Τῷ αὐτῷ μηνὶ ς', μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Στίχ. Θνῄσκων Φώτιος, οὐ ταράττομαι λέγει.
Πρὸς τὴν τελευτήν, ὢν προητοιμασμένος.
Ἕτεροι. Ἤστραψε τοῖς λόγοις Φώτιος μέγας,
Φῶς εὐσεβέσι, πῦρ δ' ἐναντίους φλέγον
Ἄντυγ' ἐς Οὐρανίην ἀναδέδρομε Φώτιος ἕκτῃ.
Οὗτος ὁ τρισμακάριος Ἱεράρχης, ὁ μέγας καὶ λαμπρὸς τῆς Ἐκκλησίας πατὴρ καὶ Διδάσκαλος, Φώτιος ὁ Σοφώτατος καὶ ἁγιώτατος, ὁ Ὁμολογητὴς τῆς πίστεως καὶ Ἰσαπόστολος, ἤκμασεν ἐν τοῖς χρόνοις τῶν βασιλέων καὶ αὐτοκρατόρων Μιχαὴλ υἱοῦ Θεοφίλου, Βασιλείου τοΰ Μακεδόνος, καὶ Λέοντος τοῦ υἱοῦ αὐτοῦ. Τούτῳ πατρὶς μὲν ἐπίγειος, Κωνσταντινούπολις ἡ μεγαλώνυμος καὶ τῶν πόλεων ἡ βασιλεύουσα, οὐράνιος δέ, ἡ ἄνω Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πατέρες δὲ περιφανεῖς εὐγένειά τε τῇ κατὰ σάρκα οὐχ ἧττον ἢ πίστει τῇ ὀρθοδόξῳ, ὑπὲρ ἧς καὶ μαρτυρικῷ στεφάνῳ διακεκόσμηνται, ἀθλήσαντες οἱ οὐρανόφρονες καὶ καρτεῥόψυχοι ὑπὲρ τῆς τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, ὡς ἔοικε, τιμῆς καὶ προσκυνήσεως. Τοῖς πρωτίστοις δὲ τῶν βασιλικῶν ἀξιωμάτων πρότερον διαπρέψας, καὶ βίον ἀείποτε ἐνάρετον καὶ θεοφιλῆ ἐξασκήσας, τοὺς τῆς Ἐκκλησίας ἔπειτα ποιμεναρχικοὺς παραλαμβάνει οἴακας, ἐπὶ τὸν Ἀποστολικὸν καὶ Οἰκουμενικὸν Πατριαρχικὸν Θρόνον τῆς Κωνσταντινουπόλεως προβιβασθείς. Τοῦ γὰρ ἐν Ἁγίοις Ἰγνατίου βίᾳ βασιλικῇ ἐπιβληθέντος τοῦ θρόνου, καὶ τῆς Ἐκκλησίας ἐντεῦθεν χηρευούσης, μηδ' ὄντος ἄλλως δυνατοῦ διαμένειν ταύτην ἄνευ Ἐπισκόπου, ὁ ἐν Ἁγίοις Φώτιος, βίᾳ ὑπαχθεὶς καὶ βασιλικῇ δυναστείᾳ, διαδέχεται κανονικῶς τὸν ἱερὸν Ἰγνάτιον, γενόμενος πρότερον Μοναχός, καὶ τοὺς κατὰ τάξιν τῆς Ἱερωσύνης λαβὼν βαθμούς. Καὶ οἵους μὲν ἀγῶνας διήνυσεν ὁ τρισόλβιος ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως κατὰ Μανιχαίων καὶ Εἰκονομάχων καὶ ἄλλων αἱρετικῶν, καὶ πρὸ πάντων κατὰ τῆς τότε πρῶτον ἀναφανείσης Παπικῆς αἱρέσεως, ἧς τὸν ἀρχηγὸν καὶ τοῦ Λατινικοῦ σχίσματος πατέρα, Νικόλαον τὸν ἀλάστορα Ῥώμης Πάπαν, γραφικαῖς καὶ πατρικαῖς ἀποδείξεσιν ἐξελέγξας, καὶ ἐνδίκως καθελών, τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς ἐξωστράκισε, τῷ ἀναθέματι παραπέμψας· οἵους δὲ διωγμοὺς καὶ κινδύνους, οἵας δὲ ἐπιβουλὰς καὶ καταδρομάς, οἵας δὲ καὶ τὰς κακώσεις καὶ τὰς ἀπανθρώπους βασάνους ὑπέστη χριστομιμήτως ὁ καρτερόψυχος θεορρήμων, ὁ στερρὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος Ἱεράρχης, ὑπὸ τῶν Σχισματικῶν Λατίνων, καὶ τῶν τῆς αἱρέσεως τοΰ Παπισμοῦ θιασωτῶν, ἀνθρώπων κακούργων καὶ ψευδολόγων, ἀνθρώπων παρανόμων, ἀνοσίων καὶ μιαιφόνων, ἡ κατ' αὐτὸν εἰς πλάτος ἱστορία διέξεισι. Τοσοῦτον δὲ μόνον εἰπεῖν ἐνταῦθα περὶ αὐτοῦ ἀναγκαῖον, ὅτι ὁ μακάριος, ἱερουργήσας ὡς ἄλλος Παῦλος τὸ Εὐαγγέλιον, ἅπαν μὲν τὸ τῶν γενναίων Βουλγάρων ἔθνος μετὰ καὶ τοῦ Βασιλέως αὐτῶν τὴν εἰς Χριστὸν ἀμώμητον πίστιν μυσταγωγήσας τῷ τοῦ θείου Βαπτίσματος λουτρῷ ἀνεγέννησε, πολλοὺς δὲ καὶ ἐκ διαφόρων αἱρέσεων, Ἀρμενίους, Εἰκονομάχους καὶ ἄλλους ἑτεροδόξους εἰς τὴν Καθολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐπέστρεψε, λόγους ἐκθεὶς πλήρεις χάριτος καὶ σοφίας καὶ ἀληθείας, δι' ὧν τὰ τῶν κακοδόξων φρονήματα κατεβρόντησε· καὶ τῷ μὲν σταθερῷ τοῦ φρονήματος καὶ ἀτρέπτῳ τὸν βασιλοκτόνον καὶ ἀγνώμονα Βασίλειον τὸν Αὐτοκράτορα καταπλήξας, τῷ δὲ ἔνθερμα καὶ κατ' ἐπίγνωσιν αὐτοῦ ζήλῳ πάσης ἑτεροδιδασκαλίας τὰ ζιζάνια ἐκριζώσας, ἔμπλεως ὡς οὐδεὶς τῶν κατ' αὐτὸν τῆς ἀποστολικῆς διδασκαλίας ἀνεφάνη. Οὕτως οὖν ὁσίως καὶ εὐαγγελικῶς ποιμάνας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ δὶς μὲν ἀναβὰς ἄκων εἰς τὸν θρόνον, δὶς δὲ τούτου βίᾳ τυραννικῇ ἐξωσθείς, πολλὰ δὲ καὶ διάφορα συγγράμματα καταλιπὼν τῇ Ἐκκλησίᾳ καὶ τῷ λαῷ τοῦ Θεοῦ, ἄριστα πάντα καὶ σοφώτατα, καὶ οἷα ὁ πᾶς αἰὼν δικαίως ἀποθαυμάσει· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας παιδεύσας, ἐν ἑκάστῃ τὸ κράτος ἐκτήσατο· πολλὰ δὲ καὶ καμὼν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης, ἐξεδήμησεν ἁγίως πρὸς Κύριον ὁ πολύαθλος, ὑπερόριος ἐν τῇ τῶν Ἀρμενιανῶν Μονῇ, ὡς ἐν Κομάνοις ὁ θεῖος Χρυσόστομος. Τὸ δὲ ἱερὸν καὶ πάντιμον αὐτοῦ σῶμα ἐναπετέθη ἐν τῇ Μονῇ τῇ λεγομένῃ τῆς Ἐρημίας ἢ Ἠρεμίας. Καὶ πάλαι μὲν ἐτελεῖτο ἡ ἁγιωτάτη αὐτοῦ Σύναξις ἐν τῷ Προφητείῳ, ἤτοι Ναῷ τοῦ Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῷ ὄντι ἐν τῇ εἰρημένῃ Μονῇ τῆς Ἠρεμίας, νῦν δὲ τελεῖται ἐν τῇ κατὰ Χάλκην ἱερᾷ καὶ Πατριαρχικῇ Μονῇ τῆς Ἁγίας Τριάδος, ἔνθα ἤδη συνέστη καὶ ἡ Θεολογικὴ Σχολὴ τῆς Μεγάλης τοΰ Χριστοῦ Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, ἐπισκόπου Σμύρνης.
Στίχ. Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος.
Ἄγρυπνός ἐστι καὶ θανὼν ποίμνης φύλαξ.
Ἀγλαὸν ἡελίοιο λίπε Βουκόλος ἕκτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοΰ ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ.
Στίχ. Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας.
Ἰουλιανὸς προστίθησι καὶ κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας Μάρτυρος Φαύστης καὶ τῶν σὺν αὐτῇ Εὐϊλασίου καὶ Μαξίμου.
Στίχ. Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος.
Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων Μαρτύρων Φαύστου, Βασιλείου καὶ Σιλουανοῦ, καὶ τῶν ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Δαρείου.
Στίχ. Τριῶν συνάθλων, ἕν διὰ ξίφους τέλος.
Οἵ τὸν Θεὸν φρονοῦσιν ἕν τε καὶ τρία.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Βαρσανουφίου.
Στίχ. Ἐκ γῆς συνέστη σῶμα Βαρσανουφίου.
Καὶ γῆν ὑπῆλθε, τὴν ἑαυτοῦ μητέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου, μαθητοῦ τοῦ ἁγίου Βαρσανουφίου.
Στίχ. Δίκαιόν ἐστιν, ὦ Ἰωάννη, ἅμα Τάττειν σε ᾧδε, τῷ φίλῳ διδασκάλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἰωάννης ὁ ἐν Λυκῷ τῇ πόλει, ἐν εἰρήνῃ τελειοῦται.
Στίχ. Τὸν ἐν Λυκῷ δὲ ποῦ Ἰωάννην θέμις,
Τάττειν ὅτι μή, ᾧδ' Ἰωάννῃ ἅμα;
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.