ΠΥΡΟΣ ΚΑΤΕΤΟΛΜΗΣΑΝ ΦΩΤΙ


Πυρὸς κατετόλμησαν φωτί, τοῦ θείου Πνεύματος καταλαμπόμενοι, λεβήτων βράσματα, ἔδειξαν ἀνενέργητα, τὴν ἔνθεον ἀναψυχὴν ἐξ οὐρανοῦ οἱ θεῖοι Μάρτυρες, δεδεγμένοι, οὓς ἐπαξίως πιστοὶ ἀνυμνήσωμεν.

Ἀγγέλων ἐπέφανε πληθύς, ἐν τῷ σταδίῳ φαιδρῶς παραθαρρύνουσα, ὑμᾶς πανεύφημοι Μάρτυρες, καὶ τῶν πόνων ὑπεξαίρουσα, μεθ' ὧν τῶν Παίδων τὴν ᾠδὴν ἀνεκραυγάζετε. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐγρήγορον ἔχων πρὸς Θεόν, τὸ ὄμμα Σάρβιλε, τὸ τῆς καρδίας σου, βλεφάρων ἔφερες κέντησιν, διελέγχων τὸν δικάζοντα, τῆς ἀθεΐας τῇ νυκτὶ περικρατούμενον· ὅθεν πάντες, σὲ ὡς ἡμέρας υἱὸν μακαρίζομεν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ