Ἰκρίῳ σοφὲ καρτερικῶς τεινόμενος, καὶ λαμπάσι φλογιζόμενος,

Ἰκρίῳ σοφὲ καρτερικῶς τεινόμενος, καὶ λαμπάσι φλογιζόμενος, δρόμον οὐράνιον ἐδέξω, χειρὶ ἀγγελικῇ Μάρτυς Νίκανδρε, τοὺς φλέγοντας νεκροὺς δὲ ἀπέδειξας· Ταῖς ζωηφόροις σου ἐντεύξεσιν.

Ὡράθητε θέαμα φρικτὸν γυμνούμενοι, καὶ ἀλόγοις συνδεσμούμενοι, καὶ ἐπὶ πλεῖστον Ἀθλοφόροι, συρόμενοι καὶ σῶοι δεικνύμενοι, πυρὶ προσομιλοῦντες καὶ ἄφλεκτοι, Πνεύματι θείῳ συντηρούμενοι.

Σήμερον τῶν Μύρων ἱερὰ μητρόπολις, ἑορτάζει πόλιν ἅπασαν, πρὸς εὐωχίαν συγκαλοῦσα, ἐν τῇ μνήμῃ ὑμῶν ταύτῃ Πανεύφημοι, ἐν ᾗ τὴν ἱερὰν ὑμῶν ἄθλησιν, μεγαλοφρόνως ἐτελέσατε.

Ἠνοίγη ὑμῖν ὁ οὐρανὸς καὶ Ἄγγελοι, τῇ ἀνόδῳ ἐπεκρότησαν, τάξεις Ἁγίων καὶ Δικαίων, ηὐφράνθησαν, ἐσκίρτησαν Μάρτυρες, μεθ' ὧν κατασκηνώσαντες μνήσθητε, τῶν μεμνημένων ἡμῶν Ἅγιοι.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ