Αναρτήσεις

Προβολή αναρτήσεων από Δεκέμβριος, 2009

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΜΕΛΑΝΗΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας. Σ υ ν α ξ ά ρ ι ο ν Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας. Στίχοι Οὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν, Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει. Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου. Στίχοι Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει, ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου, Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται. Στίχοι Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν, Χοροῦ γινώσκω διπλοπενταπαρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται. Στίχοι Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας, Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιο...

ΕΚ ΓΑΣΤΡΟΣ ΠΡΟ ΕΩΣΦΟΡΟΥ ΕΓΕΝΝΗΣΑ ΣΕ, ΩΜΟΣΕ ΚΥΡΙΟΣ...

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΔΕΥΤΕ ΙΔΩΜΕΝ ΠΙΣΤΟΙ...

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ΕΥΦΡΑΙΝΕΣΘΕ .... Ο ΠΑΤΗΡ ΕΥΔΟΚΗΣΕΝ, Ο ΛΟΓΟΣ ΣΑΡΞ ΕΓΕΝΕΤΟ...

Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος, Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι. Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν. Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν, Ἀκατάληπτε Κύριε, δόξα σοι. Ὁ Πατὴρ εὐδόκησεν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα, Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι, καὶ ἡ κτίσις ἀγάλλεται. Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει το μυστήριον ἔρευναν· πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε, Δόξα σοι. Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον· Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν Ποιμένων δοξάζομεν κράζοντες· ...

.... ΗΚΕΙΣ ΠΛΑΝΗΤΙΝ ΠΡΟΣ ΝΟΜΗΝ ΕΠΙΣΤΡΕΦΩΝ...

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος». Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου, Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας, Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων. Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα. Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα, Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην, Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον. Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε, Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον. Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην, Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ. Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος». Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ...

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ..... ΜΕΤΑ ΣΟΥ Η ΑΡΧΗ ΕΝ ΗΜΕΡΑ...

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν... Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων σου. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν...

ΕΞΟΜΟΛΟΓΗΣΟΜΑΙ ΣΟΙ ΚΥΡΙΕ ΕΝ ΟΛΗ ΚΑΡΔΙΑ ΜΟΥ....

Στίχ. α' Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. β' Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ, μεγάλα τὰ ἔργα Κυρίου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. γ' Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Στίχ. δ' Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Δόξα... Καὶ νῦν ... Ταῖς πρεσβείαις τῆς Θεοτόκου... Ἀντίφωνον Β' Ἦχος β' Στίχ. α' Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. β' Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· Ἀλληλούϊα. Στίχ. γ' Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐκ Παρθένου τεχθείς, ψάλλοντάς σοι· ...

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ ΔΟΞΑΣΑΤΕ...

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται». Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται. Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται. Σοφία, λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθῶν, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

ΣΗΜΕΡΟΝ ΤΙΚΤΕΙ....... ΚΑΤΑ ΤΗΝ ΤΑΞΙΝ ΜΕΛΧΙΣΕΔΕΚ....

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο·, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ...

ΛΥΤΡΩΣΙΝ ΑΠΕΣΤΕΙΛΕ....

Λύτρωσιν ἀπέστειλε Κύριος τῷ λαῷ αὐτοῦ. Ἀλληλούϊα.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ... ΗΛΙΟΝ.... ΣΕ ΓΙΝΩΣΚΕΙΝ...

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Ω ΤΩΝ ΥΠΕΡ ΝΟΥΝ .... ΤΟΝ ΕΜΜΑΝΟΥΗΛ, ΕΝ ΣΠΗΛΑΙΩ...

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ μεγάλων μυστηρίων! πῶς ὁ ἀναφής, ἐνειλούμενος σπαργάνοις, ἐν φάτνῃ τῶν ἀλόγων, ἀνεκλίθη ὡς νήπιον, πάντας ἀλογίας ἀπαλλάττων, καὶ πρός οὐρανοὺς ἡμᾶς ἀνάγων, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Τὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ γεννηθέντα, ἄνωθεν ἀστήρ, κατεμήνυσε τοῖς Μάγοις, δικαιοσύνης ὄντα, ἀπερίγραπτον Ἥλιον, καὶ περιγραφόμενον ἐν φάτνῃ, σάρκα ὑλικήν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Νῦν ἐπὶ τῆς γῆς, πεφανέρωται παιδίον, ὁ ἐκ τοῦ Πατρός, γεννηθεὶς πρὸ τῶν αἰώνων. Ἀγάλλου πᾶσα κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, βλέποντες τοὺς πρὶν ἀπατηθέντας, πάλιν τῷ Θεῷ οἰκειουμένους, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Θέλων οὐρανούς, κλίνας Κύριε κατέβης, καὶ Παρθενικήν, μήτραν ᾤκησας ἀφράστως, καὶ βρέφος ἐγνωρίσθης, ἐν Σπηλαίῳ τικτόμενος, καὶ συνανεστράφης τοῖς ἀνθρώποις, ἀρίστην ὁδὸν ὑποδεικνύων, τοῖς σοὶ κράζουσιν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

ΜΕΛΑΝΗ ΠΑΝΑΟΙΔΙΜΕ....

Μελάνη παναοίδιμε, Μοναζουσῶν τὸ καύχημα, παθῶν με τῇ ἀμαυρώσει, μελανωθέντα κατ' ἄμφω, λαμπρύνασα καθάρισον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὅπως φαιδρῶς γεραίρω σε, καὶ τὴν φωσφόρον σου μνήμην, λαμπροφανῶς ἑορτάζω. Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.

Η ΘΗΚΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΣΟΥ...

Ἡ θήκη τῶν λειψάνων σου, μύρον εὐῶδες βρύουσα, ἰᾶται πάθη ποικίλα, τὰ τῶν βροτῶν Ἀνυσία, Παρθενομαρτυς ἔνδοξε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

ΦΥΓΟΥΣΑ ΚΟΣΜΟΥ....

Φυγοῦσα κόσμου τὰ τερπνά, χρυσοῦ τὰς μυριάδας ἐσκόρπισας πλουσίως, εἰς χεῖρας τῶν πενήτων ἀποθεμένη εὐσεβῶς, τόπους δὲ τοὺς θείους διαδραμοῦσα, τοῖς πᾶσι τὰ πάντα γέγονας, βίον διελθοῦσα ἰσάγγελον, καὶ πᾶσιν ἐπαρκοῦσα· τῷ ἐλαίῳ δὲ τῆς εὐποιΐας, φαιδρύνασα τὴν ψυχικὴν λαμπάδα, εἰσῆλθες σὺν Χριστῷ πρὸς θεῖον νυμφῶνα, βασιλείας τῆς αὐτοῦ κατατρυφῶσα. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.

ΚΑΤΑΥΓΑΣΘΕΙΣΑ ΤΗΝ ΨΥΧΗΝ ... ΟΘΕΝ ΜΕΛΑΝΗ....

Καταυγασθεῖσα τὴν ψυχὴν φρυκτωρίαις, τοῦ ἀναλάμψαντος ἡμῖν ἐκ Παρθένου, ἐν ἀρεταῖς διέλαμψας Πανεύφημε· πλοῦτον γὰρ σκορπίσασα, ἐπὶ γῆν ἐφθαρμένον, ἐναπεθησαύρισας, τὸν οὐράνιον πλοῦτον, καὶ ἐν ἀσκήσει ἔλαμψας φαιδρῶς. Ὅθεν Μελάνη, σὲ πόθῳ γεραίρομεν.

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ...

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε. Σὲ Κύριε πηγήν, σωτηρίου γινώσκουσα, ποτήριον μαρτυρίου, ἀδιστάκτῳ καρδίᾳ, ἡ Μάρτυς σου ἐξέπιεν. Ὦ δάμαλις Χριστοῦ, ὦ θεόδεκτον σφάγιον, ὦ ἄμωμον ἱερεῖον, Ἀθληφόρε Κυρίου, ἱκέτευε σωθῆναι ἡμᾶς. Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.

ΡΑΒΔΩ ΣΙΔΗΡΑ, ΠΟΙΜΑΝΘΗΣΗ ΙΟΥΔΑΙΕ...

Ῥάβδῳ σιδηρᾷ, ποιμανθήσῃ Ἰουδαῖε, οἷα ἀπειθής, καὶ Προφήταις ἀντιπίπτων· Υἱῷ γὰρ γεννηθέντι, ὁ Πατὴρ κλῆρον δίδωσιν, ἔθνη καὶ κατάσχεσιν γῆν πᾶσαν, σὲ δὲ ἀπωθεῖται μιαιφόνε· βοᾶν οὐ πείθῃ γάρ· ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγέγονεν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Κράζε ὦ Δαυΐδ, Θεοπάτορ καὶ Προφῆτα. Ἄστρον φαεινόν, προεκλάμψαν Ἑωσφόρου, καὶ ποῖον ἀνακράζεις; Τὸν ἀσπόρως τικτόμενον, Κόρης ἐκ Παρθένου, ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, λαοὶ λέγοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Λέγε ἐμφανῶς, Ἡσαΐα ὦ Προφῆτα· Ἰδοὺ ἐν γαστρί, ἕξει ἄνανδρος Παρθένος, καὶ τέξεται ἀσπόρως, Πλαστουργὸν καὶ δεσπόζοντα, πάντων τῶν αἰώνων· ᾧ βοῶμεν, εἰς τὴν χαρὰν τῆς Θεοτόκου, φαιδρῶς ψάλλοντες· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δοξα σοι. Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ σαρκὶ τικτόμενον, ...

ΜΑΓΟΙ ΑΝΑΤΟΛΩΝ ΒΑΣΙΛΕΙΣ ΤΩ ΕΚ ΠΑΡΘΕΝΟΥ....

Μάγοι ἀνατολῶν Βασιλεῖς τῷ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι' οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος; Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λόγοις ἀκολουθοῦντες ἡμεῖς, τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη φαινόμενον, τοῦτον ἀρτίως, ὑπ' αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι' οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ ο...

ΠΑΡΘΕΝΙΑΣ ΛΑΜΠΡΟΤΗΤΙ, .... ΕΝΔΟΞΕ....

Παρθενίας λαμπρότησι, φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖς αἵμασι· καὶ παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη φαιδρότησιν. Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν κατελάμπρυνας. Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς Ἀθληφόρον καὶ Μάρτυρα. Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴ...

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΝΥΣΙΑΣ...

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ. Στίχοι Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως, Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν. Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας. Στίχοι Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα, Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου. Στίχοι Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ, Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩ ΑΧΡΑΝΤΩ ΣΟΥ ΤΟΚΩ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ...ΜΙΣΗΤΗ ΤΟΥ ΗΡΩΔΟΥ Η ΠΑΙΔΟΚΤΟΝΙΑ...

Τῷ ἀχράντῳ σου τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε τὰ Νήπια· Ἡρῴδης, γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθείς, ἠγνόησε μαρτύρων προσάγων σοι χορόν. Διὸ σε ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σῶσαι τὰς ψυχὰς ἡμῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός. Εἰς τὰ ὦτα τοῦ Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν, Βρέφη τίμια· δι' αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ ἐπαναπαύεσθε, καὶ τὴν Ἡρῴδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει τοῦ τεχθέντος Χριστοῦ. τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς Μισητὴ τοῦ Ἡρῴδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ μιαιφονίαν· καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχιὴλ τὰ τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθογγος τῶν κατορθωμάτων σου, δι...

Ω ΤΗΣ ΗΡΩΔΟΥ ΠΟΡΩΣΕΩΣ...

Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος. Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς. Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα. Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ...

ΤΩΝ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩ ΝΥΝ ΟΜΟΥ ΕΥΦΡΑΙΝΟΜΕΝΩΝ...

Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΑΣΤΗΡ ΜΑΓΟΥΣ ΕΠΕΜΨΕ... ΝΗΠΙΟΝ ΚΕΙΜΕΝΟΝ...

Ἀστὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΤΩ ΤΕΧΘΕΝΤΙ ΣΗΜΕΡΟΝ, ΕΚ ΤΗΣ ΠΑΡΘΕΝΟΥ...

Τῷ τεχθέντι σήμερον, ἐκ τῆς Παρθένου, τῶν Νηπίων στράτευμα, ὡς Ποιητῇ καὶ Βασιλεῖ, δεκτὰ προσάγονται σφάγια, προτεθυμένα, Χριστῷ διὰ πίστεως.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ...

«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου». Νεφέλαι στάξατε ἐν γῇ, γλυκασμὸν εὐφροσύνης· ἐκ νεφέλης φωτὸς γάρ, ἀνέτειλεν ὁ Χριστός, ἐν Σπηλαίῳ σαρκικῶς, ὑπὲρ πᾶσαν, ἔννοιαν τικτόμενος. Ἀπημφιάσατο τὴν πρίν, τῶν ἀνθρώπων ἡ φύσις, ἀκοσμίαν καὶ κόσμον, περιέθετο τερπνόν, τοῦ κοσμήτορος αὐτῆς, ἐκ Παρθένου, σαρκὶ ἀνατείλαντος. Χορὸς θεόλεκτος βρεφῶν, ἐν σαρκὶ γεννηθέντι, προσηνέχθη τῷ Κτίστῃ, ὡς θυσία μυστική, τυθεῖσα διὰ σφαγῆς, μαρτυρίου, καὶ θείας ἀθλήσεως.

ΕΝΘΕΩΣ ΕΥΦΡΑΙΝΕΤΑΙ Η ΚΤΙΣΙΣ ΣΗΜΕΡΟΝ...

Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς· ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

ΑΓΑΛΛΙΑΣΘΩ ΟΥΡΑΝΟΣ....

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω, ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῶ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου, ἄνευ σπορᾶς, ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον, ὃν δοξάζει τὰ σύμπαντα. Οὐρανὸς μοι ἐφάνης σήμερον γῆ· ἐπὶ σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· σὺν Ἀγγέλοις ὑμνοῦσι, καὶ Ποιμένες ἀπαύστως· Ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ Κόσμῳ τε· εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν σπηλαίῳ δι' οἶκτον, ἐπιφανέντι βροτοῖς.

ΤΑΣ ΑΛΓΗΔΟΝΑΣ... ΚΥΡΙΕ ΔΟΞΑ ΣΟΙ...

Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα. Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς πράγματος ἀθανάτου. Διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Μάρκελλε τὸ πνεῦμά σου. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῶ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΘΗΣΑΥΡΟΝ ΤΟΝ ΚΡΥΠΤΟΜΕΝΟΝ.... ΕΚ ΠΑΡΘΕΝΟΥ ΤΕΧΘΕΝΤΙ...

Θησαυρὸν τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παῖδας ἔθυσε, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον, οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ Ἀβραὰμ ἄρτι βλέπουσα. Βασιλέα τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρὼν ἀνελεῖν αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο· Μάρτυρας, ὡς οὐκ ᾤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας. Ἐκ Παρθένου τεχθέντι σοι, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται· Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήν λαμπρυνθείς δικαιότατα· ἃ κατῴκισας, εἰς Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν. Ἐγκρατείας ὑπόδειγμα, ἀνεδείχθης Μονάζουσι, θεοφόρε Μάρκελλε καὶ ἀσκήσεως, ὑπογραμμὸς ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γῆς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλος, ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ, καὶ ἀνδ...

ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ, ΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΩΝ....

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ' καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων. Στίχοι Διὰ ξίφους ἄωρα μητέρων Βρέφη, Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους. Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. Στίχοι Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ. Στίχοι Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης, Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐ...

ΕΠΕΣΚΕΨΑΤΟ ΗΜΑΣ

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

ΤΗΣ ΟΙΚΕΙΑΣ ΧΡΗΣΤΟΤΗΤΟΣ, Ο ΔΕΣΠΟΤΗΣ ΒΟΥΛΟΜΕΝΟΣ...

Τῆς οἰκείας χρηστότητος, ὁ Δεσπότης βουλόμενος, τοῖς ἀνθρώποις τὸν πλοῦτόν σου ὁ φιλάνθρωπος, καθυποδεῖξαι τὸ φύραμα, τὸ τούτων ἀνέλαβες, καὶ ἐτέχθης ἐν σαρκί· καὶ τὸ Σπήλαιον ᾤκησας, ἵνα ἅπαντας, οὐρανίους ποιήσῃς ἀνυψώσας, τοὺς αἰνοῦντας καὶ ὑμνοῦντας, τὴν σὴν ἀνέκφραστον Γέννησιν. Τῇ δυνάμει νευρούμενοι, καὶ στερρῶς κρατυνόμενοι, καὶ ἐνισχυόμενοι τοῦ Παντάνακτος, ἐν ἀσθενείᾳ τῆς φύσεως, ἀήττητοι Μάρτυρες, τὸν ἀρχέκακον ἐχθρόν, κραταιῶς ἐνικήσατε, καὶ πρεσβεύετε, δωρηθῆναι τῷ κόσμῳ τὴν εἰρήνην, καὶ πιστοῖς τὴν σωτηρίαν, ὡς ἀντιλήπτορες μέγιστοι. Ἐν τοῖς λόγοις Φιλόθεος, καὶ ἐν ἔργοις Δωρόθεος, καὶ θεῖος Μαρδόνιος, καὶ Γοργόνιος, σὺν τῷ Σεκούνδῳ καὶ Πέτρῳ τε, καὶ Ἴνδῃ ἠρίστευσαν, καὶ ἐχθροῦ παρεμβολάς, ἐτροπώσαντο χαίροντες, καὶ πρεσβεύουσιν, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν σεπτὴν αὐτῶν πανήγυριν. Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν. Παρθένος τί...

ΠΛΗΘΥΣ ΜΑΡΤΥΡΩΝ ΠΑΝΤΙΜΕ...

Πληθὺς Μαρτύρων πάντιμε, καὶ φάλαγξ θεοσύλλεκτε, τῶν Δυσμυρίων ἁγίων, τὸν ἐκ Παρθένου τεχθέντα, Θεὸν ἐκδυσωπήσατε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς νῦν ὑμᾶς γεραίροντας, καὶ τὴν λαμπρὰν ἐκτελοῦντας, καὶ πάμφωτον ὑμῶν μνήμην.

ΥΨΗΛΟΤΕΡΑ ΩΦΘΗΣ ΟΥΡΑΝΩΝ...

Ὑψηλοτέρα ὤφθης οὐρανῶν κυήσασα, πάντων τὸν Δεσπότην καὶ Θεόν, ὃν ἐκτενῶς, καθικετεύουσα μὴ παύσῃ, Παναγία ἄχραντε σῶσαι, τοὺς πίστει θερμῇ δοξολογοῦντάς σε.

ΩΔΗΝ ΕΠΙΝΙΚΙΟΝ, ΑΣΩΜΕΝ....

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται. Πληθὺς πολυάριθμε, σεπτῶν Μαρτύρων, τὰ πλήθη ἐξάλειψον, τῶν πολλῶν πταισμάτων μου, τῇ μεσιτείᾳ σου, καὶ δίδου λόγον ἀνυμνεῖν, τὴν σὴν πανήγυριν. Λαμπτῆρες ὑπέρφωτοι, τῆς Ἐκκλησίας, καλλίνικοι Μάρτυρες, τοῖς οἰκείοις μέλεσι, Θεὸν δοξάσαντες, τῇ φωτοφόρῳ νῦν ἡμῖν, μνήμῃ δοξάζεσθε. Ἡ πίστις ἡ ἔνθεος, τῶν Ἀθλοφόρων, ἀπίστων τὴν ἄθεον, τυραννίδα ὤλεσε, καὶ ἐξηφάνισε, τὴν τῶν δαιμόνων πονηράν, ἔνστασιν χάριτι. Θεὸν παντοδύναμον, σάρκα λαβόντα, καὶ θάνατον λύσαντα, τῷ θανάτῳ Μάρτυρες, ὁμολογήσαντες, ἐθανατώθητε ζωήν, λαβόντες ἄληκτον.

ΠΑΡΑΔΟΞΟΝ ΠΙΣΤΟΙ...

Παράδοξον πιστοί, τὸ μυστήριον τοῦτο! Θεὸς ἐκ γυναικός, ἐγεννήθη ὡς οἶδε, τάγματα τῶν Ἀγγέλων, καταπλαγέντα τῇ καταβάσει αὐτοῦ, κράζουσιν ἀνυμνοῦντα· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων. Αὐλῶν ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων. Αἶνον ᾄσατε θεῖον, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες, κράξατε ἀνυμνοῦντες. Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ΑΘΛΟΦΟΡΟΙ ΚΥΡΙΟΥ...

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ὑπὲρ ἡμῶν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ΦΕΡΕΙΣ ΑΔΑΜΙΑΙΑΝ ΜΟΡΦΗΝ....

Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων παντέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ πανάμωμος, προσεφθέγγετο λέγουσα. Πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; Ὑμνῶ εὐλογῶ σε, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα ἔλεος. Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα, χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο· αὐτῷ, Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος. Ταῦτα ἱκετικῶς ἡ Σεμνή, θαμβητικῶς τε φθεγγομένη ἀκήκοε, τῶν Μάγων πρὸ τοῦ Σπηλαίου, παρισταμένη ὁμοῦ, καὶ πρὸς τούτους ἔφη· Τίνα θέλετε; ὑμεῖς, ὡς ὁρῶ γάρ, ἀλλοδαπῆς ...

ΤΩΝ ΑΓΙΩΝ ΔΙΣΜΥΡΙΩΝ, ΤΩΝ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΚΑΕΝΤΩΝ...

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων. Στίχοι Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι, Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον. Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων. Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται. Στίχοι Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας, Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας. Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται. Στίχοι Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον, Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ. Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται. Στίχοι Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους, Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων. Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται. Στίχοι Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα, Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον. Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφε...

ΣΥΝ ΙΑΚΩΒΩ ΜΕΛΨΩΜΕΝ, ΤΩ ΚΛΕΙΝΩ ΘΕΑΔΕΛΦΩ.... ΔΕΣΠΟΤΗ...

Σὺν Ἰακώβῳ μέλψωμεν, τῷ κλεινῷ θεαδέλφῳ, Δαυῒδ τὸν Θεοπάτορα, Ἰωσήφ τε τὸν θεῖον, τῆς Θεοτόκου Μνήστορα· τοῦ Χριστοῦ γὰρ τῇ θείᾳ γεννήσει καθυπούργησαν, Βηθλεὲμ ἐν τῇ πόλει, θεοπρεπῶς, μετ' Ἀγγέλων Μάγων τε καὶ ποιμένων, αὐτῷ τὸν ὕμνον ᾄδοντες, ὡς Θεῷ καὶ Δεσπότῃ.

ΜΥΣΤΗΡΙΟΝ ΞΕΝΟΝ....ΣΘΕΝΟΥΜΕΝΟΣ....

Mυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ σπήλαιον, θρόνον χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν. Ἰσότιμος πάντων, Ἀγγέλων γεγένησαι, Προφητῶν Μαρτύρων τε, Mάκαρ καὶ τῶν σοφῶν, Ἀποστόλων συνόμιλος ὄντως· διὸ σὺν αὐτοῖς σε μακαρίζοντες, σοφὲ Ἰωσήφ, τήν ἱεράν σου μνήμην σέβομεν. Ὡς ἐκ γένους, βασιλικοῦ καταγόμενος, τὴν Ἁγνὴν Βασίλισσαν, μέλλουσαν Ἰησοῦν Βασιλέα, τίκτειν ἀπορρήτως, σοφὲ ἐμνηστεύσω, ὑπὲρ ἅπαντας ἐν γῇ προκριθείς, τοὺς γηγενεῖς μακαριώτατε. Σθενούμενος, τῇ δυναστείᾳ τοῦ Πνεύματος, ἀρεταῖς κεκόσμησαι μάκαρ, ἐν βαθυτάτῳ τε γήρᾳ, πρὸς τοὺς σοὺς μετέβης λαμπρῶς Ἰωσὴφ πατέρας, μέγιστος πατὴρ νομισθείς, τοῦ ἐκ Θεοῦ Πατρὸς ἐκλάμψαντος. Ἡ μνήμη σου, πρὸς εὐφροσύνην τὰ πέρατα, συγκαλεῖ καὶ αἴνεσιν, Λόγου τοῦ σὲ δοξάσαντος Μάκαρ, ᾧ σὺν παρρησίᾳ ἀεὶ παρεστώς, ἀπαύστως πρέσβευε, ἡμᾶς λυτρωθῆναι, πειρασμῶν τοὺς εὐφημοῦντάς σε.

ΘΑΥΜΑΤΟΣ .... ΑΠΑΝΤΕΣ ΧΟΡΟΙ...

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος Παρθένου ἣν ὑπέδυ νηδύν. Διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». Τίμιος ὡς ἀληθῶς ὁ θάνατός σου, κατενώπιον ὤφθη Κυρίου, Ἰωσὴφ πανόλβιε· σὺ γὰρ ὅλως ὁσιωθείς, ἀπὸ βρέφους ἱερὸς φύλαξ γεγένησαι, τῆς εὐλογημένης, μεθ' ἧς ἔμελπες· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἅπαντες χοροὶ τῶν Ἀσωμάτων ὄνπερ τρέμουσι Θεὸν καὶ Κτίστην Ἰωσὴφ ὁ δίκαιος, παρρησίᾳ πανευλαβῶς, περιπτύσσεται ὡς βρέφος καὶ ἀσπάζεται, καὶ φῶς νοητόν βοῶν κομίζεται· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Τέτρωσαι τῷ γλυκυτάτῳ Μάκαρ πόθῳ, καὶ ὡς Ἄγγελος τῷ σαρκωθέντι, παρεστὼς προστάξεσι, καθυπείκεις ταῖς θεϊκαῖς, δι' Ἀγγέλου ἐξ Αἰγύπτου μηνυόμενος, πρός γῆν Ἰσραὴλ ἐπανελεύσεσθαι, μέτ' αὐτοῦ τοῦ Παιδίου καὶ τῆς Μητρὸς αὐτοῦ, οἷς συνεπανῆλθες, τὸν Κύρ...

ΑΠΟΡΡΗΤΩ ΒΟΥΛΗ....

Ἀπορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

ΩΣ ΑΣΤΗΡ ΦΑΕΙΝΟΣ...

Ὡς ἀστὴρ φαεινὸς σήμερον συνεξέλαμψε, τῇ Γεννήσει Χριστοῦ, ὁ Πρωτομάρτυς Στέφανος, ἀστράπτων καὶ φωτίζων τὰ πέρατα ἅπαντα, τῶν Ἰουδαίων μόνον ἠμαύρωσε τὴν πᾶσαν δυσσέβειαν, σοφίας λόγοις τούτους διελέγξας, ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ πείθων τούτους, τὸν γεννηθέντα ἐκ τῆς Παρθένου Ἰησοῦν, Υἱὸν αὐτόν εἶναι Θεοῦ, κατῄσχυνε τούτων τὴν ἀσεβῆ κακουργίαν, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.

Ο ΔΕΣΠΟΤΗΣ ΧΘΕΣ ΗΜΙΝ...

Ὁ Δεσπότης χθὲς ἡμῖν, διὰ σαρκὸς ἐπεδήμει, καὶ ὁ δοῦλος σήμερον, ἀπὸ σαρκὸς ἐξεδήμει· χθὲς μὲν γάρ, ὁ Βασιλεύων σαρκὶ ἐτέχθη, σήμερον δέ, ὁ οἰκέτης λιθοβολεῖται, δι' αὐτὸν καὶ τελειοῦται, ὁ Πρωτομάρτυς καὶ θεῖος Στέφανος.

ΕΥΦΡΟΣΥΝΗΣ ΣΗΜΕΡΟΝ...

Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

ΒΑΣΙΛΕΙΟΝ ΔΙΑΔΗΜΑ, ΕΣΤΕΦΘΗ....

Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σόφε, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΤΟΝ ΕΚ ΠΑΤΡΟΣ ΠΡΟ ΑΙΩΝΩΝ...

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων ἐξανατείλαντα, καὶ ὡς Υἱὸν ἐν κόλπῳ Πατρικῷ ἀεὶ ὄντα· αὖθις δὲ ἐπ' ἐσχάτων, ἀγκάλαις Μητρός, ὡς ἐν θρόνῳ καθήμενον, καὶ ὑπ Ἀγγέλων Ποιμένων, Μάγων τε νῦν , προσκυνούμενον ὑμνήσωμεν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ἐν Βηθλεὲμ συνελθόντες, πιστοὶ κατίδωμεν, τὸν τῶν ἁπάντων Κτίστην, κείμενον ἐν τῇ φάτνῃ, καὶ τοὺς ἐκ Χαλδαίων δῶρον καλόν, προσκομίζοντας τρίϋλον, ὡς Βασιλεῖ, ὡς Θεῷ τε καὶ δι' ἡμᾶς, τριημέρῳ ἐσομένῳ νεκρῷ. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Εκ τῆς Παρθένου ἐτέχθης, ὑπὸ τὸ Σπήλαιον· καὶ στρατιαὶ Ἀγγέλων, ἐπιστᾶσαι ἐβόων· Δόξα ἐν ὑψίστοις σοὶ τῷ Θεῷ, τῷ τεχθέντι ἐν δούλου μορφῇ, καὶ ἀναπλάσαντι κόσμον ἐν τῇ γαστρί, τῆς Παρθένου καὶ ἀνάνδρου Μητρός. Πρῶτος ἐν Μάρτυσιν ἐδείχθης, καὶ ἐν Διακόνοις Στέφανε μακάριε, τῶν ἀθλητῶν τὸ ἐγκαλλώπισμα, τῶν πιστῶν τὸ καύχημα, ἡ δόξα τῶν δικαίων....

ΑΠΟΣΤΟΛΕ ΧΡΙΣΤΟΥ....

Ἀπόστολε Χριστοῦ, Διακόνων ὁ πρῶτος, Πρωτόαθλε σοφέ, τῶν Μαρτύρων ἀκρότης, ὁ κόσμου τὰ πέρατα, ἁγιάσας τοῖς ἄθλοις σου, καὶ τοῖς θαύμασι, ψυχὰς ἀνθρώπων λαμπρύνας, τους τιμῶντάς σε, ῥῦσαι παντοίων κινδύνων, πανεύφημε Στέφανε. Στόμα πέφηνας τῆς παρρησίας, θράσος τύραννον, μεγαλοφρόνως, καταισχύνας καρτερίᾳ τῶν ἄθλων σου· ἐκκεντηθεὶς γὰρ τὰς ὄψεις Θεόδωρε, διὰ Χριστοῦ τὴν εἰκόνα τὴν πάνσεπτον, ἐβεβαίωσας, τιμᾶν καὶ δοξάζειν ἅπαντας, αἰτούμενος ἡμῖν τὸ μέγα ἔλεος. Θαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μέτ' Ἀγγέλων τε, ἐδοξολόγουν αὐτόν· μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν αὐτῷ. Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.

ΤΗ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΧΑΡΙΤΙ....

Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφὴ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα. Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον. Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε. Ξενιτείας τοῖς τραύμασι, προσετέθη σοι τραύματα, ἐξορίας Ὅσιε, χαλεπότητι, τοῦ παρανόμως διέποντος, τὸν θρόνον τὸν ἔννομον, καὶ συγχέοντος δεινῶς, τούς θεσμοὺς τοὺς τῆς πί...

ΕΥΦΡΑΙΝΕΣΘΕ ΔΙΚΑΙΟΙ, ΟΥΡΑΝΟΙ ΑΓΑΛΛΙΑΣΘΕ...

Εὐφραίνεσθε δίκαιοι, οὐρανοὶ ἀγαλλιάσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος· Παρθένος καθέζεται, τὰ Χερουβὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις, Θεόν Λόγον σαρκωθέντα, ποιμένες τὸν τεχθέντα δοξάζουσι, Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν, Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε δόξα σοι. Θεοτόκε Παρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα, ἀνέτρεψας τὴν πρώτην κατάραν τῆς Εὔας, ὅτι Μήτηρ γέγονας, τῆς εὐδοκίας τοῦ Πατρός, βαστάζουσα ἐν κόλποις, Θεὸν Λόγον σαρκωθέντα. Οὐ φέρει τὸ μυστήριον ἔρευναν, πίστει μόνῃ τοῦτο πάντες δοξάζομεν, κράζοντες μετὰ σοῦ καὶ λέγοντες· Ἀνερμήνευτε Κύριε δόξα σοι. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δεῦτε ἀνυμνήσωμεν, τὴν Μητέρα τοῦ Σωτῆρος, τὴν μετὰ τόκον πάλιν ὀφθεῖσαν Παρθένον. Χαίροις Πόλις ἔμψυχε, τοῦ Βασιλέως καὶ Θεοῦ, ἐν ᾗ Χριστὸς οἰκήσας, σωτηρίαν εἰργάσατο. Μετὰ τοῦ Γαβριὴλ ἀνυμνοῦμέν σε, μετὰ τῶν ποιμένων δοξάζομεν κράζοντες· Θεοτόκε πρέσβευε, τῷ ἐκ σοῦ σαρκωθέντι, σωθῆναι ἡμᾶς. Ἐκ γαστρὸ...

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΣΤΕΦΑΝΟΥ....

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἑνὸς τῶν ἑπτὰ Διακόνων. Στίχοι Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις, Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι. Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἷλεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ. Στίχοι Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα, Ἐκ γῆς ἀπαίρων· ὡς μέγα, στίξις θέας. Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ Ἁγίου Θεοδώρου, καὶ Ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου Βασιλέως, ἐν σιδήρῳ πυρωθέντι. Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδες Ἔστησαν, εἰς σύστασιν τῆς οἰκουμένης, Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ, Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας, Πράξαντες δεινὰ...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ...

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων, Ἰωσὴφ τοῦ Μνήστορος, Δαυῒδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου. Μνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως. Στίχοι Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου, Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον. Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου, Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ. Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου, Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ....

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Ο ΠΡΟ ΕΩΣΦΟΡΟΥ ΕΚ ΠΑΤΡΟΣ...

Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.

ΤΟΝ ΑΓΕΩΡΓΗΤΟΝ ΒΟΤΡΥΝ ΒΛΑΣΤΗΣΑΣΑ...

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΠΑΡΑΔΟΞΟΝ ΜΥΣΤΗΡΙΟΝ, ΟΙΚΟΝΟΜΕΙΤΑΙ ΣΗΜΕΡΟΝ...

Παράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφ...

ΔΕΥΤΕ ΑΓΑΛΛΙΑΣΩΜΕΘΑ ΤΩ ΚΥΡΙΩ...

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ Παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας·ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· Ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράσσετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, ...

ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, H Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Στίχοι Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος, Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις. Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω. Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου. Στίχοι Ἥκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε, Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. Στίχοι Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ, Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων. Στίχοι Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον, Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος. Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου. Στίχοι Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ, Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε. Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος. Ταῖ...

ΤΗΝ ΕΔΕΜ ΒΗΘΛΕΕΜ ....

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΤΗΝ ΑΠΑΡΧΗΝ ΤΩΝ ΕΘΝΩΝ....

Τὴν ἀπαρχὴν τῶν Ἐθνῶν, ὁ οὐρανὸς σοι προσεκόμισε, τῷ κειμένῳ νηπίῳ ἐν φάτνῃ, δι᾿ ἀστέρος τοὺς Μάγους καλέσας· οὓς καὶ κατέπληττεν, οὐ σκῆπτρα καὶ θρόνοι, ἀλλ' ἐσχάτη πτωχεία· τὶ γάρ εὐτελέστερον σπηλαίου; τὶ δὲ ταπεινότερον σπαργάνων; ἐν οἷς διέλαμψεν ὁ τῆς Θεότητός σου πλοῦτος. Κύριε δόξα σοι.

ΕΥΕΠΙΗΣ ΜΕΛΕΕΣΣΙΝ...

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον Ἐν χθονί, καὶ λύοντα πολύστονα πήματα κόσμου. Ἀλλ' Ἄνα ῥητῆρας ῥύεο τῶνδε πόνων.

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ, ΔΟΞΑΣΑΤΕ...

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται. Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται. Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται. Σοφία λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθών, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ...

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

ΑΓΑΛΛΙΑΣΘΩ ΟΥΡΑΝΟΣ....

Ἀγαλλιάσθω οὐρανός, γῆ εὐφραινέσθω· ὅτι ἐτέχθη ἐπὶ γῆς, ὁ Ἀμνὸς τοῦ Θεοῦ, παρέχων τῷ κόσμῳ τὴν ἀπολύτρωσιν. Ὁ Λόγος ὁ ἐν τοῖς κόλποις ὢν τοῦ Πατρός, προῆλθεν ἐκ τῆς Παρθένου ἄνευ σπορᾶς· ὃν οἱ Μάγοι ἐξίσταντο, ὁρῶντες ἐν Βηθλεέμ, τικτόμενον ὡς νήπιον· ὃν δοξάζει τὰ σύμπαντα.

ΕΣΩΣΕΝ ΛΑΟΝ, ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΔΕΣΠΟΤΗΣ...

Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι· Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν· ὃν κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν». Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν. Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν· ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ΑΝΕΤΕΙΛΑΣ ΧΡΙΣΤΕ ΕΚ ΠΑΡΘΕΝΟΥ....

Ἀνέτειλας Χριστὲ ἐκ Παρθένου, νοητὲ Ἥλιε τῆς Δικαιοσύνης· καὶ Ἀστὴρ σε ὑπέδειξεν, ἐν Σπηλαίῳ χωρούμενον τὸν ἀχώρητον. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται· ἕτοιμος ὁ θρόνος ἀπὸ τότε. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι. Ἐπῆραν οἱ ποταμοὶ Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν, ἀπὸ φωνῶν ὑδάτων πολλῶν. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, θαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος· τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μάγους ὁδηγήσας εἰς προσκύνησίν σου· μεθ' ὧν σε μεγαλύνομεν, Ζωοδότα δόξα σοι. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. Μάγους...

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ, ΤΟΝ ΥΠΕΡΟΥΣΙΟΝ ΤΙΚΤΕΙ...

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Ο ΟΥΡΑΝΟΣ ΚΑΙ Η ΓΗ, ΣΗΜΕΡΟΝ....

Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς ἐφραινέσθωσαν. Ἄγγελοι καὶ ἄνθρωποι, πνευματικῶς πανηγυρίσωμεν, ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε, τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις, γεννηθεὶς ἐκ γυναικός. Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν. Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι. Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν· ἡμεῖς δὲ τὸν αἶνον ἀναξίοις χείλεσιν, ἀγγελικῶς αὐτῷ προσάξωμεν. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν· ἦλθεν, ἔσωσεν ἡμᾶς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ. Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον ἡνώθησαν, τεχθέντος τοῦ Χριστοῦ. Σήμερον Θεὸς ἐπὶ γῆς παραγέγονε, καὶ ἄνθρωπος εἰς οὐρανοὺς ἀναβέβηκε. Σήμερον ὁρᾶται σαρκί, ὁ φύσει ἀόρατος, διὰ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ ἡμεῖς δοξολογοῦντες, βοήσωμεν αὐτῷ· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἣν ἡμῖν ἑβράβευσεν, ἡ παρουσία σου, Σωτὴρ ἡμῶν δόξα σοι. Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ Ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γάρ φῶς τοῖς ἐσκοτ...

ΝΕΥΣΟΝ ΠΡΟΣ ΥΜΝΟΥΣ ΟΙΚΕΤΩΝ...

Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως». Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον. Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν· ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.

ΔΕΥΤΕ ΙΔΩΜΕΝ ΠΙΣΤΟΙ....

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας. Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

ΑΙΝΕΙΤΕ ΤΟΝ ΚΥΡΙΟΝ ΕΚ ΤΩΝ ΟΥΡΑΝΩΝ...

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.

ΓΕΝΟΥΣ ΒΡΟΤΕΙΟΥ ΤΗΝ ΑΝΑΠΛΑΣΙΝ ΠΑΛΑΙ...

Γένους βροτείου τὴν ἀνάπλασιν πάλαι, ᾌδων Προφήτης Ἀββακούμ, προμηνύει, Ἰδεῖν ἀφράστως ἀξιωθεὶς τὸν τύπον. Νέον βρέφος γάρ, ἐξ ὄρους τῆς Παρθένου, Ἐξῆλθε λαῶν, εἰς ἀνάπλασιν Λόγος». Ἶσος προῆλθες τοῖς βροτοῖς ἑκουσίως, Ὕψιστε, σάρκα προσλαβὼν ἐκ Παρθένου, Ἰὸν καθᾶραι τῆς δρακοντείας κάρας, Ἄγων ἅπαντας πρὸς σέλας ζωηφόρον, Θεὸς πεφυκώς, ἐκ πυλῶν ἀνηλίων. Ἔθνη τὰ πρόσθεν τῇ φθορᾷ βεβυσμένα. Ὄλεθρον ἄρδην δυσμενοῦς πεφευγότα, Ὑψοῦτε χεῖρας, σὺν κρότοις ἐφυμνίοις, Μόνον σέβοντα Χριστόν, ὡς εὐεργέτην, Ἐν τοῖς καθ ἡμᾶς συμπαθῶς ἀφιγμένον. Ῥίζης φυεῖσα τοῦ Ἰεσσαὶ Παρθένε, Ὅρους παρῆλθες, τῶν βροτῶν τῆς οὐσίας, Πατρὸς τεκοῦσα τὸν πρὸ αἰώνων Λόγον. Ὡς ηὐδόκησεν αὐτός, ἐσφραγισμένην, Νηδὺν διελθεῖν τῇ κενώσει τῇ ξένῃ.

ΔΕΥΤΕ ΑΓΑΛΛΙΑΣΩΜΕΘΑ ΤΩ ΚΥΡΙΩ

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς. Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ ...

Η ΚΑΤΑ ΣΑΡΚΑ ΓΕΝΝΗΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Στίχοι Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος. Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις; Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων. Στίχοι Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε, Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον. Στίχοι Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες, Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΔΕΣΠΟΤΑ ΘΕΕ, ΠΑΤΕΡ ΠΑΝΤΟΚΡΑΤΟΡ....

Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΜΗ ΕΚΘΑΜΒΗ ΝΥΝ Ω ΜΗΤΕΡ...

Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέφος, ὃν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν». Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, Ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα, Ἡρῴδην φεύγοντα, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν· ἀλλὰ ζῆθι καὶ σῷζε τοὺς σὲ γεραίροντας. Γῆς μὲν ἐπέβην Αἰγύπτου, ἀλλ' Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα κατέβαλον σεισμῷ, τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος κραταιός, ἐπανήξω, καὶ σώσω, τοὺς σὲ γεραίροντας. Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος, γνωρίζεται Θεός, μετὰ δώρων Μάγοι προσυπαντάτωσαν, οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς, καὶ βροτοὶ τοῖς, Ἀγγέλοις, συνευφραινέσθωσαν.

ΔΕΥΤΕ ΠΙΣΤΟΙ... Ο ΘΕΟΣ ΑΠΟ ΘΑΙΜΑΝ ΗΞΕΙ ΚΑΙ Ο ΑΓΙΟΣ ΕΞ ΟΡΟΥΣ ΚΑΤΑΣΚΙΟΥ ΔΑΣΕΟΣ...

Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς Φιλάνθρωπος. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου. Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονο...

ΠΡΟ ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ ΣΗΣ....

Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι· καὶ φάτνῃ τὼν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

ΛΑΟΣ Ο ΠΟΤΕ, ΣΚΟΤΕΙ ΚΑΘΕΖΟΜΕΝΟΣ...

Λαὸς ὁ ποτέ, σκότει καθεζόμενος, ἰδέτω τὸ φῶς, λάμψαν τὸ ἀνέσπερον· ὅπερ ὁ ἀστὴρ πάλαι ἐμήνυσε, τοῖς τὸ πῦρ σεβομένοις, ἐκ τῆς Περσίδος ἄναξιν. Μικρὸν ὑπελθεῖν, Βασιλεὺς ὁ Μέγας σπεύδει Σπήλαιον, κατασμικρυνθέντα με, ὅπως μεγαλύνῃ καὶ πτωχεύσαντα, τῇ ἀμέτρῳ πτωχείᾳ, πλουτίσῃ ὁ ὑπέρθεος. Νῦν ἐξ, Ἰακώβ, Βαλαὰμ ὡς ἔφησε γεννᾶται Χριστός, Ἐθνῶν κυριεύσει τε, καὶ ἀνυψωθήσεται ἐν χάριτι, ἡ αὐτοῦ βασιλεία, μένουσα ἀδιάδοχος.

ΕΚΣΤΗΘΙ ΦΡΙΤΤΩΝ ΟΥΡΑΝΕ...

Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ σπαργάνοις συμπλέκεται, ὁ πάντα φέρων δρακί, καὶ φάτνῃ σμικρᾷ ξενοδοχεῖται· ὅν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Λέλυται δέσμιος Ἀδάμ, ἐλευθερία τε, πᾶσι δέδοται πιστοῖς, σπαργάνοις Σωτὴρ ἐμπλακέντος σου, καὶ ἐν Σπηλαίῳ σμικρῶ, καὶ φάτνῃ τῶν ἀλόγων τεθέντος· διὸ σοι γεγηθότες, προεόρτιον ὕμνον, ἐν τῇ σῇ γεννήσει, προσφέρομεν ἐν πίστει. Πέπαυται πλάνη Περσική· Ἀστεροσκόποι γάρ, Βασιλεῖς ἀνατολῶν, τεχθέντι δῶρα προσκομίζουσι, Χριστῷ τῷ παμβασιλεῖ, χρυσόν τε καὶ σμύρναν σὺν λιβάνῳ· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος, καὶ ἀπείρου ἀνοχῆς! ἰδοὺ γὰρ ὡς βρέφος λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ φεύγει Θεός, θέλων Ἡρῴδην· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ω ΤΩΝ ΥΠΕΡ ΝΟΥΝ....

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος. Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται. Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο. ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι. Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ τοῦ τόκου, ἴθι Ἰωσήφ, ἀπογράφο...

ΧΡΙΣΤΕ, ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ....

Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τὼν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ....

H παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

ΒΗΘΛΕΕΜ ΕΤΟΙΜΑΖΟΥ,............... ΤΙ ΤΟ ΟΡΩΜΕΝΟΝ

Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Νῦν προφητικὴ πρόρρησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶv Ἐθvῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸv νέοv Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου. Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ'...

ΒΙΩ ΚΑΙ ΛΟΓΩ ΚΑΘΑΡΩ

Βίῳ καὶ λόγῳ καθαρῷ, καὶ χάριτι Παρθένε, ἀεὶ κεκοσμημένη, σαυτὴν θῦμα προσήγαγες, τῷ ἐκ Παρθένου δι' ἡμᾶς σάρκα ἀνειληφότι, καὶ τεχθέντι ἐπὶ γῆς, δι' εὐσπλαγχνίαν ἄφατον· καὶ διπλοῖς ἐκόσμησε δόξης ἐν στεφάνοις, εὐπρεπῶς σε ὁ Δεσπότης· ἁγνείαν γὰρ ὡς ἄσαρκος τηρήσασα σεμνή, ὡς ἄμωμος Νύμφη, συνεισῆλθες αὐτῷ εἰς τόν οὐράνιον νυμφῶνα, ὅλη φαεινή, τοῖς ἄθλοις πεποικιλμένη, Μάρτυς θεόφρον, Εὐγενία πανεύφημε.

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ, ΤΟΝ ΠΡΟΑΙΩΝΙΟΝ ΛΟΓΟΝ....

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ τεχθέντος καὶ σαρκὶ φανέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε· γεννηθείς γὰρ νῦν τὸ κατὰ σάρκα, καὶ ταφὴν καὶ θάνατον σαρκὶ ὑπελθών, μέλλεις ἀναστήσεσθαι τριήμερος». Ἀνῃρέθη, νῦν καὶ διῃρέθη, ἔχθρας τῆς ἀρχαίας τῇ σῇ, ἐνσάρκῳ παρουσίᾳ, τὸ μεσότοιχον Χριστὲ καὶ νῶτα, ῥομφαία πᾶσιν, ἡ φλογίνη δίδωσι, ζωηφόρου τῆς Ἐδέμ δὲ ξύλου, μεταλαμβάνω πιστῶς, ἀθανάτων φυτῶν, αὖθις γεωργὸς ἀναδεικνύμενος. Βασιλεύει, σὺν τῇ ἁμαρτίᾳ ᾍδης ἐν Ἀδὰμ μέχρι σοῦ, ἀλλ' ἀναιρεῖται τούτου, ἡ ἀναίδεια τῆς τυραννίδος, τὸ κατὰ σάρκα τικτομένου σου Λυτρωτά, ἐκ φυλῆς Δαυΐδ, καὶ ἐπὶ θρόνου βασιλείας αὐτοῦ, τεθειμένου σου φῶς, καὶ εἰς τοὺς αἰῶνας βασιλεύοντος. Βρεφοκτόνος ἀλλ' οὐ χριστοκτόνος, ἔφυ Ἡρῴδης ὁ δεινός· εἰ γὰρ καὶ τῶν νηπίων, ἐξεθέρισε πικρῶς τὴν χλόην, ἀλλὰ τὸν στάχυν, τῆς ζωῆς οὐκ ἴσχυσε, καταλήψεσθαι καὶ θανατῶσαι· ζωῆς γὰρ ὢν χορηγός, ἔλαβεν ὡς Θεός, θείᾳ δυναστείᾳ τὸν διώκοντα.
Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Ἡ Παρθένος ἰδοὺ γαστρὶ ἥξει, καὶ τέξεται σαρκούμενον Λόγον, καὶ πάντες οἱ γηγενεῖς ἀγαλλιάσονται». Νεοποιεῖς τοὺς γηγενεῖς, ὁ Πλαστουργὸς χοϊκὸς χρηματίσας· Φάτνη γὰρ καὶ σπάργανα καὶ σπήλαιον, τῆς σῆς ταπεινώσεως σύμβολα, ὁ δὲ Μνήστωρ τῆς σῆς Μητρός, σὸς δὲ νομιζόμενος Πατὴρ κατὰ σάρκα, τοῦ φύσαντός σε Πατρός, νῦν σχηματίζει βουλήν. Διὰ τῆς σμύρνης τὸ θνητόν, διὰ χρυσοῦ τὸ βασίλειον κράτος, διὰ λιβάνου τῆς Θεότητος, τὴν ὑπεροχὴν ὑπεμφαίνουσι, Βασιλεῖς Ἐθνῶν, ἀπαρχὰς δωροφοροῦντές σε, τὸν ἐν τῷ Σπηλαίῳ τικτόμενον, Βηθλεὲμ ἐξ ἀλοχεύτου Μητρός. Ἐξ ἀλοχεύτου προελθών, ὁ τοῦ Πατρὸς συναΐδιος Λόγος, σαρκωθεὶς κατῴκησας τὸ Σπήλαιον, ὡς θρόνῳ τῇ φάτνῃ χρησάμενος. Καταπλήττεις δέ, τῇ φρικτῇ οἰκονομίᾳ σου, Μάγους καὶ Ποιμένας, Ἀγγέλους τε ἐξιστᾷς, Δόξα κραυγάζοντας.

ΑΓΑΛΛΟΥ Η ΣΙΩΝ, ΒΗΘΛΕΕΜ ΕΥΤΡΕΠΙΖΟΥ...

Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.

ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ ΠΟΤΕ...

Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται». Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος. Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα. Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέννησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.

ΚΥΜΑΤΙ ΘΑΛΑΣΣΗΣ, ΤΟΝ ΚΡΥΨΑΝΤΑ...

Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται». Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι. Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάνθρωπος. Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.

ΑΥΛΩΝ ΠΟΙΜΕΝΙΚΩΝ, ....

Αὐλῶν Ποιμενικῶν, καταπαύων ᾆσμα, στρατὸς Ἀγγελικός, ἐπεφώνει λέγων· Παύσασθε ἀγραυλοῦντες, οἱ τῶν θρεμμάτων ἡγεμονεύοντες· κράξατε ἀνυμνοῦντες· Ὅτι ἐτέχθη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

ΑΠΕΓΡΑΦΕΤΟ ΠΟΤΕ, ΣΥΝ ΤΩ ΠΡΕΣΒΥΤΗ ΙΩΣΗΦ....

Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

ΠΡΟΕΟΡΤΑΣΩΜΕΝ ΛΑΟΙ....

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια καὶ ἐπάραντες τὸν νοῦν ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου Ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι, διὸ κράξωμεν· Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ Πανάγιον Πνεῦμα· Τριὰς Ἁγία, δόξα σοι. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ ...

ΤΩΝ ΠΡΟΦΗΤΩΝ ΑΙ ΡΗΣΕΙΣ, ΝΥΝΙ ΠΕΠΛΗΡΩΝΤΑΙ....

Τῶν Προφητῶν αἱ ῥήσεις, νυνὶ πεπλήρωνται· ὁ γὰρ Θεὸς ἡμῶν, αὔριον τίκτεται, ἐκ Παρθένου Μαρίας ὑπὲρ λόγον, καὶ μένει ὥσπερ ἦν πρὸ τοῦ τόκου· ἀθροίζονται οἱ Μάγοι, δῶρα κομίζοντες· ἀγραυλοῦσι Ποιμένες, ἐπᾴδομεν καὶ ἡμεῖς· ὁ ἐκ Παρθένου τεχθείς, Κύριε δόξα σοι.

ΟΤΕ ΠΡΟΜΗΘΕΙΑ ΘΕΪΚΗ....

Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα, σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες. Ὅτε, ἐνυμφεύθης τῷ Χριστῷ, τοὺς σοὺς ὑπηρέτας προθύμως, αὐτῷ προσήγαγες, προῖκα τούτους ἔμψυχον, ὥσπερ ἐνέγκασα, μιμουμένους στερρότητα, τὴν σὴν Εὐγενία, πίστει τε καὶ χάριτι, σαφῶς ἐκλάμποντας, πᾶσαν ἀρετὴν ἀσκουμένους, Μάρτυρας θεόφρονας ὄντως, πᾶσι τὴν εὐσέβειαν κηρύττοντας. Αἴγλῃ, τῇ τοῦ Πνεύματος σαφῶς, καταλαμπομένη παρθένων, Χριστῷ προσάγεις χορόν, λόγῳ τῆς σοφίας σου, ταύτας ζωγρήσασα, καὶ τὸν δρόμον δεικνύουσα, τῆς ἄνω πορείας, αἵμασι λαμπρύνεσθαι, Μαρτύρων ἔπεισας. Ταύταις, συγχορεύουσα Μάρτυς, πόθον νῦν κατάλληλον εὗρες, ὄντως τὴν ἀπόλαυσιν Πανεύφημε.

ΕΝ ΚΥΜΒΑΛΟΙΣ ΗΧΗΣΩΜΕΝ...

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, ἡ Χριστοῦ ἀνάδειξις πεφανέρωται, τῶν Προφητῶν τὰ κηρύγματα, τὸ πέρας ἐδέξαντο· ὃν γὰρ ἔφησαν σαρκί, τοῖς βροτοῖς ἐμφανίζεσθαι, ἀποτίκτεται, ἐν ἁγίῳ Σπηλαίῳ, καὶ ἐν φάτνῃ, ἀνακλίνεται ὡς βρέφος, καὶ σπαργανοῦται ὡς νήπιον. Προεόρτια ᾄσματα, διανοίας εὐθύτητι, τῆς Χριστοῦ Γεννήσεως προηχήσωμεν· ὁ γὰρ Πατρὶ καὶ τῷ Πνεύματι, ὑπάρχων ὁμότιμος, διὰ σπλάγχνα τὸ ἡμῶν, ἐνδυσάμενος φύραμα, μέλλει τίκτεσθαι, Βηθλεὲμ ἐν τῇ πόλει, οὗ τὸν τόκον, τὸν ἀπόρρητον Ποιμένες, μετὰ Ἀγγέλων ἀνύμνησαν. Ἀνερμήνευτον Σύλληψιν, καὶ ἀνέκφραστον Γέννησιν, ἡ Παρθένος βλέπουσα, κατεπλήττετο, καὶ προσεφθέγγετο χαίρουσα, ὁμοῦ καὶ δακρύουσα· Ἐπιδώσω σοι μαζόν, τῷ τὰ σύμπαντα τρέφοντι, ἢ ὑμνήσω σε, ὡς Υἱὸν καὶ Θεόν μου; ποίαν εὕρω, ἐπὶ σοὶ προσηγορίαν, ἀκατονόμαστε Κύριε;

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΥΓΕΝΙΑΣ...

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ. Στίχοι Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία, Bαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους. Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται. Στίχοι Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει, Μάρτυς Βασίλλα, πίστεως θείας βάσις; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται. Στίχοι Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης, Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται. Στίχοι Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει, Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξί...

ΠΡΟΣ ΚΥΡΙΟΝ, ΕΚ ΚΗΤΟΥΣ Ο ΙΩΝΑΣ ΕΒΟΗΣΕ...

Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι. Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι. Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε. Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.

ΤΟΥ ΕΦΡΑΘΑ ΟΙΚΟΣ ΒΗΘΛΕΕΜ, ΑΡΧΩΝ ΕΞΕΛΕΥΣΕΤΑΙ.... ΥΠΟΔΕΞΩΜΕΘΑ...

Τοῦ Ἐφραθᾶ οἶκος Βηθλεέμ, Ἄρχων ἐξελεύσεται ἐκ σοῦ, ἐν Ἰσραὴλ προσκαλούμενος, Ἔθνη ἀπωσμένα, ὡς προηγόρευσεν, ἐν Πνεύματι Μιχαίας, καταυγαζόμενος. Ποιμᾶναι ποίμνιον ἑαυτοῦ, μόνος ἐν ἰσχὺϊ Ἰησοῦς, ἐκ τῆς Παρθένου τεχθήσεται, ἄκρων ἕως γῆς δὲ μεγαλυνθήσεται, Προφήτης θεηγόρος, πάλαι προήγγειλε. Θεὸς ἀνθρώποις ὁμοιωθείς, πτωχεύει σαρκί, ἵνα ἡμᾶς, καταπλουτίσῃ τῇ δόξῃ αὐτοῦ, καὶ Σπηλαίῳ τίκτεται ὁ ἀχώρητος, τοῦτον εὐθείᾳ γνώμῃ ὑποδεξώμεθα.

Ο ΑΝΘΡΑΞ ΤΩ ΗΣΑΪΑ....

Ὁ ἄνθραξ τῷ Ἡσαΐα προοφθείς, Ἥλιος παρθενικῆς ἀπὸ γαστρὸς ἀνέτειλε, τοῖς ἐν σκότει πεπλανημένοις, θεογνωσίας φωτισμὸν δωρούμενος». Λυτροῦσαι τῶν ἀμετρήτων με κακῶν Κύριε, ὑπερβολῇ ὡς ἀγαθὸς χρηστότητος, ἐν Σπηλαίῳ ἐκ τῆς Παρθένου ἐν Βηθλεέμ, ἀποτεχθεὶς ὡς ἄνθρωπος. Μετὰ σαρκὸς νῦν προελθὼν ὁ Κύριος, δι' εὐσπλαγχνίαν τοὺς βροτοὺς ῥυσάμενος, δυναστείας τοῦ ἀρχεκάκου, εἰς οὐρανοὺς ἀναγαγὼν ἐθέωσε. Νῦν ἥκει ἐν ἀλλοτρίῳ, ὁ Χριστὸς σώματι, ἐν τοῖς ἰδίοις, ξενωθῶμεν ἅπαντες, τῶν ἀτίμων παθῶν, καὶ τοῦτον δεξώμεθα, σαρκὶ τικτόμενον.

ΠΡΟΣ ΚΥΡΙΟΝ, ΕΚ ΚΗΤΟΥΣ ....ΠΩΣ ΔΕΞΕΤΑΙ....

Πρὸς Κύριον, ἐκ κήτους ὁ Ἰωνᾶς ἐβόησε· Σὺ με ἀνάγαγε, ἐκ πυθμένος ᾅδου δέομαι, ἵνα ὡς Λυτρωτῇ, ἐν φωνῇ αἰνέσεως, ἀληθείας τε πνεύματι θύσω σοι». Ξενίζεται ἀκοὴ τοῦ πράγματος τὸ μέγεθος, πῶς ὁ ἀχώρητος, χωρηθεὶς ἐν μήτρᾳ ἔρχεται, τεχθῆναι δι' ἡμᾶς, ἐκ Μητρὸς νεάνιδος, οὗ τὸν τόκον ἀνύμνησαν Ἄγγελοι. Ὁ Ἥλιος, φωτεινῇ ἐν Νεφέλῃ κρυπτόμενος, τεχθῆναι ἔρχεται, ἐν Σπηλαίῳ φανερούμενος· ἀστὴρ γὰρ φαεινός, εἰς αὐτοῦ προσκύνησιν, Βασιλεῖς ἐκ Περσίδος συνήγαγε. Πῶς δέξεται, Βασιλεῦ σε σμικρότατον Σπήλαιον, γνώμῃ πτωχεύσαντα, τὸν πλουτίζοντα τὰ σύμπαντα; πῶς βλέψει σε βροτῶν, φύσις σωματούμενον; Προσκυνοῦμεν τήν σὴν συγκατάβασιν.

ΤΟΝ ΕΝ ΣΠΗΛΑΙΩ ΔΙ' ΗΜΑΣ....

Τὸν ἐν Σπηλαίῳ δι' ἡμᾶς τεχθέντα ἐκ Παρθένου, Χριστὸν τὸν ζωοδότην, ποθοῦντες οἱ ὁπλῖται, χορείαν ἤγειραν φαιδρὰν κατὰ τοῦ Βελίαρ, καὶ νικήσαντες σαφῶς, εἰς γῆν αὐτὸν κατέρραξαν, ἄμετρα πάλαι τοῦτον καυχώμενον· ὅθεν δᾳδουχοῦσι τοῖς ἐν σκότει, ὡς φωστῆρες ὑπάρχοντες τοῦ νοητοῦ Ἡλίου· ἀστὴρ μὲν γὰρ τὸ πρίν τοῖς Μάγοις ἐπέστη, ὁδηγῶν ἐν Βηθλεέμ, πόλει Ἰούδα, οὗτοι δὲ ἡμῖν κηρύττουσιν ἐν βασάνοις· ὃν ἡ Παρθένος ἀσπόρως ἐκύησεν.

ΒΗΘΛΕΕΜ ΓΗ...

Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.

Η ΔΕΚΑΣ Η ΘΕΟΛΕΚΤΟΣ...

Ἡ δεκὰς ἡ θεόλεκτος, καὶ λαμπὰς ἡ δεκάπυρσος, ἡ ταῖς θείαις λάμψεσι καταυγάζουσα, τῆς Ἐκκλησίας τὸ πλήρωμα, οἱ στῦλοι οἱ ἄσειστοι, οἱ ἀστέρες οἱ φαιδροί, οἱ τὴν γῆν οὐρανώσαντες, ταῖς λαμπρότησι, τῶν μεγίστων ἀγώνων ἐγκωμίοις, ἱεροῖς μεγαλοφώνως, ἀνευφημείσθωσαν σήμερον. Εὐφημείσθω Θεόδουλος, Ζωτικός τε καὶ Πόμπιος, Βασιλείδης Εὔπορος, Ἀγαθόπους τε, καὶ Σατορνῖνος Γελάσιος, καὶ θεῖος Εὐάρεστος, μεθ' ὧν Εὐνικιανός, νῦν τιμάσθωσαν ᾄσμασιν· οἱ πανεύδιοι, τῶν ἐν ζάλῃ λιμένες, οἱ τὴν πλάνην, στηλιτεύσαντες καὶ στέφος, νικητικὸν κομισάμενοι. Τὰ τῆς Κρήτης βλαστήματα, Ἐκκλησίας ἐρείσματα, καὶ πιστῶν ἀμάραντα ὡραΐσματα, τοῦ Παραδείσου ἡδύπνοα, τὰ ἄνθη τὰ τίμια, τὰ εὐπρόσδεκτα Χριστοῦ, καὶ τερπνότατα σφάγια, ἀναθήματα, οὐρανίου ναοῦ τε τὴν δεκάδα, τῆς Τριάδος τὴν Ἁγίαν, τοὺς Ἀθλοφόρους ὑμνήσωμεν.

ΣΤΗΛΗΝ ΚΑΚΙΑΣ ΑΝΤΙΘΕΟΥ....

Στήλην κακίας ἀντιθέου, Παῖδες θεῖοι παρεδειγμάτισαν· κατὰ Χριστοῦ δὲ φρυαττόμενος, Ἡρῴδης θρασύνεται, βουλεύεται κενά, κτεῖναι μελετᾷ, τὸν ζωῆς κρατοῦντα παλάμῃ· ὃν πᾶσα Κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας». Ἀπὸ βλεφάρων ῥαθυμίας, ὕπνον πάντα πιστοὶ τινάξωμεν· ἐν προσευχῇ δὲ γρηγορῶμεν, πειρασμοὺς ἀποτρέποντες τοὺς ἐκ τοῦ πονηροῦ, καὶ σὺν Ποιμέσι, θεαταὶ τῆς δόξης δειχθῶμεν, Χριστοῦ τεχθέντος· ὃν ὑμνεῖ δοξάζουσα πᾶσα ἡ κτίσις. Βέβηλον ἔπος ἐκ χειλέων, προϊέναι πιστοὶ κωλύσωμεν, λόγους εὐφήμους μελετήσαντες·Χριστῷ δὲ προσάξωμεν, τῷ λύσαντι ἡμᾶς τῆς ἀλογίας, ἐν ἀλόγοις κειμένῳ φάτνῃ· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. Βάθος σοφίας, καὶ τῆς γνώσεως τοῦ Κτίστου, τὶς ἐρευνήσει βροτῶν; Θεοῦ κριμάτων τὶς τὴν ἄβυσσον, σοφὸς καταλήψεται; δι' ὧν τοὺς οὐρανοὺς κλίνας, τοῖς βροτοῖς σαρκοφόρος συνανεστράφη· ὃν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. Ἀπαγορεύειν σαρκικῶν παθῶν, καὶ κόσμου τερπνῶν σπουδάσωμεν, πνευματικῶν δὲ ἀντισχώμεθα, φροντίδων θεόφρο...

ΤΟΞΟΝ ΣΥΝΕΤΡΙΒΗ...

Τόξον συνετρίβη δυναστῶν, τῷ κράτει σου Χριστέ, καὶ δύναμιν ἀσθενεῖς, σὲ περιεζώσαντο. Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια. Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇ πολλῇ πτωχείᾳ σου. Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος.

ΙΔΟΥ Η ΠΑΝΤΩΝ ΗΛΘΕΝ ΑΝΑΚΛΗΣΙΣ...

Ἰδοὺ ἡ πάντων ἦλθεν ἀνάκλησις, ὁ ἱλασμὸς τὸ φῶς, ἡ παντελὴς ἀπολύτρωσις, θησαυρὸς ὁ πολύτιμος κρύπτεται, ἔνδον ἐν τῷ Σπηλαίῳ· ᾧ πλουτιζόμενοι, Μάγοι τόν χρυσόν, ὡς Βασιλεῖ ἐπικομίζουσιν. Χριστοῦ ποιμένες ἐπαγρυπνήσατε, καὶ νοητῶς ἐν πόλει, Βηθλεὲμ ἐπισπεύσατε, καὶ Θεῷ ἐν ὑψίστοις βοήσατε· Δόξα μεγαλωσύνη, τῷ εὐδοκήσαντι, βρέφος ὁραθῆναι καθ' ἡμᾶς, δι' ἀγαθότητα. Σαρκὶ σπαργάνοις ἐνειλισσόμενος, ὁ σπαργανῶν ὁμίχλῃ, Ἰησοῦ μου τὴν θάλασσαν, τὸν δεσμὸν τῆς κακίας διαρρήξας, καὶ ἐν δικαιοσύνῃ, πάντας συνέδησας, τούς διαλυθέντας προσβολαῖς, τοῦ πολεμήτορος.

ΕΥΤΡΕΠΙΖΟΥ ΒΗΘΛΕΕΜ...

Εὐτρεπίζου Βηθλεέμ· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἑτοιμάζου Ἐφραθᾶ· ἀνανεοῦται γὰρ ὁ Ἀδάμ, καὶ ἡ Εὔα σὺν αὐτῷ· ἡ κατάρα γὰρ λέλυται, ἡ σωτηρία ἐν κόσμῳ ἐξήνθησε, καὶ ψυχαὶ τῶν Δικαίων εὐτρεπίζονται, ὡς προῖκα δωροφορίας, ἀντὶ μύρου τὸν ὕμνον προσάγουσαι, σωτηρίαν ψυχῆς, καὶ ἀφθαρσίαν κομιζόμεναι. Ἰδοὺ γὰρ ἐν φάτνῃ ἀνακείμενος, προτρέπει ὑμνῳδίαν πνευματικὴν ἐπιτελέσαι, τους βοῶντας ἀπαύστως· Κύριε δόξα σοι.