Αναρτήσεις
Προβολή αναρτήσεων από Ιούνιος, 2022
Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὁ Θεὸς ὁ μέγας καὶ αἰώνιος, ὁ ἅγιος καὶ φιλάνθρωπος, ὁ καταξιώσας ἡμᾶς καὶ ἐν ταύτῃ τῇ ὥρᾳ στῆναι ἐνώπιον τῆς ἀπροσίτου σου δόξης, εἰς ὕμνον καὶ αἶνον τῶν θαυμασίων σου, ἱλάσθητι ἡμῖν τοῖς ἀναξίοις δούλοις σου, καὶ παράσχου χάριν, τοῦ μετὰ συντετριμμένης καρδίας ἀμετεωρίστως προσενεγκεῖν σοι τὴν τρισάγιον δοξολογίαν, καὶ τὴν εὐχαριστίαν τῶν μεγάλων σου δωρεῶν, ὧν ἐποίησας καὶ ποιεῖς πάντοτε εἰς ἡμᾶς. Μνήσθητι, Κύριε, τῆς ἀσθενείας ἡμῶν, καὶ μὴ συναπολέσῃς ἡμᾶς ταῖς ἀνομίαις ἡμῶν, ἀλλὰ ποίησον μέγα ἔλεος μετὰ τῆς ταπεινώσεως ἡμῶν, ἵνα, τὸ τῆς ἁμαρτίας σκότος διαφυγόντες, ἐν ἡμέρᾳ δικαιοσύνης περιπατήσωμεν, καὶ ἐνδυσάμενοι τὰ ὅπλα τοῦ φωτός, ἀνεπιβουλεύτως διατελέσωμεν ἀπὸ πάσης ἐπηρείας τοῦ πονηροῦ, καὶ μετὰ παρρησίας δοξάσωμεν ἐπὶ πᾶσι, σὲ τὸν μόνον ἀληθινόν καὶ φιλάνθρωπον Θεόν. Σὸν γὰρ ὡς ἀληθῶς, καὶ μέγα ὄντως μυστήριον, Δέσποτα τῶν ἁπάντων καὶ ποιητά, ἥ τε πρόσκαιρος λύσις τῶν σῶν κτισμάτων, καὶ ἡ μετὰ ταῦτα συνάφεια, καὶ ἀνάπαυσις ἡ εἰς αἰῶνας. Σοὶ χάριν ἐπὶ πᾶσιν ὁμολογοῦμεν, ἐπὶ...
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα, Θεός, καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα, Θεός, καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν. Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον, εἰς νομὰς χαρισμάτων.
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.
Πεντηκοστή στο Οικουμενικό Πατριαρχείο
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Κυριακή της Πεντηκοστής -Ο Εσπερινός της Γονυκλισίας Jerusalem-Patriarchate
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΑΡΑΚΛΗΣΗ ΣΤΟΝ ΑΓΙΟ ΟΝΟΥΦΡΙΟ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον. Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου. Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου. - Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ, - Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος. - Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ. Στίχοι - Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε, - Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε πατὴρ ἡμῶν νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβὼν· θεραπεύεις τοὺς νοσοῦντας καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ὁ ἄγγελος ἐβόα τῇ κεχαριτωμένῃ· Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ· Χαῖρε· ὁ σὸς υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε. Ὡς Θεὸς συνέτριψας, πύλας ᾍδου Σῶτερ καὶ μοχλούς, καὶ ἀναστὰς ἐκ νεκρῶν, πρὸς τοὺς οὐρανοὺς ἐνδόξως ἀνέδραμες τῶν ταγμάτων τῶν ἀγγελικῶν, Πύλας διάρατε, ἐκβοώντων μετ' ἐκπλήξεως. Σοῦ τὴν θείαν ἄνοδον, θαυμαζόντων θείων Μαθητῶν, ἐπέστησαν ἐμφανῶς, Ἄγγελοι αὐτοῖς, βοῶντες· ὃν βλέπετε ἀνιόντα εἰς τοὺς οὐρανούς, οὗτος ἐλεύσεται, μετὰ δόξης κρῖναι ἅπαντας. Ἣν Χριστὲ δεδώρησαι, πρὸς τὰ ἄνω πάλαι ἀνιών, εἰρήνην σοῖς Μαθηταῖς, ταύτην καὶ ἡμῖν, πλουσίως κατάπεμψον, ἐν ἀγάπῃ, πάντα συγκρατῶν, ὅπως συμφώνως σε, τὸν Σωτῆρα μεγαλύνωμεν.
Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδάμ, κείμενον ἐν τῷ μνήματι. Ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.