Αναρτήσεις

Προβολή αναρτήσεων από Δεκέμβριος, 2021

Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

 «Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ». Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει, Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου, Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον. Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον, Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων, ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα, Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου. Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην, Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου, Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν· Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων, Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Η Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.

 Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Η Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Στίχοι Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος, Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις. Μολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω. Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου. Στίχοι Ἥκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε, Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ. Στίχοι Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ, Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων. Στίχοι Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον, Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος. Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου. Στίχοι Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ, Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε. Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

 Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη,  Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

Καλά Χριστούγεννα και Ευλογημένο το νέο έτος 2022

Εικόνα
Λίγο πριν την αυγή του 2022, παραμονές Χριστουγέννων 2021 σας ευχόμαστε οι καρδίες να εξελιχθουν σε Αγία Φάτνη και το Θείο Βρέφος να δίνει την Ευλογία Του και το βηματισμό στις ζωές σας. Το Δωδεκαήμερο που έρχεται χαρίστε στους εχθρούς σας συγχώρεση, στους αντιπάλους σας ανοχή, στους φίλους σας την καρδιά σας, σε όλους φιλανθρωπία, στα παιδιά σας το Καλό Παράδειγμα και στο εαυτό ο καθείς τον σεβασμό. Μην ξεχνάτε ότι τις Γιορτές για να τις ζήσουμε πρέπει να έχουμε το νου μας στις Άγιες Ημέρες και όχι στις δουλειές που έχουμε να κάνουμε για τις Αγιες Ημέρες. Αποφύγετε στο βαθμό που είναι εφικτό τον καταιγισμό σας δια τηλεοράσεων και άλλων συναφών ΜΜΕ με τα γνωστά θέματα της επικαιρότητας που έχουν γίνει πλέον ψυχοφθόρα και η ενασχόληση με αυτά δεν οδηγεί στη σωτηρία κανενός. Να θυμόσαστε ότι το πιο όμορφο μέρος των Ειδήσεων που προβάλλονται είναι ο ΚΑΙΡΟΣ. Μέχρι εκείνη τη στιγμή να έχετε σε χαμηλή ένταση τη τηλεόραση ίσα ίσα που να βλέπετε τους τίτλους. Μόλις αρχίζει το Δελτίο Καιρου μπο...

Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στερρῶς ἐνήθλησας.

 Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ· ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα. Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στερρῶς ἐνήθλησας. Ῥοαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.

Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν

 Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι,  πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου.

 Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Ἐλευθερίου. Στίχοι Ἐλευθέριος, ὡς ἀδουλόνους φύσει, Σπάθας θεωρῶν, οὐκ ἐδουλοῦτο πλάνῃ. Δῖον Ἐλευθέριον δεκάτῃ πέφνε φάσγανα πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθία, ἡ μήτηρ τοῦ Ἁγίου Ἐλευθερίου, περιχυθεῖσα τῷ τοῦ υἱοῦ νεκρῷ, ξίφει τελειοῦται. Στίχοι Δίδωσι μήτηρ νεκρικὸν κόσμον τέκνῳ, Αὐτὴ ἑαυτὴν συγκεκομμένην σπάθαις. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κορέμμων ὁ Ἔπαρχος, πιστεύσας τῷ Χριστῷ καὶ βαπτισθεὶς ξίφει τελειοῦται. Στίχοι Ἀθλήσεως οὐκ εἶχε Κορέμμων κόρον, Ἕως ἐτμήθη τὸν αὐχένα τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ οἱ δύο Δήμιοι οἱ πιστεύσαντες τῷ Χριστῷ ξίφει τελειοῦνται. Στίχοι Θεὸν σε γνόντας Δημίους δύω Σῶτερ, Ἄλλοι κατακτείνουσι δήμιοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῆς Ἁγίας Ὁσιομάρτυρος Σωσσάνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐλευθερίου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου). Στίχοι Ἐλευθέριος οὐχ ὑπέπτηξε ξίφος. Ἐλευθέριον γὰρ εἶχε νοῦν παντὸς φόβου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάκχου τοῦ νέου. Στίχοι Μὴ δεύτερόν τις, μηδὲ...

Η ὅρασις τῶν θηρίων

ΙΓ´\ΚΑΙ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον, ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημίας. 2 καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει, καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος. καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ καὶ ἐξουσίαν μεγάλην· – 3 καὶ μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡς ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. 4 καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ λέγοντες· τίς ὅμοιος τῷ θηρίῳ; τίς δύναται πολεμῆσαι μετ᾿ αὐτοῦ; 5 καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν· καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαράκοντα δύο. 6 καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεόν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7 καὶ ἐδόθη αὐτῷ πόλεμον ποιῆσαι μετὰ τ...

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου.

 Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παταπίου. Στίχοι Φθαρτὸν λελοιπὼς Πατάπιε γῆς πὰτον, Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες. Ὀγδοάτῃ Πατάπιε χλόης πέδον ἀμφεπάτησας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σωσθένους, Ἀπολλώ, Κηφᾶ, Τυχικοῦ, Ἐπαφροδίτου, Καίσαρος, καὶ Ὀνησιφόρου. Στίχοι Ἀποστόλους σήμερον ἑπτὰ γεραίρω, Ὡς γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἐπισκόπου Κύπρου. Στίχοι Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος, Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης. Ταῖς αὐτῶν Ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.