Αναρτήσεις

Προβολή αναρτήσεων από Δεκέμβριος, 2019

Ἡ τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος

Ἡ τοῦ Θεοῦ σοφία, οἰκοδομεῖ τὸν ἑαυτῆς, οἶκον ἐκ στείρας νηδύος, τὴν Θεοτόκον Μαριάμ, ἣν μακαρίσωμεν πᾶσαι, αἱ γενεαὶ κατὰ χρέος.

Κροτείτωσαν σήμερον, τῶν Προφητῶν οἱ πρόκριτοι

Κροτείτωσαν σήμερον, τῶν Προφητῶν οἱ πρόκριτοι· ἰδοὺ γὰρ αἱ προρρήσεις, αὐτῶν τῆς χάριτος, ἄρχονται πληροῦσθαι ἀξίως, ἐν τῇ σεπτῇ, Συλλήψει τῆς μόνης, ἁγνῆς Θεομήτορος, ἐν ῇ πάντες ἀγαλλόμεθα. Ὁ θρόνος ὁ ἔνδοξος, προτίθεται τοῦ Κτίσαντος, ἡ σωτήριος Πύλη, νῦν εὐτρεπίζεται, μόνῳ τῷ Δεσπότῃ καὶ Κτίστῃ, διαβατὴ μόνῳ τηρουμένη, δι' ἧς εἰσαγόμεθα, εἰς ζωὴν τὴν ἀτελεύτητον. Ῥημάτων δεήσεως, Ἰωακεὶμ σὺν Ἄννῃ βοᾷ, σὺ ἐπήκουσας μόνος, ὁ Ποιητὴς καὶ Θεός, καὶ τῆς ἀτεκνίας τὴν λύσιν, σὺ παρασχών, ῥίζαν ἀφθαρσίας, ἐδωρήσω Κύριε, καὶ ἡμῖν τοῖς σὲ δοξάζουσιν. Ἡ κλῖμαξ στηρίζεται, δι' ἧς ὁ Κτίστης Κύριος, καταβὰς ἀνελκύσει, ἄνω τὴν φύσιν ἡμῶν· Χαίροις οὐρανὲ σὺν Ἀγγέλοις, χαῖρε Θεοῦ, ἡ σύμπασα κτίσις, χαίροις τὸ ἀνθρώπινον γένος, χάριτι θεούμενον.

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Σήμερον χιτῶνα νοητόν, ὑφαντὸν ἄνωθεν, ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, νύμφη ὥς περ ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ, πρὸς εὐφροσύνην λαούς· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον. Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, Σκηνὴν ἁγίαν τὴν φέρουσαν, κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Πατρὸς ἐξ ἀνάρχου τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, μίαν θεότητα, τελείαν ἄναρχον ἄκτιστον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισί, σέβοντες ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου. Στίχοι Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις. Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις. Τῇ δ' ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Προφήτιδος Ἄννης, τῆς μητρὸς Σαμουηλ τοῦ Προφήτου. Στίχοι Τὶ σοι ἐπαινέσειεν, Ἄννα, τις πλέον; Τὸ καρτερόφρον ἢ τὸ τῆς εὐτεκνίας; Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ Ἁγίῳ Ἀντίπα κειμένου. Στίχοι Ἐξήγαγες γῆς τὸν στέφανον καὶ βίου· Στέφει δὲ δόξης ἐστεφάνωσας Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σωσιθέου, Ναρσοῦ καὶ Ἰσαάκ, διὰ ξίφους τελειωθέντων. Στίχοι Σωσίθεον σωθεῖσιν ἐγγράφει λόγος, Ὑπὲρ Θεοῦ σῴζοντος ἐκτετμημένον. Πέρσης κάραν σοι, Χριστέ, Ναρσῆς προσφέρει, Κρεῖττόν γε δῶρον σμυρνοχρυσολιβάνου. Πάθους τὸ λεῖπον Ἰσαὰκ Σάρρας τέκνου, Σφαγεὶς ἀνεπλήρωσεν Ἰσαὰκ νέος. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τὶ σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἢ Δαυΐδ τὸν μελῳδόν....

Τὶ σε ὀνομάσωμεν Ἅγιε; θεολόγον Ἰωάννην, ἢ Δαυΐδ τὸν μελῳδόν, πνευματέμφορον Κινύραν, ἢ Αὐλὸν ποιμενικόν; γλυκαίνεις ἀκοὴν γὰρ καὶ διάνοιαν, εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα, καὶ μελιρρύτοις σοῖς φθέγμασι, καταγλαΐζεις τὰ πέρατα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκορρῆμον, φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς τὸν γνόφον τὸν τοῦ Πνεύματος, τοῦ θείου ἐμυήθης τὰ ἀπόρρητα, ὡς Μωϋσῆς διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς Τὶ σε ὀνομάσω Ἀοίδιμε; λαμπαδοῦχον φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν ἢ θεωρόν, τῶν Μυστηρίων τοῦ Θεοῦ; ἀστέρα Ἐκκλησίας ἀγλαΐζοντα; Λυχνίαν τοὺς ἐν σκότει καταλάμπουσαν, ἢ ὄργανον εὐηχέστατον, σάλπιγγα καλλικέλαδον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

....Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν...

Ὅτε ἐν σταδίῳ τῷ φρικτῷ, Ἰουλιανὴ διεσκόπει ἡ παμμακάριστος, Μάρτυρα τὴν ἔνδοξον, Βαρβάραν μάστιξιν, ἐναθλοῦσαν βασάνοις τε, ποικίλοις τὸ σῶμα, ἄπαν συγκοπτόμενον, θερμοῖς τοῖς δάκρυσι, Λόγε τοῦ Θεοῦ ἀνεβόα· Ταύτης κοινωνὸν με γενέσθαι, ἄρτι καταξίωσον φιλάνθρωπε. Μίαν ἡ Βαρβάρα ἀληθῶς, Ἰουλιανή τε τὴν γνώμην, πρὸς τὴν εὐσέβειαν, ἔχουσαι αἱ ἅγιαι κατηγωνίσαντο, τοῦ ἐχθροῦ, καὶ νικήσασαι, αὐτὸν κατὰ κράτος, δόξης ἠξιώθησαν, παρὰ Χριστοῦ τοῦ Θεοῦ· ὅθεν λοιμικῶν παθημάτων, λώβην ἀφανίζουσαι πᾶσι, τοῖς πιστοῖς παρέχουσιν ἰάματα. Ὅτε ἀπεφάνθη κατὰ σοῦ, Μάρτυς σεμνοτάτη Βαρβάρα, ὁ γλυκὺς θάνατος, χαίρουσα καὶ σπεύδουσα, τὸν δρόμον ἤνυσας, ἀσεβοῦς δὲ γεννήτορος, χερσὶ παρανόμοις, τέθυσαι καὶ κάρπωμα, Θεῷ προσήνεξαι· ὅθεν, ταῖς φρονίμοις Παρθένοις, ὄντως συγχορεύουσα βλέπεις, Χριστοῦ τοῦ νυμφίου σου τὴν ἔλλαμψιν.

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν·

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε

Ἀθλητικὴν ὁδεύσασα ὁδόν, προγονικὴν ἐξέφυγες βουλήν, Βαρβάρα πανσεβάσμιε, καὶ ὡς μὲν Παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, ὡς δὲ Μάρτυς ἀνδρεία, χάριν ἔλαβες ἰατρεύειν, τῆς σαρκὸς σαθρὰν λύμην. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐκλύτρωσαι, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε,

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ δεξαμένη, Βαρβάρα παναοίδιμε, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει προστρεχόντων σοι, τὸν Θεὸν δοξάζουσα, τὸν ἐπὶ πάντων Δεσπότην, ῥῦσαι πάντας κινδύνων, λοιμικῆς ἀσθενείας, καὶ ψυχικῶν νοσημάτων.

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον». Ὤφθη σοι Χριστός, φωτὶ ἐν ἀπροσίτῳ, ἐγκαθειργμένη ὦ Βαρβάρα, φρουρᾷ, θαρρεῖν προτρεπόμενος, καὶ τοὺς μώλωπας ἰώμενος, καὶ χαρμονὴν δωρούμενος· ὅθεν ἀνεπτερώθης, τοῦ σοῦ Νυμφίου τῷ ἔρωτι. Ἄγγελος φαιδρός, στολὴν φωτοειδῆ σε, διὰ Χριστὸν γεγυμνωμένην, σεμνὴ Βαρβάρα ἠμφίασε, καὶ ὡς νύμφην περιήγαγε· τὰ πάθη τῇ ἐσθῆτι γάρ, Μάρτυς συνεξεδύσω, θείαν ἐκστᾶσα ἀλλοίωσιν. Δέδεικται σαφῶς, Χριστὲ ἡ πρόρρησίς σου, πεπληρωμένη· πατὴρ τέκνον γάρ, εἰς φόνον προδίδωσιν, αὐτουργός τε τῆς σφαγῆς γεγονώς, ὁ δείλαιος γεννήτωρ, τῆς σῆς Μάρτυρος, οὐρανίῳ· ὅθεν πυρὶ κατηνάλωται.

Αγία Βαρβάρα Άνω Πατήσια

Εικόνα

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τῆς Ἁγίας Μεγαλομάρτυρος Βαρβάρας. Στίχοι Ξίφει πατὴρ θύσας σε, Μάρτυς Βαρβάρα, Ὑπῆρξεν ἄλλος Ἀβραὰμ διαβόλου. Βαρβάρα ἀμφὶ τετάρτῃ χερσὶ τοκῆος ἐτμήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, Ἰωάννου Μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Δαμασκηνοῦ. Στίχοι Πλήσας μελῶν γῆν ἡδέων Ἰωάννης, Κἂν οὐρανοῖς ἄνεισι συνθεῖναι μέλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν, Ἰωάννου, Ἐπισκόπου Πολυβότου, τοῦ θαυματουργοῦ. Στίχοι Ἐπισκοπὴν γῆς ἐκλιπὼν Ἰωάννης, Ἐπισκοποῦντος πάντα τέρπεται θέᾳ, Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἰουλιανὴ ξίφει τελειοῦται. Στίχοι Ἰουλιανὴν ὡς περιστερὰν δέχου, Εἰμὴ τάχει τέμνοιτο, τρίζουσαν Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Χριστόδουλος καὶ Χριστοδούλη ξίφει τελειοῦνται. Στίχοι Συνωνυμὼν σοι, παρθένε Χριστοδούλη, Ὁ Χριστόδουλος, καὶ συναθλεῖ σοι ξίφει. Ὁ ἅγιος νέος Ἱερομάρτυς Σεραφεὶμ ὁ Φαναρίου ἐπίσκοπος, ὁ μαρτυρήσας ἐν ἔτει 1601, σούβλῃ διαπαρεὶς τελειοῦται. Στίχοι Ὁ γῆς Σεραφεὶμ Θετταλῶν φὺς ὡς κλάδος, Θεῷ Λόγῳ πρόσεισ...

Αγιος Πορφύριος Πολυκλινική Αθηνών

Εικόνα

Τῆς Εὐβοίας τὸν γόνον, * οἰκουμένης ἀγλάϊσμα * τῆς Θεολογίας τὸν μύστην *

Τῆς Εὐβοίας τὸν γόνον, * οἰκουμένης ἀγλάϊσμα * τῆς Θεολογίας τὸν μύστην * καὶ Χριστοῦ φίλον γνήσιον, * Πορφύριον τιμήσωμεν, πιστοί, * τὸν πλήρη χαρισμάτων ἐκ παιδός. * Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς * ἰᾶται πίστει κράζοντας· * δόξα τῷ δεδωκότι σοι ἰσχύν, * δόξα τῷ σὲ ἁγιάσαντι, * δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ * πᾶσιν ἰάματα.

Σήμερον ἀνέτειλεν, ὡς ἀστὴρ περιφανής, * ἡ τοῦ ὁσίου Πορφυρίου πανσεβάσμιος μνήμη

Σήμερον ἀνέτειλεν, ὡς ἀστὴρ περιφανής, * ἡ τοῦ ὁσίου Πορφυρίου πανσεβάσμιος μνήμη * τὴν ἐκκλησίαν τῶν πιστῶν καταυγάζουσα. * Δεῦτε οὖν οἱ πᾶσαν τὴν Ἀττικὴν οἰκοῦντες, * ἱεροῖς ἐγκωμίοις τοῦτον τιμήσωμεν λέγοντες· * χαίροις, ὁ ἐν πόνοις ἀθλήσας * καὶ ἐν νίκαις χρηματίσας * τῶν παλαιῶν ὁσίων ἐφάμιλλος· * χαίροις, ὁ ἐν σαρκὶ * ὡς ἄγγελος Θεὸν διακονήσας, * ταπεινώσεως στολῇ καλυπτόμενος· * χαίροις, ὁ λαμπρότατος ναὸς * τῆς ἁγνείας καὶ τῆς ἀγαθότητος, * καὶ μυστηρίοις θείοις * γνώσει μεμυημένος. * Πρέσβευε οὖν ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, * τῶν εὐγνωμόνως τιμώντων * καὶ ἀνυμνούντων τὴν μνήμην σου.

Δεῦτε φιλεόρτων ὁ σύλλογος, * πνευματικὰς κιθάρας ἀνακρούοντες

Δεῦτε φιλεόρτων ὁ σύλλογος, * πνευματικὰς κιθάρας ἀνακρούοντες, * τὸν ὑποφήτηνΠορφύριον ἀνυμνήσωμεν. * Οὗτος γὰρ ἀνήχθη ταῖς τῶν μυστικῶν θεωρίαις, * καὶ παραδείσου ἀπέλαυσεν. * Ἰσάγγελος ἐν σώματι ἀνεδείχθη· * γνόφῳ τοῦ Θεοῦ ἐνῴκησεν, θεοειδὴς γεγονώς· * ὄντως δι᾿ αὐτοῦ τὸ Πνεῦμα ἐλάλησε. * Καὶ νῦν πρεσβεύει παρεστὼς τῷ Κυρίῳ * ὑπὲρ πάντων, τῶν τιμώντων * τὴν πάνσεπτον κοίμησιν αὐτοῦ.

Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ. Στίχοι Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι, Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης. Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου. Στίχοι Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον, Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης. Στίχοι Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη, Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις. Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060. Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται. Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.