ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ...
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.
Σὲ Κύριε πηγήν, σωτηρίου γινώσκουσα, ποτήριον μαρτυρίου, ἀδιστάκτῳ καρδίᾳ, ἡ Μάρτυς σου ἐξέπιεν.
Ὦ δάμαλις Χριστοῦ, ὦ θεόδεκτον σφάγιον, ὦ ἄμωμον ἱερεῖον, Ἀθληφόρε Κυρίου, ἱκέτευε σωθῆναι ἡμᾶς.
Φῶς γέγονας φωτί, τῷ μεγάλῳ τρανότερον, ἐγγίζουσα καὶ φωτίζεις, φωτοφόρον τὴν μνήμην, τὴν σὴν τοὺς ἑορτάζοντας.