Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2022

Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀβύσσου. καὶ πῶς; ἢ τί πεπραχὼς, Θεὸν ἐξιλεώσω;

 Τρόμος ἀδιήγητος καὶ φόβος ἐκεῖ· ἥξει γὰρ Κύριος, καὶ τὸ ἔργον μετ' αὐτοῦ, ἑκάστου τῶν ἀνθρώπων, καὶ τίς ἐντεῦθεν λοιπὸν ἑαυτὸν μὴ πενθήσει; Ποταμὸς ὁ πύρινος ταράττει με, τήκει με, ξέει με, τῶν ὀδόντων ὁ βρυγμός, τὸ σκότος τῆς ἀβύσσου. καὶ πῶς; ἢ τί πεπραχὼς, Θεὸν ἐξιλεώσω; Φεῖσαι, φεῖσαι Κύριε, τοῦ δούλου σου μήποτε δῴης με, τοῖς πικροῖς βασανισταῖς, Ἀγγέλων ἀποτόμων, ἐν οἷς οὐκ ἔστιν ἐκεῖ, ἀνάπαυσιν εὑρέσθαι. Ἄρχων καὶ ἡγούμενος, ἐκεῖ ἐν ταὐτῷ, πλούσιος ἄδοξος, μέγας ἅμα καὶ μικρὸς εὐθύνεται ἐπίσης· οὐαὶ ἑκάστῳ λοιπὸν τὸ μὴ ἡτοιμασμένῳ! Ἄνες ἄφες Κύριε, καὶ σύγγνωθι, ὅσοι ἥμαρτον, καὶ μὴ δείξῃς με ἐκεῖ, ἐνώπιον, Ἀγγέλων, ἐν κατακρίσει πυρὸς αἰσχύνης ἀπεράντου. Φεῖσαι, φεῖσαι Κύριε, τοῦ πλάσματός σου ἥμαρτον· ἄνες μοι, ὅτι φύσει καθαρός, αὐτὸς ὑπάρχεις μόνος, καὶ ἄλλος πλήν σου οὐδείς, ὑπάρχει ἔξω ῥύπου. Δόξα... Μονάδα τῇ φύσει σε, Τριὰς ἀνυμνῶ, ἄναρχον ἄληπτον, ἀρχικήν, βασιλικήν, ὑπερτελῆ ἑνάδα, Θεὸν καὶ φῶς καὶ ζωήν, δημιουργὸν τοῦ κόσμου. Καὶ νῦν...  Θεοτοκίον Ἐν τῇ ὑπὲ...

Ἐν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ Ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτασθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσεται, καὶ ἅπασιν δεινὰ τὰ τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον γέγραπται.

 Ἐφέστηκεν ἡ ἡμέρα, ἤδη πρὸ θύραις ἡ κρίσις, ψυχὴ γρηγόρει, ὅπου βασιλεῖς ὁμοῦ καὶ ἄρχοντες, πλούσιοι καὶ πένητες ἀθροίζονται, καὶ λήψεται τὰ κατ’ ἀξίαν, τῶν πεπραγμένων, ὁ τῶν ἀνθρώπων ἕκαστος. Ἐν τάγματι τῷ οἰκείῳ, μονάζων καὶ Ἱεράρχης, πρέσβυς καὶ νέος, δοῦλος καὶ δεσπότης ἐτασθήσονται, χήρα καὶ παρθένος εὐθυνθήσεται, καὶ ἅπασιν δεινὰ τὰ τότε, τοῖς μὴ τὸν βίον, ἔχουσιν ἀνεύθυνον γέγραπται. Ἀδέκαστός σου ἡ κρίσις, ἀλάθητόν σου τὸ Βῆμα τεχνολογίας, οὐ ῥητόρων πιθανότης κλέπτουσα, οὐ μαρτύρων σκῆψις παρακρούουσα τὸ δίκαιον· ἐν σοὶ γὰρ πάντων τὰ κεκρυμμένα, τῷ Θεῷ παρίστανται. Μὴ ἔλθω εἰς γῆν κλαυθμῶνος, μὴ ἴδω τόπον τοῦ σκότους, Χριστέ μου λόγε, μὴ δεθῶ χεῖρας καὶ πόδας μου, ἔξω τοῦ νυμφῶνός σου ῥιπτόμενος, τὸ ἔνδυμα τῆς ἀφθαρσίας ῥερυπωμένον, ἔχων ὁ πανάθλιος. Ἡνίκα ἀποχωρίσῃς ἁμαρτωλούς, ἐκ δικαίων, κρίνων τὸν κόσμον, ἕνα τῶν προβάτων σου μὲ σύνταξον, ἀπὸ τῶν ἐρίφων διακρίνων με Φιλάνθρωπε, εἰς τὸ ἀκοῦσαι φωνῆς ἐκείνης, τῆς εὐλογημένης σου. Ἐτάσεως γινομένης, καὶ βιβλίων ἀνεῳγμέν...

Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων.

 Ὁ Κύριος ἔρχεται, καὶ τίς ὑποίσει αὐτοῦ τὸν φόβον τῷ προσώπῳ τίς ὀφθῇ αὐτοῦ ἀλλ' ἑτοίμη γενοῦ, ὦ ψυχὴ πρὸς ὑπάντησιν. Προφθάσωμεν, κλαύσωμεν, καταλλαγῶμεν Θεῷ πρὸ τέλους· φοβερὸν γὰρ τὸ κριτήριον, ἐν ᾧ πάντες, τετραχηλισμένοι στησόμεθα. Ἐλέησον Κύριε, ἐλέησόν με ἀναβοῶ σοι· ὅτε ἥξεις μετ' Ἀγγέλων σου, ἀποδοῦναι, πᾶσι κατ' ἀξίαν τῶν πράξεων. Τὴν ἄστεκτον Κύριε, ὀργὴν πῶς οἴσω τῆς κρίσεώς σου, παρακούσας σου τὸ πρόσταγμα; ἀλλὰ φεῖσαι, φεῖσαί μου, ἐν ὥρᾳ τῆς κρίσεως. Ἐπίστρεψον, στέναξον, ψυχὴ ἀθλία, πρὶν ἢ τοῦ βίου, πέρας λάβῃ ἡ πανήγυρις, πρὶν τὴν θύραν κλείσῃ, τοῦ νυμφῶνος ὁ Κύριος. Ἡμάρτηκα Κύριε, καθάπερ ἄλλος οὐδεὶς ἀνθρώπων, πλημμελήσας ὑπὲρ ἄνθρωπον, πρὸ τῆς δίκης, ἵλεως γενοῦ μοι φιλάνθρωπε. Δόξα... Τριὰς ἁπλή, ἄκτιστε, ἄναρχε φύσις, ἡ ἐν Τριάδι, ὑμνουμένη ὑποστάσεων, ἡμᾶς σῶσον, πίστει, προσκυνοῦντας τὸ κράτος σου. Καὶ νῦν...  Θεοτοκίον Ἐβλάστησας Ἄχραντε, ἀσπόρῳ τόκῳ τὸν ζῶντα λόγον, σαρκωθέντα ἐν τῇ μήτρᾳ σου, οὐ τραπέντα· Δόξα Θεομῆτορ τῷ τόκῳ σου.

Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.

 «Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας». Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας. Τῶν ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε, καὶ ὑπερυψοῦσι τὸν ἀφραστόν σου τόκον. Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας Παρθένε, ἵνα σε δοξάζω τὴν κεχαριτωμένην. Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

 Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ  ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαῖς ὄχλους, Γῆθεν φανεὶς βάπτιζε πηγαῖς θαυμάτων. Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

«Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας».

 «Τὰ Χερουβὶμ μιμούμενοι, Παῖδες, ἐν τῇ καμίνῳ ἐχόρευον βοῶντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει, ἐπήγαγες ταῦτα πάντα διὰ τὰς ἁμαρτίας ἡμῶν, ὁ ὑπερύμνητος καὶ δεδοξασμένος εἰς πάντας τοὺς αἰῶνας».

Ἀναβοῶ τὸ Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ· ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα· διὸ ὡς μόνος ἀγαθός, μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου.

 Ταῖς ἡδοναῖς τοῦ σώματος, ὑπέκυψα παναθλίως, καὶ ἐδουλώθην ὅλως, τοῖς τῶν παθῶν ἐφευρεταῖς, καὶ ξένος ἐγενόμην, ἀπὸ σοῦ φιλάνθρωπε, νῡν δὲ κράζω, τὴν τοῦ, Ἀσώτου φωνὴν· Ἡμάρτηκα Χριστέ, μή με ὑπερίδῃς, ὡς μόνος ἐλεήμων. Ἀναβοῶ τὸ Ἥμαρτον, μηδόλως ἐνατενίσαι, ἀποτολμῶν εἰς ὕψος τοῦ οὐρανοῦ Παμβασιλεῦ· ὅτι ἐν ἀφροσύνῃ, μόνος σε παρώργισα, ἀθετήσας τὰ σὰ προστάγματα· διὸ ὡς μόνος ἀγαθός, μή με ἀπορρίψῃς ἀπὸ τοῦ σοῦ προσώπου. Τῶν Ἀποστόλων Κύριε, καὶ Προφητῶν καὶ Ὁσίων, καὶ τῶν σεπτῶν Μαρτύρων καὶ τῶν Δικαίων προσευχαῖς συγχώρησόν μοι πάντα, ἅπερ ἐπλημμέλησα, παροργίσας Χριστέ, τὴν ἀγαθότητά σου, ὅπως ὑμνολογῶ σε εἰς πάντας τοὺς αἰῶνας.

Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν.

 Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Ἀσώτου Υἱοῦ παραβολῆς ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου μνείαν ποιούμεθα, ἣν οἱ θειότατοι Πατέρες ἡμῶν δευτέραν ἐν τῷ Τριῳδίῳ ἐνέταξαν. Ἄσωτος εἴ τις, ὡς ἐγώ, θαρρῶν ἴθι. Θείου γὰρ οἴκτου πᾶσα ἤνοικται θύρα. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῷ αὐτῷ μηνὶ ς', μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

 Τῷ αὐτῷ μηνὶ ς', μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.  Στίχ.  Θνῄσκων Φώτιος, οὐ ταράττομαι λέγει.   Πρὸς τὴν τελευτήν, ὢν προητοιμασμένος.  Ἕτεροι.  Ἤστραψε τοῖς λόγοις Φώτιος μέγας,   Φῶς εὐσεβέσι, πῦρ δ' ἐναντίους φλέγον   Ἄντυγ' ἐς Οὐρανίην ἀναδέδρομε Φώτιος ἕκτῃ.  Οὗτος ὁ τρισμακάριος Ἱεράρχης, ὁ μέγας καὶ λαμπρὸς τῆς Ἐκκλησίας πατὴρ καὶ Διδάσκαλος, Φώτιος ὁ Σοφώτατος καὶ ἁγιώτατος, ὁ Ὁμολογητὴς τῆς πίστεως καὶ Ἰσαπόστολος, ἤκμασεν ἐν τοῖς χρόνοις τῶν βασιλέων καὶ αὐτοκρατόρων Μιχαὴλ υἱοῦ Θεοφίλου, Βασιλείου τοΰ Μακεδόνος, καὶ Λέοντος τοῦ υἱοῦ αὐτοῦ. Τούτῳ πατρὶς μὲν ἐπίγειος, Κωνσταντινούπολις ἡ μεγαλώνυμος καὶ τῶν πόλεων ἡ βασιλεύουσα, οὐράνιος δέ, ἡ ἄνω Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πατέρες δὲ περιφανεῖς εὐγένειά τε τῇ κατὰ σάρκα οὐχ ἧττον ἢ πίστει τῇ ὀρθοδόξῳ, ὑπὲρ ἧς καὶ μαρτυρικῷ στεφάνῳ διακεκόσμηνται, ἀθλήσαντες οἱ οὐρανόφρονες καὶ καρτεῥόψυχ...

Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον.

 Ὁ τῆς χάριτος ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, στῦλον τὸν ἀκράδαντον θείας Πίστεως, Ὀρθοδοξίας τὸν πρόμαχον, τὸν μέγαν διδάσκαλον, Ἱεράρχην τὸν κλεινόν, Ἐκκλησίας τὸ στήριγμα, τὸν λαμπρότατον, ἀριστέα Κυρίου μελῳδίαις, εὐφημήσωμεν ἐνθέως, τὸν ἁγιώτατον Φώτιον.  Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον.  Παρανόμῳ προστάγματι, ἀπηλάθης τῆς ποίμνης σου, θλίψεσι βασάνοις τε προσωμίλησας, ὑπὲρ τῆς Πίστεως ἔνδοξε, στερρότατε Φώτιε, Ἱεράρχα φαεινέ, Ἐκκλησίας ἑδραίωμα, στῦλε ἄσειστε· διὸ πάντες τιμῶμέν σε προφρόνως, ὡς διδάσκαλον καὶ μύστην, Ὀρθοδοξίας ἀοίδιμε.

Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 Ὡς τῶν Ἀποστόλων ὁμότροπος, καὶ τῆς Οἰκουμένης διδάσκαλος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε Φώτιε, εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

H ενθρόνιση του νέου Αρχιεπισκόπου Κρήτης σε απευθείας μετάδοση από την...

Εικόνα

Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.

 Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.

Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας

 «Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας». Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας. Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας. Θεοτοκίον Πρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου

 Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου Στίχοι Πηλουσιῶτα, χαῖρε, πολλὰ μοι, Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης. Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου. Στίχοι Ἔδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ, Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος. Στίχοι Πῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου, Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου. Στίχοι Θείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις, Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἀλλ' Ἰασίμου καὶ μόνη κωφὴ κόνις, Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».

 «Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον». Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον. Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου. Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος.

 Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Τρύφωνος. Στίχοι Σὺ δὲ Τρύφων τὶ; τὸ ξίφος θνῄσκω φθάσας. Καιρὸς δὲ τίς σου τοῦ τέλους; Νουμηνία. Ἐν Φεβρουαρίοιο Τρύφων πρὸ τομῆς θάνε πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Γαλατίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βενδιμιανοῦ. Στίχοι Βενδιμιανὸς δένδρον ἀρετῆς μέγα, Φυτευθὲν εἰς γῆν, καὶ μεταχθὲν εἰς πόλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, Ἀρχιεπισκόπου Θεσσαλονίκης ὁρμωμένου ἐξ Ἀθηνῶν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Τιμόθεος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τιμόθεος μετέσχε τιμῆς τῆς ἄνω, Μὴ τι προκρίνας τῆς Θεοῦ τιμῆς κάτω. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεΐων, μετὰ δύο παίδων, ξίφει τελειοῦται. Στίχοι Θνῄσκουσι παισὶν εὐπροθύμως ἐκ ξίφους. Ὅλη Θείων εἵπετο προθυμίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Καρίων, τὴν γλῶτταν ἐκτμηθείς, τελειοῦται. Στίχοι Φωνῆς στερήσει γλωττότμητος Καρίων, Γλωσσῶν πλάνων ἔπαυσεν ὑθλοφωνίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Περπετούας, καὶ τῶν σὺν αὐ...