Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2011

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΗΝ ΜΝΗΜΗΝ ΠΑΝΤΕΣ

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΕΚ ΤΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ, ΣΤΑΧΥΟΣ ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΑ, ΟΥΡΒΑΝΟΥ

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΑΡΤΥΡΙΟΥ ΕΝ ΑΙΜΑΤΙ ΤΗΝ ΣΤΟΛΗΝ

Μαρτυρίου ἐν αἵματι, τὴν στολήν σου Ζηνόβιε, ἐπιχρώσας ἔνδοξε ἀπετέλεσας, ἱερωτέραν ἐν χάριτι· μεθ' ἧς εἰσελήλυθας, ὡς σοφὸς Ἀρχιερεύς, τῶν Ἁγίων εἰς Ἅγια, θῦμα ἄμωμον, διὰ σὲ τῷ τυθέντι καὶ τελεία, προσφορά καθαρωτάτη, ἀνενεχθεὶς ἱερώτατε. Ξεομένου τοῦ σώματος, τῆς ψυχῆς σου τὸ ἔνδοθεν, κάλλος διεδείκνυτο ἀξιάγαστε, Ἱερομάρτυς λαμπρότερον, θεόφρον Ζηνόβιε, Ἱερέων καλλονή, Ἀθλοφόρων τὸ καύχη μα, τῶνθαυμάτων τε, ἡ ἀέναος βρύσις τῶν πνευμάτων, ἀκαθάρτων ὁ διώκτης, καὶ βραβευτὴς τῶν ψυχῶν ἡμῶν. Συναθλεῖν σοι προῄρηται, ἀδελφὰ συμφρονοῦσά σοι, Ζηνοβία πάνσοφε ἡ ὁμαίμων σου· τὰ τῶν λεβήτων γὰρ βράσματα, ἀνδρείως ὑπήνεγκε, τοῦ πυρὸς τὴν ἀπειλήν, καὶ τὸν βίαιον θάνατον· ὅθεν ἔτυχε, μετὰ σοῦ τῶν στεφάνων τῶν τῆς νίκης, καὶ τῆς ἄνω βασιλείας, Ἱερομύστα Ζηνόβιε.

ΑΣΜΑΤΙΚΗΝ ΧΟΡΕΙΑΝ

ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον, ὦ φιλομάρτυρες, ἐπὶ τῇ μνήμῃ τῶν πανευσεβῶν Ἀθλητῶν, Ζηνοβίου καὶ Ζηνοβίας· οὗτοι γὰρ τῆς Τριάδος γεγόνασιν ὑπέρμαχοι, καὶ ἐν σταδίῳ ἀνδρείως, τὸν ἀόρατον ἐχθρόν, ἐν τῷ σεπτῷ αὐτῶν αἵματι ἀπέπνιξαν, καὶ τὸν τῆς νίκης στέφανον ἐνδόξως ἐκομίσαντο· διὸ πρὸς αὐτοὺς ἀναβοήσωμεν· Ζεῦγος ἅγιον Κυρίῳ, εὐλογημένη δυὰς καὶ πεφωτισμένη, τὸν Σωτῆρα πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΑΣΘΕΝΕΙΑ ΒΑΡΕΙΑ ΠΕΡΙΠΕΣΩΝ

Ἀσθενείᾳ βαρείᾳ περιπεσών, καὶ δεινῶς ἐν τοῖς πόνοις κατακαμφθείς, οὐ φέρω τὸν καύσωνα, τῆς δεινῆς ῥᾳθυμίας μου, ἀλλ' ὁ εἰδὼς ἑκάστου, Σωτὴρ τὴν ἀσθένειαν, καὶ ὡς Πατὴρ παιδεύων, τοὺς γνώμῃ σοι πταίσαντας, σὺ με ἀνάστησον· δυνατὸς γὰρ ὑπάρχεις, ἰᾶσθαι νοσήματα, καὶ ψυχῆς καὶ τοῦ σώματος, ἵνα πάντοτε κράζω σοι· Μεγάλα σου τὰ ἔργα Σωτήρ, φοβερά τε ὄντως τὰ θαυμάσια· καὶ γὰρ πιστοὺς λυτροῦσαι, λιταῖς τῆς τεκούσης σε.

ΤΗΝ ΣΟΦΗΝ ΞΥΝΩΡΙΔΑ ΤΩΝ ΑΘΛΗΤΩΝ

Τὴν σοφὴν ξυνωρίδα τῶν   Ἀθλητῶν, εὐφημήσωμεν πίστει μαρτυρικῶς, Ζηνόβιον ἅπαντες, τὸν ἀήττητον Μάρτυρα, Ζηνοβίαν ὡσαύτως, τὸ ζεῦγος τὸ τίμιον, ὡς κρατῆρας θεῖα, προχέοντας νάματα· ὅθεν ἀενάως, καθ' ἑκάστην ἀντλοῦμεν, πιστῶς τὰ ἰάματα, εὐσεβῶς ἀνακράζοντες· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ   Θεῷ, τῶν   πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς   ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΤΟΥΣ ΑΛΗΘΕΙΑΣ ΜΑΡΤΥΡΑΣ, ΚΑΙ ΕΥΣΕΒΕΙΑΣ

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιον ἅμα τῇ σεπτῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας, καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.

ΚΑΙ ΜΕΓΑΝ ΖΗΝΟΒΙΟΝ

Τὸν γενναῖον καὶ μέγαν Ζηνόβιον, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, καὶ σὺν αὐτῷ τὴν παρθένον καὶ ἄσπιλον Ζηνοβίαν· ὑπάρχει γὰρ σύναθλος. Οὗτοι καθεῖλον ἐχθροῦ φρυάγματα, τὴν δὲ πίστιν Χριστοῦ κατετράνωσαν· διὸ περιφανῶς ἐκομίσαντο, οὐρανόθεν ἀξίως παρὰ Θεοῦ, στέφος ἄφθαρτον.

ΖΗΝΟΒΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΖΗΝΟΒΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων. Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην, Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν. Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον, Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου. Ἰουλιανὸς καὶ Μακάριος ξίφει, Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην. Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε, Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας. Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες, Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφ...

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ      Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου.   Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ α...

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΣΤΑΧΥΟΣ, ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΑ, ΟΥΡΒΑΝΟΥ

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ      Μνήμη τῶν Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.   Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν   Ἁγίων Ἀποστόλων ἐκ τῶν   ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμ...

Romfea.gr - Οι πολίτες χειροκροτούν τον Πειραιώς Σεραφείμ

Εικόνα

ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ

Ἄ νωθεν  ἐ φαπλο ῦ σα ,  τ ὴ ν  ἁ γίαν σο ῦ  Σκέπην ,  Παρθένε Θεοτόκε Μαρία ,  σκέπεις κα ὶ  σ ῴ ζεις τ ὸ ν σ ὸ ν λαόν ,  καθ ' ὥ ραν σε  Ἁ γν ὴ ἐ πιβο ώ μενον‧ ν ῦ ν δ ὲ  σου τ ὰ  θαυμάσια ,  ε ὐ γνωμόνως ὑ μνε ῖ  κραυγάζων‧ Χα ῖ ρε το ῦ  κόσμου  ἡ  Σωτηρία Χα ῖ ρε  Ἑ λλάδος  ἡ  προστασία . Χα ῖ ρε τ ῶ ν  Ἀ γγέλων παράδοξον θέαμα Χα ῖ ρε τ ῶ ν  ἀ νθρώπων  ἀ κλόνητον  ἔ ρεισμα . Χα ῖ ρε Μήτηρ  Ἀ ειπάρθενος το ῦ  Παντάνακτος Χριστο ῦ Χα ῖ ρε σκέπη κα ὶ ἀ ντίληψις το ῦ  λαο ῦ  σου το ῦ  πιστο ῦ. Χα ῖ ρε  ὅ τι  ἐ φάνης σκέπουσα τ ὸ  σ ὸ ν  Ἔ θνος Χα ῖ ρε  ὅ τι παρέχεις νίκας τ ῷ  στρατοπέδ ῳ. Χα ῖ ρε πηγ ὴ  πλουσίας χρηστότητος Χα ῖ ρε λαμπ ὰ ς Θεο ῦ ἀ γαθότητος . Χα ῖ ρε δι ' ἧ ς το ὺ ς  ἐ χθρο ὺ ς  ἐ κνικ ῶ μεν Χα ῖ ρε πρ ὸ ς  ἣ ν καθ ' ἑ κ ά στην βο ῶ μεν‧ Χα ῖ ρε Σκέπη...

ΜΥΡΙΖΟΥΣΙΝ ΟΣΙΕ ΤΩΝ ΣΩΝ ΔΟΓΜΑΤΩΝ

Μυρίζουσιν Ὅσιε τῶν σῶν δογμάτων, οἱ λόγοι τῇ χάριτι, τοῦ Πνεύματος λαμπόμενοι· θεότητα μίαν γὰρ σέβων, προσώποις τρισί, Λόγου τε τὴν σάρκωσιν ὑμνῶν, εὐωδιάζεις ἡμᾶς πανόλβιε. Ὁ βίος τῷ λόγῳ σου συνδραμὼν Πάτερ, διπλοῦν σοι τὸν στέφανον, παμμάκαρ προεξένησε· σοφίας γὰρ ὄργανον, Πάτερ πανέντιμε, γέγονας τῷ Κτίστῃ σου βοῶν· Εὐλογημένος καὶ ὑπερένδοξος. Ὁ λόγος σου ἅλατι διηρτυμένος, ὁ βίος σου χάριτι Παμμάκαρ λαμπρυνόμενος, ἐφάνη θεσπέσιε· διὸ τὰς ἄνω μονάς, ᾤκησας γηθόμενος Χριστῷ, σὺν παρρησίᾳ νῦν παριστάμενος.

ΚΑΤΑΦΥΤΕΥΣΑΣ ΑΡΕΤΩΝ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ

Καταφυτεύσας ἀρετῶν τὸν παράδεισον, καὶ καταρδεύσας ταῖς ῥοαῖς τῶν δακρύων, ὡς τῆς ζωῆς Πανένδοξε τοῦ ξύλου τυχών, σῶσον ἱκεσίαις σου, ἐκ φθορᾶς τὴν σήν ποίμνην, ῥῦσαι περιστάσεως τοὺς θερμῶς σε τιμῶντας· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΠΥΡΟΣ ΚΑΤΕΤΟΛΜΗΣΑΝ ΦΩΤΙ

Πυρὸς κατετόλμησαν φωτί, τοῦ θείου Πνεύματος καταλαμπόμενοι, λεβήτων βράσματα, ἔδειξαν ἀνενέργητα, τὴν ἔνθεον ἀναψυχὴν ἐξ οὐρανοῦ οἱ θεῖοι Μάρτυρες, δεδεγμένοι, οὓς ἐπαξίως πιστοὶ ἀνυμνήσωμεν. Ἀγγέλων ἐπέφανε πληθύς, ἐν τῷ σταδίῳ φαιδρῶς παραθαρρύνουσα, ὑμᾶς πανεύφημοι Μάρτυρες, καὶ τῶν πόνων ὑπεξαίρουσα, μεθ' ὧν τῶν Παίδων τὴν ᾠδὴν ἀνεκραυγάζετε. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἐγρήγορον ἔχων πρὸς Θεόν, τὸ ὄμμα Σάρβιλε, τὸ τῆς καρδίας σου, βλεφάρων ἔφερες κέντησιν, διελέγχων τὸν δικάζοντα, τῆς ἀθεΐας τῇ νυκτὶ περικρατούμενον· ὅθεν πάντες, σὲ ὡς ἡμέρας υἱὸν μακαρίζομεν.

ΩΣΠΕΡ ΝΕΦΕΛΗ ΑΓΛΑΩΣ ΕΠΙΣΚΙΑΖΟΥΣΑ

Ὥ σπερ νεφέλη  ἀ γλα ῶ ς  ἐ πισκιάζουσα ,  τ ῆ ς  Ἐ κκλησίας τ ὰ  πληρώματα Πανάχραντε , ἐ ν τ ῇ  πόλει πάλαι  ὤ φθης τ ῇ  Βασιλίδι . Ἀ λλ ' ὡ ς σκέπη το ῦ  λαο ῦ  σου κα ὶ ὑ πέρμαχος , περισκέπασον  ἡ μ ᾶ ς  ἐ κ πάσης θλίψεως ,  το ὺ ς κραυγάζοντας· Χα ῖ ρε Σκέπη  ὁ λόφωτε .

ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ

Τ ῌ  ΑΥΤ ῌ  HMEP ᾼ  ( ΚΗ ') 28 ΟΚΤΩΒΡΙΟΥ Ἀ ν άµ νησιν  ἐ πιτελο ῦµ εν τ ῆ ς  ἁ γίας Σκέπης τ ῆ ς  Ὑ περαγίας Δεσποίνης  ἡµῶ ν Θεοτόκου κα ὶ Ἀ ειπαρθένου Μαρίας * .   Τ ῇ  ΚΗ '  το ῦ  α ὐ το ῦ  μην ὸ ς τ ὴ ν   ἀ νάμνησιν   ἑ ορτάζομεν τ ῆ ς Σκέπης τ ῆ ς   Ὑ περαγίας Δεσποίνης   ἡ μ ῶ ν Θεοτόκου κα ὶ Ἀ ειπαρθένου Μαρίας ,  τ ῆ ς πάντοτε κα ὶ  κατ ' ἐ ξαίρετον τρόπον σκεπούσης τ ὸ  ε ὐ σεβ ὲ ς   ἡ μ ῶ ν   Ἔ θνος , ὡ ς πάλαι   ἔ σκεπε τ ὴ ν Βασιλίδα τ ῶ ν πόλεων . Στίχ .   Σκέπη σου , Ἁ γνή ,  σκέπεις κα ὶ  περιθάλπεις Το ὺ ς πίστει  ἀ φορ ῶ ντας πρ ὸ ς σέ ,  Παρθένε . Μητρ ὸ ς Θεο ῖ ο Σκέπη  Ἑ λλάδα θειόφρονα καλύπτει . Ἀΰ πνου δοξολογίας ποτ ὲ ἐ πιτελουμένης  ἐ ν τ ῇ ἁ γί ᾳ  σορ ῷ,  τ ῇ  o ὔ σ ῃ ἐ ν Βλαχέρναις , ἀ π ῄ ει  ὁ  μακάριος  Ἀ νδρέας  ἐ κε ῖ σε τ ὰ ἐ ξ  ἔ θους ποι ῶ ν‧ παρ ῆ...

ΩΣ ΚΑΘΑΙΡΕΤΗΝ ΤΩΝ ΠΑΘΩΝ

Ὡς καθαιρέτην τῶν παθῶν, καὶ τύπον ὀρθοῦ βίου, ἀλείπτην τε ἀζύγων, κανόνα Μοναζόντων, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ σου Σοφέ, οἱ φοιτηταί σου κράζομεν· Δόξα τῷ σὲ ἀξίως δοξάσαντι, τέρασιν ἀλήκτοις καὶ σημείοις φοβεροῖς, οὐκ ἐν βίῳ μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν Χριστῷ, μὴ ἐλλίπῃς, τοῖς τιμῶσί σε ἀεί, καταπεμφθῆναι λύσιν τῶν πολλῶν καὶ χαλεπῶν ἐγκλημάτων· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ, ΤΕΡΕΝΤΙΟΥ ΚΑΙ ΝΕΟΝΙΛΛΗΣ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΣΑΒΒΑΪΤΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης. Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ. Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἐδειξε καινὸν καὶ τετμημένος τέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα. Εἰρηνικῶς θνῄσκουσιν εἰ...

ΑΘΛΗΣΑΣ ΚΑΛΩΣ

Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΡΩΜΗ ΘΕΟΥ ΑΘΛΗΣΑΣ, ΠΑΜΜΑΚΑΡ

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΟΥ ΚΑΤΕΠΛΑΓΗΣ ΤΩΝ ΕΧΘΡΩΝ

Οὐ κατεπλάγης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐδειλίασας σαρκὸς ἀλγηδόνας, ἀλλ' ἀπτοήτως ἔδραμες πρὸς πάλην Σοφέ, φέρων τὸ ὑπέρμαχον, τοῦ Σταυροῦ θεῖον ὅπλον· ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης Χριστῷ παριστάμενος.

Ο ΜΑΡΤΥΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ

Ὁ Μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΤΗΝ ΕΞ ΑΔΑΜ ΤΟΥ ΓΕΝΟΥΣ

Τὴν ἐξ, Ἀδὰμ τοῦ γένους ἀμορφίαν, ἐπεισαχθεῖσαν βρώματι, κυοφορούμενος Ἰησοῦ, ἐν γαστρὶ τῆς Θεοτόκου, ὑπερφυῶς ἀνέπλασας, τὸ πρῶτον κάλλος δοὺς ἡμῖν.

ΝΕΣΤΟΡ ΑΘΛΗΤΑ ΜΑΚΑΡΙΕ, ΤΗΝ ΠΑΝΟΠΛΙΑΝ ΧΡΙΣΤΟΥ, ΣΕΑΥΤΩ ΠΕΡΙΘΕΜΕΝΟΣ

Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος. Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας. Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ, Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

ΔΕΥΤΕ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ

Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Ἀθλητὴν τὸν μέγαν, καὶ γενναῖον ὁπλίτην, Δημήτριον τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει· Ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε. Τὸν ἀριστέα τὸν θεῖον καὶ μιμητὴν τοῦ Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, τὴν πηγὴν τῶν θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζομενοι σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῇ ἐνδόξῳ αὐτοῦ. Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάσας, τῶν πιστῶν τὰς χορείας, Δημήτριε τρισμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.

ΜΕΓΑΝ ΕΥΡΑΤΟ ΕΝ ΤΟΙΣ ΚΙΝΔΥΝΟΙΣ

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΣΤΟΡΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ      Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΦΡΑΙΝΟΥ ΕΝ ΚΥΡΙΩ ΠΟΛΙΣ

Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Δημήτριον τὸν πανένδοξον ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα σοι. Τῇ τῶν ᾀσμάτων τερπνότητι, τὴν παροῦσαν φαιδρύνωμεν ἡμέραν, καὶ ἠχήσωμεν τὰ τοῦ Μάρτυρος ἀγωνίσματα· πρόκειται γὰρ ἡμῖν εἰς εὐφημίαν ὁ μέγας Δημήτριος. Καὶ γὰρ τὰς τῶν τυράννων ἐπιφορὰς ἀνδρείως ἑλών, πρὸς τὸ στάδιον προθύμως ἥλατο, καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενος, τὸν Σωτῆρα δυσωπεῖ, σωθῆναι τάς ψυχὰς ἡμῶν. Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώπο...