Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2015

ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον, Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην. Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΟΡΤΗ ΑΓΙΟΥ ΟΝΟΥΦΡΙΟΥ Β ΜΕΡΟΣ

Εικόνα

ΕΟΡΤΗ ΑΓΙΟΥ ΟΝΟΥΦΡΙΟΥ Α ΜΕΡΟΣ

Εικόνα

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΓΡΙΠΠΙΝΗΣ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης. Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων, Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα. Εἰκάδι θεινομένη τριτάτῃ θάνεν Ἀγριππῖνα, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀριστοκλέους Πρεσβυτέρου, καὶ Δημητρίου Διακόνου καὶ Ἀθανασίου Ἀναγνώστου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΡΝΑ Η ΑΜΝΑΣ ΩΣ ΕΩΡΑΚΕΝ

Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο θέαμα, ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος. πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς παρέχων ἀνάστασιν· Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.

ΤΩ ΑΚΡΟΤΑΤΩ ΦΩΤΙ

Τῷ ἀκροτάτῳ φωτὶ ἐλλαμπόμενος, καὶ Ἱερέων χοροῖς, μάκαρ συνταττόμενος, καὶ ταῖς μαρτυρικαῖς εὐκλείαις ἐγκοσμούμενος, τοὺς πίστει ἑορτάζοντας τὴν σήν, Εὐσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστὸν ἐξιλεούμενος. Ἤδη τῷ πόθῳ Χριστοῦ πυρπολούμενος, ἀπὸ νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τῆς ψυχῆς ταῖς ἱεραῖς δυνάμεσι, καὶ σκεῦος ἱερὸν ἀποδειχθείς, λαὸν ἐν ὁσιότητι, Ὅσιε ἐποίμανας, χρισθεὶς μύρῳ τῆς χάριτος. Σὲ ποιμενάρχην τὸ Πνεῦμα προβάλλεται, αἱρετιζόντων ἀχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καὶ προφανῶς δεικνύοντα, τὴν τρίβον τὴν ὀρθήν, τοῖς ἐν αὐτῇ ὁσίως ἐπιβαίνουσι, μέγιστε Εὐσέβιε, φωστὴρ τῶν καρδιῶν ἡμῶν.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΣΕΒΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου, Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ. Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Ζηνᾶ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΕΟΜΕΘΑ ΥΠΕΡ ΤΩΝ

Δεόμεθα ὑπὲρ τῶν ἱκετῶν σου ἀλόχευτε, Θεοτόκε, τὸν ἐκ σοῦ σαρκωθέντα δυσώπησον, ὅτι σὲ καὶ μόνην, προστασίαν ἡμῶν ἐπιστάμεθα.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΕΟΝΤΙΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΥΠΑΤΙΟΥ ΚΑΙ ΘΕΟΔΟΥΛΟ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου μάρτυρος Λεοντίου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν αὐτῷ, Ὑπατίου καὶ Θεοδούλου. Ἄκμων τὸ σῶμα τοῦ Λεοντίου τάχα, Ἄκμων σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας. Ὀγδοάτῃ δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΤΥΡΑΝΝΩΝ ΗΛΕΓΞΑΣ

Τῶν τυράννων ἤλεγξας, τὰς πονηρὰς ἐπινοίας, καὶ Ἑλλήνων ᾔσχυνας, τὴν ἀθεώτατον πλάνην, ηὔφρανας τὰς τῶν Ἀγγέλων χοροστασίας, ἴασιν τῶν νοσημάτων πιστοῖς παρέχεις· διὰ τοῦτό σου τὴν μνήμην, τιμῶμεν πόθῳ, σοφὲ Λεόντιε.

ΗΓΛΑΪΣΜΕΝΟΣ ΚΑΛΛΕΣΙ

Ἠγλαϊσμένος κάλλεσι, μαρτυρίου θεόληπτε, καὶ κεκοσμημένος, τοῖς ἐξ ἄθλων στίγμασι, πορφύραν ἐξ αἵματος, ἐνδεδυμένος τῆς σῆς σφαγῆς, καὶ Ἱερωσύνης, καλλυνόμενος δόξῃ, παρέστης τῷ Κυρίῳ, ὃν ἀεὶ ἐκδυσώπει, κοσμῆσαι σωτηρίου, ἡμᾶς περιβολαίῳ. Θανατωθεὶς ὁ δείλαιος, ἡδονῶν τῷ ἐκπτώματι, ἔρριμμαι εἰς γῆν, θέαμα θρήνων ἄξιον, πανένδοξε, Ἴσαυρε, νῦν ἐπ' ἐμὲ ἐπίβλεψον, δεῖξον ἐν ἐμοί, τὴν τῶν θαυμάτων σου χάριν, βροτῶν ἰδέτω γένος, ὅτι σύ μου προστάτης, καὶ σῴζεις ἐκ θανάτου, τοὺς σοὺς ἀχρείους δούλους. Ἱερωσύνῃ πρότερον, κοσμηθεὶς ἱερώτατε, καὶ διακονήσας, εὐλαβῶς εἰς ὕστερον, αὐθαίρετον γέγονας, σὺ ἱερεῖον ἄμωμον, ἱερουργηθείς, Χριστῷ διὰ μαρτυρίου· διὸ κἀμοῦ τὸν ὕμνον, ὡς θυμίαμα Μάρτυς, προσκόμισον τῷ Κτίστῃ, καὶ σῶσόν με λιταῖς σου.

ΙΣΑΥΡΟΥ, ΒΑΣΙΛΕΙΟΥ, ΙΝΝΟΚΕΝΤΙΟΥ ...

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου. Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι, Σαύρας νοητῆς καρδίαν τέμνει μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος. Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους. Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ΙΝΑ ΤΗΣ ΔΟΞΗΣ ΤΥΧΗΣ, ΤΗΣ ΕΚΕΙ ΑΘΛΟΦΟΡΕ

Ἵνα τῆς δόξης τύχης, τῆς ἐκεῖ Ἀθλοφόρε, τῆς ὁρωμένης χαίρων κατεφρόνησας, καὶ θείᾳ ἐπινεύσει, πρὸς τοὺς αἰκισμοὺς ἐχώρησας μὴ δειλιάσας, κολαστηρίων εἴδη καὶ θάνατον πικρόν· ὅθεν μετὰ Μαρτύρων ἐστέφθης ἀγωνισάμενος. Ὡράθης οἶκος Μάρτυς, καθαρὸς τῆς Τριάδος, οἰκοδομία πράξεων Θεόδοτε, πανόλβιε ἐνθέων, ἄθλων τε λαμπρῶν φαιδρότησι κεκοσμημένος, δι' ὧν ναοὺς δαιμόνων, καὶ ξόανα σοφέ, θείᾳ τοῦ Παρακλήτου δυνάμει, σαφῶς κατέστρεψας. Σταλάζον ὄρος θεῖον, γλυκασμὸν ἀνεφάνης, πηγὴ θαυμάτων πέλαγός τε ἔνδοξε, ἐνθέων χαρισμάτων, ῥεῖθρον διαυγὲς τοῦ Πνεύματος, ψυχὰς ἀρδεῦον, καὶ κατακλύζον πάθη, καὶ πᾶσι προξενοῦν, Μάρτυς τοῖς σὲ ὑμνοῦσι τὴν ἀγαλλίασιν.

ΠΩΣ ΣΕ ΜΑΚΑΡΙΣΩΜΕΝ ΘΕΟΤΟΚΕ

Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΦΩΝΗ ΑΓΓΕΛΟΥ ΤΕΤΟΚΑΣ

Φωνῇ Ἀγγέλου τέτοκας, τὸν ἄναρχον Λόγον, λαβόντα σάρκα ἔννουν τε καὶ ἔμψυχον, Παρθένε Παναγία, ἐκ τῶν καθαρῶν αἱμάτων σου, καὶ τοὺς ἀσάρκους ἐχθροὺς καταβαλόντα, καὶ σώσαντα ἡμᾶς, πάντας τοὺς ἀληθῆ Θεοτόκον ὁμολογοῦντάς σε.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΟΥ ΑΓΚΥΡΑΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου Ἀγκύρας. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ. Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι, Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει. Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος. Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων, Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται. Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται. Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους, Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται. Ἄνθην ἐνεγκ...

ΠΗΓΗΝ ΣΕ ΤΩΝ ΘΑΥΜΑΤΩΝ ΩΣ ΑΛΗΘΩΣ

Πηγὴν σε τῶν θαυμάτων ὡς ἀληθῶς, ὁ Χριστὸς ὦ Τρισμάκαρ ἀνέδειξε, τοὺς ἀλγεινούς, ῥύπους ἐκκαθαίρουσαν τῶν παθῶν, καὶ νοσημάτων ἔνδοξε, πόνους κατακλύζουσαν εὐχερῶς· διὸ καὶ ποταμὸν σε, ψυχικῶν καθαρσίων, καλοῦμεν πάντες παμμακάριστε. Ἐξήνθησας ὡς φοίνιξ πνευματικός, ἐν τῷ οἴκῳ Θεοῦ παναοίδιμε, καρποφορῶν, πόνους ἐγκρατείας ὡς γλυκασμόν, ἐν ᾧ καρδίας ἥδυνας, Πάτερ τὰς τῆς ποίμνης σου λογικῶς· διὸ καὶ τῶν στεφάνων, τῆς οὐρανίου δόξης, ταύτην ἀξίωσον πρεσβείαις σου. Τετέλεκας τὸν δρόμον ἀσκητικῶς, καὶ τὴν πίστιν θεόφρον ἐτήρησας, διπλοῦς τε νῦν, στέφανος ἐπλάκη σοι ἀληθῶς, ὃν κατὰ τὴν διάγνωσιν, τῶν βεβιωμένων παρὰ Θεοῦ, νομίμως ἀπολήψῃ, καὶ εἰς τὴν ἄνω λῆξιν, ἐναπολαύσεις σὺν Ἀγγέλων χοροῖς.

ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΝΕΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων, Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ. Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν. Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος, Προϊστορῶν σοι τάσδε πέντε Παρθένους. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΡΘΟΔΟΞΟΙΣ ΔΟΓΜΑΣΙΝ

Ὀρθοδόξοις δόγμασιν, Ἱερομάρτυς κηρύξας, δῶρον θεῖον ἅγιον, σαυτὸν προσῆξας τῷ Κτίστῃ, πρότερον ἐν τῇ ἀσκήσει ἐνδιαπρέψας, ὕστερον τῷ μαρτυρίῳ στερρῶς ἀθλήσας, καὶ νομίμως ὑπεδέξω, βραβεῖον νίκης, παρὰ Χριστοῦ τοῦ Θεοῦ.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΔΩΡΟΘΕΟΥ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου. Ὁ Δωρόθεος, κἂν φραγγέλλωμαι λέγει, Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη. Πέμπτῃ Δωροθέοιο δέμας πληγῇσι δαμάσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος. Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται. Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΙΕΡΑΡΧΗΝ ΤΟΥ ΧΡΙΣΤΟΥ

Τὸν Ἱεράρχην τοῦ Χριστοῦ Μητροφάνην, τῆς Ἐκκλησίας τὸν φωσφόρον λαμπτῆρα, τὸν ὁμοούσιον τὸν Λόγον τῷ Πατρί, ἐν μέσῳ κηρύξαντα, θεοφόρων Πατέρων, καὶ θρόνον κοσμήσαντα, Βασιλίδος ἐν πρώτοις, καὶ προφητείας χάριν ἐκ Θεοῦ, σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

Ο ΜΥΣΤΟΛΕΚΤΗΣ ΤΟΥ ΘΕΟΥ ΑΡΡΗΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

Ὁ μυστολέκτης των Θεοῦ ἀρρήτων μυστηρίων, Ἀπόστολος ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, πόρρωθεν προβλέπων τὸ μέλλον, προέγραφεν τὸν ἄξιον τοῦ θρόνου τῆς τῶν πόλεων Βασιλίδος. Τοιοῦτος ἡμῖν, φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν ὅς, ἔχων παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, παρίσταται ἀεὶ τῷ θρόνῳ τῆς χάριτος, αἰτούμενος δοθῆναι ἡμῖν ἔλεος, καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΗΤΡΟΦΑΝΟΥΣ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ, Ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας. Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βωτιάνειραν. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης. Ὁ ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται. Ὁ ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται. Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται. Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου, Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΕΤΑ ΠΑΥΛΟΥ ΕΒΟΑΣ

Μετὰ Παύλου ἐβόας· Οὐ χωρίσει με, Μάρτυς, ἐκ τῆς ἀγάπης Χριστοῦ, οὐ κίνδυνος οὐ λύπη, λιμός τε οὐδὲ ξίφος· διὸ καὶ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ. Ἐν τῇ πέτρᾳ ἐρείσας, τῇ τῆς ὁμολογίας τοὺς θείους πόδας σου, ἀτίνακτος ἐδείχθης, τῷ σάλῳ τῶν κυμάτων· διὸ καὶ ἀνεκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΥΚΙΛΛΙΑΝΟΥ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ. Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων, Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου. Λουκιλλιανὸς σύν τε Παῦλα νηπίοις, Αἵματι ὠνήσαντο Μαρτύρων στέφη. Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΙΚΗΦΟΡΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ. Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ. Τοῦ Πατριάρχου Πατριάρχης πλησίον, Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος. Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται. Ἡ ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται. Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται. Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.