ΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΠΡΟΣΕΛΘΟΝΤΕΣ....ΠΛΗΡΟΥΜΕΘΑ...
Τὸν τοῦ Κυρίου προσελθόντες σήμερον, Σταυρὸν νοϊ καθαρῶ, καὶ εὐσεβεῖ γνώμη, δεῦτε προσκυνήσωμεν, πρόκειται γὰρ δωρούμενος, τοὶς αὐτὸν προσκυνοῦσιν, ἁγιασμόν τε σωτήριον, ἔλλαμψιν καὶ δόξαν καὶ ἔλεος.
Ὁ ζωοδώρητος Σταυρὸς προκείμενος, καὶ καθορώμενος, φωτοειδῆ αἴγλην, ἀποπέμπει χάριτος, προσέλθωμεν καὶ λάβωμεν, φωτισμὸν εὐφροσύνης, καὶ σωτηρίαν καὶ ἄφεσιν αἴνεσιν Κυρίω προσάγοντες.
Πρόκειται ξένον τοὶς Ὁρῶσι θέαμα, Σταυρὸς ὁ τίμιος, καὶ ὡς πηγὴ βρύει, ψυχικὰ χαρίσματα, καὶ παύει ἁμαρτήματα, καὶ νοσήματα, λύει, καὶ τὰ φρονήματα ῥώννυσι, τῶν εἰλικρινῶς προσιόντων αὐτῷ.
Ῥάβδος ἐτύπου τοῦ Σταυροῦ τὸ τρόπαιον, θάλασσαν τέμνουσα, δι' οὗ ἡμεῖς πίστει, ἀποντίστως πλέομεν, τοῦ βίου ὕδωρ ἄστατον, καὶ τὰ ῥεύματα πάντα, τῆς ἁμαρτίας ἐκφεύγομεν, καὶ θείας γαλήνης πληρούμεθα.