Μίαν τρισυπόστατον, ἀνακηρύττων Θεότητα, τὴν πολύθεον θάλασσαν, ἐθνῶν διετάραξας, καὶ γαληνοτάτους, μάκαρ πρὸς λιμένας, τοὺς νηχομένους τῷ βυθῷ, τῆς ἀθεΐας σὺ ἐγκαθώρμισας, ἐντεῦθεν τὴν οὐράνιον, ἀντιμισθίαν ἀπείληφας, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε. Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον. Κρήτης ἐξορμώμενος, καὶ ἐν αὐτῇ ἀφικόμενος, ἀρραγὴς ὡς θεμέλιος, ἐν ᾗ ἐστερέωτο, ὀρθοτάτῃ πίστει, τῇ οἰκοδομίᾳ, ἐπῳκοδόμησε πιστούς, τῆς οὐρανίου θείας δυνάμεως, ὁ Τίτος, ὁ μακάριος, ὁ τῆς πατρίδος πρωτόθρονος, ὁ τοῦ Παύλου συνέκδημος, τῶν πιστῶν ἡ παράκλησις. Ἔστησας ἐν θαλάσσῃ τὸ ὅρμημα, πολυχρόνιος νεκρός, καὶ τὴν τρίβον σου ἐν ὕδασι πολλοῖς, Βαρθολομαῖε πανεύφημε, Ἀνατολῆς ἐξορμώμενος· Δίκαιοι γὰρ εἰς αἰῶνα ζῶσι, προνοίᾳ τοῦ σοῦ Διδασκάλου, Χ...