Κυριακή 6 Φεβρουαρίου 2022

Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον.

 Ὁ τῆς χάριτος ὄργανον, τὴν κιθάραν τοῦ Πνεύματος, στῦλον τὸν ἀκράδαντον θείας Πίστεως, Ὀρθοδοξίας τὸν πρόμαχον, τὸν μέγαν διδάσκαλον, Ἱεράρχην τὸν κλεινόν, Ἐκκλησίας τὸ στήριγμα, τὸν λαμπρότατον, ἀριστέα Κυρίου μελῳδίαις, εὐφημήσωμεν ἐνθέως, τὸν ἁγιώτατον Φώτιον. 

Τὸν πυρίπνοον ῥήτορα, Οἰκουμένης διδάσκαλον, Κωνσταντινουπόλεως θεῖον Πρόεδρον, Ἀρχιερέα τὸν μέγιστον, ποιμένα πανάριστον, Ἐκκλησίας τοῦ Χριστοῦ, τὸν λαμπρότατον Φώτιον, ἀνυμνήσωμεν, οἱ Ὀρθόδοξοι πάντες ὁμοφώνως, ἱεραῖς ἐν ὑμνῳδίαις, Πατριαρχῶν τὸν Πρωτόθρονον. 

Παρανόμῳ προστάγματι, ἀπηλάθης τῆς ποίμνης σου, θλίψεσι βασάνοις τε προσωμίλησας, ὑπὲρ τῆς Πίστεως ἔνδοξε, στερρότατε Φώτιε, Ἱεράρχα φαεινέ, Ἐκκλησίας ἑδραίωμα, στῦλε ἄσειστε· διὸ πάντες τιμῶμέν σε προφρόνως, ὡς διδάσκαλον καὶ μύστην, Ὀρθοδοξίας ἀοίδιμε.