Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2013

ΣΠΛΑΓΝΩΝ ΙΩΝΑΝ

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.

Ο ΤΩ ΠΡΟΔΡΟΜΟΥ ΦΩΤΙ ΜΕΜΟΡΦΩΜΕΝΟΣ

Ὁ τῷ Προδρόμου φωτὶ μεμορφωμένος, ὅτε τὸ ἀπαύγασμα τὸ ἐνυπόστατον, τῆς πατρικῆς δόξης ἔφανεν, ἀνθρώπων γένος, δι' εὐσπλαγχνίαν σῶσαι βουλόμενος, τότε πρῶτος Ἔνδοξε, τούτῳ προσέδραμες, καταυγασθεὶς τὴν διάνοιαν, τελειοτάτῃ, μαρμαρυγῇ αὐτοῦ τῆς Θεότητος· ὅθεν καὶ κήρυξ καὶ Ἀπόστολος, χρηματίζεις Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῆς Προδρόμου φωνῆς ἐνηχημένος, ὅτε ὁ πανάγιος Λόγος σεσάρκωται, ζωὴν ἡμῖν παρεχόμενος, καὶ σωτηρίαν, τοῖς ἐπὶ γῆς εὐαγγελιζόμενος, τότε τούτῳ Πάνσοφε, κατηκολούθησας, καὶ σεαυτὸν ἀκροθίνιον, καὶ παναγίαν, ὡς ἀπαρχὴν αὐτῷ καθιέρωσας· ὃν καὶ ἐπέγνως καὶ ἐμήνυσας, τῷ συγγόνῳ τῷ σῷ τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ τῷ ἐκ στείρας βλαστήσαντι φοιτήσας, ὅτε ὁ Παρθένιος τόκος ἀνέτειλε, τῆς εὐσεβείας Διδάσκαλος, καὶ σωφροσύνης, ὑποδεικνύων τὴν καθαρότητα, τότε σὺ θερμότατος, τῆς ἀρετῆς ἐραστής, Ἀνδρέα μάκαρ γεγένησαι, τὰς ἀναβάσεις, ἐν σῇ καρδίᾳ διατιθέμενος, καὶ ἀπὸ δόξης πρὸς τὴν ἄφραστον, ἤρθη...

ΧΑΙΡΕ ΣΕΜΝΗ, ΤΟΥ ΑΔΑΜ

Χαῖρε σεμνή, τοῦ Ἀδὰμ τὸ κῴδιον, ἐξ οὗ προῆλθεν ὁ Ποιμήν, ἐνδυσάμενος ἀληθῶς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Η ΑΨΕΥΔΗΣ, ΕΜΦΑΝΩΣ ΠΕΠΛΗΡΩΤΑΙ

Ἡ ἀψευδής, ἐμφανῶς πεπλήρωται, ἐπαγγελία σου Χριστέ· τῷ γὰρ σάλῳ ὁ φοιτητής, σοῦ ὁ ἐνθεώτατος, λόγῳ ἐμβριμώμενος, πρὸς ἱλαρὰν γαλήνην μετέβαλεν. Ὁ αἰνετός ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος. Τῷ νοητῷ, τῆς Σιὼν Ἀπόστολε, προβῆναι ὄρει κελευσθείς, σωτηρίου τε εἰληφώς, χαίρων τὸ ποτήριον, ἔδης πορθμευόμενος, διὰ θανάτου πρὸς θείαν ζωήν, ἔνθα Χριστός τῶν ἁπάντων, Θεὸς καὶ ὑπερένδοξος. Σὺ γηγενής, πεφυκὼς Ἀπόστολε, ὑπερφυῶς τερατουργείς· δι' ἀγάπης γὰρ συγκραθείς, τούτῳ ἠκολούθησας, Χριστῷ τῷ σὲ ἀγαπήσαντι· Ὁ αἰνετὸς ἀναμέλπων, Θεὸς καὶ ὑπερένδοξος.

ΤΟΝ ΤΗΣ ΑΝΔΡΕΙΑΣ ΕΠΩΝΥΜΟΝ

Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν, ὅτι ὡς πάλαι τούτῳ καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.

ΑΝΩΘΕΝ ΜΕΝ ΔΑΥΪΔ ΑΝΑΣΤΕΛΛΕΙ ΑΜΑΡΤΩΛΟΝ

Ἄνωθεν μὲν Δαυῒδ ἀναστέλλει ἁμαρτωλόν, ὡς ἐμέ, διηγεῖσθαι Θεοῦ εὐλόγως τὰ δικαιώματα, ὅμως πρὸς πίστιν διδάσκει πάλιν, καὶ ἐν δάκρυσι πλείστοις ἐξαγορεύει· Σήμερον γὰρ τῆς φωνῆς αὐτοῦ ἐὰν ἀκούσητε, καρδίας μὴ σκληρυνθῆτε, ὥς ποτε Ἰσραὴλ παρεπίκρανεν. Ἐπάγει οὖν τῷ ἑξῆς Ψαλμῷ· Τῷ Κυρίῳ ἡ σύμπασα γῆ ᾄσατε· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον

ΑΠΟΣΤΟΛΟΥ ΑΝΔΡΕΑ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ Πρωτοκλήτου. Ἀντίστροφον σταύρωσιν Ἀνδρέας φέρει, Φανεὶς ἀληθῶς οὐ σκιώδης ἀντίπους. Σταυρὸν κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φρουμεντίου, Ἐπισκόπου Ἰνδίας. Φρουρούμενος χάριτι Σεπτῆς Τριάδος, Φρουμέντιος δέδειχε φροῦδον τὴν πλάνην. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΧΑΙΡΕ Η ΜΟΝΗ, ΤΗΝ ΧΑΡΑΝ ΤΟΙΣ ΑΝΘΡΩΠΟΙΣ ΚΥΗΣΑΣΑ

Χαῖρε ἡ μόνη, τὴν χαρὰν τοῖς ἀνθρώποις κυήσασα, χαῖρε οὐρανὲ καὶ θρόνε Χερουβικέ, καὶ περίδοξον παλάτιον, τοῦ Βασιλεύοντος, τῶν αἰώνων πανάμωμε Δέσποινα.

ΕΝ ΤΗ ΚΑΜΙΝΩ, ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ ΤΗ ΠΕΡΣΙΚΗ

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε». Τῶν ἰαμάτων, καὶ τῶν θαυμάτων χάριν σοφέ, Μάρτυς ἐκ Θεοῦ πλουτήσας περιφανῶς, ἰατρεύεις τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Ὑφαπλουμένων, κολαστηρίων οὐκ ἐφρόντισας, ὅλην τὴν φροντίδα ἔχων ἐν οὐρανοῖς, καὶ κραυγάζων Ἀξιάγαστε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. Σὺ τῶν αἱμάτων, Ἀθλητὰ τῷ πυρὶ ἔφλεξας, ὕλην ἀθεΐας ἔνδοξε πονηράν, τῇ δὲ δρόσῳ τῶν θαυμάτων σου, τοὺς ἐν τῷ καύσωνι, τῶν δυσχερῶν δροσίζεις Παράμονε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΡΑΜΟΝΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παραμόνου Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Παραμόνου, καὶ τῶν Ἁγίων τριακοσίων ἑβδομήκοντα συμμαρτύρων αὐτοῦ. Ὁ Παράμονος νύπεταί σοι Χριστέ μου. Γνοὺς γὰρ Θεὸν μόνον σε, σοὶ θνῄσκει μόνῳ. Ξίφει κεφαλὰς ἄνδρες ἑπτάκις δέκα Σὺν ἐξαπλῇ διδοῦσι πεντηκοντάδι. Παράμονον δ' ἐνάτῃ κτάνον εἰκάδι ἔγχεα μακρά. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φιλουμένου. Φιλουμένου πείρουσιν ἥλοις τοὺς πόδας, Χριστὸν φιλοῦντος καὶ Θεῷ φιλουμένου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος τοῦ ἐν Περσίδι, καὶ τῶν Ἁγίων ἓξ Μαρτύρων, οὕς διωκομένους, πέτρα ῥαγεῖσα ὑπεδέξατο αὐτούς. Ἤνοιξε πέτραν εἰς ταφὴν ἓξ ἀνδράσιν, Ὁ νεκρὸς εὑρὼν εἰς ταφὴν Χριστὸς πέτραν. Τῇ αὐτῇ ἡμέρᾳ, ὃ Ἅγιος Οὐρβανὸς Ἐπίσκοπος Μακεδονίας, ἐν εἰρήνῃ τελειοῦται. Ὁ χερσὶν οὗτος ἐκπνέων τῶν Ἀγγέλων, Οὐρβανὸς ἐστιν, οὗ βίος κατ' Ἀγγέλους. Τῇ α...

ΣΥΜΠΑΘΕΙΑΣ ΤΗΣ ΠΡΟΣ ΣΑΡΚΑ ΔΙΑΖΕΥΞΑΣ ΣΟΥ

Συμπαθείας τῆς πρὸς σάρκα διαζεύξας σου, τὸν νοῦν Μακαριώτατε, φλογιζόμενος καὶ πυρὶ καιόμενος σοφέ, τῶν Παίδων ἐβόας τὴν ᾠδήν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μεμακάρισται τῶν παίδων θεῖος ὅμιλος, καὶ γυναικῶν ἑπτάριθμος, χορὸς ἅγιος, τοὺς ξεσμούς, τὸ πῦρ, τοὺς αἰκισμούς, στερρῶς ὑπομείναντες ὁμοῦ, καὶ οὐρανίων ἀγαθῶν καταξιούμενοι. Απελαύνονται ἐκ μόνης σου προσκλήσεως, τῆς πονηρίας πνεύματα, ἐγνωκότα σε Αθλητὴν ἀήττητον Χριστοῦ, Εἰρήναρχε μέλποντα θερμῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ

«Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Μανικώτατοι ὥσπερ θῆρες συνέλαβον, τοῦ Χριστοῦ τὸ ἀρνίον, παίοντες, κτείνοντες, καὶ μετὰ ἀνδρῶν ἀνομούντων συνθάπτοντες, οἱ παρανομίᾳ, συζῶντες εἰς αἰῶνας. Ἀπηνῶς σου τὴν κάραν ἐχθρὸς συνέτριψεν, ἣν Θεὸς ἐν ὑψίστοις στέφει κατέστεψε, τῷ νικητικῷ, Στεφανῖτα πολύαθλε, κλέος τῶν Μαρτύρων, καὶ πάντων τῶν Ὁσίων. Καρτερῶς, τῷ διώκτῃ ἀντιταττόμενος, ὁ θεόφρων Ἀνδρέας πληγαῖς συγκόπτεται, καὶ ἀνηλεῶς, θανατοῦται ὁ δίκαιος, μέλπων τῷ Δεσπότῃ, Χριστῷ εἰς τοὺς αἰῶνας. Ἁγιώτατος οἶκος ἤδη γενόμενος, τὸν ἐν πᾶσιν Ἁγίοις ἀναπαυόμενον, ἔσχες ἐν τῇ σῇ, ἐνοικοῦντα πολύαθλε, Στέφανε καρδίᾳ εἰς πάντας τοὺς αἰῶνας.

ΙΕΡΩΤΑΤΟΙ ΠΡΟΦΗΤΑΙ ΠΡΟΕΔΗΛΩΣΑΝ

Ἱερώτατοι προφῆται προεδήλωσαν, Ἁγνὴ ἐμφαντικώτατα, τὸ μυστήριον τῆς σεπτῆς λοχείας σου, καὶ νῦν ἡμῖν τὰς ἐκβάσεις τηλαυγῶς κατανοοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΝΕΟΥ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΑΡΧΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝοΕΜΒRΙοΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου, καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου. Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ, Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος. Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται. Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω. Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται. Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν, Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται. Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην, Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων. Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε, θνῄσκουσιν οἱ ἅγι...

ΠΩΣ ΥΠΕΝΕΓΚΩ ΤΗΝ ΑΔΙΚΟΝ, ΛΟΓΕ

Πῶς ὑπενέγκω τὴν ἄδικον, Λόγε, σφαγήν σου ὁρᾶν, πῶς τὰ θεῖά σου ὄμματα, τὰ τυφλοὺς φωτίσαντα, μεμυκότα τεθέαμαι; Πῶς δὲ καὶ χείλη, βλέπω σιγῶντά σου, τὰ μογιλάλων, χείλη ἀνοίξαντα; Σπλάγχνα σπαράχθητε· ῥάγηθι καρδία μου· οὐ φέρω ζῆν· κέκραγε δακρύουσα, πικρῶς ἡ πάνσεμνος.

ΠΙΣΤΩΣ ΑΘΡΟΙΣΘΕΝΤΕΣ ΣΗΜΕΡΟΝ

Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.

ΠΕΡΣΩΝ ΤΗΝ ΠΛΑΝΗΝ ΕΦΛΕΞΑΣ

Περσῶν τὴν πλάνην ἔφλεξας, τῷ ζήλῳ πυρπολούμενος, Χριστοῦ Ἰάκωβε Μάρτυς· ὡς κλῆμα τῆς ἀμπέλου δέ, τὸ σῶμά σου τεμνόμενος, τυράννου γνώμῃ πάνσοφε, ἀνέμελπες κατάλληλον, ᾠδὴν καὶ πρόσφορον ὕμνον, τῇ ἀπροσίτῳ Τριάδι.

ΚΟΣΜΟΥ, ΤΑ ΤΕΡΠΝΑ ΚΑΤΑΛΙΠΩΝ, ΓΕΝΟΥΣ ΠΕΡΙΦΑΝΕΙΑΝ

Κόσμου, τὰ τερπνὰ καταλιπών, γένους περιφάνειαν πλοῦτον, καὶ ὡραιότητα, πᾶσάν τε τὴν αἴσθησιν, ἀπαρνησάμενος, καὶ τὸ σῶμα τεμνόμενος, παθῶν ἐκμιμήσει, χαίρων ἠκολούθησας, Χριστῷ Ἰάκωβε, ὡς οὖν κοινωνὸς παθημάτων, δόξης ἐχρημάτισας ὄντως, καὶ τῆς βασιλείας νῦν συμμέτοχος. Μέλη, θεριζόμενος σαρκός, καὶ τὰς ἀφορήτους ὀδύνας, τῶν αἰκισμῶν καρτερῶν, Μάρτυς ἀξιάγαστε, Χριστοῦ Ἰάκωβε, καὶ τυράννων ὠμότητα, πατήσας ἀνδρείως, νίκης τὸν πολύτιμον, στέφανον εἴληφας· ᾧ νῦν ἐγκοσμούμενος Μάκαρ, θείῳ τοῦ Δεσπότου σου θρόνῳ, μετὰ τῶν συνάθλων σου παρίστασαι. Ἔχων, παρρησίαν πρὸς Χριστόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σὴν σεπτὴν ἑορτήν, Μάρτυς παναοίδιμε, θερμῶς προΐστασο, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως, δεινῶν λυτρούμενος, νέμων καὶ ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, τοὺς λαμπροὺς ἀγῶνάς σου δοξάζωμεν.

ΠΕΙΣΘΕΙΣ ΤΗ ΚΑΛΗ

Πεισθεὶς τῇ καλῇ, συζύγῳ καρτερόψυχε, καὶ τὸ φοβερόν, κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φοβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.

ΑΠΟ ΨΥΧΗΣ ΣΤΕΝΑΞΩΜΕΝ ΠΑΝΤΕΣ

Ἀπὸ ψυχῆς στενάξωμεν πάντες, δάκρυα ἐκχέοντες, καθορῶντες πικρῶς τὸν Μάρτυρα μελιζόμενον· δίκην κυνῶν γὰρ ὠρυομένων συνελθόντες οἱ δήμιοι, τὰ μέλη κατετίτρωσκον τοῦ θαυμαστοῦ καὶ γενναίου ἐν Μάρτυσι Μάρτυρος. Τὶς οὖν ὑπάρχει; εἰ δοκεῖ, μικρὸν ὑπομείνατε, καὶ λέξω πάντα μετὰ σπουδῆς, πῶς ὡς θῦμα Κυρίῳ προσήνεκται, το σῶμα ὡς κλῆμα τεμνόμενος.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΙΑΚΩΒΟΥ ΤΟΥ ΠΕΡΣΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Τμηθεὶς μεληδόν, καὶ σφαγὴν Πέρσης φέρων, «Ψυχὴ σεσώσθω, φροῦδά μοι μέλη» λέγει. Εἰκάδι Πέρσης ἑβδομάτῃ σφάγη ἐκμελεϊσθείς. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πινούφριος ἐν εἰρήνῃ τελειοῦται. Ὁ Πινούφριος ἀρετῶν πολλαῖς χρόαις Ἐν οὐρανοῖς ἔλαμψεν ὡς ἶρις νέα. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ναθαναὴλ ἐν εἰρήνῃ τελειοῦται. «Ἀφεῖσα κόσμον, πρὸς Θεὸν ψυχὴ τρέχε», Ναθαναὴλ ἔκραζε μέλλων ἐκπνέειν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΗΣΑΪΑ ΧΟΡΕΥΕ

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν». Ἱερὸς ὁ βίος σου, ἐκ σπαργάνων, ὤφθη τῷ Θεῷ, λαμπόμενος ἀρετῶν, μάκαρ τῷ φωτί, τίμιος ὁ θάνατος, ἐναντίον γέγονε Χριστοῦ, Πάτερ Ἀλύπιε, Μοναζοντων ἀκροθίνιον. Ὡς φωστὴρ ὑπέρλαμπρος, καταυγάζεις, ἅπασαν τὴν γῆν, ἐλαύνων τὴν πονηράν, νύκτα τῶν παθῶν, καὶ λύων σκοτόμαιναν, τῶν Δαιμόνων, καὶ φωταγωγῶν, θείαις λαμπρότησιν, ἰαμάτων πάντας Ὅσιε. Στάσιν ἐπὶ κίονος, ἐποιήσω, ἔτεσι σοφέ, πεντήκοντα πρὸς τρισίν, οἷα Ἀθλητής, ἀθλῶν προθυμότατα, καὶ τῷ κρύει καὶ τῷ παγετῷ, Πάτερ καὶ καύσωνι, ἀνενδότως πιεζόμενος. Ἡ ἁγία μνήμη σου, τῷ Ἁγίῳ Πνεύματι ἡμᾶς, καθαγιάζει σοφέ, ταύτην ἱερῶς, τελοῦντας καὶ πίστει σε, ἀνυμνοῦντας, Πάτερ ἐν αὐτῇ, ὡς ἀντιλήπτορα, καὶ προστάτην τῶν ψυχῶν ἡμῶν.

ΤΟ ΚΑΘΑΡΟΝ ΚΑΙ ΑΣΠΙΛΟΝ, ΤΗΣ ΨΥΧΗΣ ΠΕΡΙΒΟΛΑΙΟΝ

Τὸ καθαρὸν καὶ ἄσπιλον, τῆς ψυχῆς περιβόλαιον, τὸ καρτερικόν, καὶ ἀπαθὲς σαρκίον σου, ὡς θεῖον θησαύρισμα, ἡ Λακεδαίμων φέρουσα, καὶ σωματικῶν, καὶ ψυχικῶν ἀλγημάτων, τὴν ῥῶσιν ἐξαιτεῖται, μελῳδοῦσα συμφώνως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τῶν ἰαμάτων χάριτας, ἡ σορὸς ἀναβλύζουσα, πᾶσαν νοσημάτων, καὶ παθῶν ἐπήρειαν, παντοίαν τε κάκωσιν, καὶ μαλακίαν ἅπασαν, πάντων θεραπεύει, τῶν πιστῶς μελῳδούντων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὲρ ἡμῶν ἱλέωσαι, τὸν Σωτῆρα καὶ Κύριον, τῶν καταφευγόντων, τῇ σῇ σκέπῃ Ὅσιε, ὡς νίκης ἐπώνυμος, καὶ Θεῷ παριστάμενος, πάσης λυτρωθῆναι, τῶν ἐχθρῶν κακουργίας, δαιμόνων ἐπηρείας, καὶ ἀνάγκης καὶ νόσου, τοὺς πίστει σε ὑμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

ΩΣ ΕΝ ΑΡΜΑΤΙ ΠΑΤΕΡ

Ὡς ἐν ἅρματι Πάτερ, ἀρετῶν τετρακτύϊ σὺ ἐποχούμενος, ἀνέδραμες εἰς ὕψος, Ἠλίας ὥς περ ἄλλος, μελῳδῶν τῷ Σωτῆρί σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ζηλωτὴς ὥς περ ἄλλος, τοῖς ποθοῦσί σε Πάτερ τὸ ῥάκος ἔλιπες, ἐν ᾧ σου τὸ σαρκίον, ἐκτρύχων καὶ πιέζων, τὴν ψυχὴν διανέπαυες· Ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητός εἶ.

Ο ΑΠΕΡΙΟΡΙΣΤΟΣ, ΣΑΡΚΑ ΑΝΕΛΑΒΕΤΟ, ΕΝΝΟΥΝ

Ὁ ἀπεριόριστος, σάρκα ἀνελάβετο, ἔννουν τε καὶ ἔμψυχον, ἐκ σοῦ Ἀειπάρθενε, τοῦ σῶσαι τοὺς βοῶντας, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ο ΥΠΕΡΥΨΟΥΜΕΝΟΣ, ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ

«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ». Ὁ καρτερικώτατος, καὶ στερρὸς Ἀλύπιος, χρόνοις ἐπὶ πλείοσι, κρύει πιεζόμενος, τοῦ Πνεύματος τῇ θάλψει, ἐθάλπετο παραδόξως. Ὕψος πρὸς οὐράνιον, ἔχων τὸ πολίτευμα, σώματος ἠλόγησας, ὡς φθείρεσθαι μέλλοντος, καὶ τούτου σηπομένου, οὐκ ἐφρόντισας τοῖς πόνοις. Πᾶσαν ἡδυπάθειαν, Πάτερ ἀρνησάμενος, τῷ κρύει καὶ καύσωνι, παλαίων ἐνήθλησας, αἴθριος ἀναμέλπων, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΛΥΠΙΟΥ ΤΟΥ ΚΙΟΝΙΤΟΥ, ΚΑΙ ΝΙΚΩΝΟΣ ΤΟΥ ΜΕΤΑΝΟΕΙΤΕ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου, καὶ Νίκωνος τοῦ Μετανοεῖτε. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου. Ἀνεῖχεν Ἀλύπιον ὄρθιος κίων, Πρὸς οὐρανοὺς ζητοῦντα βαίνειν, οὗ μένει. Εἰκάδι ἕκτῃ ἄλυπον, Ἀλύπιε, βῆς ἐπὶ οἶκον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μ ε τα ν ο ε ῖ τ ε, Οἱ Λακεδαίμων, οὐδαμῶς Δαίμων λάκοι. Σοβεῖ γὰρ αὐτὸν τοῖς τεραστίοις Νίκων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος. Ἀσκήσεως πέπτωκεν ὁ στερρὸς στῦλος. Στυλιανὸς γὰρ τὸν βίον καταστρέφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι. Κακὸν φυγὼν πᾶν Ἀκάκιος ἐν βίῳ. Καλοῖς ἀπείροις ἐντρυφᾷ λιπὼν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ. Ὁ Ἰάκωβος ἀναχωρήσας κόσμου, Νῦν τὴν ὑπερκόσμιον οἰκεῖ πατρίδα. Ὁ ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐν Χίῳ ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη το...

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Σαῖς διδαχαῖς Βασίλισσα, πειθαρχοῦσα προσέδραμε, τῇ θεοσεβείᾳ, καὶ στερρῶς ὑπέμεινε, τῶν πόνων τὴν αἴσθησιν, καὶ βασιλείας τῶν οὐρανῶν, τῆς ἀδιαδόχου, προφανῶς ἠξιώθη, βοῶσα· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μετὰ μαρτύρων γένοιτο, τῶν πιστῶν τὰ αἰτήματα· ἡ γὰρ Ἀθληφόρος, τῷ Χριστῷ παρίσταται, αἰτοῦσα τὰ κρείττονα, καὶ σωτηρίας πρόξενα, τοῖς τὴν παναγίαν, καὶ σεπτὴν αὐτῆς μνήμην, προθύμως ἐκτελοῦσι, καὶ πιστῶς μελῳδοῦσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀναπετάσας δέχεται, ὁ Νυμφίος σε Πάνσοφε, πύλας Παραδείσου, καὶ παστάδα πάνσεμνον, οἰκεῖν παρεσκεύασε, καὶ βασιλείας μέτοχον, ὡς συγκοινωνόν, τῶν παθημάτων δεικνύει· ᾧ νῦν παρισταμένη, Βασιλέων θυγάτηρ, λαμπρῶς, πεποικιλμένη, ἡμῶν μὴ ἐπ...

ΕΝΕΥΡΩΣΑΣ ΤΟ ΦΡΟΝΗΜΑ, ΓΥΝΑΙΚΩΝ Ω ΠΑΡΘΕΝΕ

Ἐνεύρωσας τὸ φρόνημα, γυναικῶν ὦ παρθένε, Αἰκατερῖνα πάντιμε, ἀθλοφόρων ἡ δόξα, καὶ Φιλοσόφων ἄνοιαν, ἐν Θεῷ διήλεγξας, ὡς λῆρον οὖσαν καὶ μῦθον, τὴν Πανάμωμον ὄντως, καὶ Μητέρα τοῦ Θεοῦ, συλλήπτορα κεκτημένη.

ΤΑΣ ΠΑΡΑΤΑΞΕΙΣ ΤΩΝ ΕΧΘΡΩΝ

Τὰς παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ στέφος ἐδέξω, Μερκούριε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, σκανδάλων τοῦ ἀλλοτρίου.

ΧΟΡΕΙΑΝ ΣΕΠΤΗΝ

Χορείαν σεπτήν, ἐνθέως φιλομάρτυρες, ἐγείρατε νῦν, γεραίροντες τὴν πάνσοφον, Αἰκατερῖναν· αὕτη γάρ, ἐν σταδίῳ τὸν Χριστὸν ἐκήρυξε, καὶ τὸν ὄφιν ἐπάτησε, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.

ΤΩΝ ΑΘΛΗΤΩΝ ΠΡΟΣΘΗΚΗΝ ΣΕ, Ο ΧΟΡΟΣ ΥΠΕΔΕΞΑΤΟ

Τῶν Ἀθλητῶν προσθήκην σε, ὁ χορὸς ὑπεδέξατο, καθωραϊσμένον, καί φαιδρόν γενόμενον, σεπταῖς ὡραιότησι, τῶν ὑπερτίμων ἄθλων σου, καὶ τῆς εὐσεβοῦς σου, καὶ σεπτῆς μαρτυρίας, καὶ νῦν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Εὐσεβοφρόνως Ἔνδοξε, τὸν ἀγῶνα διήνυσας, καὶ γενναιοφρόνως, τὸν ἐχθρὸν κατῄσχυνας· καὶ νίκην οὐράνιον, ὡς νικητὴς ἀράμενος, ταῖς Ἀγγελικαῖς, νῦν συναγάλλῃ χορείαις· μεθ' ὧν βοᾷς ἀπαύστως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τελειωθεὶς πανόλβιε, διὰ ξίφους Μερκούριε, καὶ ἐπιτυχών, τοῦ προκειμένου τέλους σοι, τὴν γῆν μὲν τοῖς αἵμασι, τοῖς ἐκχυθεῖσιν ἤρδευσας, τὸ δὲ νικηφόρον, καὶ μακάριον σῶμα, λευκότερον χιόνος, ἐναπέδειξας ψάλλων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΓΙΩΝ Ο ΑΓΙΟΣ

Ἁγίων ὁ Ἅγιος, ἐν σοὶ ἁγίως κατασκηνώσας ἁγνή, Θεοτόκε Παρθένε, σεσαρκωμένος ἐκ σοῦ γεγέννηται, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Μαρτύρων τὸ καύχημα, τῆς εὐσεβείας μύστης γεγένησαι, τῷ λαμπρῷ σου Νυμφίῳ, Μαρτύρων δῆμον πρασαγαγοῦσα Χριστῷ· μεθ' οὗ κραυγάζεις πανεύφημε ψάλλουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἤμών. Ὁ λόγος σου Πάνσοφε, πρὸς σωτηρίαν πολλοὺς ἐξήρπασεν, ἐξ εἰδωλομανίας, καὶ φωτοφόρους ἔδειξε Μάρτυρας, μεγαλοφώνως σὺν σοὶ ἀνακράζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Νεᾶνις ὀπίσω σου, ἀκολουθοῦσά σοι προσενήνεκται, διὰ ξίφους τμηθεῖσα, σὸν μιμουμένη πάθος τὸ ἄχραντον, καὶ σοὶ τῷ Κτίστῃ βοῶσα καὶ λέγουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΗΝ ΕΚ ΘΕΟΥ ΣΟΦΙΑΝ

Τὴν ἐκ Θεοῦ σοφίαν λαβοῦσα παιδόθεν ἡ Μάρτυς, καὶ τὴν ἔξω καλῶς σοφίαν πᾶσαν μεμάθηκε, γνοῦσα δὲ ἐκ ταύτης τὴν τῶν στοιχείων κίνησίν τε καὶ ποίησιν κατὰ λόγον, καὶ τὸν αὐτὰ ἐξ ἀρχῆς διὰ λόγου ποιήσαντα, αὐτῷ τὴν εὐχαριστίαν ἐν νυκτὶ καὶ ἡμέρᾳ προσέφερε· τὰ δὲ εἴδωλα καθεῖλε, καὶ τοὺς ταῦτα ἀφρόνως λατρεύοντας, Ῥητόρων τὴν γνῶσιν καταπτύσασα.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΑΙΚΑΤΕΡΙΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης, καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος Αἰκατερίνης. Αἰκατερῖνα, καὶ σοφὴ καὶ παρθένος· Ἐκ δὲ ξίφους, καὶ Μάρτυς, ὦ καλὰ τρία! Εἰκάδι πέμπτῃ ἄορ κατέπεφνεν ῥήτορα Κούρην, Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα Ῥήτορες, οἱ διὰ τῆς Ἁγίας Αἰκατερίνης πιστεύσαντες τῷ Χριστῷ, πυρὶ τελειοῦνται. Αἱ πρὶν πλάνης Ῥήτορσιν ἀνδράσι στάσεις, Εἰς πῦρ θανοῦσι, τῶν στεφάνων εὑρέσεις. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, ἡ γαμετὴ Μαξεντίου, ξίφει τελειοῦται. Τμηθεῖσα θνητοῦ σύζυγος Βασιλέως, Ἄφθαρτον εὗρε νυμφῶνα Βασιλέως. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πορφύριος, ὁ Στρατηλάτης, σὺν τοῖς διακοσίοις στρατιώταις, ξίφει τελειοῦνται. Σὺν τῷ στρατῷ σου Πορφύριε πρὸς ξίφος Πρόθυμος ἥκεις, οἷά περ Στρατηλάτης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου. Εἰ καὶ πατάσσῃ Μερκούριε τ...

ΥΠΕΡΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ ΤΟ ΟΜΟΟΥΣΙΟΝ

Ὑπερουσίου Τριάδος τὸ ὁμοούσιον, διεκδικῶν Παμμάκαρ, ὡς ἀκτίστου Μονάδος, Ἄρειον καθεῖλες, δείξας ἡμῖν, τοῦ Υἱοῦ τὸ ἀμέριστον, ὡς τῆς αὐτῆς ἐνυπάρχοντος τῷ Πατρί, καὶ τῷ Πνεύματι Θεότητος. Τῶν διωκόντων ἐπαύθη, ἡ μιαιφόνος ὁρμή, ἡ τῶν αἱμάτων χύσις, νῦν εἰς φροῦδον κατέστη, ἄμφω σφραγισθέντα, Πέτρε σοφέ, τῷ ἱερῷ μαρτυρίῳ σου, ὡς τοῦ παιδός Μωϋσέως ἔστη ῥυέν, τῇ ψηφῖδι τῆς Σεπφώρας ποτέ. Ποιμαντικῶς διαπρέψας, Ἱερομάρτυς Χριστοῦ, μαρτυρικοῦς ἀγῶνας, ἐπεδείξω γενναίως, ἓν δι' ἀμφοτέρων στέφος λαβών, ἑκατέροις κοσμούμενος, ἱερωσύνῃ καὶ πόνοις ἀθλητικοῖς· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.

ΣΗΜΕΡΟΝ Ο ΘΕΟΧΩΡΗΤΟΣ ΝΑΟΣ, Η ΘΕΟΤΟΚΟΣ, ΕΝ ΝΑΩ ΚΥΡΙΟΥ

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριηλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΧΑΙΡΟΙΣ ΤΟ ΦΩΤΑΥΓΕΣ ΚΑΙ ΤΕΡΠΝΟΝ, ΤΟΥ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΣΟΦΕ

Χαίροις τὸ φωταυγὲς καὶ τερπνόν, τοῦ θείου Πνεύματος Σοφὲ καταγώγιον, τὸ κλῆμα τὸ ταῖς ἀρδείαις, ταῖς μυστικαῖς γεγονός, εὐθαλὲς παμμάκαρ καὶ πολύφορον· ἐξ οὗ ἐναπέσταξε, διδαγμάτων σωτήριον, γλεῦκος ποτίζον, καὶ εὐφραῖνον ἑκάστοτε, τῶν τιμώντων σε, τὰς καρδίας πανόλβιε. Μάρτυς ἀκαταγώνιστε, οὐράνιε ἄνθρωπε, τῆς Ἐκκλησίας ὁ στῦλος, τῶν εὐσεβῶν τὸ κραταίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Χαίροις ἡ τῶν δογμάτων πηγή, ὁ τῶν ἀρρήτων ἑρμηνεὺς γραφικώτατος, ἡ γνῶσις τῶν ἀποκρύφων, τῆς Ἐκκλησίας στερρός, στῦλος τε καὶ βίος ἀπερίτρεπτος, κανών ἀκριβέστατος· μυστογράφος σοφώτατος· εὔστομος γλῶσσα, πᾶσαν αἵρεσιν τέμνουσα, ὥσπερ μάχαιρα, ὀξυτάτη καὶ δίστομος· ὄργανον τὸ ἡδύφθογγον· ὁ νοῦς ὁ οὐράνιος, Κλήμη Μαρτύρων τὸ κλέος, τῶν ἱεράθλων ἑδραίωμα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος. Ἔχων τὸν εὐσεβῆ λογισμόν, διαφερόντως, τῶν παθῶν αὐτοκράτορα, ὑπέστης ἀπεριτρέπτως, τὴν διὰ ξίφους πικράν, τελευτὴν Παμμάκαρ καὶ τὸν θάνατον, δι' οὗ τῆ...

ΗΝ ΠΑΛΑΙ ΠΡΟΚΑΤΗΓΓΕΙΛΕ, ΤΩΝ ΠΡΟΦΗΤΩΝ Ο ΣΥΛΛΟΓΟΣ

Ἥν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἷς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

ΝΥΝ ΕΥΣΗΜΟΣ ΕΠΕΦΑΝΕΝ, ΗΜΙΝ ΗΜΕΡΑ ΦΕΡΟΥΣΑ

Νῦν εὔσημος ἐπέφανεν, ἡμῖν ἡμέρα φέρουσα, τοὺς εὐκλεεῖς διαδόχους, τῶν ἱερῶν Ἀποστόλων, Πέτρον ἅμα καὶ Κλήμεντα, τοὺς κήρυκας τῆς πίστεως, καὶ ἀηττήτους Μάρτυρας, ὧν τὴν ἐτήσιον μνήμην, πιστῶς τελέσωμεν πάντες.

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΚΑΙ ΙΕΡΟΜΑΡΤΥΡΩΝ ΚΛΗΜΕΝΤΟΣ ΡΩΜΗΣ ΚΑΙ ΠΕΤΡΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ Ἱερομαρτύρων, Κλήμεντος Ῥώμης, καὶ Πέτρου Ἀλεξανδρείας. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κλήμεντος Ἐπισκόπου Ῥώμης. Βληθεὶς ὁ Κλήμης εἰς βυθὸν σὺν ἀγκύρᾳ, Πρὸς Χριστὸν ἥκει, ἄγκυραν τὴν ἐσχάτην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου, Ἐπισκόπου Ἀλεξανδρείας. Ἄρρηκτος ἦν τὴν πίστιν ὁ τμηθεὶς Πέτρος, Ὃς εἶδε Χριστοῦ τὴν στολὴν ἐρρηγμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἄγιος Μάλχος ἐν εἰρήνῃ τελειοῦται. Οἱ ψυχοπομποὶ συγκατέπτησαν νόες, Ψυχὴν ἀπάξαι Μάλχε τὴν σὴν Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Καρίων ἐν εἰρήνῃ τελειοῦται. Θεὶς πάντα πόρρω Καρίων ψυχῆς κάραν, Ἤθλησε νῷ νήφοντι μέχρι καὶ τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑρμογένης, Ἐπίσκοπος Ἀκραγαντίνων, ἐν εἰρήνῃ τελειοῦται. Ἀπάρας Ἑρμόγενες ἀνθρώπων γένους, Κατῄσχυνας φρύαγμα δαιμόνων γένους. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φιλούμενος καὶ Χριστοφόρος ξίφει τελειοῦνται. Φιλούμενον τέμνουσι καὶ Χριστοφόρον, Αὐτῷ φα...

ΘΑΥΜΑΤΟΥΡΓΕΙ

Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε. Ἀκτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι. Ὑπομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.

ΜΝΗΜΗ ΤΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου τοῦ Ἀκραγαντίνων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου. Σταλεὶς Ἀμφιλόχιε νεκρῶν ἀμφίοις, Λόχους σκεδάζεις καὶ νεκρὸς νοουμένους. Εἰκάδι ἐν τριτάτῃ θάνατος λάβεν Ἀμφιλόχιον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου τῆς, Ἀκραγαντίνων Ἐκκλησίας. Ἐξ Ἀκραγάντων πρὸς Θεὸν χωρεῖς Λόγον, Τὸν ἄκρα γῆς κρίνοντα, παμμάκαρ Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σισινίου τοῦ Μάρτυρος. Πολλὰς ὑποστὰς ἐν βίῳ πρῶτον βίας, Μετῆλθε Σισίνιος ἐκ βίας βίου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἐπίσκοπος Ἰσχυρίων ἐν εἰρήνῃ τελειοῦται. Ζῶν Ἰσχυρίων, ἰσχὺς ἦν Ἐκκλησίας, Ἥν περ νοητῶς καὶ θανὼν ἐνισχύει. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἕλενος, Ἐπίσκοπος Ταρσοῦ, ἐν εἰρήνῃ τελειοῦται. Ταρσοῦ πρόεδρος Ἕλενος θυηπόλος, Ταρσοῖς ἄνεισι ψυχικοῖς ἕως πόλου. Διήγησις ὀπτασίας Ἰωάννου τινός, πάνυ ὠφέλιμος. ...

ΘΕΙΑΙΣ ΕΠΟΜΒΡΗΣΕΣΙ ΤΩΝ ΣΩΝ ΘΑΥΜΑΤΩΝ

Θείαις ἐπομβρήσεσι τῶν σῶν θαυμάτων, τῶν παθῶν ἡμῶν ῥύπον ἐκπλύνεις, τοὺς τακέντας καύσωνι, ἀλγηδόνων Μάρτυς σεμνή, ἀναψύχεις, Κικιλία παναοίδιμε, βοῶντας ἐν πίστει καὶ κραυγάζοντας· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τους αἰῶνας. Ζεούσῃ τῇ προθυμίᾳ γενναιόφρον, τὴν παφλάζουσαν εἰσῆλθες φλόγα, οὐκ ἐφλέχθης ὅλως δέ, ἀλλ' ἐξῆλθες ὡς ἐκ λουτροῦ, ἀφθαρσίας Κικιλία ἀναμέλπουσα, Χριστῷ τῷ τῶν ὅλων βασιλεύοντι· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Θείου Βαλλεριανοῦ τὴν καρτερίαν· Κατεπλάγησαν Ἀγγέλων δῆμοι· ῥαβδισμοῖς γὰρ πάντοθεν, καὶ νιφάσι τῶν αἰκισμῶν, πιεζόμενος ὑπέφερε στερρότατα, συντρίβων ἐχθροὺς καὶ μέλπων ἄριστα· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

ΤΟΝ ΕΝ ΚΑΜΙΝΩ ΤΟΥ ΠΥΡΟΣ

Τὸν ἐν καμίνῳ τοῦ πυρός, ἐν Βαβυλῶνι τους Παῖδας τῶν Ἑβραίων, διασώσαντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Λόγον ὡς λύχνον φαεινόν, ἐπανάπτοντα, τῇ σῇ καρδίᾳ φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλῇ, κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν. Ἡ ἱερά σου πρὸς Θεόν, ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαῖς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν γῇ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε. Μύρον ἡδύπνοον σαφῶς, ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον. Οἷα ἀστέρες φαεινοί, στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία, Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.

ΤΡΙΣΗΛΙΟΝ ΑΚΤΙΝΑ ΥΠΕΡΘΕΟΥ

Τρισήλιον ἀκτῖνα ὑπερθέου, Ἀθληταὶ Θεότητος ὁμολογοῦντες εὐσεβῶς, τὴν πολύθεον σκοτόμαιναν, ἐσκεδάσατε φωστῆρες χρηματίσαντες, φωταγωγοῦντες, Πιστῶν τάς διανοίας.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΗΜΟΝΟΣ, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος, καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας, καὶ τῶν σὺν αὐτῇ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος, Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου. Χριστοῦ καλοῦντος, ὤφθητε δρόμῳ ξένῳ, Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν. Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ, καὶ Τιβουρτίου. Λουτροῦ φέρεις ἔκκαυσιν, ὦ Κικιλία, Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους. Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα Κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου, καὶ ἑτέρου Μάρκου. Τμηθεὶς ξίφει Στέφανε σὺν Μάρκοις δύω, Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Προκοπίου τοῦ ἐν Παλαιστίνῃ. Πρὸς τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην, Καὶ Προκόπιος θρέμμα τῆς Π...

ΣΠΛΑΓΧΝΩΝ ΙΩΝΑΝ

«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

Ο ΚΑΘΑΡΩΤΑΤΟΣ ΝΑΟΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΤΟΥ ΘΕΟΥ

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Η ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη, Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων. Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΛΑΜΠΑΔΗΦΟΡΟΙ ΠΑΡΘΕΝΟΙ

Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται. Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι. Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ, ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Φωτοφόρον σε, ὡς ἥλιον εἰσδέχεται, ναὸς ὁ ἅγιος, ἔνδον ἀστράπτουσαν, ἀκτῖνας τοῖς πέρασι, σωτηριώδεις ἁγνή, ὑπεράγιον, ναὸν γενέσθαι μέλλουσαν, τοῦ Υἱοῦ Θεοῦ Παρθένε. Χεῖρας ἅπαντες, κροτήσατε λυτρώσεως, σύμβολα φέρουσαν, τὴν Ἀπειρόγαμον, ὁρῶντες· Ἀγγέλου γάρ, χειρὶ ἐκτρέφεται, τὸν οὐράνιον, ἄρτον ἡμῖν ὡς μέλλουσα, ἀπορρήτως ἀποτίκτειν. Ψυχαὶ ἅπασαι, Δικαίων ὑποχθόνιοι, εὐαγγελίζεσθε, περιστερὰ ἡ χρυσῆ, κατάπαυσιν φέρουσα, κατακλυσμοῦ νοητοῦ, πεφανέρωται, καὶ εἰς Ἁγίων Ἅγια, εὐσεβῶς περιχορεύει. Ὡς ὡραία, τὸν ὡραῖον ἀπεκύησας, τὴν ἀμορφίαν ἡμῶν, προσεπανάγοντα νῦν, εἰς πρώτην ἐμφέρειαν, Κόρη πανάμωμε, ᾧ καὶ ψάλλομεν· Ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

ΤΑ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΕΝ ΤΩ ΝΑΩ ΕΙΣΟΔΟΥ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου. Χάραξ κύκλῳ σου, καὶ μετὰ ζωῆς τέλος, Ἡ ζῶσα, Γρηγόριε, τοῦ Θεοῦ χάρις. Εἰκάδι Γρηγόριος κεκλήσκετο εἰς πόλον εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὃς ἐχρημάτισε μαθητὴς τοῦ μακαρίου Ἰωάννου τοῦ Χρυσοστόμου, καὶ τοῦ θρόνου διάδοχος. Ἔχει σε, Πρόκλε, ἡ οὐράνιος νύσσα, Χαίροντα ἔνδον καὶ σὲ σὺν Χρυσοστόμῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Δασίου, τοῦ ἐν Δορυστόλῳ. Ἔμελλε καὶ Δάσιος ἀθλήσας ξίφει, Ἀθλητικὸν στέφανον εὑρεῖν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νιρσᾶ Ἐπισκόπου, καὶ Ἰωσὴφ μαθητοῦ αὐτοῦ, καὶ ἑτέρων σὺν αὐτῷ τελειωθέντων ἐν Περσίδι. Θνῄσκουσιν ἄμφω Νιρ...

ΣΩΜΑ ΚΑΙ ΝΟΥΝ, ΚΑΙ ΨΥΧΗΝ ΕΚΑΘΗΡΑΣ

Σῶμα καὶ νοῦν, καὶ ψυχὴν ἐκάθηρας, τῇ ἀφαιρέσει τῶν παθῶν, Ἱεράρχα Πρόκλε σοφέ· ὅθεν ἐδογμάτισας, σῶμα καὶ ψυχὴν καὶ νοῦν, τὸν ἐκ Παρθένου τεχθέντα Θεόν, δίχα τροπῆς διὰ τὸ σῶσαι, ἡμᾶς ἀναδεξάμενον. Πῦρ νοητόν, ταῖς φρεσὶν ἀνάψας σου, τὴν φρυγανώδη καὶ σαθράν, Νεστορίου τοῦ δυσσεβοῦς, αἵρεσιν κατέφλεξας· ὅθεν σοῦ δεόμεθα, τὰς φρυγανώδεις ἡμῶν ἡδονάς, ταῖς πρὸς Θεὸν ἱκεσίαις, συμφλέξας ἀποκάθαρον. Σὺ πρὸς Χριστόν, κεκτημένος Ἅγιε, τὴν παρρησίαν τοὺς ἐν γῇ, εὐφημοῦντας μελῳδικῶς, μνήμην σου τὴν ἔνδοξον, πάσης περιστάσεως, ἐκλυτρωθῆναι ἱκέτευε, τόν αἰνετὸν ἀνυμνοῦντας, Θεὸν Πρόκλε θεσπέσιε.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΒΔΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀβδιού· καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου προφήτου Ἀβδιού. Ἔφησεν ἂν τι μέλλον Ἀβδιοὺ πάλιν, Εἰ μὴ τελευτὴν εἶχεν αἰδεῖσθαι τάχα. Ἐννεακαιδεκάτῃ βίον Ἀβδιοὺ ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ. Σὺν λιβανωτῷ, Βαρλαάμ, τὸ πῦρ φέρων, Εὔοσμος ὤφθης λιβανωτὸς Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἄζη τοῦ Θαυματουργοῦ. Διψητικὴ τις ὡς ἔλαφος εἰς ὕδωρ, Ἄζης ὁ Μάρτυς ἔτρεχε πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν πεντήκοντα στρατιῶται ξίφει τελειοῦνται. Τετμημένας τρεῖς, Χριστέ, πεντηκοντάδας, Τριττῇ στεφῶν γέραιρε πεντηκοντάδι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δώδεκα στρατιῶται ξίφει τελειοῦνται. «Στρατεύομαί σοι σήμερον διὰ ξίφους», Τῷ Παμβασιλεῖ δωδεκὰς στρατοῦ λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαπίου. Κἂν ἐσπαράχθην Ἀγάπιος θηρίοις, τὴν πίστιν ἀσάλευτός εἰμὶ σοι, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μά...

ΤΟΝ ΕΚ ΠΑΤΡΟΣ ΠΡΟ ΑΙΩΝΩΝ

«Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα Υἱὸν καὶ Θεόν, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, σαρκωθέντα ἐκ Παρθένου Μητρός, ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας». Παρὰ Θεοῦ φωτισθέντες, οἱ Προφῆται προθεσπίζουσι, τῶν ἐσομένων τὴν γνῶσιν, θεοφρόνως ἀνακράζοντες· ἱερεῖς ὑμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας. 'Ὥσπερ πυρσὸς ἐν πελάγει, τοῖς ἐν σκότει μάκαρ ἔφανας, ταῖς θεϊκαῖς φρυκτωρίαις, Ἀβδιοὺ καταυγαζόμενος· Τὸν Χριστὸν κραυγάζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Περιφανεῖς ἀγῶνας μέν, ἠγωνίσω Πανεύφημε, περιφανεστέραν δὲ πολλῷ τὴν εὔκλειαν, Χριστός, σοὶ δεδώρηται, καὶ δι' αἰῶνος μένουσαν, ἐν ἐπουρανίοις, σὲ σκηναῖς κατοικίσας, προθύμως μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς πρεσβευτὴν πιστότατον, ὡς προστάτην θερμότατον, τῷ Παμβασιλεῖ καὶ Ποιητῇ τῆς κτίσεως, σὲ νῦν προβαλλόμεθα, ὑπὲρ ὑμῶν δυσώπησον, τῇ μαρτυρικῇ σου, παρρησίᾳ πρεσβεύων, τῶν σὲ ὑμνολογούντων, καὶ πιστῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Παραλαβεῖν ἠξίωσαι, βασιλείαν ἀσάλευτον, διὰ τῆς οἰκείας ἐνεργούς σου πίστεως, ὡς σοὶ ἐπηγγείλατο, ὁ ἀψευδὴς διδόναι Θεός, ὑπὲρ οὗ τὸ σῶμα, καὶ πυρὶ καὶ βασάνοις, παρέδωκας κραυγάζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺ...

ΛΥΘΕΝΤΕΣ ΠΑΝΑΜΩΜΕ

Λυθέντες Πανάμωμε, τῷ θείῳ τόκῳ τῆς παρθενίας σου, τῶν δεσμῶν τοῦ θανάτου, καὶ τῆς κατάρας τοῦ πρωτοπλάστου Ἀδάμ, σὲ Θεοτόκον φρονοῦντες κραυγάζομεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΠΛΑΤΩΝΟΣ ΚΑΙ ΡΩΜΑΝΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Πλάτωνος. Μικροῦ λαθὼν παρῆλθεν ἡμᾶς ὁ Πλάτων, Πλάτων ἐκεῖνος, ὃν πλατὺ κτείνει ξίφος. Ὀγδοάτῃ δεκάτῃ τε Πλάτωνα ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ. Τὸ καρτερόφρον Ῥωμανοῦ πᾶς θαυμάσει. Σὺν χαρμονῇ γὰρ πνιγμονὴν ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, τὸ Ἅγιον νήπιον, ἐρωτηθὲν παρὰ τοῦ Ἐπάρχου, Π ο ῖ ο ν δ ε ῖ σ έ β ε ι ν Θεόν, καὶ εἰπόν, Τ ὸ ν Χ ρ ι σ τ ό ν, ξίφει τελειοῦται. Κόλπους Ἀβραὰμ νήπιον λαχὸν ξίφει, τοῖς Βηθλεὲμ σύνεδρον ὤφθη νηπίοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥωμανοῦ Διακόνου, τοῦ Παλαιστινοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζακχαίου, Διακόνου τῆς ἐν Γαδείροις Ἐκκλησίας, καὶ Ἀλφαίου. Ζακχαῖος ἐκχεῖ πλοῦτον ὁ πρὶν ἡμίση· Ὁ νῦν δέ, Σωτήρ, αἷμα χεῖ πᾶν ἐκ ξίφους. Ἀλφαῖε καρτέρησον, εἰ τέμνῃ κάραν, Καὶ κλῆρον ἕξεις τὴν ἄτμητον Τριάδα. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ...

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Πατέρων τὸ καύχημα, καὶ Διδασκάλων τὸ σεμνολόγημα, φωστὴρ τῆς Ἐκκλησίας, τῆς εὐσεβείας στῦλος ἀκράδαντος, σὺ καθωράθης, κραυγάζων Γρηγόριε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἀστράψας τοῖς θαύμασι, τὴν οἰκουμένην ἐφωταγώγησας· διὰ τοῦτο Θεόφρον, συναθροισθέντες σὲ μακαρίζομεν, οἱ τῶν σῶν λόγων, τρυφῶντες καὶ ψάλλοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἰάματα Πάνσοφε, τοῖς ἀσθενοῦσι πᾶσιν ἐπήγασας· ἐξεχύθη γὰρ χάρις, δαψιλεστάτη σοῦ ἐν τοῖς χείλεσι, θαυματουργίας, δι' ἧς ἀνακράζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἀρίστης πολιτείας λάμψας φωτί, νῦν φωτὶ τῷ μεγάλῳ παρέστηκας, θεουργικαῖς, θαυματοποιΐαις ὡς νικητής, κατεστεμμένος Ὅσιε, Πάτερ, Ἱεράρχα θαυματουργέ, Γρηγόριε θεόφρον, φωστὴρ τῆς Ἐκκλησίας, τῶν Ὀρθοδόξων ἐγκαλλώπισμα. Ἰθύνεσθαι δυσώπει σαῖς προσευχαῖς, τὸ βασίλειον νῦν ἱεράτευμα, τὸ ἐκλεκτόν, καὶ ἡγιασμένον θαυματουργέ, καὶ τοὺς πιστῶς τὴν μνήμην σου, νῦν ἐπιτελοῦντας ἐπιτυχεῖν, τῆς ἄνω βασιλείας, Γρηγόριε θεόφρον, ἀξιωθῆναι καθικέτευε. Νικήσας τῶν δαιμόνων τὰς προσβολάς, καὶ σαρκὸς ὑποτάξας τὸ φρόνημα, καὶ ἱερεύς, ἄκακος καὶ ὅσιος γεγονώς, δικαιοσύνης ἔνδυμα, περιβεβλημένος θαυματουργέ, παρίστασαι τῷ θρόνῳ, τοῦ πάντων Βασιλέως, νῦν παρρησίᾳ παμμακάριστε.

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας τοῦ θαυματουργοῦ. Ὁ Γρηγόριος, θαυματουργῶν καὶ πάλαι, Θεῷ παραστάς, θαυματουργεῖ τι πλέον. Ἑβδομάτῃ δεκάτῃ τε μέγας θάνε θαυματουργος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Λαζάρου τοῦ Ζωγράφου. Οὐ ζωγραφεῖ σε Λάζαρος καὶ νῦν Λόγε, Ἀλλὰ βλέπει σε ζῶντα, μὴ ληπτὸν χρόαις. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ὁσίων Ζαχαρίου τοῦ Σκυτοτόμου, καὶ Ἰωάννου, καὶ διήγησις ὠφέλιμος. Ὁ Ὅσιος Γεννάδιος, ὁ ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσας, καὶ δοχειάρης (τροφοδότης) αὐτῆς ὤν, καὶ τὸ θαῦμα τοῦ ἔλαιον ἀναβλύσαντος ἐκ κενοῦ πίθου ἰδών, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λογγῖνος ἐν εἰρήνῃ τελειοῦται. Ἔχεις ἀθλητὴν Χριστὲ Λογγῖνον μέγαν. Ἔχεις δὲ καὶ Λογγῖνον ἀσκητὴν μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Γεννάδιος, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειο...

Ο ΠΡΩΤΟΣ ΤΟΥ ΧΡΙΣΤΟΥ... ΤΙΜΩΣΙΝ ΑΥΤΟΝ.

Ὁ πρῶτος τοῦ Χριστοῦ, Εὐαγγέλιον γράψας, καὶ πᾶσαν δᾳδουχῶν, τὴν ὑφήλιον κτίσιν, Ματθαῖος ὁ σοφώτατος, καὶ Χριστοῦ μύστης ἄριστος, νῦν τιμώμενος, ταῖς ἱεραῖς μελῳδίαις, πᾶσιν ἄφεσιν, ἁμαρτιῶν ἐξαιτεῖται, τοῖς πόθῳ τιμῶσιν αὐτόν.

Η ΤΟΥ ΕΧΘΡΟΥ ΜΕ ΤΥΡΑΝΝΙΣ

Ἡ τοῦ ἐχθροῦ με τυραννὶς βιάζεται ἀπλήστως, καὶ τῆς ψυχῆς μου ὅλον τὸν σπόρον καθαρπάζει, Ματθαῖε φίλε τοῦ Χριστοῦ· ἀλλ' αὐτὸς τὸν σπόρον τῶν εὐχῶν σου δεδωκώς, πρὸς σὴν δουλείαν κάρπωσον, καὶ δεῖξον ὑμνῳδόν σου σμικρότατον, καὶ ὑφηγητὴν με τῶν πολλῶν σου καὶ μεγάλων κατορθωμάτων, καὶ τῆς πρὸς Χριστὸν σου σχέσεως, τὰ πάντα παρευθὺς ἐγκαταλείψας, ἠκολούθησας θερμῶς τῷ κεκληκότι, πρῶτος γεγονὼς Εὐαγγελιστὴς ἐν τῷ κόσμῳ, καθυπογράψας τὴν ὥραν τῆς κρίσεως.

ΤΟΝ ΧΡΥΣΟΝ ΚΑΤΑΛΕΙΨΑΣ ΩΣ ΑΛΗΘΩΣ

Τὸν χρυσὸν καταλείψας ὡς ἀληθῶς, τὸν Χριστὸν δὲ ποθήσας φιλευσεβῶς, Ματθαῖε Ἀπόστολε, τῶν περάτων ἐδείχθης φωστήρ, καὶ ἐκ Τελώνου ὤφθης, Ἀπόστολος ἔνδοξος, μαθητὴς γενόμενος, καὶ κήρυξ τῆς πίστεως. Ὅθεν συνελθόντες, κατὰ χρέος τιμῶμεν, τὴν πάνσεπτον μνήμην σου, καὶ πιστῶς ἑορτάζομεν, μελῳδοῦντες καὶ λέγοντες. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΤΘΑΙΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου. «Σῴζεις, Ἰησοῦ καὶ τελώνας· σοὶ χάρις». Οὕτω βοᾷ Ματθαῖος ἐκ πυρὸς μέσου. Ἀκάματον Ματθαῖον πῦρ δεκάτῃ κτάνεν ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΣ ΤΟΥ ΕΧΘΡΟΥ

Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλαγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΩΝ ΓΟΥΡΙΑ, ΣΑΜΩΝΑ ΚΑΙ ΑΒΙΒΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν, Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος. Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου. Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην, Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς. Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις, Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου. Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου, Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΥΣΙΑΣ ΥΠΕΡΟΥΣΙΩΣ, ΠΑΡΘΕΝΕ ΔΥΟ ΓΕΓΕΝΝΗΚΑΣ

Οὐσίας ὑπερουσίως, Παρθένε δύο γεγέννηκας, ἡνωμένας Ἁγνὴ ἀσυγχύτως, τῷ Χριστῷ, ᾧ κραυγάζομεν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΝΟΜΩΝ ΠΑΤΡΩΩΝ ΟΙ ΜΑΚΑΡΙΣΤΟΙ

«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὒκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν Ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Φῶς σε τοῦ κόσμου ἀπετέλεσε, τὸ πατρικὸν φῶς, Λόγος ὁ ἐνυπόστατος, ἐκλεξάμενος Ἀπόστολον, ἐκ τοῦ κόσμου Τρισμάκαρ, καὶ καθοπλίσας, θείᾳ δυναστείᾳ τῇ αὐτοῦ, ἐπαφῆκεν ἀήττητον, ὡς ὁπλίτην βοῶντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ῥώμῃ τῇ θείᾳ δυναμούμενος, τὰς ἀντιπάλους τάξεις ὑπερενίκησας, τὴν ἀτίθασον παράταξιν, τὴν αὐτῶν καταλύσας· τὴν γὰρ εἰρήνην, κλῆρον ἀναφαίρετον λαβών, εἰρηναίαν κατάστασιν, ἐφύτευσας τῷ κόσμῳ· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλῳ τῷ πόθῳ προσεπέλασας, τῷ σαρκωθέντι Λόγῳ Θεοῦ Ἀπόστολε, μαθητὴς τούτου γενόμενος, καὶ θεῖος ὑπηρέτης, καὶ μυστολέκτης· ὅθεν ὑπ' αὐτοῦ ἀποσταλείς, εἰς τὰ ἔθνη ἐκήρυξας, αὐτοῦ τὴν παρουσίαν· Τ...

ΡΕΙΘΡΑ ΛΟΓΟΥ ΠΑΡΑΣΧΟΥ

Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, καὶ τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΒΑΠΤΙΣΤΗΝ ΕΜΙΜΗΣΩ...

Τὸν Βαπτιστὴν ἐμιμήσω, συνωνυμήσας καλῶς, τῇ ἐγκρατείᾳ Πάτερ, καὶ ἠλίαν τὸν μέγαν, νηστείας καὶ ἁγνείας, ζήλῳ τρωθείς, ἀμφοτέρων Χρυσόστομε, βασιλικῆς τυραννίδος κατατολμῶν, ὡς ποιμὴν τῆς Ἐκκλησίας Χριστοῦ. Θείᾳ ἐμπνεύσει τοῦ Λόγου, διαδραμὼν γραφικῶς, πᾶσαν τὴν γῆν ὁ φθόγγος, τῶν δογμάτων σου Πάτερ, ἐφώτισε τὸν κόσμον, ἀνοίξας ἡμῖν, τῆς μετανοίας τὴν εἴσοδον, τήν τε πενήτων φροντίδα ἀνατυπῶν, καὶ Χριστοῦ τὸ Εὐαγγέλιον. Τὸ καθαρὸν τῆς ψυχῆς σου, καὶ ἀκηλίδωτον φῶς, ἡλιακὰς ἀκτῖνας, καταλάμπει τῷ κόσμῳ, δογμάτων εὐσεβείας, Πάτερ σοφέ, Ἰωάννη Χρυσόστομε, καὶ τὴν ἀχλὺν ἐκδιώκει καὶ δᾳδουχεῖ, τὴν οἰκουμένην πρὸς εὐσέβειαν. Γέγονας Χρυσόστομε, θεόπνευστον ὄργανον, δι' οὗ ἡμῖν τὸ Πνεῦμα τὸ Ἅγιον ἐφώνησε· τῇ εὐσήμῳ, γὰρ βοῇ, διέδραμε τὰ πέρατα, ὁ φθόγγος τῆς διδασκαλίας σου, καὶ μιμητὴς γενόμενος τῶν Ἀποστόλων Ὅσιε, τὸν χῶρον κατέλαβες ἐκεῖνον, ὃν ἐπόθησας· Πρέσβευε τῷ Κυρίῳ, Παμμακάριστε, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.

ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ ΕΔΕΞΩ ΤΗΝ ΘΕΙΑΝ ΧΑΡΙΝ, ....

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

ΤΩ ΤΩΝ ΟΛΩΝ ΠΟΙΗΤΗ ΚΛΙΝΩ ΤΟ ΓΟΝΥ

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

ΚΑΤΑΡΔΟΜΕΝΟΣ ΠΑΤΕΡ

Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων τῷ Δεσπότῃ, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητός εἶ. Ἡ σὴ Παμμάκαρ γλῶσσα, καταρράκτας δογμάτων, ἀναπετάσσασα, αἱρέσεως τὴν πλάνην, συντόμως κατακλύζει, τοὺς πιστοὺς ἐκδιδάσκουσα· Ὁ τῶν Πατέρων βοᾶν, Θεὸς εὐλογητός εἶ. Πολιτείαν Ἀγγέλων, μετὰ σώματος Πάτερ, ἐν γῇ ἐβίωσας, καὶ θείαις θεωρίαις, τῶν ἄνω θεαμάτων, ἐνετρύφας καὶ ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΚΥΡΙΩΣ ΘΕΟΤΟΚΟΝ, ΣΕ ΟΜΟΛΟΓΟΥΜΕΝ ....

«Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες». Ἰδοὺ σε μετὰ τέλος, μέσον συλλαμβάνει, δυάς, Ἁγίων Πατέρων ἐν μνήματι, ἱερωτάτην τιμὴν σοι, Πάτερ προσνέμουσα. Ὡς ὄρθρος ὡς ἡμέρα, Πάτερ Ἰωάννη, ἡ φωταυγής σου ἐξέλαμψε κοίμησις, φωταγωγοῦσα τους πίστει, σὲ μακαρίζοντας. Συνήφθης ταῖς χορείαις, τῶν Ἀρχιερέων, τῶν Προφητῶν Ἀποστόλων Μαρτύρων τε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν ἀνυμνούντων σε. Ἡ θήκη ἔνθα κεῖται, Πάτερ Ἰωάννη, τὸ ἱερόν σου καὶ Ἅγιον λείψανον, πηγὴ θαυμάτων ὑπάρχει, τοῖς σοὶ προστρέχουσι.

ΑΡΕΤΗΣ ΑΝΤΕΙΧΟΥ

Ἀρετῆς ἀντείχου τῆς τελείας, ἀγαθῶν τὸ πρῶτον ἀγαπήσας, καὶ ταῖς αὐτοῦ νῦν ἀστραπαῖς, λαμπόμενος κραυγάζεις· Τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Γνωστικὴν πλουτήσας ἐπιστήμην, πρακτικῆς ἐπέβης εὐδοξίας, τῆς χάριτος μαρμαρυγάς, ἐκπέμπων τοῖς βοῶσι· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τούς αἰῶνας. Κοσμικοὺς θορύβους ἀποδράσας, ἡσυχίας ὅρμῳ προσωρμίσθης, καὶ τῶν παθῶν τὰς προσβολάς, ἐνέκρωσας κραυγάζων· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος. Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας, Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει! ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ. Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν. Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας. Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε. Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά. Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι, Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης. Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος, Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ ...

ΔΕΥΤΕ ΦΙΛΑΘΛΟΙ

Δεῦτε φίλαθλοι τὴν τρισαυγῆ τῶν Μαρτύρων τιμήσωμεν χορείαν, Μηνᾶν τε καὶ Βίκτωρα καὶ Βικέντιον, ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν· διὸ καὶ καρτερικῶς ἀντέλεγον τῷ ἐφευρέτῃ τῶν κακῶν· Οὐ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων, οὐ στρατευόμεθα βασιλεῖ θνητῷ γηΐνῳ, ἀλλὰ τῷ ζῶντι βασιλεῖ στρατευόμεθα, τῷ ἀεὶ βοῶντι τοῖς πιστοῖς· Ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται.

ΤΟΥΣ ΟΥΡΑΝΟΥΣ ΑΣΤΕΡΕΣ.... ΥΠΕΡ ΤΩΝ ΘΕΙΩΝ ΕΙΚΟΝΩΝ ....

Τοὺς οὐρανοὺς ἀστέρες, κατακοσμοῦσιν Οἰκτίρμον, τὴν ἐκκλησίαν Μηνᾶς δέ, Βίκτωρ, Βικέντιος κοσμεῖ, καὶ Στεφανίς, δι' ὧν σῶσον, ἡμᾶς τοὺς σὲ ἀνυμνοῦντας. Ὑπὲρ τῶν θείων εἰκόνων, ὑπέμεινας πᾶσαν θλίψιν, βασάνους καὶ ἐξορίας· διὸ διπλοῦν καὶ τὸ στέφος, ἐκ δεξιᾶς τοῦ Ὑψίστου, ἐδέξω Ὅσιε Πάτερ.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΗΝΑ, ΒΙΚΤΩΡΟΣ ΚΑΙ ΒΙΚΕΝΤΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, καὶ τῆς Ἁγίας Μάρτυρος Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ ἐν τῷ Κοτυαείῳ. Αἴγυπτος ὄντως, εἰ τέκοι, τίκτει μέγα. Τμηθεὶς ἀληθὲς τοῦτο Μηνᾶς δεικνύει. Μηνᾶς ἑνδεκάτῃ ἔτλη ξίφος γηθόσυνος κῆρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίκτωρος. Οὐ δειλιῶν ἦν οὐδὲ Βίκτωρ πρὸς ξίφος, Πᾶσαν μακρὰν που καρδίας θεὶς δειλίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βικεντίου Διακόνου. Βληθεὶς ὁ Βικέντιος ἐν φρουρᾷ φέρει. Λυθεὶς δὲ φρουρᾶς σαρκικῆς ἄνω τρέχει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Στεφανίδος. Δένδροις Στεφανὶς προσδεθεῖσα φοινίκων, Τῶν Μαρτύρων ἤνθησεν ὡς φοίνιξ μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Θεοδώρου, Ἡγουμένου τοῦ Στουδίου. Πολλὰς ἀμοιβάς, Θεόδωρε Τρισμάκαρ, Βίου μεταστάς, ὡς βιοὺς εὖ, προσδόκα. Τοῦ Ἁγίου καὶ μακαρίου Μαξίμου ...

ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ

«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Οἱ ἀρραγεῖς πύργοι τῆς Χριστοῦ, δειχθέντες Ἐκκλησίας, κατέστρεψαν δυσσεβείας τείχη, ἅπαντας πιστούς, ὡς λίθους δομήσαντες, ἐπὶ πέτραν τοῦ θεμελίου Χριστοῦ τῆς Ἐκκλησίας· ὃν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νομοθέται ὤφθητε ὑμεῖς, τοῦ Πνεύματος τὸν νόμον, ἐγγράφοντες ἐν καρδίαις, Παμμακάριστοι πιστῶν· δι' οὗ φωτιζόμενοι ἀνεβόων· Πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὡραιώθης Μάκαρ Ὀλυμπᾶ, καθ' ἣν ἡμέραν Πέτρος, ὁ μέγας τέλος ἐδέξατο, σαφῶς τελειωθείς, ἅμα τῷ Ῥοδίωνι διὰ ξίφους, Νέρωνος προστάξει ἀνόμου βασιλέως, καὶ ταῖς οὐρανίαις, συνήφθητε χορείαις.

ΑΙΜΑΤΩΝ ΚΡΟΥΝΟΙΣ

Αἱμάτων κρουνοῖς, ἀθεΐας τὴν πυρὰν ἐναποσβέσας, ὄμβροις θαυμάτων Ἀξιάγαστε, τοὺς ἐκτακέντας τοῖς πάθεσι, πάντοτε δροσίζεις βοῶντας, καὶ πιστῶς ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Θαυμάτων βυθός, ἰαμάτων ποταμὸς κρήνη προχέουσα, πᾶσαν ὑγείαν πᾶσαν ἄφεσιν, τῶν λυπηρῶν ἀναδέδεικται, Μάρτυς ἀθλοφόρε Ὀρέστα, ἡ σωρὸς τῶν λειψάνων σου· ἣν προσκυνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν. Λυθεὶς τῶν παθῶν, τῶν τοῦ σώματος σοφὲ διὰ βασάνων, ζῴῳ δεσμεῖσαι ἀπαγόμενος, καὶ ὠμοτάτως συρόμενος· ὅθεν τῆς σαρκὸς ἀπελύθης, καὶ Θεῷ καθαρώτερον, καὶ τελεώτερον σαυτόν, Μάρτυς συνέδησας.

ΤΡΙΑΔΟΣ ΤΗΣ ΣΕΠΤΗΣ

Τριάδος τῆς σεπτῆς, ἐκηρύξατε πίστιν, πολύθεον σοφοί, τῶν εἰδώλων ἀπάτην, ἐκ μέσου ποιήσαντες, ταῖς σεπταῖς διδαχαῖς ὑμῶν· ὅθεν εὕρατε, τὴν ἀμοιβὴν τῶν καμάτων, αἰωνίζουσαν, ἐν οὐρανοῖς τοὺς στεφάνους, λαβόντες Ἀπόστολοι.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΛΥΜΠΑ, ΡΟΔΙΩΝΟΣ, ΣΩΣΙΠΑΤΡΟΥ...

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου· καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου. Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις, Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας. Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου. Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων, Νικητικὰ βραβεῖα πολλὰ προσδόκα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου. Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος, Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ. Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον, Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖ...

ΓΝΩΜΗ ΕΥΘΕΙΑ ΠΑΤΕΡ

Γνώμῃ εὐθείᾳ Πάτερ λειτουργῶν, Χριστῷ τῷ Παντάνακτι καὶ καρδίᾳ καθαρᾷ, τὸν φωτισμὸν τοῦ Παρακλήτου εἰσεδέξω, τῇ ψυχῇ σου Ὅσιε, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός. Ὁλολαμπὴς ὡς ἥλιος ἡμῖν, ἐσχάτοις ἐν ἔτεσιν ἀνατείλας νοητῶς, φωταγωγεῖς τῶν εὐσεβῶν τὰς διανοίας, τῷ φωτὶ τῶν ἔργων σου, Νεκτάριε ἱερέ, Ἱεραρχῶν καλλονή. ῾Ρῶσιν ψυχῆς καὶ σώματος ἀεί, ὡς ἄλλο Νεκτάριε ἰατρεῖον θαυμαστόν, ἡ τῶν λειψάνων σου σορὸς Πάτερ παρέχει, τοῖς πιστῶς προστρέχουσιν, ἐν εὐλαβείᾳ πολλῇ, τῇ εὐαγεῖ σου Μονῇ.

ΙΑΜΑΤΩΝ ΣΕ, ΠΗΓΗΝ ΠΑΤΕΡ

Ἰαμάτων σε, πηγὴν Πάτερ ἀνέδειξε, Χριστὸς δοξάσας σε, ὁ ὑπὸ σοῦ δοξασθείς· ἐντεῦθεν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τῇ θήκῃ τῶν λειψάνων σου, καὶ εὑρίσκουσιν ὑγείαν. Διδαγμάτων σου, τὰ ἱερὰ συντάγματα, ἀεὶ εὐφραίνουσι, τῶν εὐσεβῶν τὰς ψυχάς· Ἁγίῳ γὰρ Πνεύματι, Πάτερ κινούμενος, τὸν τῆς χάριτος, λόγον σοφῶς συνέγραψας, καὶ ζωῆς τὰς ὑποθήκας. Ὡς πραότατος, καὶ ταπεινὸς καὶ μέτριος, τοῦ ὑπὲρ ἔννοιαν, Πάτερ ἐπλήσθης φωτός· ἐντεῦθεν θεόληπτος, ἐφαίνου Ὅσιε, πρὸς τὰ κρείττονα, μυσταγωγῶν χαρίσματα, θεαρέστου πολιτείας.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ

Μάρτυς Ἀθλητὰ μακάριε, Ὀνησιφόρε Χριστόν, τὸν Θεὸν ὡμολόγησας, ἐναθλῶν στερρότατα, ἀνομούντων πρὸ βήματος, πληγὰς μαστίγων, καὶ γὰρ ὑπήνεγκας, καὶ πυρακτώσεις, παντὸς τοῦ σώματος· ὅθεν στεφάνῳ σε, τῷ τῆς νίκης ἔστεψε, ζωαρχικῇ, ὁ ζωαρχικώτατος, χειρὶ πανεύφημε. Μάρτυς Ἀθλητὰ Πορφύριε, ταῖς τῶν αἱμάτων βαφαῖς, σεαυτῷ προσεπέχρωσας, πορφυρίδα χάριτι, καὶ δυνάμει τοῦ Πνεύματος, ἣν περ φορέσας, ὤφθης λαμπρότατος, συμβασιλεύων τῷ βασιλεύοντι, μόνῳ Θεῷ ἡμῶν, εἰς αἰῶνας Ἔνδοξε, ὃν ἐκτενῶς, πάντοτε ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς. Μάρτυρες ἀξιοθαυμαστοι, διὰ τὴν πάντων ζωήν, ἱερῶς θανατούμενοι, ἐπ' ἐσχάρας χαίροντες, φλογιζούσης ἡπλώθητε, καὶ προσδεθέντες, ἵπποις συρόμενοι, τὸ θεῖον τέλος, καθυπεδέξασθε· ὅθεν δοξάζεσθε, καὶ συμμακαρίζεσθε, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενοι, Ἀειμακάριστοι.

ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτίτορος τῆς ἐν Αἰγίνῃ Ἱεράς Μονῆς τῆς Ἁγίας Τριάδος τῶν Μοναζουσῶν, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος 1920. Νέκταρ τῆς ζωῆς τῆς αἰωνίου πίνων, Νᾶμα Νεκτάριε ἰάσεων βλύζεις. Ἀμφ' ἐνάτῃ Νεκταρίοιο ἐκ ῥεθέων θυμὸς ἤρθη. Τῇ αὐτῇ ἡμέρᾳ. μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. Ἵπποις πρὸς Θεὸν Ὀνησιφόρε τρέχων Ἔχεις συνιππεύοντα καὶ τὸν οἰκέτην. Νύσσης οὐρανίης ἐπέβητ᾽ ἐνάτῃ ὦ Ἀθληταί. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοκτίστης τῆς Λεσβίας. Λέσβου τὸ θρέμμα παρθένος Θεοκτίστη Κτίστῃ Θεῷ πρόσεισι πάγκαλος νύμφη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Μητέρων ἡμῶν Εὐστολίας καὶ Σωπάτρας. Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία. Σωπάτρα Πατρός, Πνεύματός τε καὶ Λόγου Θρόνῳ παρέστη...

ΟΝΗΣΙΦΟΡΟΥ ΚΑΙ ΠΟΡΦΥΡΙΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου, καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. Ἵπποις Ὀνησιφόρε πρὸς Θεὸν τρέχων, Ἔχεις συνιππεύοντα καὶ τὸν ἱκέτην. Νύσσης οὐρανίης ἐπέβητ᾿ ἐνάτῃ ὦ ἀθληταί. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῖς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. Ζωῆς μελλούσης ἀξιοῦται Ματρῶνα, Ὡς ἐν βίῳ ζήσασα ταύτης ἀξίως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοκτίστης τῆς Λεσβίας. Λέσβου τὸ θρέμμα, παρθένος Θεοκτίστη, Κτίστῃ Θεῷ πρόσεισι νύμφη παγκάλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γυναικῶν, Εὐστολίας καὶ Σωπάτρας. Ὅλη καλὴ σὺ πρὸς Θεὸν χωρεῖς Λόγον, Στολαῖς σταλεῖσα ψυχικαῖς Εὐστολία. Σωπάτρα Πατρὸς Πνεύματός τε καὶ Λόγου, Θρόνῳ παρέστη, δοῦσα γῇ τὸ σαρκίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀντωνίου. Ἀντώνιον κτείνουσι τὸν θεῖον ξύλοις, Οἱ τὸ ξύλον τιμῶντες ὡς Θεὸν πλάνοι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστοφόρος καὶ Μαῦρα ξίφει τελειοῦνται. Π...

ΕΦΗΣ ΦΙΛΑΝΘΡΩΠΕ

Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

ΑΡΧΙΣΤΡΑΤΗΓΩΝ ΜΙΧΑΗΛ ΚΑΙ ΓΑΒΡΙΗΛ ΚΑΙ ΤΩΝ ΛΟΙΠΩΝ ΑΣΩΜΑΤΩΝ ΔΥΝΑΜΕΩΝ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων. Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ λοιπῶν καὶ Γαβριήλ, καί των ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων. Ἐβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπον ᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω. Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς. Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων. Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα; Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΥΝΑΓΑΛΛΟΥ ΟΥΡΑΝΕ

Συναγάλλου οὐρανέ, συνευφραινέσθωσαν, ἀνθρώποις σήμερον, Ἀγγέλων αἱ στρατιαί, βροτὸς ἐπουράνιος, Ἄγγελος γήϊνος ἑορτάζεται, νῦν ὁ θεόφρων Λάζαρος, εἰς τιμὴν Θεοῦ των ὅλων. Ὑψιβάμων ἀρεταῖς ὑπερουράνιος, πάνσοφε Λάζαρε, τῇ πολιτείᾳ τελῶν, τὸ φρόνημα μέτριος, ὑπῆρχες καὶ ταπεινός, ὑπὲρ ἅπαντας, Θεὸς σε καὶ ἀνύψωσεν, ὑπὲρ πάντας θαυμασίως. Μετὰ πεῖραν φανερὰν ἥττάν τε πρόδηλον, Σατὰν ὁ δόλιος, ἐκ δεξιῶν σε συλᾶν, ἐπείρα ὡς Ἄγγελος, ὑπούλως Λάζαρε, ὁ παμπόνηρος, ἀλλὰ καὶ οὕτως ᾔσχυνας, τάς αὐτοῦ μηχανουργίας.

ΑΓΙΩΝ ΤΡΙΑΚΟΝΤΑ ΤΡΙΩΝ ΜΑΡΤΥΡΩΝ ΕΝ ΜΕΛΙΤΗΝΗ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων, τῶν ἐν Μελιτηνῇ, καὶ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων τῶν ἐν Μελιτινῇ, Ἱέρωνος καὶ τῶν λοιπῶν. Ὢ πῶς, Ἱέρων οὐδὲν ἐξ εὐτολμίας Ἄτολμον εἶδεν, οὐδ' ἀγενὲς πρὸς ξίφος! Διὰ ξίφους ἀνεῖλον ἄνδρας τρὶς δέκα, Ἄνδρες πονηροί, καὶ μίαν ξυνωρίδα. Ουδ' ἔλαθ' ἑβδομάτῃ Ἱέρων ξίφει αὐχένα τμηθείς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει ἀσκήσαντος. Ἑτοίμασον τὸν κόλπον, Ἀβραὰμ Πάτερ, Οὐχ ὑστεροῦντι Λαζάρῳ σοῦ Λαζάρου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μελασίππου, Κασίνης, καὶ Ἀντωνίου. Οὐ σάρκες ἦσαν, ἀλλ' ἄσαρκός τις φύσις. Ὁ Μελάσιππος πρὸς ξέσεις καὶ Κασίνη. Στὰς Ἀντώνιε, τὴν τομὴν χαίρων δέχου, Καὶ δέξεταί σε τῆς χαρᾶς θεῖος τόπος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αὔκτου, Ταυρίωνος, καὶ...

ΟΜΟΛΟΓΙΑΣ ΣΤΥΛΟΣ

Ὁμολογίας στῦλος ὑπάρχεις, καὶ ὁμώνυμος Παύλου τοῦ φωστῆρος τῆς γῆς, ὁμότροπός τε καὶ σύναθλος, τὰ στίγματα τοῦ Ἰησοῦ βαστάζων ἐν τῷ σώματι, Παῦλε ἱερομύστα, καὶ ἐν αὐτοῖς ἐντρυφῶν, καὶ καυχώμενος πάντοτε, ἐνώπιον βασιλέων κακοδόξων ὤφθης ἱστάμενος, καὶ μὴ πτοούμενος, μᾶλλον δὲ δυναμούμενος· ὅθεν τρανώτερον βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.

ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΥΛΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ. Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ. Τὴν εἰς φάρυγγα Παῦλος αὐχῶν ἀγχόνην, Λύει φάρυγξι ῥευμάτων τὴν ἀγχόνην. Οὕνεκα ὡμολόγει Παῦλος Θεόν, ἄγχεται ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας κατενεχθείσης κόνεως, ἐπὶ Λέοντος τοῦ Μεγάλου. Φλέγειν ἀπειλεῖς, ἀλλὰ πάλιν οὐ φλέγεις, Ὀργῇ κεράσας μακροθυμίαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ. Ἀρεστά, Λουκᾶ, τῷ Θεῷ πράξας Λόγῳ. Τῆς εὐαρέστων ἐκθανὼν μοίρας γίνῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Παῦλος, ὁ διὰ Χριστὸν Σαλός, ἐν εἰρήνῃ τελειοῦται. Ὑποκριθεὶς ὁ Παῦλος ἐν γῇ μωρίαν, Χορῷ θανὼν σύνεστι τῶν θεοφρόνων. Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν Ἀβραὰμ τοῦ ἐν Χοτίνῃ, καὶ Λουκᾶ τοῦ ἐν τῷ σπηλαίῳ Ῥώσσων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ

«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Τοῦ τῆς φύσεως πόθου φίλτρον θερμότερον, πρὸς Χριστὸν ἐσχηκότες, σαρκὶ καὶ αἵματι, ὅλω τῷ νοῒ προσανέχειν ἀπείπασθε, σχέσεως ὑλώδους, ἐμφρόνως ἀποστάντες. Τῆς πρὸς σάρκα φιλίας ξένως διέστητε, τῆς ἁγνείας τῷ φίλτρῳ θείως ἡνώθητε, καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ συνηρμόσθητε, κλέος συζυγίας, ἀζύγων μέγα θαῦμα. Βασιλείαν τὴν ἄνω Μάρτυς θεσπέσιε, κατοικῆσαι σπουδάζων, ταύτην κατέλαβες, αἵμασι τοῖς σοῖς, Γαλακτίων ὠνούμενος, σὺν τῇ Ἐπιστήμῃ, τῇ σῇ καλῇ συνάθλῳ.

ΕΠΙΣΤΗΜΗΣ ΚΑΙ ΓΑΛΑΚΤΙΩΝΟΣ

Τῌ Ε' Τ'ΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης. Ἀσυνδυάστους συζύγους κτείνει ξίφος, Τὴν ψυχικὴν σύζευξιν ἠγαπηκότας. Τμήθη Ἐπιστήμη Γαλακτίων τ' ἑνὶ πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ, Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου. Ἑρμᾶς, Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα, Ἀπόστολοι θνῄσκουσιν, οἷς τριὰς φίλη. Καθείς, Ἰησοῦς γνώσεως θείας λίνον, Ζωγρεῖ σε, Λῖνε, καὶ μεθιστᾷ τοῦ βίου. Φιλόλογος φιλῶν σὲ τὸν Θεὸν Λόγον, Πληροῖ λόγους σούς, καὶ θανὼν σύνεστί σοι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δομνῖνος πυρὶ τελειοῦται. Ἀνασκοπῶν πῦρ τῆς γεέννης Δομνῖνος, Τὸ τῇ δε πῦρ ἔφριττεν οὔμενουν ὅλως. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος, πυγμαῖς τελειοῦνται. Τὸν Τιμόθεον, καὶ συναθλητὰς δύω Κτείνουσι πυγμαί, καὶ Θεὸς τιμᾷ Λόγος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος, θηρίοις ἐκδοθείς, τελειοῦται. Ὁ Δωρόθεος ...

ΑΝΑΛΛΟΙΩΤΟΝ, ΤΕΚΟΥΣΑ

Ἀναλλοίωτον, τεκοῦσα μόνη Κύριον, Θεοχαρίτωτε, τῇ δεξιᾷ τῇ αὐτοῦ, Ἁγνὴ ἀλλοιῶσαί μου, τὸν νοῦν ἱκέτευε, πρὸς τὰ κρείττονα, δεινῶς περιτρεπόμενον, ταῖς τοῦ βίου ἀσχολίαις.

ΙΩΑΝΝΙΚΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωαννικίου τοῦ Μεγάλου, καὶ τῶν ἁγίων Ἱερομαρτύρων, Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ. Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος. Σῆμά σοι ἔν γε τετάρτῃ Ἰωαννίκιε χεῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Νικάνδρου Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ Ἁγίου Ἀποστόλου Τίτου. Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω, Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου. Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους, Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ. Μνήμη τοῦ ἁγίου καὶ εὐσεβάστου βασιλέως, Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος ἐπικληθέντος. Ταῖς τῶν Ἁγίω...

ΑΚΕΨΙΜΑ, ΙΩΣΗΦ ....

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ. Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ, καὶ Ἀειθαλᾶ. Ἀκεψιμᾶν κτείνουσιν ἐκ ῥαβδισμάτων. Ἀκεψιμᾶ δὲ τοὺς φίλους ἐκ λευσμάτων. Τύψαν Ἀκεψιμᾶν τριτάτῃ, λεῦσαν δὲ συνάθλους. Τῇ αὐτῇ ἡμέρᾳ ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τοῦ ἁγίου Μεγαλομάρτυρος Γεωργίου ἐν Λύδδῃ, ἤτοι τὴν κατάθεσιν τοῦ ἁγίου σώματος αὐτοῦ. Ναοῦ τὰ ἐγκαίνια, Μάρτυς καὶ θέσιν, Τῶν λειψάνων σου νῦν γεραίρει ἡ κτίσις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκεψιμᾶ. Τήξας ἑαυτὸν ἐγκρατείᾳ καὶ πόνοις, Ἀκεψιμᾶς μετῆλθε, ἔνθα μὴ πόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου, Ἐπισκόπου Ἀγκύρας, καὶ τῶν Ἁγίων Μαρτύρων, Δασίου, Σεβήρου, Ἀνδρωνᾶ, Θεοδότου καὶ Θεοδότης, ξίφει τελειωθέντων. Σύμμαρτυς ἔστω καὶ γυνὴ τοῖς ἀνδράσι, Τετμημένοις ...

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΚΙΝΔΥΝΟΥ ΑΦΘΟΝΙΟΥ....

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝοΕΜΒΡΙοΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου καὶ Ἀνεμποδίστου. Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφορου, καὶ Ἀνεμποδίστου. Ἀκίνδυνον πῦρ, τῶν δὲ λοιπῶν τεττάρων, Οὓς μὲν τὸ πῦρ ἔκτεινεν, οὓς δὲ τὸ ξίφος. Δευτέρῃ Ἀφθονίῳ καὶ τέταρσι, πῦρ ἄορ, ἆθλος. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγκλήτου βουλῆς Ἅγιοι ξίφει τελειοῦνται Συγκλητικοὶ ποθοῦντες ἄφθαρτον γέρας, Συγκλητικὰ τμηθέντες ἀρνοῦνται γέρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου, καὶ λοιπῶν Ἁγίων ὀκτώ. Τὸ πῦρ ἀριστεῖς καρτερήσαντες δέκα, Πρὸς τὴν ἀρίστην λῆξιν ἧκον οἱ δέκα. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ. Οἱ Ἅγιοι Μάρτυρες Εὐδόξιος καὶ Ἀγάπιος, καὶ ἕτεροι ὀκτὼ πυρὶ τελειοῦνται. Αἱ Ἅγιαι Μάρτυρες Κυριακὴ Δομνῖνα καὶ Δόμνη, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΣΗΣ ΣΥΝΕΣΕΩΣ ΚΑΙ ΣΟΦΙΑΣ

Πάσης συνέσεως καὶ σοφίας ὑπέρκειται ὁ λόγος τῶν σοφῶν ἰατρῶν· τοῦ γὰρ Ὑψίστου χάριν λαβόντες, ἀοράτως τὴν ῥῶσιν δωροῦνται πᾶσιν· ὅθεν καμοί, διηγήσεως χάριν δεδώρηνται, ὑμνῆσαι ὡς θεοφόρους, εὐαρέστους Θεοῦ καὶ θεράποντας, ἰαμάτων πλήθη παρέχοντας· ἀλγηδόνων γὰρ πάντας λυτροῦνται, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασι.

ΑΓΙΩΝ ΑΝΑΡΓΥΡΩΝ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καΙ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας. Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω, Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων. Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανῆς. Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει, Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν. Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη, Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, καΙ ἑτέρων πέντε. Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις, Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου. Σὺν Ἰακώβῳ τῷ θύτῃ Χριστοῦ, ξίφος Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης, Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχ...