Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2019

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας,

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Στίχοι Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Στίχοι Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Στίχοι Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Στίχοι Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Στίχοι Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Στίχοι Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Στίχοι Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει αφλς' (1536) Στίχοι Μίξας ἀσκήσει τὴ...

Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός

Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός, πλευρὰν δὲ λελόγχευσαι, τοῦτον μιμούμενος· ὅθεν δίδωσι, τὴν ἀμοιβὴν κατάλληλον, μύρον ἄλλοις δεδειχὼς σε. Σεσωμάτωται τὸ μύρον τὸ οὐράνιον, Χριστὸς ὁ Κύριος, διὰ φιλίαν βροτῶν, αὐτὸν δὲ Δημήτριος, φιλήσας ἄριστα, χριστὸς γίνεται, μύρῳ καινῷ χρισάμενος, καὶ σαρκός ἐκβλύζει μύρα. Μύρῳ χρίσας με Χριστὸς ἀγαλλιάσεως, δουλείας ἔλυσε, καὶ τυραννίδος πικρᾶς· ἀλλ' αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν, ἐλευθέρωσον, αἰσχρᾶς δουλείας Ἅγιε, σοῦ τῷ μύρῳ καταχρίσας.

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον,

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων. Θεοτοκίον

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι,

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι, χερσὶν ἀνῃρέθητε, κακοδοξούντων μάτην, πανευκλεεῖς ὁπλῖται. Νομοθεσίας Θεοῦ, ἀπαρατρώτους πίστει, διατηροῦντες θεῖοι Μαρτυρες, νομίμως ἠθλήσατε, ὑπὸ χειρῶν ἀνόμων, ἀναιρεθέντες ξίφει. Μετὰ ταφὴν ἱεράν, τῶν προσιόντων πίστει, ὑμῶν τῷ τάφῳ τὰ νοσήματα, ἐνθάπτετε Ἅγιοι, ταῖς πρὸς τὸν Ζωοδότην, ἁγίαις μεσιτείαις. Ἐκ τῶν πηγῶν μυστικῶς, τῶν ἱερῶν πλουτοῦντες, τὴν θείαν χάριν τῶν ἰάσεων, πιστοὺς καταρδεύετε, τῶν νοσημάτων πᾶσαν, ξηραίνοντες πλημμύραν.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Στίχοι Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει, Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους. Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου. Στίχοι Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει, Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου. Στίχοι Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε, θείαν χορείαν, πρόξενον θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου. Στίχοι Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος, Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος. Στίχοι Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν, Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου.

Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Στίχοι Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου. Στίχοι Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται. Οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὡς Ἱερέα μεγιστον, καὶ Ἀποστόλων σύσκηνον

Ὡς Ἱερέα μεγιστον, καὶ Ἀποστόλων σύσκηνον, ἡ Ἐκκλησία γεραίρει σε ἅπασα, ἡ τῶν πιστῶν Ἀβέρκιε, ἣν ταῖς σαῖς ἱκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώνιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστον πολυθαύμαστε.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ.

Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ. Στίχοι Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ, Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει. Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου. Στίχοι Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους, Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ. Στίχοι Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα, Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον. Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν, Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις. «Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει», Ἀθληφόροι λέγουσιν ἀλλήλαις δύο. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ἁγίων σκηνώματα, χοροβατεῖν ἠξίωσε, τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε·

Ἁγίων σκηνώματα, χοροβατεῖν ἠξίωσε, τὴν ζωὴν διανύσας ἁγίως Ὅσιε· καὶ ὡς πεφηνότι δικαίῳ, σοὶ τριλαμπές, ἀνέτειλε φέγγος, καὶ ἡ τούτου σύζυγος, εὐφροσύνῃ σε ἐδέξατο. Τῶν ἄθλων τὰ ἔπαθλα, παρὰ Θεοῦ δεξαμενος, καὶ ζωῆς αἰωνίου σαφῶς λαβόμενος, καὶ τῆς καλλονῆς Ἱλαρίων, τῆς ὑπὲρ νοῦν, Πάτερ εὐμοιρήσας, ὑπὲρ τῶν ὑμνούντων σε, τὸν Δεσπότην καθικέτευε. Ὡς κέδρος ὑψίκομος, δι' ἀρετῆς ὑψούμενος, ἐν αὐλαῖς Ἱλαρίων, Θεοῦ πεφύτευσαι, καὶ ὡς κεκλεισμένος δὲ κῆπος, ὡς εὐθαλής, Παράδεισος ὤφθης, ὡς πηγὴ ἰάματα, Ἱλαρίων ἀναβλύζουσα.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου.

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου. Στίχοι Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω, Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω. Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ. Στίχοι Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ, Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου. Στίχοι Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις, Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου. Στίχοι Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην, Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν. Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε, Τετμημένος σοι Σωκράτης στεφοκράτης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται. Στίχοι Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων, Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Στίχοι «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Στίχοι Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Στίχοι Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ.

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ. Στίχοι Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας, Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις. Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Στίχοι Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα, Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου. Στίχοι Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας, «Λάζαρε δεῦρο» χριστομιμήτως λέγει. Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου. Στίχοι Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα, Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου. Στίχοι Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους, Θείους ἀριστεῖς οἶδα τούς, Ἀναργύρους. Λεοντίου τμηθέντος, ὤλετο πλάνος, Λεοντομήρμυξ, ὡς Ἰὼβ βίβλος λέγει. Ἄνθιμος, Εὐτρόπιος ἐκτετμημένοι, Ἀνθοῦσι λαμπρὸν καὶ πανευπ...

Από την λειτουργία την Τετάρτη 16/10/2019

Εικόνα

Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην

Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου. Στίχοι Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν, Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα. Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίῳ Λογγίνῳ. Στίχοι Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει, Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου. Στίχοι Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων, Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον. Τὴ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Μαλοῦ. Στίχοι Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν, Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως!

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν· Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν;

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου. Στίχοι Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα, Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος. Σὺν τρισὶ Ναζάριος τμήθη δεκάτῃ γε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου. Στίχοι Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης, Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ. Στίχοι Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος, Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου. Στίχοι Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος, Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου. Ὁ ἅγιος Εὐθύμιος ὁ νέος, ὁ ἐν Θεσσαλονίκῃ ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνισάμενος, τελειοῦται. Οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται. Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Παρασκευῆς τῆς νέας. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Εορτή Αγίου Διονυσίου Αεροπαγίτη

Εικόνα
https://photos.app.goo.gl/F8RD925LtxE3gd6g9