντα, ἐτιτρώσκου τὰ σπλάγχνα, καὶ ἔλεγες. Οἴμοι θεῖον Τέκνον! πῶς ὑπὲρ πάντων ὀδυνᾶσαι; Προσκυνῶ σου τὸ εὔσπλαγχνον Κύριε.

ΟΥΚΕΤΙ ....ΕΙΣΑΓΕΣΘΕ ΠΑΛΙΝ ΕΙΣ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ....

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις, τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ Ἄδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοὶς ἐν Ἅδη, εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

ΕΠΕΣΤΗ ΦΙΛΕΟΡΤΟΙ, ΛΑΜΠΡΑ ΠΑΝΗΓΥΡΙΣ.....

Ἐπέστη φιλέορτοι, λαμπρὰ πανήγυρις, ἡ μνήμη ἡ ἔνδοξος, τῆς Ἀθληφόρου Χριστοῦ, εὐφραίνουσα τὰ σύμπαντα, λάμπουσα ταὶς ἀκτίσι, τῶν θαυμάτων ἐν κόσμῳ, φέρουσα τοὶς ἀνθρώποις, τὴν ἀέναον χάριν, Αὐτῆς ταὶς ἱκεσίαις Σωτήρ, σῶσον τὸν κόσμον σου.

ΤΟΝ ΣΟΝ ΣΤΑΥΡΟΝ ΤΟΝ ΑΓΙΟΝ .... ΔΟΞΑΖΟΜΕΝ...

Τὸν σὸν Σταυρὸν τὸν ἅγιον, ἀξιωθέντες ἐν χαρᾷ, κατιδεῖν καὶ προσπτύξασθαι, αἰτούμέν σε ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἵνα καὶ αὐτὰ τὰ ἄχραντα, προφθάσωμεν Πάθη σου, τὴ νηστεία νευρούμενοι, προσκυνοῦντες ὑμνοῦντες τὴν Σταύρωσιν, τὴν λόγχην, τὸν σπόγγον τὸν κάλαμον, δι' ὧν ἡμᾶς ἀπαθανατίσας, εἰς τὴν ἀρχαίαν πάλιν τρυφῆς ζωὴν ἐπανήγαγες, ὡς φιλάνθρωπος, διὸ σὲ εὐχαρίστως νὺν δοξάζομεν.

ΤΟΝ ΑΕΙΜΑΚΑΡΙΣΤΟΝ.....ΝΗΣΤΕΙΑΣ ΦΙΛΑΝΘΡΩΠΕ...

Tὸν ἀειμακάριστον, ἀξιωθέντες ἀσπάσασθαι, οἱ πιστοὶ Σταυρὸν Κύριε, δι' οὗ ἡμᾶς ἔσωσας, ἀνυμνολογοῦμεν, τὴν σὴν εὐσπλαγχνίαν, καὶ δυσωποῦμεν ἐκτενῶς, πᾶσι παράσχου τὴν ἀγαλλίασιν, Σωτὴρ τοῦ σωτηρίου σου, ἐν μετανοίᾳ διδοὺς ἡμῖν, κατιδεῖν σου τὴν Ἔγερσιν, καὶ τὰ Πάθη τὰ τίμια. Νέκρωσιν ὑπέμεινας, ἐπὶ Σταυροῦ ἐκτεινόμενος, ὁ νεκρώσας τὸν θάνατον, νεκροὺς ἀναστήσας δέ, ζωηφόρω λόγῳ, ὅθεν δυσωπῶ σε. Τὴν νεκρωθείσάν μου ψυχήν, τὴ ἁμαρτία ζώωσον Κύριε, παρέχων μοὶ κατάνυξιν, καὶ τῶν κακῶν ἀπολύτρωσιν, ἐν ἡμέραις ἁγίαις σου, τῆς Νηστείας φιλάνθρωπε.

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ, ΚΡΑΖΕΙ ΜΕΓΑΛΗ ΤΗ ΦΩΝΗ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τὴ φωνή, Σὲ Νυμφίε μου ποθῶ καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῶ βαπτισμῶ σου, καὶ πάσχω διὰ σέ, ὦς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθείσάν σοί, Αὐτῆς πρεσβείαις ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΙΟΥΔΑΙΩΝ ΦΡΥΑΓΜΑΤΙ,,,, ΟΥ ΖΥΓΟΣ ΤΗΣ ΔΟΥΛΕΙΑΣ ΣΕ....ΚΤΙΣΤΗ ΣΟΥ...

Ἰουδαίων φρυάγματι, καὶ θρασεῖα ὠμότητι, λογισμὸν ἀντέθηκας ἀνδρειόφρονα, τὴν τῶν μελλόντων προσβλέπουσα, θεόφρον ἀπόλαυσιν, διαμένουσαν ἀεί, δι' αἰῶνος ἀσάλευτον, ἢς ἐπέτυχες, ἀπὸ γὴς μεταστάσα πρὸς νυμφῶνας, οὐρανίους καὶ χορείαν, τὴν ἀκατάλυτον ἔνδοξε. Βασιλείας εὐπρέπειαν, καὶ τερπνὴν ὡραιότητα, κατιδεῖν ἠξίωσαι τοῦ Νυμφίου σου, ὡραϊσμένη τοὶς στίγμασι, στερράς σου ἀθλήσεως, καὶ πηγὴ τῶν ἀγαθῶν, ἐπαξίως προσήγγισας, τῆς ἐπέκεινα, θεϊκῆς εὐφροσύνης μετουσίαν, καρπουμένη Μακαρία, καὶ τὴν ἀθάνατον εὔκλειαν. Οὐ ζυγὸς τῆς δουλείας σε, οὐ τὸ χαῦνον τοῦ θήλεως, οὐ λιμὸς οὐ μάστιγες ἐνεπόδισαν, τὴν τῶν Μαρτύρων στερρότητα, μιμεῖσθαι Πανένδοξε, προθυμία γὰρ ψυχῆς, τὰς βασάνους ὑπέμεινας, ὅθεν ἔτυχες, οὐρανίων θαλάμων, καὶ στεφάνω, τῶν χαρίτων ἐκοσμήθης, περισταμένη τῶ Κτίστη σου.

ΣΗΜΕΡΟΝ ΠΡΟΤΙΘΕΤΑΙ....ΜΟΝΑΔΑ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ...

Σήμερον προτίθεται ὁ Σταυρός σου, ξύλον ζωῆς προσκυνητόν, καὶ κόσμος ἀγάλλεται, φοιτήσει τὴ τοῦ Πνεύματος, αὐτὸν κατασπαζόμενος. Προκείμενον βλέποντες τὸν Σταυρόν σου, οἱ Λειτουργοὶ τῶν οὐρανῶν, ὑμνούσί σε Κύριε, καὶ δαίμονες φρίττουσι, μὴ φέροντες τὸ κράτος σου. Tριάδα δοξάσωμεν ὀρθοδόξως, σὺν τῶ Πατρὶ καὶ τῶ Υἱῶ, καὶ Πνεῦμα τὸ ἅγιον τὴν μίαν θεότητα, Μονάδα τρισυπόστατον.

ΠΡΟΦΗΤΟΥ ΑΝΑΝΙΑ, ΑΓΙΑΣ ΜΑΤΡΩΝΗΣ ........

Εικόνα
ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης τῆς ἓν Θεσσαλονίκη. Συναξάριον Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ματρώνης, τῆς ἐν Θεσσαλονίκῃ. Στίχοι · Οὐκ ἄξιον λαθεῖν σὲ Μάρτυς Ματρῶνα, · Κὰν ἔνδον εἱρκτὴς ἐκπνέης κεκρυμμένη. · Εἰκάδι ἑβδομάτη θάνε Ματρῶνα ἑνὶ εἱρκτή. Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κήρικος, ὁ ἐν τῷ Ἄπρω, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Ἐγώ, Πάτερ Κήρικε, καὶ τεθνηκότα, · Κὰν καρδία φέρειν σε, κὰν γλώττη θέλω. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλητοῦ τοῦ Συγκλητικοῦ, καὶ Λυδίας τῆς αὐτοῦ γυναικός, καὶ τῶν τέκνων αὐτῶν, Μακεδόνος, Θεοπρεπίου, Κρονίδου, Κομενταρησίου, καὶ Ἀμφιλοχίου Δουκός. Στίχοι · 'ὥσπερ Φιλητοῦ καὶ Λυδίας σάρξ μία, · Οὕτως ἓν αὐτῶν καὶ μέτ' εἰρήνης τέλος. · Θνήσκει Θεοπρέπιος σὺν Μακεδόνι, · Θεοπρεπῶς ἄδοντες ὕμνους Κυρίω. · Δοὺξ συντελευτᾷ τῶ Κομενταρησίω, · Ἐξουσιάζων ἐξυπηρετουμένω. Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες, Ἰωάννης καὶ Βαρο...

ΦΕΓΓΟΣ ΑΣΤΡΑΠΗΣ , ΤΟΥ ΤΟΚΟΥ ΣΟΥ ΕΛΑΜΨΕ...

Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ Πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναὶς εὐφημούντων σε.

ΙΣΤΑΤΑΙ ΦΡΙΚΤΩΣ, ΤΩ ΘΡΟΝΩ ΤΗΣ ΧΑΡΙΤΟΣ ΔΙΑΚΟΝΟΥΜΕΝΟΣ....ΜΙΜΟΥΜΕΝΟΙ....

Ἵσταται φρικτῶς, τῶ θρόνω τῆς χάριτος διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταὶς ὑπὲρ ἔννοιαν, καὶ Ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμώντάς σε, Ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε. ὥσπερ οὐρανός, ὑπάρχεις κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ Στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν τὴν γήν, τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος. Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοὶς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοὶς ὑμνηταῖς σου βράβευσον πταισμάτων λύτρωσιν, Βασιλεῖ τε, δώρησαι τὰ τρόπαια, Γαβριὴλ τὴ θερμὴ προστασία σου. Ἡ περικαλής, δυὰς καὶ περίδοξος Μιχαὴλ καὶ Γαβριήλ, θρόνω παριστάμενοι, τῆς θείας δόξης, πάσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὦς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.

ΙΣΤΑΣΟ ΜΕΘΕΞΕΣΙ ΘΕΑΡΧΙΚΑΙΣ....ΓΗΘΟΜΕΝΟΣ...

Ιστασο μεθέξεσι θεαρχικαίς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι. Στόμασι πηλίνοις σὲ χαρμονικῶς, πύρινον τὴ φύσει ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου. Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξη ἀπορρήτω ἀστράπτουσαν, ἠμφιεσμένος, Στρατηγὲ τῶν Λειτουργῶν, τῶ Βασιλεῖ παρίστασαι, τῶ ἐπουρανίω γηθόμενος.

ΝΟΟΣ ΚΑΤΑ ΜΕΘΕΞΙΝ, ΤΟΥ ΠΡΩΤΟΥ ΦΩΤΙΖΟΜΕΝΟΣ, ΔΕΥΤΕΡΟΝ ΩΡΑΘΗΣ ΦΩΣ ΚΡΑΥΓΑΖΩΝ....

Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὠράθης φῶς κραυγάζων, σὺν ταὶς ἀπείροις Ἀγγέλων τάξεσιν. Ἅγιος ὁ Θεὸς ὁ παντουργός, Υἱὸς ὁ συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον. Τὸ εἴδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε. Ὁ θεῖος ὡς εἰδὲ σε, καιρῶ τοῦ θυμιάματος, παλαι συνεστώτα Ζαχαρίας, μένει κωφεύων, οὐ γὰρ ἐπίστευσε, σοῦ τὴ ἀγγελία τὴ φρικτή, ἣν πὲρ ἐξεφώνησας, Γαβριήλ Ἀρχιστράτηγε.

ΙΩΑΝΝΟΥ ΤΟΚΟΝ ΕΝΔΟΞΕ ΕΜΗΝΥΣΑΣ, ΤΩ ΖΑΧΑΡΙΑ ΠΟΤΕ...

Ἰωάννου τόκον Ἔνδοξε ἐμήνυσας, τῶ Ζαχαρία ποτέ, ἔνδον τοῦ θείου Ναοῦ, ἐστώτι καὶ ψάλλοντι, τῶ λυτρωτὴ καὶ Θεῷ, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ. Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχὰς πιστῶν, καὶ προτρέπεται μεγαλοφώνως βοᾶν, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὠράθης τοὺς μέλποντας, φωτίζων πάντοτε Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΩΣ ΘΡΟΝΟΝ ΤΕΡΠΝΟΝ ΤΟΥ ΒΑΣΙΛΕΩΣ, ΩΣ ΠΑΝΤΩΝ....ΠΑΡΘΕΝΟΝ...

Ὡς θρόνον τερπνὸν τοῦ Βασιλέως, ὡς πάντων τῶν ποιημάτων ὑπερέχουσαν, ὡς τὸν ὑπερούσιον, μόνην οὐσιώσασαν, τὸν τοὺς βροτοὺς θεώσαντα, ἑνώσει κρείττονι, γεννήσεως ἀρρήτου καὶ ξένης, τὴν εὐλογημένην, ὑμνήσωμεν Παρθένον.

ΜΕΘΕΞΕΙ ΦΩΤΟΣ ΑΫΛΟΤΑΤΟΥ, ΩΣ ΑΫΛΟΣ ΟΝΤΩΣ ΓΑΒΡΙΗΛ....

Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀϋλως φωτιζόμενος, φῶς καθωράθης δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνούντάς σε. Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν, οἱ ἀπὸ γὴς πρὸς μέγιστον, ὕψος μεγάλως τιμώντές σε. Ἐπίφανον πάσιν οὐρανόθεν, τοὶς πόθω ζητούσί σε ἀεί, καὶ παῦσον τὸ τὸ κλυδώνιον, καθ' ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὧ Γαβριὴλ Ἀρχιστράτηγε.

ΩΣ ΦΩΣ ΧΡΗΜΑΤΙΖΟΝΤΑ, ΤΑΙΣ ΠΡΟΣ ΤΟ ΦΩΣ ΤΟ ΑΚΡΟΤΑΤΟΝ....

Ὡς φῶς χρηματίζοντα, ταὶς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀϋλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φώτισον πρεσβείαις σου, ὅπως ὑμνήσω σε. Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν δι' ἀγαθότητα. Προστάτην σὲ μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθούντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως ἀνευφημούντές σε.

ΑΡΧΩΝ ΤΩΝ ΑΝΩ ΔΥΝΑΜΕΩΝ, Ο ΓΑΒΡΙΗΛ ΚΑΤΑΠΤΑΣ, ΤΗΝ ΠΑΡΘΕΝΟΝ ΑΣΠΑΖΕΤΑΙ.... ΤΩ ΕΚΤΩ ΜΗΝΙ, ΑΠΕΣΤΑΛΗ.....

Ἄρχων τῶν ἄνω δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγωνόχημα, καθαρὸν τῆς θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ἠρετίσατο, δοῦλος Δεσπότου σου, παρουσίαν πάρειμι, ἀναβοῶν, τέξη οὖν τὸν Κύριον, ἄφθορος μένουσα. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Τί σου τὸ εἶδος τὸ πύρινον, τῶ Γαβριὴλ ἡ Σεμνή, μέτ' ἐκπλήξεως ἔφησε, τί σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; παιδοποιϊαν προσεπαγγέλλη μοί, ἔγω δὲ πείραν, ἀνδρὸς οὐ κέκτημαι, ἄπιθι πόρρωθεν, μὴ πλανήσης ἄνθρωπε, ὦς πὲρ τὸ πρίν, Εὔαν τὴν προμήτορα, ὄφις ὁ δόλιος. Ἄσατε τῶ Κυρίω ἄσμα καινόν. Πνεῦμα Θεοῦ τὸ πανάγιον, ἤξει Ἁγνὴ ἐπὶ σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει σοί, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξη παίδα διατηρούντά σου, τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, ἀγενεαλόγητος, οὗτος ὀφθείς, σώσει τὸν λαὸν αὐτοῦ, καθὼς ηὐδόκησε. Δόξα... Καὶ νύν... Θεοτοκίον Τῶ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτὴ προσειπῶν, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν ...

....ΑΠΕΣΤΑΛΗ ΕΞ ΟΥΡΑΝΟΥ ΓΑΒΡΙΗΛ Ο ΑΡΧΑΓΓΕΛΟΣ, ΕΥΑΓΓΕΛΙΣΑΣΘΑΙ ΤΗ ΠΑΡΘΕΝΩ ΤΗΝ ΣΥΛΛΗΨΙΝ.....

Γαβριὴλ ὁ μέγιστος νούς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ οὐράνιος, φῶς τὸ Τρισήλιον, καθορῶν καὶ βλέπων, σὺν ταὶς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μυστήριον, εὐηγγελίσατο, τὴ Παρθένω ἀφικόμενος, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τὸ μέγα μυστήριον τὸ πρίν, τοὶς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων ἀπόκρυφον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τὴ μόνη τεθάρρηκας, Ἁγνὴ εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἦς ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Φωτὸς ὧν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, Ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθω σε τιμῶντας περίσωζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Δόξα... Καὶ νύν... Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τὴ Παρθένω τὴν σύλληψιν, καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἑλογίζετο ἐν ἑαυτῷ τὸ θαῦμα ἐκπληττόμενος, ὅτι πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὧν, ἐκ Παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γήν, ἐν μήτρᾳ χωρεῖται...

ΙΕΡΟΛΟΓΙΑΙΣ ΙΕΡΑΙΣ ΣΕ, ΛΑΟΣ ΙΕΡΟΣ ΥΜΝΕΙ ΓΗΘΟΜΕΝΟΣ...

Ἱερολογίαις Ἱεραῖς σε, λαὸς Ἱερὸς ὑμνεῖ γηθόμενος, σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς Ἀρχάγγελε, τὴ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένω ὑπέρ νοῦν τε καὶ λόγον, ὅθεν σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. Νοϊ τῶ μεγάλω τε καὶ πρώτω, ἀϋλως Ἀρχάγγελε ἐνούμενος, στόματι πυρίνω σου, μέλπεις τὸ μελώδημα, τὸ φοβερόν, ὁ μέλπουσι, πάντων Ἀγγέλων χοροί, Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Εὐκλείαις σαφῶς πεποικιλμένος, ταὶς θείαις διέρχη τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἐκπληρῶν ὡς ἄϋλος, τὰ Ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ Ἀρχηγέτα, κλέος τῶν ἐν πίστει, ἀεὶ σὲ εὐφημούντων. Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σὲ προτρέχοντα, καὶ προετοιμάζοντα τὸ Ἱερὸν παλάτιον, ὧ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΤΗΝ ΣΤΑΥΡΟΦΟΡΟΝ ΣΕ, ΕΒΔΟΜΑΔΑ ΤΙΜΩΜΕΝ, ΩΣ ΠΡΟΣΚΥΝΗΣΙΜΟΝ, ΕΝ ΣΟΙ ΓΑΡ ΤΟ ΞΥΛΟΝ.....

Τὴν σταυροφόρον σε, Ἑβδομάδα τιμῶμεν, ὡς προσκυνήσιμον, ἐν σοὶ γὰρ τὸ Ξύλον τὸ ἄχραντον, προσκυνοῦντες βοῶμεν. Ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Βαβαὶ τοῦ θαύματος, Βασιλεῦ τῶν αἰώνων! ὅτι τὸ Ξύλον ἐν ὧ πὲρ ἐσταυρώθης, ἠξίωσας ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἰδεῖν καὶ προσκυνεῖν, διὸ σὲ μετὰ φόβου, ὑμνοῦμεν εἰς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Ὧ ὁμοούσιε, ὧ Τριὰς παναγία, Πάτερ, Υἱέ, καὶ τὸ πανάγιον Πνεῦμα, θεότης, ἀμερές σου τὸ κράτος, δοξάζω καὶ ὑμνῶ, τὴν μίαν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΑΣΜΟΥ ΠΑΡΕΚΤΙΚΗΝ, ΧΑΡΙΝ ΔΩΡΟΥΜΕΝΟΣ.....ΑΕΙ ΔΟΞΑΖΟΜΕΝ...

Ἁγιασμοῦ παρεκτικήν, χάριν δωρούμενος ἡμῖν, ἅγιε Σταυρέ, Ἀποστόλων, στήριγμα καὶ καύχημα, πρόκεισαι εἰς προσκύνησιν, σήμερον πάση τὴ Οἰκουμένη, τὸν τῆς νηστείας καιρόν, ἐξευμαρίζων ἡμῖν. Σκιαγραφούσας τὸν Σταυρόν, χείρας ἐκτεῖνας Ἀμαλήκ, ἔτρεψε Μωσής, ὃν τυποῦντες, χείρας ἐκπετάσωμεν, νηστείαις καὶ δεήσεσι, στῖφος ὅπως τρέψωμεν δαιμόνων, ἐκ πολεμούντων ἡμᾶς, διαπαντὸς φθονερῶς. Θείω ἀρότρω τοῦ Σταυροῦ, κατενεώσατε τὴν γήν, θεῖοι Μαθηταί, καρποφόρον, ταύτην ἀναδείξαντες, βλαστάνουσαν εὐσέβειαν, ὅθεν ὑμᾶς φωναὶς ἐτησίοις, ἀνευφημοῦντες, Χριστὸν ἀεὶ δοξάζομεν.

ΑΡΧΙΣΤΡΑΤΗΓΕ ΘΕΟΥ ΛΕΙΤΟΥΡΓΕ ΘΕΙΑΣ ΔΟΞΗΣ....ΑΣΩΜΑΤΩΝ ΑΡΧΙΣΤΡΑΤΗΓΟΣ...

Ἀρχιστράτηγε Θεοῦ λειτουργὲ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγὲ καὶ ἀρχηγὲ ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρέσβευε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγος.

Ο ΜΕΓΑΣ ΓΑΒΡΙΗΛ ΑΡΧΗΓΟΣ ΤΩΝ ΑΓΓΕΛΩΝ....

Ὁ μέγας Γαβριήλ, Ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελώδημα, τὴ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρὰ διανοία, αἰσίως δοξάσωμεν.

ΕΝ ΠΝΕΟΝΤΕΣ, ΠΡΟΣ ΕΝ ΒΛΕΠΟΝΤΕΣ....

Ἐν πνέοντες, πρὸς ἐν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὐράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλων τὴν τελευτήν, ὧ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον. Ὅτι, κὰν μὴ νὺν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τὴ γενέσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησάμενοι, θανάτω ζωὴν ὠνησώμεθα. Ταὶς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΖΗΛΩΣΩΜΕΝ ΟΙ ΠΙΣΤΟΙ, ΤΟΥ ΤΕΛΩΝΟΥ ΤΗΝ ΜΕΤΑΝΟΙΑΝ....ΚΑΙ ΣΩΣΟΝ ΗΜΑΣ....

Ζηλώσωμεν οἱ πιστοί, τοῦ Τελώνου τὴν μετάνοιαν, καὶ μὴ Φαρισαϊκῶς ἐγκαυχησώμεθα, ἀλλ' ἐκ βάθους καρδίας, στεναγμὸν προσοίσωμεν, τῶ εὐεργέτη τῶν ὅλων Θεῷ, αὐτὸς γὰρ ἐνετείλατο, λέγων, ὅτι, πᾷς ὁ ὑψῶν ἑαυτόν, ταπεινωθήσεται. Ὁ δὲ ταπεινῶν ἑαυτόν, ὑψωθήσεται. Διὸ ὁμοφρόνως βοήσωμεν αὐτῷ, ὁ Θεός, ἱλάσθητι ἡμῖν τοὶς ἁμαρτωλοίς, καὶ σῶσον ἡμᾶς.

ΑΚΟΡΕΣΤΩ ΔΙΑΘΕΣΕΙ ΨΥΧΗΣ, ΧΡΙΣΤΟΝ ΟΥΚ ΑΡΝΗΣΑΜΕΝΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ....

Ἀκορέστω διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι ἅγιοι μάρτυρες, οἵ τινες διαφόρους αἰκισμοὺς παθημάτων ὑπομείναντες, τῶν Τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινὴ καὶ ἄτρωτον τὴν Πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε, ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσατε δωρηθῆναι εἰρήνην τῶ Κόσμω, καὶ ταίς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

Η ΤΩΝ ΑΓΑΘΩΝ ΠΡΟΞΕΝΟΣ ΝΗΣΤΕΙΑ....ΠΟΝΗΡΟΥ...

Ἡ τῶν ἀγαθῶν πρόξενος Νηστεία, τὴν ἑαυτῆς μεσότητα νὺν ἐπήγαγε, ταὶς προλαβούσαις ἡμέραις εὐαρεστήσασα, καὶ ταὶς ἐφεξῆς τὴν ὠφέλειαν προτιθεῖσα, καὶ γάρ τῶν χρηστῶν ἡ ἐπίτασις, πλείω τὴν εὐεργεσίαν ποιεῖται. Διὸ τῶ πάντων καλῶν δοτήρι Χριστῷ, εὐαρεστοῦντες βοῶμεν, ὁ νηστεύσας ὑπὲρ ἡμῶν, καὶ Σταυρὸν ὑπομεῖνας, ἀκατακρίτους ἡμᾶς ἀξίωσον, μετασχεῖν καὶ τοῦ θείου Πάσχα σου, ἐν εἰρήνῃ βιοτεύοντας, καὶ ἀξίως σὺν Πατρὶ σε, καὶ Πνεύματι δοξάζοντας. Οἱ ἐν κρυπτῷ ἀρετὰς ἐργαζόμενοι, πνευματικὰς ἀμοιβὰς ἐκδεχόμενοι, οὐ μέσον τῶν πλατειῶν θριαμβεύουσι ταύτας, ἀλλ' ἔνδον τῶν καρδιῶν ἀποφέρουσι μᾶλλον, καὶ ἁπάντων ὁ βλέπων τὰ ἐν κρυπτῷ γινόμενα, τὸν μισθὸν τῆς ἐγκρατείας παρέχει ἡμῖν. Νηστείαν τελέσωμεν, μὴ σκυθρωπάζοντες τὰ πρόσωπα, ἀλλ' ἐν τοῖς, ταμείοις τῶν ψυχῶν προσευχόμενοι, ἀπαύστως βοήσωμεν. Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοίς, μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμὸν δεόμεθα, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ

Εικόνα
Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν Παραδεδομένην, ὡς τῶ θείω καὶ ὑπερφυεῖ Μυστηρίω καὶ ἀπορρήτω καθυπουργήσαντος. Στίχοι · Τὸν σὴν ἀπαγγείλαντα σάρκωσιν Νόα, · Τιμὴ πρεπούση πᾶσα σάρξ τιμᾷ, Λόγε. · Εἰκάδι ἀμ' ὕμνους Γαβριὴλ κτίσιν ἕκτη ἐγείρει. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων κς, Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάντων, ἐξ ὧν εἰσι Πρεσβύτεροι δύο, Βαθούσις καὶ Οὐϊρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἁρπύλας μονάζων, λαϊκοὶ δέ, Ἀβήπας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἠσκόος, Σύλλας, Σίγητζας, Σουηρίλλας, Σεϊμβλας, θέρμας, Φίλγας, καὶ ἐκ τῶν γυναικῶν Ἄννα, Ἀλλᾶς, Βάρις, Μωϊκῶ, Μαμύκα, Οὐϊρκῶ, καὶ Ἀνιμάϊς. Στίχοι · Τόσην πυρὶ φλέγουσι πληθὺν Μαρτύρων, · Ὄσας ἄγει Μὴν σήμερον τὰς ἡμέρας. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κοδράτου, θεοδοσίου, Ἐμμανουήλ, καὶ ἑτέρων Μ' τῶν ἐν Ἀνατολῇ. Στίχοι · Κοδρᾶτε, θαυμάζω σὲ τῆς εὐανδρίας! · Πῶς ὑπτιάζων ἀνδρικῶς σφάτ...

...ΙΔΕ ΣΟΙ ΤΟ ΑΠΟΡΟΝ ΛΕΛΥΤΑΙ....ΡΗΜΑΤΑ ΑΠΕΡ ΜΟΙ ΦΘΕΓΓΗ ΣΕΜΝΗ....

Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, Βουλὴν Ὑψίστου ἀρχαίαν ἀληθινήν, Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ, διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοὶς ἀναστραφήσεται, διὸ καὶ χαίρων βοῶ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἡ Θεοτόκος Ἔννοια πᾶσα ἡττᾶται βροτῶν, ἀντέφησεν ἡ Παρθένος, Ζητοῦσα ἅπερ μοὶ φθέγγη παράδοξα, Ἤσθην σου τοὶς λόγοις, ἀλλὰ δέδοικα, θαμβηθεῖσα μὴ ἀπάτη με, ὡς Εὔαν πόρρω πέμψης Θεοῦ, ἀλλ' ὅμως ἴδε βοᾷς, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁ Ἄγγελος Ἴδε σοὶ τὸ ἄπορον λέλυται, φησὶ πρὸς ταῦτα ὁ Γαβριήλ, Καλῶς γὰρ ἔφης τὸ πρᾶγμα δυστέκμαρτον, Λόγοις σῶν χειλέων πειθαρχοῦσα λοιπόν, Μὴ ἀμφίβαλλε ὡς πλάσματι, ὡς πράγματι δὲ πίστευε, ἐγὼ γὰρ χαίρων βοῶ, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἡ Θεοτόκος Νόμος οὗτος θεόθεν βροτοίς, ἡ ἄμεμπτος αὖθις φησί, Ξυνοῦ ἐξ ἔρωτος τόκον προέρχεσθαι, Οὐκ οἶδα συζύγου παντελῶς ἡδονήν, Πῶς οὖν λέγεις ὅτι τέξομαι; φοβοῦμαι μὴ ἀπάτη λαλής, ἀλλ ὅμως ἴδε βοᾷς, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὁ Ἄγγελος Ῥήματα ἅπερ ...

ΟΡΑΤΟΣ ΜΟΙ ΚΑΘΩΡΑΘΗΣ Ο ΑΓΓΕΛΟΙΣ ΑΠΡΟΣΙΤΟΣ....

Ὁρατὸς μοὶ καθωράθης, ὁ Ἀγγέλοις ἀπρόσιτος, Ἰησοῦ Υἱέ μου, σάρκα ἐξ ἐμοῦ δανεισάμενος, καὶ νὺν Ὁρώσά σε ξύλω καθηλούμενον, ἐποδύρομαι, ἡ τοῦ Χριστοῦ Μήτηρ ἔλεγε.

ΕΣΤΑΙ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΕΥΛΟΓΗΜΕΝΟΝ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας. Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένον τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ, ΤΗ ΚΤΙΣΤΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ, ΠΑΡΑ ΤΟΝ ΚΤΙΣΑΝΤΑ....ΦΩΣ ΤΟ ΑΫΛΟΝ

Οὐκ ἐλάτρευσαν, τὴ κτίστει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ἡ Θεοτόκος Φῶς τὸ ἄϋλον, μηνύων ὕλη σώματος, ἑνωθησόμενον, δι' εὐσπλαγχνίαν πολλήν, φαιδρὸν Εὐαγγέλιον, θεία κηρύγματα, νὺν κραυγάζεις μοί, Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας. Ὁ Ἄγγελος Χαῖρε δέσποινα, Παρθένε χαῖρε πάναγνε, χαῖρε δοχεῖον Θεοῦ, χαῖρε λυχνία φωτός, Ἀδὰμ ἡ ἀνάκλησις, Εὔας ἡ λύτρωσις, ὄρος ἅγιον, περιφανὲς ἁγίασμα, καὶ νυμφῶν ἀθανασίας. Ἡ Θεοτόκος Ψυχὴν ἥγνισε, καὶ σῶμα καθηγίασε, ναὸν εἰργάσατο, χωρητικὸν μὲ Θεοῦ, σκηνὴν θεοκόσμητον, ἔμψυχον τέμενος, ἡ ἐπέλευσις, τοῦ Παναγίου Πνεύματος, καὶ ζωῆς ἁγνὴν Μητέρα. Ὁ Ἄγγελος Ὡς πολύφωτον, λαμπάδα καὶ θεότευκτον, παστάδα βλέπω σε, νὺν ὦς χρυσὴ Κιβωτός, τοῦ Νόμου τὸν πάροχον, δέχου Πανάμωμε, εὐδοκήσαντα, τὴν τῶν ἀνθρώπων ῥύσασθαι, διὰ σοῦ φθαρτὴν οὐσίαν.

....ΕΥΑΓΓΕΛΙΖΟΥ ΓΗ ΧΑΡΑΝ ΜΕΓΑΛΗΝ, ΑΙΝΕΙΤΕ ΟΥΡΑΝΟΙ ΘΕΟΥ ΤΗΝ ΔΟΞΑΝ....

Ὡς ἐμψύχω Θεοῦ κιβωτῶ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τὴ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετά σοῦ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη, Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας, Ῥευστὴ φύσις πὲρ καθεστηκυία, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Πῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὗ φέρει ἐξειπεῖν γλῶσσα βροτεία, Ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα, Νομίμου γονῆς ὅρους ὑπερβαῖνον, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν. Μυστικῶς ταὶς Ἱεροτεύκτοις Γραφαίς, Λαλεῖται περὶ σοῦ, Μῆτερ Ὑψίστου, Κλίμακα γὰρ πάλαι Ἰακὼβ σὲ προτυποῦσαν, Ἴδων ἔφη, Βάσις Θεοῦ αὕτη, ὅθεν ἐπαξίως ἀκούεις, Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ ...

ΩΣ ΕΜΨΥΧΩ ΘΕΟΥ ΚΙΒΩΤΩ, ΨΑΥΕΤΩ.....ΜΕΤΑ ΣΟΥ....

Ὡς ἐμψύχω Θεοῦ κιβωτῶ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων, Χείλη δὲ πιστῶν τὴ Θεοτόκω ἀσιγήτως, Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω, Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ.

ΤΗ ΥΠΕΡΜΑΧΩ....ΧΑΙΡΕ ΝΥΜΦΗ ΑΝΥΜΦΕΥΤΕ

Τὴ ὑπερμάχω στρατηγῶ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοὶ ἡ Πόλις σου Θεοτόκε, Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων μὲ κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί, Χαῖρε νύμφη ἀνύμφευτε.

ΑΓΓΕΛΙΚΩΝ ΔΥΝΑΜΕΩΝ, ΣΤΡΑΤΗΓΟΣ ΑΠΕΣΤΑΛΗ, ΕΚ ΘΕΟΥ ΠΑΝΤΟΚΡΑΤΟΡΟΣ....ΧΑΙΡΕ ΕΥΑΣ Η ΛΥΣΙΣ....

Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόρρητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἄπαν γένος, Λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου. Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε, χαῖρε σεμνὴ Μητρόθεε, χαῖρε ἔμψυχε βᾶτε, χαῖρε λαμπάς, χαῖρε θρόνε, χαῖρε κλῖμαξ καὶ πύλη, χαῖρε τὸ θεῖον ὄχημα, χαῖρε κούφη νεφέλη, χαῖρε ναέ, χαῖρε στάμνε πάγχρυσε, χαῖρε ὄρος, χαῖρε σκηνὴ καὶ τράπεζα, χαῖρε Εὔας ἡ λύσις.

ΜΕΤΑ ΔΕΟΥΣ ΣΟΙ ΩΣ ΔΟΥΛΟΣ....

Μετὰ δέους σοὶ ὡς δοῦλος, τὴ Κυρία παρίσταμαι, μετὰ φόβου Κόρη, νὺν κατανοεῖν εὐλαβούμαί σε, ὦς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.

Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ ΕΠΙ ΓΗΣ ΝΥΝ ΚΑΤΗΛΘΕΝ.....ΑΝΘΡΩΠΩΝ....

Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νὺν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τὴ Παρθένω ἐπέστη, Χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένη, τὸν Πρὸ αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώση ὦς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ΛΑΜΠΡΥΝΟΜΕΝΟΣ ΤΩ ΦΕΓΓΕΙ....ΑΣΩΜΑΤΟΝ...

Λαμπρυνόμενος τῶ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενουσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ......ΣΥΛΛΗΨΙΝ

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΑΨΙΔΩΝ, Ο ΓΑΒΡΙΗΛ ΚΑΤΑΠΤΑΣ, ΕΙΣ ΝΑΖΑΡΕΤ......Ο ΓΑΒΡΙΗΛ ΤΗ ΠΑΡΘΕΝΩ....

Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρὲτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτὴ τὸ Χαῖρε, συλλήψη Υἱόν, τοῦ Ἀδὰμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων σοὶ τὸ Χαῖρε Ἁγνή. Ὁ Γαβριὴλ τὴ Παρθένω, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε, συλλήψη ἐν γαστρί σου τὸν σοὶ χωρητόν, καὶ τῶ κόσμω ἀχώρητον, καὶ κυοφόρος ὀφθήση τοῦ ἐκ Πατρός, πρὸ ἑωσφόρου ἀνατείλαντος. Ὁ συναϊδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νὺν ἐπέστη τοὶς κάτω, δι' ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ' ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβῶν, ἐμορφώθη τὸ ἀλλότριον. Το ἀπ' αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβῶν, μεταδῶ μοὶ τοῦ βελτίονος, Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν, ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τὸν Ἀδὰμ ἀπεργάσηται, Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένω, μετὰ δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀ...

ΑΓΓΕΛΟΣ ΠΡΩΤΟΣΤΑΤΗΣ, ΟΥΡΑΝΟΘΕΝ ΕΠΕΜΦΘΗ, ΕΙΠΕΙΝ ΤΗ ΘΕΟΤΟΚΩ ΤΟ ΧΑΙΡΕ....

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τὴ Θεοτόκω τὸ Χαῖρε καὶ σὺν τὴ ἀσωμάτω φωνή, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα. · Χαῖρε, δι' ἦς ἡ χαρὰ ἐκλάμψει, χαῖρε, δι' ἦς ἡ ἀρὰ ἐκλείψει. · Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις, χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. · Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς, χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοίς. · Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα, χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. · Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον, χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. · Χαῖρε, δι' ἦς νεουργεῖται ἡ κτίσις, χαῖρε, δι' ἦς βρεφουργεῖται Κτίστης. · Χαῖρε, Νύμφη ἀνύμφευτε.

ΚΑΤΕΜΗΝΥΣΕΝ Η ΒΑΤΟΣ, ΑΚΑΤΑΦΛΕΚΤΟΣ...

Κατεμήνυσεν ἡ βᾶτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόρρητον, μετὰ τόκον γάρ, μενεὶς Ἁγνή, ἀειπάρθενος.

ΙΕΡΑΝ ΤΙΝΑ ΠΑΡΘΕΝΟΝ, ΤΕΞΟΜΕΝΗΝ ΑΚΗΚΟΑ...

Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δὲ τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;

ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ, ΕΠΙ ΤΗ ΘΕΙΑ ΔΟΞΗ ΣΟΥ....Ο ΠΑΣΙΝ ΑΧΩΡΗΤΟΣ....

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τὴ θεία δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ παντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, σωτηρίαν βραβεύοντα. Ἡ Θεοτόκος Νοεῖν σου οὗ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν, θαύματα γὰρ γέγονε πολλάκις, θεία δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε. Ὁ Ἄγγελος Ξενίζη Πανάμωμε, καὶ ξένον γὰρ τὸ θαύμά σου, μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξη ἐν μήτρᾳ σαρκωθησόμενον, καὶ σὲ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τὰ σύμβολα. Ἡ Θεοτόκος Ὁ πάσιν ἀχώρητος, καὶ πάσιν ἀθεώρητος, πῶς οὗτος δυνήσεται Παρθένου, μήτραν οἰκῆσαι, ἣν αὐτὸς ἔπλασε; πῶς δὲ καὶ συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῶ Πατρὶ καὶ τῶ Πνεύματι; Ὁ Ἄγγελος Πρὸς τὸν σὸν Προπάτορα, Δαυϊδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ σὲ καλλονήν, μόνην ἐξελέξατο, λογικὸν ἐνδιαίτημα.

Ο ΘΕΟΣ ΤΟ ΚΡΙΜΑ ΣΟΥ ΤΩ ΒΑΣΙΛΕΙ ΔΟΣ....ΤΑΙΣ ΠΡΕΣΒΕΙΑΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ....

Ὁ Θεὸς τὸ κρίμά σου τῶ Βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῶ υἱῶ τοῦ βασιλέως. Ταὶς πρεσβείαις τῆς Θεοτόκου... Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῶ λαῶ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ταὶς πρεσβείαις τῆς Θεοτόκου... Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας, τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Ταὶς πρεσβείαις τῆς Θεοτόκου... Ὤμοσε Κύριος τῶ Δαυϊδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ταὶς πρεσβείαις τῆς Θεοτόκου...

ΑΠΕΣΤΑΛΗ ΓΑΒΡΙΗΛ, ΠΡΟΣ ΤΗΝ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΑΓΝΗ.....

Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν αὐτή, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψη καὶ οὐ φθαρήση, τέξη γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν, καὶ μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν σοί, Εὐλογημένη τὸ Χαῖρε, Παρθένος τίκτεις, καὶ μετὰ τόκον, πάλιν μένεις Παρθένος.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ......

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τήν Σύλληψιν. Ἀδέτω σοὶ Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαυὶδ ὁ Προπάτωρ σου, Ἄκουσον θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου, χαρὰν γὰρ μηνύει σοί, τὴν ἀνεκλάλητον. Ὁ Ἄγγελος Βοῶ σοὶ γηθομενος, κλῖνον τὸ οὖς σου καὶ πρόσχες μοί, Θεοῦ καταγγέλλοντι, σύλληψιν ἄσπορον, εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τίς Πάναγνε. Ἡ Θεοτόκος Γνωσθήτω μοὶ Ἄγγελε, τῶν σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται ὁ εἴρηκας; λέγιε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου; Ὁ Ἄγγελος Δολίως μὲ φθέγγεσθαι, διαλογίζη ὡς ἔοικε, καὶ χαίρω θεώμενος, τὴν σὴν ἀσφάλειαν, θάρσει Δέσποινα, Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.

ΣΗΜΕΡΟΝ ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΗΜΩΝ ΤΟ ΚΕΦΑΛΑΙΟΝ....

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ΕΥΑΓΓΕΛΙΖΕΤΑΙ Ο ΓΑΒΡΙΗΛ ΤΗ ΚΕΧΑΡΙΤΩΜΕΝΗ....

Εὐαγγελίζεται ὁ Γαβριὴλ τὴ κεχαριτωμένη σήμερον, Χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγὴς τὴ ξένη μου μορφή, μηδὲ δειλιάσης, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νὺν εὐαγγελίζομαί σοὶ τὴν χαράν, καὶ μενεὶς ἄφθορος, καὶ τέξη τὸν Κύριον Ἄχραντε.

ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ, ΚΑΙ ΑΓΑΛΛΙΑΣΘΩ Η ΓΗ, Ο ΓΑΡ ΤΟΥ ΠΑΤΡΟΣ ΣΥΝΑΪΔΙΟΣ.....ΜΕΓΑ ΕΛΕΟΣ....

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὁ γὰρ τοῦ Πατρὸς συναϊδιος καὶ συνάναρχος καὶ σύνθρονος Υἱός, οἶκτον λαβὼν καὶ φιλάνθρωπον ἔλεον, ἑαυτόν καθῆκεν εἰς κένωσιν κατ' εὐδοκίαν καὶ βούλησιν Πατρικήν, καὶ μήτραν ὤκησε Παρθενικήν, προαγνισθεῖσαν τῶ Πνεύματι. Ὧ τοῦ θαύματος! ὁ Θεὸς ἐν ἀνθρώποις, ὁ ἀχώρητος ἐν μήτρᾳ, ὁ ἄχρονος ἐν χρόνῳ, καὶ τὸ παράδοξον, ὅτι καὶ ἡ σύλληψις ἄσπορος, καὶ ἡ κένωσις ἄφραστος, καὶ τὸ μυστήριον ὅσον! Ὁ Θεὸς γὰρ κενοῦται, καὶ σαρκοῦται καὶ πλάττεται, Ἀγγέλου πρὸς τὴν Ἁγνήν, τὴν σύλληψιν λέξαντος, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Ο ΜΕΓΑΣ ΣΤΡΑΤΗΓΟΣ ΤΩΝ ΑΫΛΩΝ ΤΑΓΜΑΤΩΝ....

Ὁ μέγας Στρατηγός, τῶν ἀϋλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοὶ Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον, Χαῖρε, λέγων σοί, Εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις. Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαίρέ σοὶ φωνεῖ Ἀρχάγγελος, εὐλογημένη σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε, Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα, ἀρὰς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος, Διὸ καὶ κατὰ πάντα βοώμέν σοί, Χαῖρε ἡ Κεχαριτωμένη. Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τὴ σεμνή, ὅτι συλλήφη ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον, ὅθεν Μαριὰμ ἀπεφθέγγετο, Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τὴ Θεοτόκω καὶ Παρθένω, Ἐλεύσεταί σοί, Ἅγιον Πνεῦμα, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοί. Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν αὐτή, τὴν ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψη καὶ οὐ φθαρήση, τέξη γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν...

ΣΗΜΕΡΟΝ ΤΟ ΠΡΟΦΗΤΙΚΟΝ ΠΕΠΛΗΡΩΤΑΙ ΛΟΓΙΟΝ, ΙΔΟΥ ΓΑΡ ΠΡΟΣΚΥΝΟΥΜΕΝ....

Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ προσκυνοῦμεν, εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε. Δόξα... Ὁ Σταυρός σου Κύριε ἡγίασται, ἐν αὐτῷ γὰρ γίνονται Ἰάματα, τοὶς ἀσθενοῦσιν ἐν ἄμαρτίαις, δι' αὐτοῦ σοὶ προσπίπτομεν. Ἐλέησον ἡμᾶς. Καὶ νύν... Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθησαν τοῦ θανάτου Κύριε, ὃν γὰρ κατέπιε πόθω ὁ Ἅδης, ἀπέλυσε τρόμω, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογούμέν σε, Υἱὲ Θεοῦ, ἐλέησον ἡμᾶς.

ΣΗΜΕΡΟΝ ΤΗΣ .....ΘΕΟΤΟΚΩ ΒΟΗΣΩΜΕΝ....ΜΕΤΑ ΣΟΥ....

Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ' αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται, Διὸ σὺν αὐτῷ τὴ Θεοτόκω βοήσωμεν, Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

Ο ΚΑΘΗΜΕΝΟΣ....ΧΡΙΣΤΕ ΤΗ ΔΥΝΑΜΕΙ ΣΟΥ

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τὴ δυνάμει σου.

ΤΩ ΕΚΤΩ ΜΗΝΙ, ΑΠΕΣΤΑΛΗ Ο ΑΡΧΑΓΓΕΛΟΣ ΠΡΟΣ ΠΑΡΘΕΝΟΝ ΑΓΝΗΝ.....

Τῶ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, καὶ χαίρειν αὐτὴ προσειπῶν, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν, Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος, ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα, ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοώμέν σοί, ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῶ κόσμω δώρη σαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος. Ἄσατε τῶ Κυρίω ἄσμα καινόν. Ἰδοὺ ἡ ἀνάκλησις νὺν ἐπέφανεν ἡμῖν, ὑπὲρ λόγον ὁ Θεὸς τοὶς ἀνθρώποις ἐνοῦται, Ἀρχαγγέλου τὴ φωνὴ ἡ πλάνη ἐκμειοῦται, ἡ Παρθένος γὰρ δέχεται τὴν χαράν, τὰ ἐπίγεια γέγονεν οὐρανός, ὁ κόσμος λέλυται τῆς ἀρχαίας ἀράς, Ἀγαλλιάσθω ἡ κτίσις καὶ φωναὶς καὶ λυτρωανυμνείτω, Ὁ ποιητὴς τῆς ἡμῶν, Κύριε δόξα σοί. Δόξα... Καὶ νύν... Σήμερον χαρὰς Εὐα...

...ΕΤΙ ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΤΟΥ.....ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ ΑΜΗΝ...

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. · Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν. · Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν __, καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. · Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοὺς ἡμῶν Ἔθνους καὶ πάσης Ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ ὑπέρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πάσιν. · Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐν τοῖς ἱεροῖς ἡμῶν ἀγῶσιν ὑπὲρ πίστεως καὶ πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. · Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφιλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τον ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀ...

Ο ΚΑΘΗΜΕΝΟΣ ΕΝ ΔΟΞΗ, ΕΠΙ ΘΡΟΝΟΥ ΘΕΟΤΗΤΟΣ....ΜΕΤΑ ΔΕΟΥΣ ΣΟΙ ΩΣ ΔΟΥΛΟΣ, ΤΗ ΚΥΡΙΑ ΠΑΡΙΣΤΑΜΑΙ....

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφη, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τὴ ἀκηράτω παλάμη καὶ διέσωσε, τοὺς κραυγάζοντας, Δόξα Χριστὲ τὴ δυνάμει σου». Ἡ Θεοτόκος Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δὲ τοῦ γνῶναι, πῶς θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται; Ὁ Ἄγγελος Κατεμήνυσεν ἡ βᾶτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ σὲ Μυστηρίου τὸ ἀπόρρητον, μετὰ τόκον γάρ, μενεὶς Ἁγνή, ἀειπάρθενος. Ἡ Θεοτόκος Λαμπρυνόμενος τῶ φέγγει, τοῦ Θεοῦ παντοκράτορος, ἀληθείας κῆρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενουσης τῆς ἁγνείας μου; Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον. Ὁ Ἄγγελος Μετὰ δέους σοὶ ὡς δοῦλος, τὴ Κυρία παρίσταμαι, μετὰ φόβου Κόρη, νὺν κατανοεῖν εὐλαβούμαί σε, ὦς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.

ΤΡΕΙΣ ΣΤΑΥΡΟΥΣ ΕΠΗΞΑΤΟ ΕΝ.....

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύω τοὶς ληστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ Ἅδης, καὶ εἶπε τοὶς κάτω, Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τὶς ὁ ἐμπήξας ἦλον τὴ καρδία μου, ξυλίνη μὲ λόγχη ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεύμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλω δοθέντας μοί, ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

ΣΗΜΕΡΟΝ Ο ΔΕΣΠΟΤΗΣ ΤΗΣ ΚΤΙΣΕΩΣ, ΚΑΙ ΚΥΡΙΟΣ ΤΗΣ ΔΟΞΗΣ.....

Σήμερον ὁ Δεσπότης τῆς Κτίσεως, καὶ Κύριος τῆς δόξης, τῶ Σταυρῶ προσπήγνυται, καὶ τὴν πλευρὰν κεντᾶται, χολῆς καὶ ὄξους γεύεται, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, στέφανον ἐξ ἀκανθῶν περιβάλλεται, ὁ καλύπτων οὐρανὸν τοὶς νέφεσι, χλαίναν ἐνδύεται χλεύης, καὶ ῥαπίζεται πηλίνη χειρί, ὁ τὴ χειρὶ πλάσας τὸν ἄνθρωπον, τὸ νῶτον φραγγελλοῦται, ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ἐμπτυσμοὺς καὶ μάστιγας δέχεται, ὀνειδισμοὺς καὶ κολαφισμούς, καὶ πάντα ὑπομένει, δι' ἐμὲ τόν κατάκριτον, ὁ Λυτρωτής μου καὶ Θεός, ἵνα σώσῃ Κόσμον ἐκ πλάνης, ὡς εὔσπλαγχνος.

ΟΥΚΕΤΙ ΦΛΟΓΙΝΗ ΡΟΜΦΑΙΑ ΦΥΛΑΤΤΕΙ.....

Οὐκέτι φλογίνη ῥομφαία φυλάττει τὴν πύλην τῆς Ἐδέμ, αὐτὴ γὰρ ἐπῆλθε παράδοξος σβέσις τὸ ξύλον τοῦ Σταυροῦ, θανάτου τὸ κέντρον, καὶ Ἀδου τὸ νῖκος ἐλήλαται, ἐπέστης δὲ Σωτήρ μου βοῶν τοὶς ἐν Ἅδη, Εἰσάγεσθε πάλιν εἰς τὸν Παράδεισον.

ΒΟΥΛΗΝ ΠΡΟΑΙΩΝΙΟΝ, ΑΠΟΚΑΛΥΠΤΩΝ ΣΟΙ ΚΟΡΗ.....

Βουλὴν προαιώνιον, ἀποκαλύπτων σοὶ Κόρη, Γαβριὴλ ἐφέστηκε, σὲ κατασπαζόμενος, καὶ φθεγγόμενος, Χαῖρε γῆ ἄσπορε, χαῖρε βᾶτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ lακωβ ἐθεάσατο, χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετὰ σοῦ ὁ Κύριος. Φαίνη μοὶ ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγη ῥήματα ὑπὲρ ἄνθρωπον, μέτ' ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρα μου, καὶ πῶς γενήσομαι, λέγε μοὶ χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοὶς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ μὲ δελεάσης ἀπάτη, οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παίδα τέξομαι! Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ Ἀσώματος, καὶ τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. Τοὶς ἐμοὶς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε. Ἡ δὲ ἐβόησε, Γένοιτό μοὶ νὺν ὡς τὸ ῥήμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγη τὸν ἄνθρωπον, ὡς μόνος δυνατ...

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ, ΤΟ ΤΗΣ ΖΩΗΣ ΗΜΩΝ....

Δεῦτε προσκυνήσωμεν, τὸ τῆς ζωῆς ἡμῶν πρόξενον, πεφηνὸς ξύλον σήμερον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τὸν Σταυρόν, δι' οὗ πὲρ θάνατος ἐτρώθη, καὶ ἡ ἀνάστασις ἡμῖν, τοὶς ἑπταικόσιν ἐκαινουργήθη σαφῶς, τῶ ῥυσαμένω κράζοντες. Ὁ δι' ἡμᾶς ἑκουσίως παθῶν, ἵνα σώσης τὰ σύμπαντα, ὁ Θεὸς ἡμῶν δόξα σοί. Κράτος ἀπροσμάχητον, Χριστιανοὶς ἡμῖν δέδοται, ὁ Σταυρός σου Σωτὴρ ἡμῶν, δι' οὗ τὰ ἀλλόφυλα τῶν ἐθνῶν τροποῦνται, πλήθη καὶ εἰρήνη, τῆς Ἐκκλησίας σου Χριστέ, ἐπισκιάζει ὀρθοδοξούσης καλῶς, ὃν πὲρ νὺν ἀσπαζόμεθα, καὶ σοὶ θερμῶς ἀνακράζομεν. Τῆς μερίδος ἀξίωσον, καὶ ἡμᾶς τῶν Ἁγίων σου. Δάκρυσι καθάραντες, τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ νηστεία ἁγνίσαντες, δεῦτε προσκυνήσωμεν, τοῦ Σταυροῦ τὸ ξύλον, δι' οὗ καταργοῦνται τὰ ψυχοφθόρα τῆς σαρκός, τὴ ἐγκρατεία ἀνασκιρτήματα, τῶ σταυρωθέντι κράζοντες. Τῆς σῆς Σωτὴρ καταξίωσον, τριημέρου Ἐγέρσεως, προσκυνῆσαι τὴν ἔλλαμψιν.

ΚΑΤΑΒΗΣΕΤΑΙ ΩΣ ΥΕΤΟΣ ΕΠΙ ΠΟΚΟΝ.....

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γήν. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς σαρκωθείς... Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς... Ὁ Θεὸς ἐμφανῶς ἤξει, ὁ Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς... Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ δι' ἡμᾶς...