ΑΝΘΡΑΚΑ ΣΟΙ ΕΔΩΚΕ, ΜΑΡΤΥΣ ΠΥΡΟΣ ΕΙΣ ΒΟΗΘΕΙΑΝ

Ἄνθρακὰ σοι ἔδωκε, Μάρτυς πυρὸς εἰς βοήθειαν, ὁ Δεσπότης καὶ Κύριος, ὑφ' οὗ πυρακτούμενος, τὸ γεῶδες σκῆνος, θᾶττον ἐξεδύσω, καὶ τὴν ἀθάνατον ζωήν, καὶ βασιλείαν ἐκληρονόμησας· διό σου τὴν χαρμόσυνον, χαρμονικῶς ἑορτάζομεν, ἑορτὴν παμμακάριστε στεφηφόρε Λαυρέντιε.
Ἄνθρακας ἐμάρανας, πλάνας εἰδώλων μακάριε, ἐπ' ἀνθράκων ὀπτώμενος, ὑφ' ὧν λεπτυνόμενος, τὸ παχὺ σαρκίον, ὡς βαρὺ φορτίον, ἀπετινάξω καὶ τὸν χοῦν, τῆς τῶν προγόνων ἡμῶν νεκρώσεως· ἐντεῦθεν ἀκατάσβεστος, ἄνθραξ ἡμῖν ἐχρημάτισας, καταυγάζων φαιδρότητι, τοὺς τιμῶντας τὴν μνήμην σου.
Ἄνθρακι ἀνήφθησαν, ἀπὸ Θεοῦ οἷα φαίνοντες, οἱ ἀήττητοι Μάρτυρες, τῇ αἴγλῃ τοῦ Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, καὶ τῆς ἀθεΐας, καταδιώκοντες θερμῶς, καὶ εὐσεβείας πυρσὸν ἀνάπτοντες, ἐν οἷς καὶ ὁ Λαυρέντιος, ὁ ἀληθὴς καὶ σεβάσμιος, τοῦ Σωτῆρος διάκονος, διαπρέπει τοῖς θαύμασιν.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ