Τεμὼν μαχαίρᾳ τῶν θείων λόγων σου, τὴν κεφαλὴν τοῦ ψεύδους Ἐλευθέριε Ὅσιε, τοῦ Χριστοῦ παρέσχες τὰ νικητήρια, πίστει καὶ ἀληθείᾳ· ὅθεν τιμῶμέν σε, ὡς τροπαιοφόρον οἱ πιστοί, καὶ θεῖον κήρυκα.
Ἐκ γῆς ἀπάρας σοφὲ τὸ φρόνημα, τὸ τῆς ψυχῆς πρὸς μόνην τοῦ Δεσπότου τὴν ἔφεσιν, τοῦτο νοητῶς Πάτερ ἀνύψωσας· ὅθεν σαρκὸς ἠρνήσω, πᾶσαν εὐπάθειαν, καὶ ἐγκαρτερῶν ἐν τοῖς δεινοῖς, στερρῶς ἐνήθλησας.
Ῥοαῖς αἱμάτων τῆς σῆς ἀθλήσεως, τὴν ἱερὰν κοσμήσας σου στολὴν Ἱερώτατε, εἰς ἐπουράνιον σκηνὴν τοῦ Χριστοῦ, μετὰ τέλος εἰσέδυς τοῦ μαρτυρίου σου, ἔνθα μνημονεύοις καὶ ἡμῶν, τῶν εὐφημούντων σε.