Αναρτήσεις

Προβολή αναρτήσεων από Νοέμβριος, 2019

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον

Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, ἑορτὴν εὐφρόσυνον, ἐν τῇ σῇ μνήμῃ καὶ πιστῶς, ἀνευφημοῦσα κραυγάζει σοι· Στέφανε θεῖε, ὁσίων τὸ καυχημα.

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσαντο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἐμηνύθη σοι τὸ τέλος τὸ μακάριον, παντουργικῷ βουλήματι· ὅθεν πλείονι ἐπιδοὺς ἀσκήσει σεαυτόν, ἐκ δόξης εἰς δόξαν προχωρεῖς, ἀποκτανθεὶς διὰ Χριστόν, τόν ἐπὶ πάντων Θεόν. Φερωνύμως τῷ πρωτάθλῳ συνδεδόξασαι· καὶ γὰρ λιθολευστούμενος, καὶ συρόμενος καὶ τυπτόμενος ἀνηλεῶς, αἱμάτων ἐπλήρωσας τὴν γῆν, καὶ τὴν ψυχήν σου τῷ Θεῷ, χαίρων παρέδωκας. Ἐν πλατείαις μάρτυς Στέφανε συρόμενος, ἀνηλεῶς τῆς πόλεως, ἐξωμάλισας μαρτυρίου τρίβον τοῖς πιστοῖς, ἐν ᾗ ἐπιβαίνοντες στερρῶς, πρὸς τὴν οὐράνιον σαφῶς, πόλιν κατήντησαν.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου τοῦ Νέου. Στίχοι Πληγεὶς νέε Στέφανε τὴν κάραν ξύλῳ, Εὗρες πρεπόντως οὐχὶ γηράσκον στέφος. Εἰκάδι ὀγδοάτῃ Στεφάνου Νέου κράτα θραῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται. Στίχοι Ἐκ γῆς ἐπλάσθην, γῆ με δὴ καὶ κτεινάτω. Πλάστου γὰρ αὐτῆς Ἀνδρέας τιμῶ τύπους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται. Στίχοι Ἂν εἰκόνων τύπτωσι τὸν Πέτρον χάριν, Εὕρωσιν αὐτὸν πέτρινον τῷ σαρκίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἄννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ Ἁγίου Στεφάνου, τελειοῦται. Στίχοι Μάστιξιν Ἄνναν εὐτόνως τετυμμένην, Ἔδειξε Χριστὸς εὐπρεπῶς ἐστεμμένην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ Ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων. Στίχοι Τιμῶντες εἰκόνισμα σαρκός σου Λόγε, θνῄσκουσιν οἱ ἅγιοι βίαιον μόρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ...

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν. Δορυφορείτωσαν, σήμερον τὰ σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις. Ὁ τοῦ γράμματος, παρέδραμεν ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη. Ὑποτέτακται, τῷ τόκῳ σου Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων,

Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος,

Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. Στίχοι Ἔνδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη, Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων. Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι

Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι·διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.

Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου. Στίχοι Ξίφος τελειοῖ Σαμωνᾶν καὶ Γουρίαν, Καὶ φλὸξ Ἄβιβον, οἷς χαρὰ φλὸξ καὶ ξίφος. Πῦρ πέμπτῃ δεκάτῃ, Ἄβιβον πέφνε, χαλκὸς ἑτάρους. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυντιριανοῦ, Ἐπισκόπου Σελευκείας, καὶ μνήμη τῶν εὐσεβῶν βασιλέων, Ἰουστίνου καὶ Θεοδώρας, καὶ τοῦ Ἁγίου Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ νέου. Στίχοι Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην, Ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐλπιδίου, Μαρκέλλου, Εὐστοχίου, καὶ τῶν σὺν αὐτοῖς. Στίχοι Πῦρ, Ἐλπίδιε, σὺν δυσὶ στέγειν φίλοις, Ἡ τῶν ἐπάθλων ἐλπὶς ἠρέθιζέ σε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δημητρίου. Στίχοι Ὁ Δημήτριος, χειρὶ τμηθεὶς δημίου, Δήμοις ἀθλητῶν συγχορεύει Κυρίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῷ καιρῷ ἐκείνῳ, ἰδόντες οἱ ἄνθρωποι

Τῷ καιρῷ ἐκείνῳ, ἰδόντες οἱ ἄνθρωποι ὃ ἐποίησε σημεῖον ὁ Ἰησοῦς, ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον. 15Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν αὐτὸν βασιλέα, ἀνεχώρησε πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος. 16Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν, 17καὶ ἐμβάντες εἰς τὸ πλοῖον ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καπερναούμ. καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὐκ ἐληλύθει πρὸς αὐτοὺς ὁ Ἰησοῦς, 18ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο. 19ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωροῦσι τὸν Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν. 20ὁ δὲ λέγει αὐτοῖς· Ἐγώ εἰμι· μὴ φοβεῖσθε. 21ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως τὸ πλοῖον ἐγένετο ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον. 22Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἓν ἐκεῖνο εἰς ὃς ἐνέβησαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ὅτι οὐ συνεισῆλθε τοῖς μαθηταῖς αὐτοῦ ὁ Ἰησοῦς ...

Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ,

Ὑπεραγία Παρθένε, δέησιν νῦν τῷ Υἱῷ σου, ὑπὲρ ἡμῶν σὺν Φιλίππῳ, τῷ θείῳ καὶ θεηγόρῳ, προσφέρουσα ἐκ παντοίων, κακῶν περίσῳζε πάντας.

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας,

Δρόμον ὡραίων σου ποδῶν, Φίλιππε ἀναστρέψας, πορείαν τὴν οὐράνιον, ἀνελήλυθας χαίρων, καὶ τῇ Τριάδι παρεστώς, ἐν Πατρὶ τεθέασαι, Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων,

«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, στέρνοις κητῴοις Ἰωνᾶς· σοῦ γὰρ τὸν τύπον φέρων, τοῦ παθόντος, καὶ ταφῇ δοθέντος, ὡς ἐκ θαλάμου τοῦ θηρὸς ἀνέθορε, προσεφώνει δὲ τῇ κουστωδίᾳ· Οἱ φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατελίπετε». Νεμομένην, καὶ λυμαινομένην, βλέπων τὴν πλάνην τοῦ ἐχθροῦ, τὸ τῶν ἀνθρώπων γένος, τὰ σὰ βέλη τὰ ἠκονημένα, τοὺς Ἀποστόλους τείνας ἐξαπέστειλας, καὶ διήνοιξας θώρακος πτύξιν, Χριστὲ τοῦ δράκοντος, ἅπαντας τῆς αὐτοῦ, λύμης καὶ φθορᾶς Σῶτερ ἰώμενος. Ὑπερτέρῳ, φέγγει καταλάμπων, ὤφθης καθάπερ ἀστραπῇ, τῇ οἰκουμένῃ φαίνων, καὶ ὡς ὄρος γλυκασμὸν σταλάζων, ὡς Θεοῦ δρόσος οὐρανόθεν πίπτουσα, ὡς Ἀπόστολος ἐκλελεγμένος, τὴν δωδεκάριθμον, φάλαγγα συμπληρῶν, τὴν τῶν Μαθητῶν Χριστοῦ Πανόλβιε. Μυηθείς σου, τὸ τοῦ μυστηρίου, βάθος ὁ θεῖος Μαθητής, ὡς ποταμὸν εἰρήνης, ἐπιβλύζοντα τρυφῆς χειμάρρουν, ὡς ἐπικλύζον κῦμα δόξαν ἔθνεσι, σὲ ἐκήρυξε μεγαλοφώνως, καὶ τὴν σὴν ἔνδοξον, κένωσιν Ἀγαθέ, τὴν ὑπὲρ ἡμῶν εὐηγγελίσατο.

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστολου Φιλίππου, ἑνὸς τῆς πρώτης χορείας τῶν δώδεκα. Στίχοι Ἀρθεὶς Φίλιππος ἐκ ποδῶν ἐπὶ ξύλου, Τὰ τῶν ποδῶν σοι νίπτρα Σῶτερ ἐκτίνει. Ἤρθης κἀκκεφαλῆς δεκάτῃ Φίλιππε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Κωνσταντίνου τοῦ ἐξ' Ὕδρας, τοῦ ἀθλήσαντος ἐν ἔτει 1800 ἐν τῇ νήσῳ τῆς Ῥόδου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Χρηστότητος ἄβυσσον, καὶ εὐσπλαγχνίας μεμυημένος Θεοῦ, ἐγγυώμενος ὤφθης,

Χρηστότητος ἄβυσσον, καὶ εὐσπλαγχνίας μεμυημένος Θεοῦ, ἐγγυώμενος ὤφθης, τὴν σωτηρίαν μετανοοῦσι θερμῶς, καὶ ὁλοψύχως Κυρίῳ κραυγάζουσι· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ῥυθμίζεις Χρυσόστομε, ταῖς διδαχαῖς σου πᾶσαν διάνοιαν, καὶ ψυχῶν θεραπεύεις, τὰς ἀρρωστίας ὡς συμπαθέστατος, καὶ εὐδρομοῦσι συμψάλλεις γηθόμενος· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὑψώθης γενόμενος, ἐκλελεγμένος ὅσιος ἄκακος, ἱερεὺς τοῦ Ὑψίστου, δικαιοσύνην ἐνδεδυμένος λαμπρῶς, καὶ εὐφροσύνῃ κραυγάζων Πανόλβιε· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων,

Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων, πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα,

Τῷ τῶν ὅλων Ποιητῇ κλίνω τὸ γόνυ, τῷ προαιωνίῳ Λόγῳ χεῖρας ἐκτείνω, λόγου ζητῶν χάρισμα, ἵνα ὑμνήσω τὸν Ὅσιον, ὃν αὐτὸς ἐμεγάλυνε· φησὶ γὰρ τῷ Προφήτῃ, ὁ ζῶν εἰς τοὺς αἰῶνας, Δοξάζω τοὺς ἐν πίστει δοξάζοντάς με· Ὁ οὖν ἐν τοῖς πάλαι τὸν Σαμουὴλ ἀνυψώσας, ἐδόξασε νῦν τὸν Ἱεράρχην· τὸ τάλαντον γὰρ ὃ ἐπιστεύθη, καλῶς ἐμπορευσάμενος, τῷ Βασιλεῖ προσήγαγε· διὸ καὶ ὑπερύψωσεν αὐτὸν ὁ ὑπερούσιος. Τούτου χάριν αἰτῶ ὁ ἀνάξιος ἐγὼ λόγον δοθῆναί μοι, ἵνα ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι αὐτόν. Τῶν περάτων γὰρ ὑπάρχει καθηγητής, ὡς τὰ θεῖα σαφῶν.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου. Στίχοι Μύσας ὁ χρυσοῦς Ἰωάννης τὸ στόμα, Ἀφῆκεν ἡμῖν ἄλλο τὰς βίβλους στόμα. Ἀμφὶ τρίτην δεκάτην σίγησεν χρύσεα χείλη. Ταῖς τοῦ Χρυσορρήμονος πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Δαμασκηνοῦ Κωνσταντινουπολίτου καὶ ἐν Κων / πόλει κατὰ τὸ 1681 μαρτυρήσαντος.

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης,

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν Μητέρα, εἰδότες Θεοτόκον, εὐχαρίστως κραυγάζομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων τῷ Δεσπότῃ, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητός εἶ.

Καταρδόμενος Πάτερ, ὑετοῖς οὐρανίοις ὤφθης πολύφορος, καρποὺς ὡραιοτάτους, προσάγων τῷ Δεσπότῃ, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητός εἶ. Ἡ σὴ Παμμάκαρ γλῶσσα, καταρράκτας δογμάτων, ἀναπετάσσασα, αἱρέσεως τὴν πλάνην, συντόμως κατακλύζει, τοὺς πιστοὺς ἐκδιδάσκουσα· Ὁ τῶν Πατέρων βοᾶν, Θεὸς εὐλογητός εἶ. Πολιτείαν Ἀγγέλων, μετὰ σώματος Πάτερ, ἐν γῇ ἐβίωσας, καὶ θείαις θεωρίαις, τῶν ἄνω θεαμάτων, ἐνετρύφας καὶ ἔψαλλες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος.

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος. Στίχοι Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας, Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει! ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ. Στίχοι Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν. Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας. Στίχοι Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε. Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά. Στίχοι Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι, Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης. Στίχοι Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος, Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ τῶν σὺν αὐτῷ. Στίχοι Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον. Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους. Ὁ Ὅσιος Νεῖ...

Ἰκρίῳ σοφὲ καρτερικῶς τεινόμενος, καὶ λαμπάσι φλογιζόμενος,

Ἰκρίῳ σοφὲ καρτερικῶς τεινόμενος, καὶ λαμπάσι φλογιζόμενος, δρόμον οὐράνιον ἐδέξω, χειρὶ ἀγγελικῇ Μάρτυς Νίκανδρε, τοὺς φλέγοντας νεκροὺς δὲ ἀπέδειξας· Ταῖς ζωηφόροις σου ἐντεύξεσιν. Ὡράθητε θέαμα φρικτὸν γυμνούμενοι, καὶ ἀλόγοις συνδεσμούμενοι, καὶ ἐπὶ πλεῖστον Ἀθλοφόροι, συρόμενοι καὶ σῶοι δεικνύμενοι, πυρὶ προσομιλοῦντες καὶ ἄφλεκτοι, Πνεύματι θείῳ συντηρούμενοι. Σήμερον τῶν Μύρων ἱερὰ μητρόπολις, ἑορτάζει πόλιν ἅπασαν, πρὸς εὐωχίαν συγκαλοῦσα, ἐν τῇ μνήμῃ ὑμῶν ταύτῃ Πανεύφημοι, ἐν ᾗ τὴν ἱερὰν ὑμῶν ἄθλησιν, μεγαλοφρόνως ἐτελέσατε. Ἠνοίγη ὑμῖν ὁ οὐρανὸς καὶ Ἄγγελοι, τῇ ἀνόδῳ ἐπεκρότησαν, τάξεις Ἁγίων καὶ Δικαίων, ηὐφράνθησαν, ἐσκίρτησαν Μάρτυρες, μεθ' ὧν κατασκηνώσαντες μνήσθητε, τῶν μεμνημένων ἡμῶν Ἅγιοι.

Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων, Παμμάκαρ,

Ἤστραψεν ἐν τῷ κόσμῳ ὁ θεόληπτος βίος τῶν σῶν κατορθωμάτων, Παμμάκαρ, καὶ ἀπήλασε πᾶσαν ἀχλὺν ψυχικῶν παθημάτων, καὶ φῶς ἄϋλον κατηύγασε, τοῖς πίστει σοὶ καὶ πόθῳ ἐκβοῶσι ταῦτα. Χαίροις, τερπνὸν Μοναζόντων κλέος, χαίροις, φωστὴρ διαυγὴς τοῦ κόσμου. Χαίροις, τῶν νοσούντων ταχεῖα παράκλησις, χαίροις, εὐρωστούντων ἀκλόνητον ἔρεισμα. Χαίροις, ὅτι τὴν ἐπίγειον ἀπεβάλου στρατιάν, χαίροις, ὅτι τὰ οὐράνια ἀντηλλάξω τῶν φθαρτῶν. Χαίροις, τῶν θείων ὄντως ἀρετῶν ὁ ταμίας, χαίροις τῶν ἀπορρήτων αὐτουργὸς θαυμασίων. Χαίροις, παθῶν παντοίων καθαίρεσις, χαίροις, ἡμῶν προστάτης θερμότατος. Χαίροις, παντὸς ἑτοιμότατος ῥύστης, χαίροις, παντὸς καταφύγιον κόσμου. Χαίροις, Πάτερ Ἰωαννίκιε.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου τοῦ μεγάλου, τοῦ ἐν τῷ Ὀλύμπῳ. Στίχοι Τὸν Ἰωαννίκιον ἐκ γῆς λαμβάνει Ὁ τῷ λόγῳ γῆν τοῦ Θεοῦ πήξας Λόγος. Σῆμά σοι ἔν γε τετάρτῃ Ἰωαννίκιε χεῦσαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Νικάνδρου Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου, χειροτονηθέντων παρὰ τοῦ Ἁγίου Ἀποστόλου Τίτου. Στίχοι Χριστὸν ποθοῦντας ζῶντας Μάρτυρας δύω, Καὶ ζῶντας ἐνθάπτουσι πικρῶς τῷ τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πορφυρίου. Στίχοι Ὁ Πορφύριος εὐστόλιστος ἐκ ξίφους, Λαμπρὰν στολισθεὶς πορφύραν ἐξ αἱμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις εἰς τὸν θρῆνον τοῦ Προφήτου Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ, καὶ εἰς τὴν ἅλωσιν ταύτης, καὶ περὶ τῆς ἐκστάσεως Ἀβιμέλεχ. Μνήμη τοῦ ἁγίου καὶ εὐσεβάστου βασιλέως, Ἰωάννου τοῦ Βατάτζη, τοῦ καὶ Ἐλεήμονος ἐπικληθέντος. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

Φωτογραφίες από την εορτή του Αγιού Γεωργίου του Νεαπολίτη

Εικόνα
https://photos.app.goo.gl/vmQDYekj9xusRepC9