«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».
Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.
Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.
Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.