Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2010

ΕΙΣ ΠΑΣΑΝ ΕΞΕΔΡΑΜΕ

Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι φέγγει τῆς χάριτος, καταυγάζων πάντων τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα παναγίαν κηρύξαντες ἔθνη ἐφώτισαν καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει πάντες μακαρίσωμεν. Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεoῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΕΙΣ ΑΠΑΣΑΝ ΤΗΝ ΓΗΝ

Εἰς ἅπασαν τὴν γῆν, ὁ σοφὸς ὑμῶν φθόγγος, ἐξῆλθεν ἀληθῶς, τοῦ Κυρίου αὐτόπται, Ἀπόστολοι ἔνδοξοι, Οὐρβανὲ σὺν Ἀμπλίᾳ τε, Ἀριστόβουλε, καὶ Ἀπελλῆ σὺν Ναρκίσσῳ, μετὰ Στάχυος, ὑπὲρ ὑμῶν τὸν Σωτῆρα, ἀπαύστως πρεσβεύσατε.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΗΝ ΜΝΗΜΗΝ ΠΑΝΤΕΣ

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

ΣΤΑΧΥΟΣ ΑΠΕΛΛΟΥ ΑΜΠΛΙΑ

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στίχοι Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Στίχοι Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός...

ΤΟΝ ΓΕΝΝΑΙΟΝ ΚΑΙ ΜΕΓΑΝ ΖΗΝΟΒΙΟΝ...

Τὸν γενναῖον καὶ μέγαν Ζηνόβιον, ἐν ᾀσμάτων ᾠδαῖς εὐφημήσωμεν, καὶ σὺν αὐτῷ τὴν παρθένον καὶ ἄσπιλον Ζηνοβίαν· ὑπάρχει γὰρ σύναθλος. Οὗτοι καθεῖλον ἐχθροῦ φρυάγματα, τὴν δὲ πίστιν Χριστοῦ κατετράνωσαν· διὸ περιφανῶς ἐκομίσαντο, οὐρανόθεν ἀξίως παρὰ Θεοῦ, στέφος ἄφθαρτον.

ΖΗΝΟΒΙΟΥ ΚΑΙ ΖΗΝΟΒΙΑΣ, ΜΑΡΚΙΑΝΟΥ .....

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων. Στίχοι Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Στίχοι Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην, Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν. Στίχοι Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον, Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου. Ἰουλιανὸς καὶ Μακάριος ξίφει, Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην. Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε, Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας. Στίχοι Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες, Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίο...

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΤΑ ΦΘΑΡΤΑ ΠΑΡΙΔΩΝ

Τὰ φθαρτὰ παριδών, τὴν ἀφθαρσίαν εἴληφας, τὰς τερπνὰς ἡδονὰς τοῦ σώματος ἐμίσησας σοφὲ ἀπὸ βρέφους, ποθήσας ἁγνείαν· ὅθεν θαλάμου καὶ κόσμου ἀπέδρασας, συζύγου τε εὔκλειαν, καὶ τῶν γονέων ἐξέκλινας, μόνου Θεοῦ σοφὲ τὸν ἔρωτα ἐπιποθήσας, καὶ ἀγαπήσας ἐξ ὅλης, Πάτερ τῆς ψυχῆς, καὶ διανοίας ἀληθῶς· διὰ τοῦτο ἀνεδείχθης,δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΒΡΑΜΙΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Στίχοι Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Στίχοι Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Στίχοι Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Στίχοι Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μν...

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ ...

Ὢ τοῦ παραδόξου θαύματος! ὡς νεφέλην φωτός, ἐφαπλοῖ ἑκάστοτε, τὴν Σκέπην τὴν ἑαυτῆς, ἡ Θεοτόκος Ἁγνή, καὶ σκέπει περιφανῶς, τῇ μητρικῇ προμηθείᾳ καὶ χάριτι, ἐκ πάσης ἐπιβουλῆς, τοὺς πρὸς αὐτὴν ἀφορῶντας καὶ κράζοντας‧ Κεχαριτωμένη χαῖρε, σκέπη καὶ βοήθεια, τοῦ σοῦ Ἔθνους Παρθένε, τοῦ πιστῶς σε μεγαλύνοντος. Βαβαὶ τῶν σῶν θαυμασίων Ἁγνή! Σὺ γὰρ παραδόξως, ἤπλωσας τὴν Σκέπην σου, καὶ ἔσκεπες θαυμαστῶς πόλιν τὴν ἄνασσαν‧ ἀρτίως δὲ ἐμφανῶς, τῆς φωτοφόρου σου Σκέπης τῇ χάριτι, διέσωσας ἀπειλῆς, ἐπερχoμένης λαὸν τὸν Χριστώνυμον. Ὅθεν σοι χαριστηρίους, αἴνους ἀναμέλποντες, τῶν πολλῶν σου θαυμάτων, μνείαν ἄγομεν γηθόμενοι. Τὴν πρὸς ἡμᾶς σου προμήθειαν, οἱ Ἑλλήνων παῖδες, Δέσποινα κηρύττομεν, ὑμνοῦντες τὴν μητρικήν, κηδεμονίαν σου‧ ἀρχῆθεν γὰρ σuμπαθῶς, ὑπὸ τὴν Σκέπην τὴν σὴν ἡμᾶς ἔθηκας, καὶ κλῆρόν σου ἐκλεκτόν, τὸ εὐαγὲς ἡμῶν Γένος ἀνέδειξας. Ὅθεν Κεχαριτωμένη, χαῖρε σοι κραυγάζομεν, καὶ τῆς θείας σου Σκέπης, μεγαλύνομεν τάς χάριτας.

ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ ΚΑΙ ΘΑΥΜΑΣΤΗΝ, ΗΝ ΕΤΥΠΟΥ ΝΕΦΕΛΗ Η ΝΟΜΙΚΗ

Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ' ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

ΣΟΙ ΤΗΣ ΣΗΣ ΠΑΜΜΑΚΑΡ ΔΙΔΑΧΗΣ

Σοὶ τῆς σῆς παμμάκαρ διδαχῆς, χρέος προσκομίζοντες, τὴν ὀφειλὴν ἀπονέμομεν Στέφανε, ἐγκώμιον πλέκοντες, σὺ δὲ ἵλεως δεδεγμένος πανόλβιε, ταῖς σαῖς ἱκεσίαις, χάριν μοι παράσχου τὴν τοῦ Πνεύματος. Ὀλεθρίων ὅρμημα παθῶν, Πάτερ κατεμάρανας, λογιστικῷ κεχρημένος θεόφρονι· εὐμενὴς γὰρ γέγονας, εὐπροσήγορος, προσηνής τε καὶ μέτριος, λόγῳ τῆς Σοφίας, Στέφανε καὶ γνώσεως στεφόμενος. Ἱερῶς ἐκόσμησας σαυτόν, Πάτερ διὰ γνώσεως, καὶ πρακτικῆς ἐνεργείας χαρίσματος, θεορρῆμον Στέφανε, ἐφιέμενος τῶν στεφάνων τῆς δόξης Χριστοῦ· ὅθεν τῆς ἐλπίδος ἄριστα, παμμάκαρ οὐ διήμαρτες.

ΕΞΕΛΑΜΨΕΝ Ο ΒΙΟΣ ΣΟΥ, ΘΕΟΦΟΡΕ ΣΤΕΦΑΝΕ, ΟΛΟΛΑΜΠΗΣ ΩΣ ΗΛΙΟΣ...

Ἐξέλαμψεν ὁ βίος σου, θεοφόρε Στέφανε, ὁλολαμπὴς ὡς ἥλιος, ἐν τῷ κόσμῳ καὶ κατεφώτισε, τοὺς σοὶ πίστει καὶ πόθῳ προσανέχοντας. Φωτίζεται τὰ πέρατα, διδαχαῖς σου Ὅσιε· ὡς γὰρ φωστὴρ ἐξέλαμψας, θεοφόρε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐν ᾗ ἐστερεώθη ἡ καρδία σου. Ἀδούλωτον ἐτήρησας, τὴν ψυχήν σου πάθεσι, καὶ ἡδοναῖς τοῦ σώματος, θεοφόρε Στέφανε τίμιε· διὸ νῦν ἐπαξίως εὐφημοῦμέν σε.

ΕΥΧΑΡΙΣΤΟΥΜΕΝ ΣΟΙ, ΚΥΡΙΕ

Εὐχαριστοῦμέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὅτι καὶ αὖθις ἐπὶ τὴν εὔσημον ταύτην ἡμέραν ἤγαγες ἡμᾶς, ἐπινίκιον ᾠδὴν σοὶ ἀναμέλψαι τῷ εὐεργέτῃ καὶ σωτῆρι ἡμῶν. Ἰδοὺ γὰρ οἱ Ἄρχοντες ἡμῶν καὶ πᾶσα συναγωγὴ λαοῦ ἐπὶ ταὐτὸ συναχθέντες ἀνάμνησιν ἐπιτελοῦμεν ἔργου θαυμαστοῦ καὶ μεγάλου, ὃ ἡ δεξιά σου εἰργάσατο ἐν ταῖς ἡμέραις ἡμῶν, εἰς ἔνδειξιν, ὅτι ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἡμέρα πτώσεως ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον· τοὺς γὰρ ἐνδόξους συνετάραξας μετὰ ἰσχύος καὶ τοὺς ὑψηλοὺς τῇ ὕβρει συνέτριψας μετὰ δυνάμεως, Διὰ τοῦτο, Κύριε, σήμερον τῆς αἰνέσεώς σου πλήρης ἡμῶν πᾶσα ἡ γῆ καὶ ἐν εὐγνωμοσύνῃ καὶ ἀγαλλιάσει βοῶμέν σοι· Τὰς ὁδούς σου, Κύριε, γνώρισον ἡμῖν καὶ τὰς τρίβους σου δίδαξον ἡμᾶς, νομοθέτησον ἡμᾶς ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον πάντας, τοὺς Ἄρχοντας καὶ τὸν Λαόν, ἐπὶ τὴν ἀλήθειάν σου, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν καὶ μακάριος ὁ λαός, οὗ ἐστι βοηθὸς Κύριος ὁ Θεὸς αὐτοῦ, Ἔτι δὲ καὶ ὑπὲρ τῶν ψυχῶν τῶν μαρτύρων ἀδελφῶν ἡμῶν δεόμεθά σου, τῶν τε ἐν πολέμῳ πεσόντων, τῶν ...

ΣΗΜΕΡΟΝ Η ΠΑΝΥΜΝΗΤΟΣ ΠΑΡΘΕΝΟΣ, ΤΗΝ ΦΩΤΑΥΓΗ ΑΥΤΗΣ ΣΚΕΠΗΝ ΕΦΑΠΛΩΣΑΣΑ, ΤΟΙΣ ΠΙΣΤΟΙΣ ΑΡΙΔΗΛΩΣ ΕΔΗΛΩΣΕ

Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ' αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον.

ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ ΠΑΡΘΕΝΕ, ΑΝΥΜΝΟΥΜΕΝ ΤΑΣ ΧΑΡΙΤΑΣ, ΗΝ ΩΣ ΦΩΤΟΦΟΡΟΝ ΝΕΦΕΛΗΝ...

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ ΠΝΕΥΜΑΤΟΣ...

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι' ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας. Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ' ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν. Ἑώρακε πάλαι σε, ἐν ἀπορρήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα. Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.

ΩΣ ΑΣΤΕΡΕΣ ΗΛΙΩ ΦΩΤΟΕΙΔΕΙΣ

Ὡς ἀστέρες ἡλίῳ φωτοειδεῖς, Τερεντίῳ οἱ παῖδες οἱ ἱεροί, σαφῶς συνανατέλλουσι, καὶ τὴν κτίσιν αὐγάζουσιν, ἀνδρικῶν ἀγώνων, γενναίοις πυρσεύμασι, πολυθεΐας ὄντως, τὴν νύκτα σκεδάσαντες, οὓς ἐν εὐφροσύνῃ μακαρίσωμεν πίστει, ὡς ὄντας θεράποντας, τοῦ Θεοῦ καὶ βοήσωμεν· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΩΣ ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ ΑΓΟΝΤΕΣ...

Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν. Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσι.

ΘΕΟΤΟΚΕ ΑΕΙΠΑΡΘΕΝΕ, ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ, ΔΙ΄ ΗΣ ΠΕΡΙΣΚΕΠΕΙΣ, ΤΟΥΣ ΕΙΣ ΣΕ ΕΛΠΙΖΟΝΤΑΣ...

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι' ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΣΚΕΠΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΘΕΡΜΗ ΑΝΤΙΛΗΨΙΣ...

Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀπορρήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστoν Σκέπην σου. Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα. Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου. Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ΗΛΙΟΣ ΩΣΠΕΡ, ΠΟΛΥΦΩΤΩ ΣΕΛΗΝΗ ΕΝΟΥΜΕΝΟΣ

Ἥλιος ὥσπερ, πολυφώτῳ σελήνῃ ἑνούμενος, Νεονίλλη ὁ κλεινός, Τερέντιος ἀπεγέννησεν, ἀστέρων ἑπτάριθμον, χορὸν Μαρτύρων Χριστοῦ. Ἡ συντριβή σου, τῶν μελῶν Ἀθλοφόρε Τερέντιε χοῦν ἐξελέπτυνε, σοὶ δὲ προεξένησε, δόξαν τὴν ἄφραστον. Κεχρυσωμέναις, ἀναπτᾶσα Εὐνίκη ταῖς πτέρυξι, τῶν ἀνόμων ἰξευτῶν, τὰς πανουργίας ἐξέφυγες, καὶ ἔνδον ἐσκήνωσας, παστάδος τῆς νοητῆς.

ΣΚΕΠΗ ΠΕΦΗΝΑΣ, ΚΑΙ ΣΩΤΗΡΙΑ...

Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Παναγνέ, ἡ σκέπουσα τάς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος.

ΝΥΧΤΑ ΠΑΘΩΝ, ΕΠΙΣΚΙΑΣΕΙ ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ, ΘΕΟΤΟΚΕ...

Νύκτα παθῶν, ἐπισκιάσει τῆς Σκέπης σου, Θεοτόκε, ἐκ τῶν καρδιῶν ἡμῶν, διασκεδάζεις ὡς ἀγαθή, καὶ χαρᾶς ἡμέραν, καὶ εὐφροσύνης φαιδρότητα, ἐκλάμπεις καὶ φαιδρύνεις, τοὺς πιστῶς σοι βοῶντας· Χαῖρε σκέπη τοῦ κόσμου ὁλόφωτε. Ἐκ σοῦ Θεός, κόσμῳ ὡράθη ὡς ἄνθρωπος, ἐξ ἀχράντων, γεννηθεὶς αἱμάτων σου, καὶ κόσμου σκέπην σε κραταιάν, ἔδειξε Παρθένε, καὶ βοηθὸν ἐν ταῖς θλιψεσιν‧ ἀεὶ γὰρ περισκέπεις, καὶ κινδύνων ἐξαίρεις, τοὺς προστρέχοντας πόθῳ τῇ Σκέπῃ σου. Ὡς τοῦ παντός, τὸν Βασιλέα κυήσασα, ἐπεφάνης, ὡς τῶν ὅλων ἄνασσα, ὑπὸ Ἁγίων θεοειδῶν, δορυφορουμένη, καὶ νοερῶς ἀπεκάλυψας, ἡμῖν τάς ἀποδείξεις, τῆς ἁγίας σου Σκέπης, θειοτέρᾳ ἐκφάνσει Πανάχραντε. Τὴν θαυμαστήν, καὶ ἀστραπόμορφον Σκέπην σου, δι' ἧς σκέπεις, καὶ σῴζεις Πανύμνητε, τῶν εὐσεβούντων πᾶσαν ψυχήν, ἀνυμνολογοῦμεν, οἱ διὰ ταύτης σῳζόμενοι, δεινῶν πειρατηρίων, καὶ πιστῶς σοι βοῶμεν‧ χαῖρε Κόρη ἀνθρώπων βοήθεια.

ΠΑΤΕΡ ΘΕΟΦΟΡΕ ΣΤΕΦΑΝΕ, ΘΕΙΑ ΦΡΟΝΗΣΕΙ ΤΟΝ ΝΟΥΝ

Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ πᾶσαν τὴν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος Ὅσιε. Πάτερ θεορρῆμον Στέφανε, θεολογίᾳ τὸν νοῦν, κατελὰμπρυνας Ὅσιε, δορυφόρον οἷά περ, τὸν θυμὸν προτεινόμενος, κατὰ βλασφήμων μάκαρ αἱρέσεων, ἐπιθυμίᾳ τρυφῆς τῆς ἄνωθεν, ἧς κατηξίωσαι, μετασχεῖν θεσπέσιε, περεστηκώς, θρόνῳ τοῦ Παντάνακτος, καὶ Παντοκράτορος. Πάτερ θεορρῆμον Στέφανε, δι' ἐγκρατείας τὸν νοῦν, πιαινόμενος πάντοθεν, πρὸς τὸ πρῶτον αἴτιον, ἀνατρέχειν ἐποίησας, καὶ κατευνάσας, παθῶν τὸν τάραχον, καὶ τοὺς θορύβους ἀποσεισάμενος, νοῦ καθαρότητι, συνεκράθης πάνσοφε, πρὸς ἐφετῶν, ὄντως τὸ ἀκρότατον, θεόφρον Ὅσιε.

ΤΗΝ ΑΝΕΞΙΧΝΙΑΣΤΟΝ ΘΕΙΑΝ ΒΟΥΛΗΝ

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

ΧΑΙΡΟΙΣ ΘΕΟΓΕΝΝΗΤΟΡ ΑΓΝΗ, ΤΗΣ ΑΓΑΘΟΤΗΤΟΣ ΠΗΓΗ Η ΑΚΕΝΩΤΟΣ, ΕΛΛΗΝΩΝ Η ΘΕΙΑ ΣΚΕΠΗ, ΚΑΙ ΠΡΟΣΤΑΣΙΑ ΘΕΡΜΗ.... ΣΚΕΠΗ ΤΗ ΦΩΤΑΥΓΕΙ ΣΟΥ ΑΓΝΗ....

Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστoς. Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς πρoστασίας σου, θαρρήσας ἀνενδοιάσ...

Η ΑΓΙΑ ΣΟΥ ΣΚΕΠΗ, ΩΣ ΝΕΦΕΛΗ ΠΑΜΦΩΤΟΣ ΕΠΙ ΤΩΝ ΔΟΥΛΩΝ ΣΟΥ

H ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι. Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ' ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστὸν σου ἐσκέπασας. Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες. Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ...

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. Ὁ στῦλος πρὶν ὁ πυρίμορφος, λαὸν Ἰσραηλίτην ὡδήγησε, νῦν δὲ ἡ Σκέπη σου, ἡ ἀστραπόμορφος Ἄχραντε, ἡμᾶς πρὸς σωτηρίαν ἰθύνει πάντοτε. Σκέπην τὴν σὴν τὴν ὁλόφωτον, ἁπλοῦσα περισκέπεις ἑκάστοτε, Παρθένε Ἄχραντε, ἡμᾶς ὡς ἄρτι ἐγνώκαμεν‧ τὶ οὖν ἀνταποδώσωμεν τῇ σῇ χάριτι; Σχοίνισμα Κόρη ἀπόλεκτον, οἰκεῖον καὶ λαὸν περιούσιον, ἡμᾶς ἀνέδειξας, πάλαι καὶ νῦν ἐναργέστατα· διὸ Ἑλλὰς σε πᾶσα, ὑμνεῖ χορεύουσα. Κηρύττει Κόρη τὴν χάριν σου, λαός σου ὁ πιστὸς καὶ φιλόθεος, καὶ χαριστήριον, ᾠδὴν πρoσᾴδει τῇ Σκέπῃ σου, λυτρούμενος κινδύνων καὶ περιστάσεων.

ΣΤΕΦΑΝΗΦΟΡΕ ΣΤΕΦΑΝΕ, ΣΥ ΔΕΞΑΜΕΝΟΣ....

Στεφανηφόρε Στέφανε, σὺ δεξάμενος ζέσιν, τοῦ Παναγίου Πνεύματος, ἀπερράγης τοῦ κόσμου, τὸν σὸν σταυρὸν ἄρας Πάτερ, συγκραθεὶς τῷ Χριστῷ δὲ δι' ἀκριβοῦς ἀσκήσεως, καὶ ἁγνῆς παρθενίας, τῶν ὑπὲρ νοῦν, χαρισμάτων Ὅσιε ἠξιώθης, ἐξ ὧν πλουτίζεις πάνσοφε, τὴν ὑφήλιον πᾶσαν.

ΣΕ ΚΑΘΗΛΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ, ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΙΗΣΟΥ

Σὲ καθηλούμενον βλέπουσα, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποτα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, τέκνον γλυκύτατον, πληγάς ἀδίκως πῶς φέρεις ὁ ἰατρός, ὁ ἰασάμενος, βροτῶν τὴν ἀσθένειαν, καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου;

Ο ΚΑΘΗΜΕΝΟΣ ΕΝ ΔΟΞΗ, ΕΠΙ ΘΡΟΝΟΥ ΘΕΟΤΗΤΟΣ, ΕΝ ΝΕΦΕΛΗ ΚΟΥΦΗ

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπερθεός, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου. Ἐφαπλοῦσα ἀοράτως, τὴν ὑπέρφωτον Σκέπην σου, σκέπεις Θεοτόκε, καὶ περιλαμβάνεις ἑκάστοτε, καὶ περιθάλπεις καὶ σῴζεις πάσης θλίψεως, τοὺς κραυγάζοντας· Δόξα Παρθένε τῇ δόξῃ σου. Νοῦν καὶ ἔννοιαν ἐκπλήττει, τῆς πολλῆς σοῦ χρηστότητος, ἡ ἔκφανσις Κόρη, καὶ τῶν δωρεῶν ἡ διάδοσις, ἢν πρὸς τὸ Γένος ἡμῶν δεικνύεις παντοτε‧ ὅθεν Δέσποινα, ὑμνολογοῦμεν τὴν χάριν σου. Ἐπιστᾶσα ἀοράτως, μυστικῶς ἀπεκάλυψας, ἐν τῇ Βυζαντίδι, πάλαι ἐναργῶς Θεονύμφευτε, τὴν παναγίαν σοῦ Σκέπην τοῖς οἰκέταις σου, δι' ἧς πάντοτε, σκέπεις ἡμᾶς ὡς φιλάγαθος. Ἐν κινδύνοις προστασίαν, ἐν δουλείᾳ ἀνάψυξιν, ἔχοντές σε Κόρη, καὶ καθοδηγὸν καὶ ἀντίληψιν, πάσαις τοῦ βίου ἡμῶν ταῖς περιστάσεσι, καταφεύγομεν, ὑπὸ τὴν πάμφωτον Σκέπην σου.

ΩΣ ΚΑΘΑΙΡΕΤΗΝ ΤΩΝ ΠΑΘΩΝ, ΚΑΙ ΤΥΠΟΝ ΟΡΘΟΥ ΒΙΟΥ, ΑΛΕΙΠΤΗΝ ΤΕ ΑΖΥΓΩΝ....

Ὡς καθαιρέτην τῶν παθῶν, καὶ τύπον ὀρθοῦ βίου, ἀλείπτην τε ἀζύγων, κανόνα Μοναζόντων, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ σου Σοφέ, οἱ φοιτηταί σου κράζομεν· Δόξα τῷ σὲ ἀξίως δοξάσαντι, τέρασιν ἀλήκτοις καὶ σημείοις φοβεροῖς, οὐκ ἐν βίῳ μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν Χριστῷ, μὴ ἐλλίπῃς, τοῖς τιμῶσί σε ἀεί, καταπεμφθῆναι λύσιν τῶν πολλῶν καὶ χαλεπῶν ἐγκλημάτων· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΩΣ ΚΑΘΑΙΡΕΤΗΝ ΤΩΝ ΠΑΘΩΝ, ΚΑΙ ΤΥΠΟΝ ΟΡΘΟΥ ΒΙΟΥ, ΑΛΕΙΠΤΗΝ ΤΕ ΑΖΥΓΩΝ....

Ὡς καθαιρέτην τῶν παθῶν, καὶ τύπον ὀρθοῦ βίου, ἀλείπτην τε ἀζύγων, κανόνα Μοναζόντων, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ σου Σοφέ, οἱ φοιτηταί σου κράζομεν· Δόξα τῷ σὲ ἀξίως δοξάσαντι, τέρασιν ἀλήκτοις καὶ σημείοις φοβεροῖς, οὐκ ἐν βίῳ μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν Χριστῷ, μὴ ἐλλίπῃς, τοῖς τιμῶσί σε ἀεί, καταπεμφθῆναι λύσιν τῶν πολλῶν καὶ χαλεπῶν ἐγκλημάτων· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΟΛΟΦΩΤΟΣ ΑΛΗΘΩΣ, ΕΠΕΣΤΗΣ ΠΑΝΤΟΒΑΣΙΛΙΣΣΑ, ΚΑΙ ΗΠΛΩΣΑΣ

Ὁλόφωτος ἀληθῶς, ἐπέστης Παντοβασίλισσα, καὶ ἥπλωσας θαυμαστῶς, τὴν ἄχραντον Σκέπην σου, σκέπουσα τοὺς δούλους σου‧ ὅθεν ἀνυμνοῦμεν, τὴν πολλὴν σου ἀγαθότητα. Τὴν νομικὴν κιβωτόν, τὰ Χερουβὶμ πρὶν ἐσκίαζον‧ τὴν Ἐκκλησίαν δὲ νῦν, τοῦ Χριστοῦ ἡ Σκέπη σου, σκέπει Παντευλόγητε, καὶ ἐπισκιάζει, καὶ παρέχει χάριν ἄφθονον. Ὁ παλαιὸς Ἰσραήλ, ὑπὸ νεφέλης ἰθύνετο, ἐπαγγελίας πρὸς γῆν‧ ὁ νέος δὲ Πάναγνε, ὑπὸ τῆς ἁγίας σου, Σκέπης ὁδηγεῖται, πρὸς ζωὴν τὴν ἀτελεύτητον. Κύκλῳ ἡμῶν ὥσπερ πῦρ, καταναλίσκον τοὺς ἄφρονας, τὴν Σκέπην σου τὴν λαμπράν, παρεμβάλλεις Ἄχραντε, ἡμᾶς διασῴζουσα, τῆς τούτων μανίας· διὰ τοῦτο σε δοξάζομεν.

ΕΥΦΡΑΙΝΟΥ ΕΝ ΚΥΡΙΩ, Η ΧΡΙΣΤΩΝΥΜΟΣ ΕΛΛΑΣ, ΩΣ ΣΚΕΠΟΜΕΝΗ ΤΗ ΣΚΕΠΗ.... ΠΑΛΑΙ ΜΕΝ Η ΝΕΦΕΛΗ ΕΚΑΛΥΠΤΕ, ΤΗΝ ΣΚΗΝΗΝ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ....

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τάς φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. Ὡς ὑπέρλαμπρος ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ' ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα. Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς ...

ΩΣΠΕΡ ΝΕΦΕΛΗ ΑΓΛΑΩΣ ΕΠΙΣΚΙΑΖΟΥΣΑ, ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΑ ΠΛΗΡΩΜΑΤΑ ΠΑΝΑΧΡΑΝΤΕ

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τάς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.

ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΛΛΗΝΩΝ ΑΠΑΝ ΤΟ ΣΥΣΤΗΜΑ, ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΣΚΕΠΗΝ,,,,

Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστηµα, τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑµνήσωµεν προθύµως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωµεν· χαῖρε Παρθένε βοήθεια ἀσφαλής, καὶ θερµὴ ἡµῶν ἀντίληψις. Ὥσπερ ἐρρύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου. Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτouσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι σε. Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαρρήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου.

ΣΥΝ ΤΕΡΕΝΤΙΩ ΗΣΤΡΑΨΕΝ, Η ΣΕΠΤΗ ΝΕΟΝΙΛΛΑ...

Σὺν Τερεντίῳ ἤστραψεν, ἡ σεπτὴ Νεονίλλα, Νιτᾶς Φωκᾶς καὶ Σάρβιλος, Βήλης τε καὶ Ἱέραξ, Θεόδουλος καὶ Εὐνίκη· τοῦ Χριστοῦ γὰρ προθύμως, γενναίως ὑπερήθλησαν, καὶ τυράννους καθεῖλον, οἱ εὐκλεεῖς, Ἀθλοφόροι Μάρτυρες οὓς τιμῶντες, φαιδρῶς πανηγυρίζομεν, τὴν λαμπρὰν αὐτῶν μνήμην.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα. Ἀρχῆθεν ἡμᾶς δι' εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα. Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον. Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν.

ΚΑΤΑΦΥΤΕΥΣΑΣ ΑΡΕΤΩΝ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ, ΚΑΙ ΚΑΤΑΡΔΕΥΣΑΣ ΤΑΙΣ ΡΟΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ...

Καταφυτεύσας ἀρετῶν τὸν παράδεισον, καὶ καταρδεύσας ταῖς ῥοαῖς τῶν δακρύων, ὡς τῆς ζωῆς Πανένδοξε τοῦ ξύλου τυχών, σῶσον ἱκεσίαις σου, ἐκ φθορᾶς τὴν σήν ποίμνην, ῥῦσαι περιστάσεως τοὺς θερμῶς σε τιμῶντας· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΑΝΩΘΕΝ ΕΦΑΠΛΟΥΣΑ, ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ

Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧ Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία Χαῖρε Ἑλλάδος ἡ προστασία. Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. Χαῖρε πηγὴ πλουσίας χρηστότητος Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧ Χαῖρε Σκέπη ὁλόφωτε.

ΠΟΛΥΤΡΟΠΟΙΣ ΚΟΛΑΣΕΣΙΝ, ΑΝΔΡΙΚΩΣ ΟΜΙΛΗΣΑΝΤΕΣ, ΤΟΥ ΕΧΘΡΟΥ....

Πολυτρόποις κολάσεσιν, ἀνδρικῶς ὁμιλήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν κατεβάλετε, ὁμολογοῦντες Μακάριοι, τυράννων ἐνώπιον, τὸν ὀφθέντα δι' ἡμᾶς, ἐν παχύτητι σώματος, καὶ τὰ ἄχραντα, ὑπομείναντα πάθη ἑκουσίως, καὶ πηγάσαντα τῷ κόσμῳ, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος. Τερεντίῳ συνήστραψαν, Νεονίλλα ἡ ἔνδοξος, Νιτᾶς τε καὶ Σάρβιλος οἱ θαυμάσιοι, καὶ ὁ Φωκᾶς σὺν Ἱέρακι, νομίμως ἀθλήσαντες, καὶ τὸ πῦρ τῶν αἰκισμῶν, θείᾳ δρόσῳ τοῦ Πνεύματος, ἀποσβέσαντες, καὶ γενόμενοι πύργοι εὐσεβείας, καὶ εὐπρόσδεκτοι θυσίαι, καὶ προσφοραὶ καθαρώταται. Ὡς πολύφωτος Ἥλιος, τῇ Σελήνῃ ἑνούμενος, Νεονίλλῃ τέτοκας ὦ Τερέντιε, χορὸν ἀστέρων ἑπτάριθμον, Μαρτύρων ἐν αἵματι, φοινιχθέντων καὶ φαιδράν, ἀφιέντων τὴν ἔλλαμψιν, σκηνωσάντων τε, εἰς ἀνέσπερον λῆξιν· ἔνθα πάντων, Ἀθλοφόρων αἱ ἀγέλαι, περιφανῶς πολιτεύονται.

ΣΗΜΕΡΟΝ Ο ΠΙΣΤΟΣ ΛΑΟΣ ΣΟΥ ΘΕΟΤΟΚΕ, ΟΝ ΕΘΝΟΣ ΑΓΙΟΝ, ΚΑΙ ΠΕΡΙΟΥΣΙΟΝ ΚΛΗΡΟΝ ΑΠΕΦΗΝΩ, ΤΗΣ ΣΗΣ ΣΚΕΠΗΣ....

Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τάς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν‧ Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου.

ΤΕΡΕΝΤΙΟΥ ΚΑΙ ΝΕΟΝΙΛΛΗΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης. Στίχοι Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Στίχοι Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ. Στίχοι Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἐδειξε καινὸν καὶ τετμημένος τέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα. Στίχοι Εἰρηνικῶς θνῄσκουσιν εἰρήν...

ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

Τῌ ΑΥΤῌ HMEPᾼ (ΚΗ') 28 ΟΚΤΩΒΡΙΟΥ Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων. Στίχ. Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ oὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατo, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ ὁ...

ΣΦΡΑΓΙΔΙ ΣΗΜΑΝΘΕΙΣ ΣΟΥ ΤΗΝ ΚΑΡΔΙΑΝ....

Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ δόρατι τῆς ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων ζωήν. Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ Δεσπότῃ παρέστης Χριστῷ. Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου κατῄσχυνε.

ΔΕΥΤΕ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ

Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Ἀθλητὴν τὸν μέγαν, καὶ γενναῖον ὁπλίτην, Δημήτριον τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει· Ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε. Τὸν ἀριστέα τὸν θεῖον καὶ μιμητὴν τοῦ Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, τὴν πηγὴν τῶν θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζομενοι σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῇ ἐνδόξῳ αὐτοῦ. Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάσας, τῶν πιστῶν τὰς χορείας, Δημήτριε τρισμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.

ΡΩΜΗ ΘΕΟΥ ΑΘΛΗΣΑΣ ΠΑΜΜΑΚΑΡ

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΛΥΑΙΟΥ ΤΗΝ ΑΠΟΝΟΙΑΝ...

Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.

ΝΕΣΤΟΡ ΑΘΛΗΤΑ

Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος. Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας. Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ, Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΣΤΟΡΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Στίχοι Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Στίχοι Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΗΜΗΤΡΙΟΥ ΚΑΤΑΥΓΑΣΘΕΙΣ...

Δημητρίου καταυγασθείς, ταῖς φωτοβόλοις διδασκαλίαις, τῆς Ἑλλήνων ματαιότητος, τὴν ἀχλὺν διέφυγες, καὶ μαρτυρίου φέγγος ἀπήστραψας. Ἀπιστίας τὴν ἁλμυράν, ταράξας θάλασσαν γλυκασμῷ σου, τῆς νοστίμου Νέστορ πίστεως, ἀσεβῶν στρατεύματα, βυθῷ τῶν σῶν αἱμάτων ἀπέπνιξας. Φυτευόμενον πρὸς ζωήν,ἐδείχθης δένδρον τῇ εὐκαρπίᾳ, διατρέφων τῶν ἀγώνων σου, τῶν πιστῶν τὸ πλήρωμα, Νέστορ Χριστοῦ Μαρτύρων τὸ καύχημα.

ΜΕΡΙΣ ΜΟΥ ΔΗΜΗΤΡΙΕ, ΚΑΙ ΔΟΞΑ ΘΕΙΑ ΓΕΓΕΝΗΣΑΙ

Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι· τῆς μάνδρας γὰρ πρόβατον, κἀγὼ τῆς φίλης σου· διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον. Ὑπῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου, τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά σου, κρήνην ἀνέδειξας. Ῥευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν ἀκαθάρτων παθῶν, καὶ τῷ μύρῳ σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα. Ὡς μύρον μὲν ἔφησε, Δαυῒδ ὁ θεῖος ἐν Πνεύματι, τὴν ἕνωσιν Ἔνδοξε, τῶν ἀδελφῶν τὴν τερπνήν, τὰ δὲ μύρα σου, σοφὲ τὴν νέαν κτίσιν, συνάγει πρὸς ἕνωσιν, μύρου τοῦ κρείττονος.

Η ΜΝΗΜΗ ΣΟΥ ΕΝΔΟΞΕ, ΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΕ

Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.

ΑΜΗΤΩΡ, ΚΑΘ' Ο ΘΕΟΣ ΤΟ ΠΡΟΤΕΡΟΝ, ΥΠΑΡΧΩΝ ΓΕΓΟΝΕ...

Ἀμήτωρ, καθ' ὃ Θεὸς τὸ πρότερον, ὑπάρχων γέγονε, τὸ καθ' ἡμᾶς ἀπάτωρ ὁ ἐκ σοῦ, Θεοτόκε πανύμνητε, σάρκα λαβὼν καθ' ἕνωσιν, τὴν ὑπὲρ λόγον καὶ διάνοιαν.

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ, ΠΑΝΤΕΣ ΣΥΜΦΩΝΩΣ ΟΙ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ...

Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων· εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ στήριγμα.

ΛΕΛΟΓΙΣΤΑΙ ΠΑΡ' ΟΥΔΕΝ, ΤΟ ΤΩΝ ΤΥΡΑΝΝΩΝ

Λελόγισται παρ' οὐδέν, τὸ τῶν τυράννων παρὰ σοὶ πρόσταγμα· τὸν τοῦ Θεοῦ Λόγον γάρ, πάντων Ἀθλοφόρε προέκρινας. Λυχνία φωτοειδής, τοῦ Μαρτυρίου ἐν σκηνῇ γέγονας, θείῳ φωτὶ λάμπουσα, Μάρτυς Ἀθλοφόρε Δημήτριε.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ

Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Τῆς δικαίας σου ταύτης ὀργῆς φιλάνθρωπε, ἐπελθούσης ἀθρόως συνεταράχθημεν, καὶ ἀπελπισμῷ παντελεῖ συνεσχέθημεν, προσαγανακτοῦντα, ὁρῶντες καθ' ἡμῶν σε. Ἀνατείνωμεν χεῖρας πιστοὶ καὶ ὄμματα, πρὸς τὸν μόνον Δεσπότην σῴζειν δυνάμενον, κράζοντες· Χριστέ, τὸν θυμόν σου ἀπόστρεψον, ἀφ' ἡμῶν ταχέως, φιλάνθρωπος ὑπάρχων. Χιλιάδες Ἀγγέλων, Μαρτύρων σύλλογος, Προφητῶν Ἀποστόλων, Ὁσίων Ἱεραρχῶν, ἅγιος χορός, ἱκετεύει σε Δέσποτα· Φεῖσαι τοῦ λαοῦ σου, τοῦ τεταπεινωμένου. Ὁ γινώσκων Οἰκτίρμον τὸ ἀσθενὲς ἡμῶν, καὶ εὐόλισθον πάντῃ καὶ ἀδιόρθωτον, ἄνες τὴν ὀργήν, καὶ τὸν τάραχον κόπασον, καὶ τῷ σῷ ἐλέει, οἰκτείρησον τὸν κόσμον.

ΣΥΜΠΑΘΗΣ ΘΕΟΤΟΚΕ ΤΟΝ ΕΥΣΥΜΠΑΘΗΤΟΝ...

Συμπαθὴς Θεοτόκε τὸν εὐσυμπάθητον, ἡ τεκοῦσα Σωτῆρα, ἴδε τὴν κάκωσιν, καὶ τὸν στεναγμὸν τοῦ λαοῦ σου, καὶ τάχυνον, τοῦ παρακαλέσαι, ἡμᾶς οἰκτειρηθῆναι.

ΤΟΝ ΣΥΜΠΑΘΕΣΤΑΤΟΝ, ΚΥΡΙΟΥ ΜΑΡΤΥΡΑ...

Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα, ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων, ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.

ΕΥΣΕΒΕΙΑΣ ΤΟΙΣ ΤΡΟΠΟΙΣ ΚΑΤΑΠΛΟΥΤΩΝ, ΑΣΕΒΕΙΑΣ ΤΗΝ ΠΛΑΝΗΝ

Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΗΜΑΥΡΩΣΑΣ ΠΑΣΑΝ ΤΟΥ ΕΧΘΡΟΥ

Ἠμαύρωσας πᾶσαν τοῦ ἐχθροῦ, μανίαν ἔνδοξε, καὶ τὰ παλαίσματα, τὴν ἀκαθαίρετον δύναμιν, τοῦ Χριστοῦ περιζωσάμενος, καὶ νικηφόρος γεγονώς, Μάρτυς Δημήτριε, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Μαρτύρων εὐστάθειαν δεικνύς, Μαρτύρων εὔκλειαν ἔσχες Δημήτριε, λουτρὸν λουσάμενος ἅγιον, ὃ δευτέραις οὐ μολύνεται, ἁμαρτημάτων προσβολαῖς, λόγχῃ νυττόμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἡ τῶν θαυμασίων πληθύς, τὴν ὑπὲρ νοῦν δωρεάν, ἥν σου παρέσχε· Χριστὸς τοῖς πᾶσιν Ἔνδοξε δείκνυσι, καὶ ἡ χάρις τῶν ἰάσεων, τὴν ὑπὲρ λόγον σοι σαφῶς, χάριν κηρύττει ἡμῖν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΤΗΝ ΜΟΝΗΝ ΕΝ ΠΑΣΑΙΣ ΤΑΙΣ ΓΕΝΕΑΙΣ

Τὴν μόνην ἐν πάσαις ταῖς γενεαῖς, Παρθενομήτορα, καὶ Θεοτόκον Ἁγνὴν ὑμνολογήσωμεν· αὕτη γάρ, σωτηρίας ἡμῖν πρόξενος, ὡς τὸν τοῦ κόσμου Λυτρωτήν, Λόγον γεννήσαντα, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν κυριον.

ΥΨΩΣΑΣ ΧΡΙΣΤΟΝ ΕΝ ΕΚΚΛΗΣΙΑ

Ὑψώσας Χριστὸν ἐν Ἐκκλησίᾳ, ἀλήθειαν σοῦ ὁ λάρυγξ ἐμελέτησε· στόμα σὸν λελάληκε, σοφίας τὰ ῥήματα· τῶν ἀρωμάτων ὤφθησαν αἱ σιαγόνες σου, φιάλαι· διὰ τοῦτο Χριστὸς σε, μύρου θείου κρήνην, ἀνέδειξε τῷ κόσμῳ. Ῥημάτων ἰσχύν σου Στεφηφόρε, ὡς βέλη τοῦ δυνατοῦ ὁ σὸς ἀντίπαλος, φρίττων ἀνὰ χεῖράς σου, πόρρωθεν στρεφόμενα, σοῦ τὴν πλευρὰν ἀνώρυξεν, μυρίῳ δόρατι· ἢ μύρων ἀναδοῦσα θαλάσσας, ὡς τοὺς Αἰγυπτίους αὐτὸν καταβαπτίζει. Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὁ ῥύστης ἐν τοῖς κινδύνοις ὁ ἐξαίρετος, πρόμαχος ὁ κράτιστος, πάσης Ἐκκλησίας τε, οἷα πατὴρ φιλόστοργος, τοῖς τέκνοις δίδωσι, θηλὴν αὐξητικὴν ψυχοτρόφον, τὴν πλευρὰν ὡς γάλα, τὸ μύρον χορηγοῦσαν. Νόσων καὶ δεινῶν ἀρρωστημάτων, δαιμόνων ἐπιβουλῆς τε σὺ διέσωσας, μέγιστε Δημήτριε, μύρου ταῖς ἀρδείαις σου, τὴν πατρικὴν οἰκίαν μοι, ἣν περ ἐφίλησας, τιμῶν τὴν ἀρετὴν τῶν τεκόντων, οἷς ἡμᾶς συνάπτοις, ὑμνοῦντάς σου τὴν χάριν.

ΤΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ ΔΗΜΗΤΡΙΕ

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

ΟΛΒΟΝ ΣΕ ΚΟΙΝΟΝ, Ω ΘΕΟΤΟΚΕ

Ὄλβον σε κοινόν, ὧ Θεοτόκε, καὶ δόξαν οἱ σὲ τιμῶντες πάντες ἔχοντες, πίστει σοι προστρέχομεν, πόθῳ σου δεόμενοι, τῆς ἀδοξίας λύτρωσαι, τῆς ἐν τῷ μέλλοντι, τρυφῆς τῆς αἰωνίου καὶ δόξης, ἐν σκηναῖς Δικαίων, ἡμᾶς καταξιοῦσα.

Ω ΤΟΥ ΜΕΓΙΣΤΟΥ ΜΥΣΤΗΡΙΟΥ....

Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν ὡς ἄνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη. Ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰ μὴ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΤΗΣ ΓΗΣ ΣΥΝΤΑΡΑΣΣΟΜΕΝΗΣ ΤΩ ΤΗΣ ΟΡΓΗΣ...

Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται Κύριε, ἀλλ' εὐσπλαγχνίας ὄμματι ἐφ' ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Φοβερὸς εἶ Κύριε, καὶ τὶς ὑποστήσεται τὴν δικαίαν σου ὀργήν, ἢ τὶς σὲ δυσωπήσει, ἢ τὶς παρακαλέσει ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; τὰ οὐράνια τάγματα Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ, διὰ σπλάγχνα ἐλέους, σῷζε πόλιν κινδυνεύουσαν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν. Νινευῖται τοῖς παραπτώμασι, τὴν διὰ τῆς τοῦ σεισμοῦ ἀπειλῆς κατάχωσιν ἤκουον· ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους, τὴν διά του Ἰωνᾶ ἀνάστασιν, ἡ μετάνοια παρακαλεῖ, ἀλλ' ὡς ἐκείνους, βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν, οἰκτείρας προσεδέξω, καὶ ...

ΙΕΡΟΥΡΓΗΣΑΝ ΤΟ ΑΙΜΑ ΣΟΥ ΔΗΜΗΤΡΙΕ

Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός, πλευρὰν δὲ λελόγχευσαι, τοῦτον μιμούμενος· ὅθεν δίδωσι, τὴν ἀμοιβὴν κατάλληλον, μύρον ἄλλοις δεδειχὼς σε. Σεσωμάτωται τὸ μύρον τὸ οὐράνιον, Χριστὸς ὁ Κύριος, διὰ φιλίαν βροτῶν, αὐτὸν δὲ Δημήτριος, φιλήσας ἄριστα, χριστὸς γίνεται, μύρῳ καινῷ χρισάμενος, καὶ σαρκός ἐκβλύζει μύρα. Μύρῳ χρίσας με Χριστὸς ἀγαλλιάσεως, δουλείας ἔλυσε, καὶ τυραννίδος πικρᾶς· ἀλλ' αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν, ἐλευθέρωσον, αἰσχρᾶς δουλείας Ἅγιε, σοῦ τῷ μύρῳ καταχρίσας.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ.... ΕΞΙΛΕΩΣΑΣΘΕ

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, Στρατιαῖς σε μακαρίζομεν». Ἰδοὺ οἱ πάντες ἡμεῖς ἐπταίσαμεν, καὶ φοβερῶς ἡ γῆ μηδὲν σφαλεῖσα κολάζεται· νουθετῶν γὰρ ἡμᾶς ὁ φιλάνθρωπος, ὅλην αὐτὴν σαλεύει· λάβωμεν αἴσθησιν, καὶ τῆς σωτηρίας ἑαυτῶν ἐπιμελώμεθα. Ὡρῶν καὶ χρόνων ὑπάρχων Κύριος, μιᾷ ῥοπῇ ἠθέλησας ἐκτρῖψαι τοὺς δούλους σου, ὑπὸ δὲ τῆς πολλῆς εὐσπλαγχνίας σου, Δέσποτα ἐκωλύθης, εὐχαριστοῦμέν σοι, οἱ ἀναπολόγητοι ἡμεῖς, μόνε φιλάθρωπε. Σεισμοῦ μαχαίρας, πικρᾶς ἁλώσεως, καὶ ἐθνικῆς Χριστὲ ἐπιδρομῆς καὶ συμπτώσεως, καὶ λιμοῦ καὶ λοιμοῦ καὶ κακώσεως, πάσης ἄλλης οἰκτίρμον, ῥῦσαι τὴν πόλιν σου, ἅπασάν τε χώραν, τῶν πιστῶς ὑμνολογούντων σε. Ἡ γῆ ἀγλώσσως βοᾷ στενάζουσα, τὶ με κακοῖς μιαίνετε πολλοῖς πάντες ἄνθρωποι; καὶ ὑμῶν ὁ Δεσπότης φειδόμενος, ὅλην ἐμὲ μαστίζει, λάβετε αἴσθησιν, καὶ ἐν μετανοίᾳ, τὸν Θεὸν ἐξιλεώσασθε.

ΕΧΕΙ ΜΕΝ Η ΘΕΙΟΤΑΤΗ ΣΟΥ ΨΥΧΗ....

Ἔχει μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, ἀοίδιμε Δημήτριε, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ἧς τὰ τείχη, ἐν ταῖς ἀχράντοις χερσὶ τοῦ ἀοράτου Θεοῦ ἐζωγράφηνται. Ἔχει δὲ καὶ τὸ πανέντιμον, καὶ ἀθλητικώτατόν σου σῶμα, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, ταμεῖον ἄσυλον θαυμάτων, νοσημάτων ἀλεξητήριον, ἔνθα προστρέχοντες, τὰς ἰάσεις ἀρυόμεθα. Φρούρησον πανεύφημε, τὴν σὲ μεγαλύνουσαν πόλιν, ἀπὸ τῶν ἐναντίων προσβολῶν, παρρησίαν ὡς ἔχων, πρὸς Χριστὸν τόν σὲ δοξάσαντα.

ΔΕΔΟΞΑΣΜΕΝΗ, ΠΕΦΩΤΙΣΜΕΝΗ

Δεδοξασμένη, πεφωτισμένη Μητροπάρθενε, πάντας τοὺς τιμῶντάς σε τὴν παναληθῆ, Θεοτόκον περιφρούρησον, εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχουσα Δέσποινα.

ΓΗ ΚΑΙ ΟΥΡΑΝΟΣ, ΤΟ ΠΡΑΓΜΑ ΘΑΥΜΑΖΟΥΣΙ

Γῆ καὶ οὐρανός, τὸ πρᾶγμα θαυμάζουσι, τὸ σὸν Δημήτριε· τὴν γὰρ ἐν σαρκὶ ζωήν, καλῶν παντοίων κοσμήσας εἴδεσι, τὸ κατ' εἰκόνα βέλτιστε, λαμπρῶς ἀπείληφας, τὸ δὲ σῶμα, βάψας σου τοῖς αἵμασι, Βασιλεὺς ὡς λαμπρὸς μύρῳ κέχρισαι. Ἵνα τὴν στολήν, ἐνδύσῃ Δημήτριε, ἣν ἐξεδύσατο, πρὶν ὁ παλαιὸς Ἀδάμ, Ἀδὰμ τὸν νέον καλῶς ἐνδέδυσαι, καὶ τῆς σαρκὸς τὸ κώδιον χαίρων ἀπέρριψας· διὰ τοῦτο, μύροις τε καὶ στέμμασι, βασιλεία λαμπρὰ σοι μνηστεύεται. Νοῦς οὐκ ἐξαρκεῖ, καὶ λόγος ἀνθρώπινος ἐκδιηγήσασθαι, τὰς ὑπερφυεῖς τιμὰς, καὶ δόξας Μάρτυς, ἃς περ ἀπείληφας, συμβασιλεύων ἄληκτα, Χριστῷ μακάριε, τὸ δὲ μύρον, σύμβολον σαφέστατον, ὑπὲρ φύσιν ἐκβλύζον σῆς κόνεως. Ἥν περ Ἀθλητά, Χριστὸς ἐξηγόρασε, ποίμνην τῷ αἵματι, λόγοις ἱεροῖς καὶ σύ, καὶ νόμοις αἵμασί τε συνέστησας, ἀλλὰ καὶ νῦν τοῖς μύροις σου τρέφων καὶ θαύμασιν, εἰς αἰῶνας, ἄτρωτον συντήρησον, χαλεπῶν ἐξ αἱρέσεων μέγιστε.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ.... ΤΟ ΖΩΗΦΟΡΟΝ ΧΡΙΣΤΟΥ...

Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος. Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται. Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας. Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβ...

ΜΕΓΑΝ ΕΥΡΑΤΟ ΕΝ ΤΟΙΣ ΚΙΝΔΥΝΟΙΣ...

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΥΜΝΟΥΣ ΕΥΤΕΛΕΙΣ, ΔΕΗΣΕΙΣ ΤΕ ΠΡΟΣΔΕΞΑΙ

Ὕμνους εὐτελεῖς, δεήσεις τε πρόσδεξαι τὰς ἡμῶν Δέσποινα, λῦσον συμφορῶν πικρῶν, ἡμῖν τὸ νέφος, κοινῶν ἰδίων τε, τῆς Ἐκκλησίας κοίμισον, Ἁγνὴ τὸν κλύδωνα τῶν Βαρβάρων, σκόρπισον τὰς φάλαγγας, καὶ μελλούσης κολάσεως λύτρωσαι.

ΝΑΜΑΤΩΝ ΕΠΕΒΗΣ ΖΩΗΡΥΤΩΝ

Ναμάτων ἐπέβης ζωηρύτων, Βαπτίσματι θείῳ καθαρθεὶς αἵματι, δὲ λουσάμενος, μαρτυρικῷ Δημήτριε, κρᾶσιν καινὴν τετέλεκας, πηγὴ τῶν μύρων γενόμενος. Ὁ μέγας φρουρὸς Θεσσαλονίκης, ὡς μέγας Κυρίου ποταμός, τέρπεις λαμπρῶς τὴν πόλιν σου, τοῦ μύρου τοῖς ὁρμήμασιν, ὡς θεῖα δὲ σκηνώματα, καθαγιάζεις τὰ σύμπαντα. Ἡ πόλις σου Μάρτυς ὥς περ κρήνη, ναμάτων ὁρᾶται ζωτικῶν, ὡς ῥεύματα τὰ μύρα σου, ποταμηδὸν προχέουσα, θαλάσσας τῶν αἱρέσεων, καὶ τῶν παθῶν κατακλύζοντα. Τὸ μύρον Χριστὸς ἐν τῇ ψυχῇ σου, Δημήτριε ῥεῦσαν νοητῶς, ὡς χείλεσι σοῖς μέλεσι, μύρου πηγὴν ἐξέχεε, τῆς χάριτος τοῦ Πνεύματος, σεπτὸν δεικνύων σε σκήνωμα.

ΠΥΡ ΠΟΘΟΥ ΘΕΙΚΟΥ,

Πῦρ πόθου θεϊκοῦ, ἐν καρδίᾳ δεξάμενος, πῦρ ἔσβεσας τῆς ἀθέου, τῶν εἰδώλων μανίας, ἀοίδιμε Δημήτριε. Ῥυόμενος ἡμᾶς, ἐκ κινδύνων ἐπίφανον, Δημήτριε ταῖς εὐχαῖς σου, περισκέπων τοὺς πίστει, καὶ πόθῳ εὐφημοῦντάς σε. Οἱ πίστει πρὸς τὸ σόν, ἐπειγόμενοι τέμενος, Δημήτριε νοσημάτων, καὶ παθῶν ψυχοφθόρων, συντόμως ἀπαλλάττονται.

ΤΟΝ ΛΟΓΧΑΙΣ ΚΛΗΡΩΣΑΜΕΝΟΝ...

Τὸν λόγχαις κληρωσάμενον, τῆς σωτηρίου πλευρᾶς τὴν χάριν, τῆς νυγείσης τῇ λόγχῃ, ἐξ ἧς ἡμῖν πηγάζει ὁ Σωτήρ, ζωῆς καὶ ἀφθαρσίας νάματα, Δημήτριον τιμήσωμεν, τὸν σοφώτατον ἐν διδαχαῖς, καὶ στεφανίτην ἐν Μάρτυσι· τὸν δι' αἵματος τελέσαντα, τὸν τῆς ἀθλήσεως δρόμον, καὶ θαύμασιν ἐκλάμψαντα πάσῃ τῇ οἰκουμένῃ, τόν ζηλωτὴν τοῦ Δεσπότου, καὶ συμπαθῆ φιλόπτωχον· τὸν ἐν πολλοῖς καὶ πολλάκις κινδύνοις χαλεποῖς, τῶν Θεσσαλονικέων προϊστάμενον, οὗ καὶ τὴν ἐτήσιον μνήμην γεραίροντες, δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐνεργοῦντα δι' αὐτοῦ πᾶσι τὰ ἰάματα.

ΕΥΦΡΑΙΝΟΥ ΕΝ ΚΥΡΙΩ ΠΟΛΙΣ ΘΕΣΣΑΛΟΝΙΚΗ

Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Δημήτριον τὸν πανένδοξον ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα σοι.

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ ἡ Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Στίχοι Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Στίχοι Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Στίχοι Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Στίχοι Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Στίχοι Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ...

ΔΕΥΡΟ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ

Δεῦρο Μάρτυς Χριστοῦ πρὸς ἡμᾶς, σοῦ δεομένους, συμπαθοῦς ἐπισκέψεως· καὶ ῥῦσαι κεκακωμένους, τυραννικαῖς ἀπειλαῖς, καὶ δεινῇ μανίᾳ τῆς αἱρέσεως· ὑφ' ἧς ὡς αἰχμάλωτοι, καὶ γυμνοὶ διωκόμεθα, τόπον ἐκ τόπου, συνεχῶς διαμείβοντες, καὶ πλανώμενοι, ἐν σπηλαίοις καὶ ὄρεσιν. Οἴκτειρον οὖν πανεύφημε, καὶ δὸς ἡμῖν ἄνεσιν, παῦσον τὴν ζάλην καὶ σβέσον, τὴν καθ' ἡμῶν ἀγανάκτησιν, Θεὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Τεῖχος ὠχυρωμένον ἡμῖν, τὰς ἑλεπόλεις τῶν ἐχθρῶν μὴ πτοούμενον, ἐδόθης τὰς τῶν βαρβάρων, ἐπιδρομὰς καταργῶν, καὶ πασῶν τῶν νόσων τὰ συμπτώματα· κρηπὶς ἀκατάβλητος, καὶ θεμέλιος ἄρρηκτος, καὶ πολιοῦχος, οἰκιστὴς καὶ ὑπέρμαχος, ἐχρημάτισας, τῇ σῇ πόλει Δημήτριε· ἣν καὶ νῦν παμμακάριστε, δεινῶς κινδυνεύουσαν, καὶ τρυχομένην ἀθλίως, ταῖς σαῖς πρεσβείαις διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος. Πᾶσαν τὴν ἀρετὴν συλλαβών, τῶν Ἀθλοφόρων ὁ χορὸς ἀναδείκνυται, ἐντεῦθεν τῆς ἀκηράτου, καὶ μακαρίας ζωῆς, τὴν τρυφὴν ἀξίως ἐκληρώσαντο· ἐν οἷς ἀξιάγ...

ΕΙΣ ΤΑ ΥΠΕΡΚΟΣΜΙΑ ΣΚΗΝΩΜΑΤΑ...

Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός· λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ ΔΗΜΗΤΡΙΕ, ΩΣ ΠΟΤΕ ΤΟΥ ΛΥΑΙΟΥ...

Μάρτυς Χριστοῦ Δημήτριε, ὡς ποτὲ τοῦ Λυαίου, τὴν ὀφρὺν καὶ τὴν ἔπαρσιν, καὶ τὸ ἵππειον θράσος, καθεῖλες χάριτι θείᾳ, τὸν γενναῖον κρατύνας, ἐν τῷ σταδίῳ Νέστορα, τοῦ Σταυροῦ τῇ δυνάμει, οὕτω κἀμέ, ταῖς εὐχαῖς σου κράτυνον Ἀθλοφόρε, κατὰ δαιμόνων πάντοτε, καὶ παθῶν ψυχοφθόρων.

ΩΣΠΕΡ ΔΥΟ ΑΜΝΟΙ ΣΦΑΓΙΑΖΕΣΘΕ

Ὥσπερ δύο ἀμνοὶ σφαγιάζεσθε, τὸν Ἀμνὸν τοῦ Θεοῦ ὁμοούσιον, Πατρὸς ἀνακηρύττοντες, καὶ τραπέζῃ τῇ ἄνω προσενεχθέντες, ἀθλητῶν ὁμηγύρει συντάττεσθε. Δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἐξενεύρισαν πλάνης τὸ φρύαγμα, καὶ καρτερῶς ἀθλήσαντες, τοὺς δεινῶς παρεθέντας ταῖς ἀσθενείαις, οἱ πιστοὶ θεραπεύουσι Μάρτυρες. Ἰατροὶ τῶν πιστῶν χρηματίζοντες, τῶν παθῶν ἡμῶν Ἅγιοι Μάρτυρες, τὰ χαλεπὰ νοσήματα, καὶ τὰς ἐπαναστάσεις τὰς ἐναντίας, θεραπεύσατε θείαις δεήσεσιν.

ΩΣ ΥΠΗΡΕΤΑΙ ΕΥΣΕΒΩΣ ... ΑΡΙΣΤΟΙ...

Ὡς ὑπηρέται εὐσεβῶς Θεοῦ τοῦ φιλανθρώπου, Δυὰς εὐλογημένη, προφθάσατέ με τάχος, λυτρούμενοί με τῶν δεινῶν, λόγον μοι σοφίας χορηγοῦντες, τὴν ὑμῶν ἀνευφημοῦντι ἄθλησιν, ἣν ὑπὲρ τῆς πίστεως Ἅγιοι, γνώμῃ αδιστάκτῳ ὑποστάντες, τῶν στεφάνων ἐτύχετε τῶν ἐπουρανίων, χοροῖς τε τῶν Ἀθλητῶν καὶ Ἀποστόλων, Διδασκάλων καὶ σεπτῶν Ἀρχιερέων συγχαίρετε ἀεί, ὡς κήρυκες Θεοῦ Λόγου, ὡς τῆς Τριάδος ὑπέρμαχοι ἄριστοι.

ΜΑΡΚΙΑΝΟΣ Ο ΠΑΝΣΟΦΟΣ

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

ΩΣ ΥΠΗΡΕΤΑΙ ΕΥΣΕΒΩΣ ΘΕΟΥ ΤΟΥ ΦΙΛΑΝΘΡΩΠΟΥ

Ὡς ὑπηρέται εὐσεβῶς Θεοῦ τοῦ φιλανθρώπου, Δυὰς εὐλογημένη, προφθάσατέ με τάχος, λυτρούμενοί με τῶν δεινῶν, λόγον μοι σοφίας χορηγοῦντες, τὴν ὑμῶν ἀνευφημοῦντι ἄθλησιν, ἣν ὑπὲρ τῆς πίστεως Ἅγιοι, γνώμῃ αδιστάκτῳ ὑποστάντες, τῶν στεφάνων ἐτύχετε τῶν ἐπουρανίων, χοροῖς τε τῶν Ἀθλητῶν καὶ Ἀποστόλων, Διδασκάλων καὶ σεπτῶν Ἀρχιερέων συγχαίρετε ἀεί, ὡς κήρυκες Θεοῦ Λόγου, ὡς τῆς Τριάδος ὑπέρμαχοι ἄριστοι.

ΜΑΡΚΙΑΝΟΥ ΚΑΙ ΜΑΡΤΥΡΙΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Στίχοι Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει, Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους. Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου. Στίχοι Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει, Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου. Στίχοι Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε, θείαν χορείαν, πρόξενον θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου. Στίχοι Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος, Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος. Στίχοι Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν, Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι. Ταῖς τῶν Ἁγίων σου ...

ΟΥΚ ΕΝ ΤΩ ΝΟΜΩ ΠΕΦΥΚΕ

Οὐκ ἐν τῷ νόμῳ πέφυκε, προφανῶς ἡ τελείωσις, ἀλλ' ἐν τῷ Χριστῷ, ἡ σωτηρία δέδοται, ἐβόων οἱ Μάρτυρες, τοῖς θεοκτόνοις λέγοντες· ὅθεν γεγηθότες ἀναιρούμενοι πάντες, καὶ θνῄσκομεν προθύμως, καὶ αὐτῷ μελῳδοῦμεν· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Μυσταγωγεῖ τὸ νήπιον, καὶ διδάσκει τοὺς ἄφρονας, πρὸς τὴν σὴν εἰκόνα, καθορᾶν τὴν ἄχραντον, καὶ πίστιν εἰσδέξασθαι, τῆς ἐν γῇ παρουσίας σου, καὶ διαλαθόν τῶν παρανόμων τὰς χεῖρας, τὴν φλόγα ὑπεισῆλθε, τῇ τεκούσῃ συμψάλλον· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐπὶ τῆς γῆς οἱ Μάρτυρες, εὐσεβῶς ἠγωνίσαντο, καὶ ἐν οὐρανοῖς, παρὰ Χριστοῦ τὸν στέφανον ἀξίως ἐδέξαντο, χαρμονικῶς ἀπάραντες, τῶν εὐφραινομένων, ἔνθα ἡ κατοικία, τῶν πίστει μελῳδούντων, καὶ βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Xριστὸν εἰς τοὺς αἰῶνας. Νενικηκότες Ἅγιοι, τὸν δεινὸν κοσμοκράτορα, καὶ τοὺς ὑπουργοῦντας, τοῖς αὐτοῦ θελήμασι πρὸς τὸν Παντοκράτορα, καὶ τὸν τῶν ὅλων Κύριον, μετὰ παρρησίας καὶ χαρᾶς ἀνεκφράστου, μετέστησε βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτ...

ΑΡΕΘΑ ΠΑΝΑΟΙΔΙΜΕ, ΣΥΝ ΤΟΙΣ ΣΥΝΑΘΛΟΙΣ ΠΡΕΣΒΕΥΕ

Ἀρέθα παναοίδιμε, σὺν τοῖς συνάθλοις πρέσβευε, Χριστῷ βραβεῦσαι τῷ κόσμῳ, ὁμόνοιαν καὶ εἰρήνην, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, Μεγαλομάρτυς ἔνδοξε, καὶ ἱλασμὸν τοῖς τελοῦσι, τὴν ἱερὰν ἡμῶν μνήμην.

ΕΥΦΡΟΣΥΝΗΣ ΠΡΟΞΕΝΟΣ ΗΜΙΝ ΕΠΕΣΤΗ, Η ΦΩΣΦΟΡΟΣ ΣΗΜΕΡΟΝ...

Εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη, ἡ φωσφόρος σήμερον, τῶν Ἀθλοφόρων ἑορτή, ἣν ἀνυμνοῦντες δοξάζομεν, τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

ΤΟΝ ΝΟΥΝ ΜΟΥ ΦΩΤΙΣΟΝ ΧΡΙΣΤΕ

Τὸν νοῦν μου φώτισον Χριστέ, τῇ αἴγλῃ τῶν ἀγώνων, Ἀρέθα τοῦ γενναίου, καὶ πάντων τῶν ἁγίων τῶν ἀθλησάντων σὺν αὐτῷ· πρῶτος γὰρ ἁπάντων ἀνεδείχθη ὁ στερρός, φαιδρῶς παραταξάμενος κατὰ τῶν ἀθετούντων τὴν σάρκωσιν σου, τοῦ ὑπὲρ φύσιν σαρκωθέντος καὶ τεχθέντος, ἵνα ἡμᾶς λυτρώσῃς τῆς πλάνης, καὶ δείξῃς ἀπλανῶς τοῖς βουλομένοις διοδεύειν τὴν ὁδὸν τοῦ μαρτυρίου, ἣν οἱ Ἀθληταὶ ἐβάδισαν, σὲ ἀνυμνοῦντες τὸν ἐν ὑψίστοις ὑπάρχοντα Κύριον.

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΕΘΑ ΚΑΙ ΤΗΣ ΣΥΝΟΔΙΑΣ ΑΥΤΟΥ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ. Στίχοι Τμηθείς, Θεῷ προσῆξε Μάρτυς Ἀρέθας, Πολλοὺς ὁμοίως Μάρτυρας τετμημένους. Ἀρέθα εἰκάδι σὺν γνωστοῖσι τετάρτῃ τμήθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη μιᾶς γυναικὸς καὶ τοῦ βρέφους αὐτῆς, ἣν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιρρῖψαν ἐν τῇ φλογὶ ἑαυτὸ τελειοῦται Στίχοι Τῇ μητρὶ πρὸς πῦρ ἡσύχως τεφρουμένη, Φωναῖς ὑποψελλίζον εἵπετο βρέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεβαστιανῆς. Στίχοι Σεβαστιανὴ τῇ τομῇ βλύζει γάλα, Οὐχ αἷμα καὶ σάρξ ὥς περ οὖσα πρὸς ξίφος. Οἱ ἅγιοι Μᾶρκος, Σωτήριχος, Οὐαλεντῖνος κατὰ γῆς συρόμενοι, καὶ οἱ ἅγιοι Ἀκάκιος ὁ πρεσβύτερος καὶ Νέρδων ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΓΟΝΟΝ ΣΕ ΤΟΥ ΙΩΣΗΦ

Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ ΤΟΥ ΑΔΕΛΦΟΘΕΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος καὶ Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου. Στίχοι Κληθεὶς ἀδελφὸς τοῦ Κατακρίτου ξύλῳ Θνῄσκεις δι' αὐτόν, παμμάκαρ, κρουσθεὶς ξύλῳ. Ἐσθλὸν Ἀδελφόθεον τριτάτῃ ξύλῳ εἰκάδι πλῆξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Εὗρες μεταστὰς τὴν παλαιὰν ἀξίαν, Ἰγνάτιε Πρόδρομε Ῥώμης τῆς Νέας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Ῥωμαίου. Στίχοι Ἔρημον ἠγάπησας οἰκεῖν παμμάκαρ, Θεῷ ὁμιλεῖν καταμόνας τῷ μόνῳ. Ὁ Ὅσιος πατὴρ ἡμῶν Νικηφόρος ὁ ἱδρυτὴς τὴν ἐν Χαρσιανῷ Μονῆς καὶ ὁ Ὅσιος Πετρώνιος ἐν εἰρήνῃ τελειοῦνται. Οἱ Ἅγιοι δύο Παῖδες εἰς πῦρ κατὰ γῆς στρωθέν, τρέχειν ἀναγκασθέντες, τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΠΟΛΥΣ ΣΟΥ Ο ΠΛΟΥΤΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ! ΑΡΙΘΜΟΣ ΔΕ ΟΥΚ ΕΣΤΙ ΤΗΣ ΔΟΞΗΣ ΣΟΥ....

Ὡς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.

ΠΑΡΑΝΟΜΟΥ ΠΡΟΣΤΑΓΜΑΤΟΣ, ΤΩ ΘΕΩ ΠΕΙΘΑΡΧΗΣΑΝΤΕΣ....

Παρανόμου προστάγματος, τῷ Θεῷ πειθαρχήσαντες, Παῖδες οἱ μακάριοι κατεφρόνησαν, καὶ δεσμευθέντες διέλυσαν, τῆς πλάνης τὸν σύνδεσμον, καὶ ἀξίαν κοσμικήν, ἀπωσάμενοι ἔλαβον, τὸ ἀξίωμα, τὸ αὐτοὺς περιδόξους ἐκτελέσαν, καὶ τὴν ἄνω προξενῆσαν, τῆς βασιλείας ἀπόλαυσιν. Ἑαυτοὺς πρὸς τὰ σκάμματα, τῆς ἀθλήσεως Ἅγιοι, καρτερῶς γυμνάζοντες κατεκρύπτεσθε, ἐν τῷ σπηλαίῳ δεήσεσιν, ἀπαύστοις τὸν Κύριον, ἱκετεύοντες ἰσχύν, χορηγῆσαι καὶ δύναμιν· οἷς δὲ κρίμασιν, ὁ φιλάνθρωπος οἶδεν ἀφυπνῶσαι, ἐν εἰρήνῃ ὑμᾶς πάντας, θεαρχικῶς ἐγκελεύεται. Μυστηρίῳ μυστήριον, τοῖς Ἁγίοις προστίθεται· ὡς γὰρ τελευτήσαντες, οὐκ ᾐσθάνοντο, οὕτω καὶ νῦν ἐγειρόμενοι, σαφῶς κατεπλήττοντο· εἰς γὰρ πίστωσιν νεκρῶν, ἀναστάσεως γέγονε, τὸ τελούμενον· ὅπερ γνόντες οἱ ταύτην ἀθετοῦντες, στερεοῦνται ἐν τῇ πίστει, δοξολογοῦντες τοὺς Μάρτυρας.

ΟΛΟΣ, ΑΝΑΚΕΙΜΕΝΟΣ ΘΕΩ, ΘΕΙΩΝ ΠΛΗΡΩΤΗΣ

Ὅλος, ἀνακείμενος Θεῷ, θείων πληρωτὴς προσταγμάτων, ὤφθης Ἀβέρκιε, χάριν δὲ δεξάμενος, ἐξ ὕψους Ἅγιε, νοσημάτων ἀπήλλαξας, ποικίλων ἀνθρώπους, δαίμονας ἀπήλασας, βωμοὺς κατέρραξας· γνῶσιν ἐνεφύτευσας θείαν, τοῖς τῇ ἀγνωσίᾳ ἀθλίως, πρώην κινδυνεύουσι μακάριε. Θείων, διδαγμάτων ἀστραπαῖς, ἔλυσας πολύθεον νύκτα, Πάτερ Ἀβέρκιε, ὄρθρος δὲ ἀνέτειλας, υἱοὺς ἡμέρας τελῶν, τοὺς ἐν ζόφῳ ὑπάρχοντας, τὸ πρὶν ἱεράρχα, θαύματα παράδοξα ἐπιδεικνύμενος· ὅθεν τὴν ἁγίαν σου μνήμην, πίστει ἑορτάζομεν πάντες, ἀνυμνολογοῦντές σε θεόπνευστε. Σκεύει, ἐν ἑνὶ θαυματουργῶν, οἶνόν τε καὶ ἔλαιον Πάτερ, καὶ εἶδος ἕτερον, ἥνωσας τηρούμενα ἐν τῷ προχέεσθαι, ἀμιγῆ θείᾳ χάριτι· θερμῶν δὲ ὑδάτων, χάριν δι' ἐντεύξεως, βλύσαι πεποίηκας, νόσους θεραπεύουσαν πάσας, τῶν προσερχομένων ἐν πίστει, καὶ μακαριζόντων σε Ἀβέρκιε.

ΔΕΥΤΕ ΠΑΣΑ ΚΤΙΣΙΣ

Δεῦτε πᾶσα κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, καὶ ἐν φωναῖς ἀλαλαγμοῦ, αἶνον Θεῷ ἀναπέμψωμεν, τῷ πρὸ τῆς κοινῆς ἀναστάσεως, τὴν ἀνάστασιν ἡμῖν ἐμφανίσαντι, καὶ τοὺς πρὸ τριακοσίων δύο καὶ ἑβδομήκοντα τετελευτηκότας χρόνων Ἁγίους Παῖδας ἑπτά, δι' ἱκεσίας εὐσεβοῦς Βασιλέως ἀναστήσαντι ἐκ χοός, εἰς πτῶσιν ἀπίστων ἐχθρῶν, καὶ αἰσχύνην αἰώνιον, δόξαν δὲ καὶ ἔπαινον τῶν φοβουμένων αὐτόν· οἶδε γὰρ Κύριος, δοξάζειν τοὺς αὐτόν ἀντιδοξάζοντας· θέλημα γὰρ ποιεῖ τῶν φοβουμένων αὐτὸν ἐν ἀληθείᾳ, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

ΑΓΙΟΥ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΑΒΕΡΚΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΙΕΡΑΠΟΛΕΩΣ...

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου Ἱεραπόλεως τοῦ θαυματουργοῦ, καὶ τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Ἀβερκίου, Ἐπισκόπου, Ἱεραπόλεως, τοῦ Θαυματουργοῦ. Στίχοι Δοὺς Ἀβέρκιος χοῦν χοῒ θνητῶν νόμῳ, Θεὸς Θεῷ πρόσεισι, τῷ φύσει,θέσει. Εἰκάδι δευτερίῃ Ἀβέρκιος ᾤχετο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Παίδων τῶν ἐν Ἐφέσῳ Μαξιμιλιανοῦ, Ἰαμβλίχου, Μαρτινιανοῦ, Διονυσίου, Ἀντωνίου, Ἐξακουστωδιανοῦ, καὶ Ἰωάννου. Στίχοι Παῖδες λιπόντες πρὸς μικρὸν μακροὺς ὕπνους, Ὕπνωσαν αὖθις τὸν μετ' εἰρήνης ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Ἐπισκόπου, καὶ Ἡρακλείου, Θεοδότης καὶ Γλυκερίας, Ἄννης καὶ Ἐλισάβετ. Στίχοι Τμηθεὶς ὁ σεπτός, Ἀλέξανδρος αὐχένα, Καὶ Μάρτυς ἐστίν, οὐ θύτης Χριστοῦ μόνον. Θεοδότην ἄγχουσι καὶ Γλυκερίαν, Θεοῦ γλυκείας ἠγαπηκυίας δόσεις. «Στῶμεν καλῶς, καὶ θῶμεν αὐχένας ξίφει», Ἀθληφόροι λέγουσιν ἀλλ...

ΕΡΑΣΘΕΙΣ ΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ

Ἐρασθεὶς τῶν τοῦ Χριστοῦ θείων παραγγελμάτων, καὶ μισήσας σαρκὸς καὶ κόσμου τὴν ἀπόλαυσιν, προσῆλθες προθύμως αὐτῷ, καὶ ἐγένου ἀστήρ, φωτίζων τὰ πέρατα πάντα, τῇ αἴγλῃ τοῦ Πνεύματος· διὸ προσπίπτων καθικετεύω σε· Φώτισον κἀμοῦ τοὺς ὀφθαλμούς τῆς ψυχῆς, τοῦ ἀνυμνῆσαι τοὺς σοὺς ἀγῶνας, οὓς ἐπεδείξω ἐπὶ γῆς διὰ τὴν μέλλουσαν ζωήν, ἧς περ νῦν ἀπολαύων, μνήσθητι τῶν ἐκβοώντων· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.

ΩΣ ΦΩΣΤΗΡΑΣ ΑΔΥΤΟΝ, ΤΟΥ ΝΟΗΤΟΥ ΣΕ ΗΛΙΟΥ

Ὡς φωστῆρα ἄδυτον, τοῦ νοητοῦ σε Ἠλίου, συνελθόντες σήμερον, ἀνευφημοῦμεν ἐν ὕμνοις· Ἔλαμψας τοῖς ἐν τῷ σκότει τῆς ἀγνωσίας, ἅπαντας ἀναβιβάζων πρὸς θεῖον ὕψος, Ἱλαρίων τοὺς βοῶντας· Χαίροις ὦ Πάτερ, τῶν Ἀσκητῶν ἡ κρηπίς.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Μεγάλου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ μεγάλου. Στίχοι Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω, Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω. Ὕστατα Ἱλαρίων κοιμήσατο εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ. Στίχοι Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ, Γλυκὺν τρυφῆς πίνουσι χειμάρρουν ἄνω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων, Ἀνδρέου, Στεφάνου, Παύλου, καὶ Πέτρου. Στίχοι Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις, Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου. Στίχοι Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην, Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν. Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε, Τετμημένος σοι Σωκράτης στεφοκράτης. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται. Στίχοι Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων, Κιρνῶν, συνιστᾷς εὔκρατον...

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ, ΤΗΣ ΕΡΗΜΟΥ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΑΓΩΝΑ ΜΑΡΤΥΣ ΤΟΝ ΚΑΛΟΝ

Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάμενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισάμενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κατὰ μέθεξιν ἄϋλον· ὅθεν δυσωποῦμεν, φώτισον ἡμᾶς ταῖς ἱκεσίαις σου. Ἡ φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, προθεῖσα τοὺς ἄθλους σου, τὰ παλαίσματα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν. Νεκρωθέντα Μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωματικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.

ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΑΡΤΕΜΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Τῇ Κ' τοῦ αὐτού μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἀρτεμίου. Στίχοι Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ, Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος. Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη. Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου, τοῦ ἐκ Τρικάλων τῆς Πελοποννήσου, οὗ τὸ σεπτὸν καὶ ἅγιον λείψανον σῴζεται ἄφθορον ἐν Κεφαλληνίᾳ. Οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης, Ἐνόης, Ζεβινᾶς, Γερμανός, Νικηφόρος, Ἀντωνῖνος, καὶ ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, ξίφει καὶ πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟ ΘΕΙΟΝ ΠΝΕΥΜΑ ΕΚΚΕΧΥΤΑΙ, ΩΣ Ο ΣΕΠΤΟΣ ΙΩΗΛ

Τὸ θεῖον Πνεῦμα ἐκκέχυται, ὡς ὁ σεπτὸς Ἰωήλ, προφητεύων ἐθέσπισε, παρ' αὐτοῦ κινούμενος, ἐφ' ἡμᾶς τοὺς πιστεύοντας, καὶ μυστηρίων θείων φανέρωσιν, ἀποκαλύπτει, καὶ προφητεύουσιν, οἱ τὴν ἐνέργειαν, τὴν αὐτοῦ δεξάμενοι, καὶ θεϊκῇ, αἴγλῃ φωτιζόμενοι, καὶ θείᾳ χάριτι. Θεηγορίας ἀνάπλεως, ὁ θαυμαστὸς Ἰωήλ, ὡς πηγὴ ἐκπορεύεται, τὰς ψυχὰς ἀρδεύουσα, ἐκ τοῦ οἴκου σου Δέσποτα, καὶ γλυκασμὸν ἡμῖν ἀπεστάλαξε, τὰς διανοίας καταγλυκαίνοντα, ὅλος μετάρσιος, γεγονὼς τῷ πνεύματι, δι ' ἀρετῆς, ἀνακουφιζόμενος, πρὸς θεῖον ὕψωμα. Προφητικῇ παρρησίᾳ σου, καὶ νοερᾷ πρὸς Θεόν, Ἰωὴλ οἰκειότητι, δι' ἧς τὰ οὐράνια, κατοπτεύεις θεάματα, ὑπὲρ ἡμῶν αὐτὸν ἐξιλέωσαι, τῶν ἐκτελούντων, πίστει τὴν μνήμην σου, λύσιν αἰτούμενος, τῶν πταισμάτων ἔνδοξε, καὶ μετοχήν, θείων ἀπολαύσεων, καὶ μέγα ἔλεος.

ΜΗΤΡΙΚΩΣ ΥΠΑΚΟΥΣΑΣ ΜΑΡΤΥΣ ΔΕΗΣΕΩΝ

Μητρικῶς ὑπακούσας Μάρτυς δεήσεων, οὐρανίῳ στρατείᾳ λαμπρῶς ἐστράτευσας, παῖδα τὸν σεπτόν, καὶ τῆς σῆς συμμεθέξοντα, ἔδειξας εὐκλείας, ἀρρήτῳ συμπαθείᾳ. Ἐξ Αἰγύπτου σε ὄλβον ὥς περ πολύτιμον, μετηγάγετο Μάρτυς καταπλουτίζοντα, θείαις δωρεαῖς, Κλεοπάτρα ἰάσεων, πᾶσαν Παλαιστίνην, τὴν πόθῳ σε τιμῶσαν. Γεγηθὼς τοὺς ἀγῶνας τοὺς σοὺς διήνυσας, στρατιῶτα γενναῖε τοῦ Παντοκράτορος, καὶ ὡς νικητής, παρ' αὐτοῦ ἐστεφάνωσαι, Οὔαρε παμμάκαρ, τῶν Ἀθλοφόρων κλέος.

ΩΡΘΩΣΑΣ ΗΜΑΣ

Ὤρθωσας ἡμᾶς τοὺς πεπτωκότας, Μήτηρ Θεοῦ, εὔσπλαγχνον Δεσπότην, καὶ Σωτῆρα γεννήσασα.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ, ΟΝ ΟΥ ΤΟΛΜΑ ΑΓΓΕΛΩΝ ΑΤΕΝΙΣΑΙ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν

ΙΣΧΥΝ ΚΑΘΕΙΛΕΣ ΤΟΥ ΠΟΛΕΜΗΤΟΡΟΣ

Ἰσχὺν καθεῖλες τοῦ πολεμήτορος, τὴν θεϊκὴν σαφῶς περιζωσάμενος δύναμιν, Ἀθλητὰ γενναιότατε Οὔαρε· ὅθεν σε εὐφημοῦμεν, ἴασιν ἄφθονον, ἐκ τῶν σῶν λειψάνων, οἱ πιστοὶ ἀπαρυόμενοι. Ὡς φῶς ὡς ὄρθρος ὡς μέγας ἥλιος, πάση τῇ γῇ ἡ μνήμη σου ἐξήπλωται Οὔαρε, σελασφόροις φωτίζουσα λάμψεσι, σοῦ τῶν σεπτῶν ἀγώνων, πάντας πανεύφημε, καὶ τόν σκοτασμὸν τῶν καρδιῶν ἀποδιώκουσα. Σὺν σοὶ ἀστράπτοντα ὡς ἑώρακε, δόξῃ πολλῇ τὸν ἴδιον υἱὸν ἡ φιλότεκνος, τὸν τῶν ὅλων Θεὸν ἐμεγάλυνε, σὲ δὲ γνησιωτάτως, Μάρτυς ἐδόξασε, μέγιστον προστάτην, ἐμφανῶς καταπλουτήσασα. Ἡ γῆ ἐν ᾗ σου τὸ καρτερώτατον, σῶμα Σοφὲ κατάκειται, ἐνθέως ἡγίασται, ἀλλὰ δίδου ἡμῖν ταῖς πρεσβείαις σου, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν, Οὔαρε καὶ πάντων, δυσχερῶν τὴν ἀπολυτρωσιν.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΙΩΗΛ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΟΥΑΡΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωὴλ καὶ τοῦ Ἁγίου Μάρτυρος Οὐάρου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ. Στίχοι Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη, Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους. Ἐννεακαιδεκάτῃ μόρος ἀμφ' ἐκάλυψεν Ἰωήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ. Στίχοι Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου, Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων. Στίχοι Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει, Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ. Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων, Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει. Ὁ Ἅγιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται. Οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος Διάκονος ξίφει τελειοῦνται. Ὁ Ὅσιος πατὴρ ἡμῶν Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τ...

ΣΕ ΝΥΝ ΜΑΚΑΡΙΖΟΥΣΙΝ...

Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι.

ΩΣ ΣΥΝΕΚΔΗΜΟΣ ΠΑΥΛΟΥ ΑΝΑΔΕΙΧΘΕΙΣ, ΤΟΥΣ ΠΟΙΚΙΛΟΥΣ ΚΙΝΔΥΝΟΥΣ

Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΕΙΣ ΟΡΟΣ ΤΩΝ ΑΡΕΤΩΝ ΑΠΟΣΤΟΛΕ, ΑΝΑΒΑΣ...

Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε. Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα. Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.

ΔΕΥΤΕ ΠΑΣΑ ΚΤΙΣΙΣ, ΤΟΝ ΑΛΗΘΩΣ ΙΑΤΡΟΝ

Δεῦτε πᾶσα κτίσις, τὸν ἀληθῶς ἰατρὸν πνευματικόν, καὶ τοῦ Σωτῆρος Μαθητήν, Λουκᾶν τὸν ἀοίδιμον ἐν ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ ἀθεΐας τὴν νόσον, τῷ ἐπιχρίσματι τῆς Χριστοῦ κολυμβήθρας ἐθεράπευσε, καὶ ποταμοὺς θεοβρύτων ναμάτων ἐκ στόματος, ἐψυχωμέναις χώραις, τοῦ Εὐαγγελίου κατήρδευσεν· ὅθεν ἐξῆλθε προφητικῶς ὁ φθόγγος αὐτοῦ εἰς τὴν οἰκουμένην· καὶ πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΣΟΥ ΤΟ ΕΥΑΓΓΕΛΙΟΝ, ΛΟΥΚΑ ΘΕΣΠΕΣΙΕ ΑΝΩΘΕΝ, ΑΝΑΤΟΛΗΝ, ΕΠΙΣΚΕΨΑΜΕΝΗΝ, ΤΟΥΣ ΑΝΘΡΩΠΟΥΣ ΠΑΡΙΣΤΗΣΙ

Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι. Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας. Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.

ΕΠΕΒΗΣ ΕΦ' ΙΠΠΟΥΣ, ΤΟΥΣ ΑΠΟΣΤΟΛΟΥΣ ΣΟΥ ΚΥΡΙΕ...

Ἐπέβης ἐφ' ἵππους, τοὺς ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε. Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε. Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

ΜΑΘΗΤΗΣ ΓΕΝΟΜΕΝΟΣ ΤΟΥ ΘΕΟΥ ΛΟΓΟΥ

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

ΤΗΣ ΑΝΩΤΑΤΩ ΣΟΦΙΑΣ ΤΟ ΣΤΟΜΑ ΣΟΥ....

Τῆς ἀνωτάτῳ σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται. Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται. Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα. τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

ΩΣ ΙΑΤΡΟΣ ΚΑΙ ΜΑΘΗΤΗΣ ΛΟΥΚΑ ΗΓΑΠΗΜΕΝΟΣ...

Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΛΟΥΚΑ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ. Στίχοι «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην, (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω». Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος. Στίχοι Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην, Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ. Στίχοι Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου, Ἰουλιανὸς ἄσμενος παρατρέχει. Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται. Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΦΩΣΤΗΡΕΣ ΥΠΕΡΛΑΜΠΡΟΙ, ΤΗΣ ΑΛΗΘΕΙΑΣ ΣΑΦΩΣ

Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας σαφῶς, τῷ κόσμῳ ἐδείχθητε, μακαριώτατοι, Πατέρες θεόφθογγοι, τήξαντες τὰς αἱρέσεις, τῶν βλασφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν δυσφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ Ο ΧΟΡΟΣ, ΕΚ ΤΩΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΠΕΡΑΤΩΝ ΣΥΝΔΡΑΜΩΝ, ΠΑΤΡΟΣ ΚΑΙ ΥΙΟΥ ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ....

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς περέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημούντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου. Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ, ΤΗΝ ΤΗΣ ΨΥΧΗΣ ΕΠΙΣΤΗΜΗΝ, ΚΑΙ ΤΩ ΘΕΙΩ ΠΝΕΥΜΑΤΙ, ΣΥΝΔΙΑΣΚΕΨΑΜΕΝΟΙ ΤΟ ΟΥΡΑΝΙΟΝ...

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι τὸ οὐράνιον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατᾳ, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

ΦΕΡΩΝΥΜΩΣ ΑΝΔΡΕΑ ΩΣ ΑΛΗΘΩΣ, .... ΑΓΙΑΝ ΜΝΗΜΗΝ ΣΟΥ...

Φερωνύμως Ἀνδρέα ὡς ἀληθῶς, κραταιούμενος πίστει τῇ εὐσεβεῖ, Μάρτυς ἀξιάγαστε, ὡς Xριστῷ συνεπόμενος, Μοναστῶν τὰς χορείας, ἐφαίδρυνας πράξεσι, καὶ Ὁσίων τῆς δόξης ἐδείχθης ἐφάμιλλος· ὅθεν καὶ Μαρτύρων, ὑπελθὼν τοὺς ἀγῶνας, γενναίως ἐνήθλησας, καὶ νομίμως ἠρίστευσας. Πρωτοκλήτου ὁμώνυμε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ΣΥΜΠΑΘΩΣ ΚΙΝΟΥΜΕΝΟΣ, ΕΔΙΔΑΞΑΣ ΗΜΑΣ... ΠΑΝΟΛΒΙΕ...

Συμπαθῶς κινούμενος, ἐδίδαξας ἡμᾶς, τὴν τοῦ Θεοῦ μακρόθυμον, εὐσπλαγχνίαν καὶ χρηστότητα, δι' ἧς φείδεται πάντων, Προφῆτα θεσπέσιε. Θανατώσας θάνατον, ἀνέστη ὁ Χριστός, ὡς ἡ σοφή σου πρόρρησις, Θεοφάντορ προεμήνυσε, καὶ ζωὴν ταῖς ἐν ᾍδου, ψυχαῖς ἐδωρήσατο. Ἐκ βυθοῦ πταισμάτων με, Προφῆτα Ὡσηέ, προσευχαῖς ἐξάρπασον, παρρησίαν ἀκατάγνωστον, πρὸς Χριστὸν κεκτημένος, θεόφρον πανόλβιε.

ΛΟΓΙΣΜΟΙΣ ΟΛΙΣΘΑΙΝΩΝ ΤΟΙΣ ΠΟΝΗΡΟΙΣ, ΕΙΣ ΒΥΘΟΝ ΚΑΤΗΝΕΧΘΗΝ ΑΜΑΡΤΙΩΝ,,,

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

ΘΕΛΩΝ Ο ΠΑΝΟΙΚΤΙΡΜΩΝ ΘΕΟΣ ΗΜΑΣ ΔΙΕΓΕΙΡΕΙΝ ΑΕΙ ΠΡΟΣ ΜΝΗΜΗΝ ΤΕΛΕΙΑΝ ΤΗΣ ΑΥΤΟΥ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ

Θέλων ὁ πανοικτίρμων Θεὸς ἡμᾶς διεγείρειν ἀεὶ πρὸς μνήμην τελείαν τῆς αὐτοῦ ἐνανθρωπήσεως, τὴν ὑπόθεσιν ταύτην παρέδωκε τοῖς ἀνθρώποις, διὰ τῆς χρωματουργίας τῶν εἰκόνων, τὴν σεβάσμιον ἀνατυποῦσθαι μορφήν, ὅπως ταύτην ἐπ' ὄψεσιν ὁρῶντες, πιστεύωμεν, ἅπερ λόγῳ ἀκηκόαμεν, γνωρίζοντες σαφῶς τὴν πρᾶξιν καὶ τὸ ὄνομα, τὸ σχῆμα καὶ τοὺς ἄθλους τῶν Ἁγίων ἀνδρῶν, καὶ Χριστὸν τὸν στεφοδότην στεφάνους παρεχόμενον τοῖς Ἁγίοις Ἀθληταῖς τε καὶ Μάρτυσι, δι' ὧν ἄρτι τρανότερον τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΚΑΘΕΛΚΟΜΕΝΟΝ ΛΟΓΕ ΕΝ ΤΩ ΣΤΑΥΡΩ, ΥΠ΄ ΑΝΔΡΩΝ ΠΑΡΑΝΟΜΩΝ ΓΝΩΜΗ ΣΚΑΙΑ

Καθελκόμενον Λόγε ἐν τῷ Σταυρῷ, ὑπ' ἀνδρῶν παρανόμων γνώμῃ σκαιᾷ, ὁρῶσα ἡ Μήτηρ σου, τὴν ψυχὴν ἐτιτρώσκετο, καὶ κοπτομένη σπλάγχνα, ἐθρήνει κραυγάζουσα· καὶ συνοχῇ καρδίας, ἐβόα στενάζουσα· Οἴμοι τῇ τεκούσῃ, σὲ Υἱὲ καὶ Θεέ μου! πῶς θέλων ὑπέμεινας, τοῦ προσώπου ῥαπίσματα, καὶ ἐμπτύσματα βέβηλα, ἄδικὸν τε θάνατον νῦν, ἐπὶ ξύλου ἥλοις προσπηγνύμενος; Ὄντως ταῦτα πάσχεις, τοῦ σῶσαι τὸν ἄνθρωπον.

ΥΠΕΡ ΚΑΤΑΛΗΨΙΝ, Η ΠΡΟΦΗΤΑΙΣ ΔΟΘΕΙΣΑ ΠΑΡΑ ΤΗΣ ΘΕΙΑΣ ΔΩΡΕΑΣ....

Ὑπὲρ κατάληψιν, ἡ Προφήταις δοθεῖσα παρὰ τῆς θείας δωρεᾶς, προγνωστικὴ ἐνέργεια, καὶ μελλόντων γνῶσις! Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Στόμα θεόπνευστον, κεκτημένος καὶ γλῶσσαν, θεηγοροῦσαν Ὡσηὲ θεοσεβείας αἴγλην τε, φωταγωγοῦσαν μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Λόγοις καὶ πράγμασι προφητεύων ἐλέγχεις, τὸν ἐκπορνεύσαντα λαόν, συμβολικῶς Πανόλβιε, ἐκδιδάσκων μέλπεις· Ὑμνεῖτε Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

ΣΕ ΠΡΟΕΔΗΛΟΥ ΠΑΝΑΓΝΕ, ΠΡΟΕΛΘΕΙΝ ΕΚ ΛΑΓΟΝΩΝ, ΣΤΕΙΡΩΤΙΚΩΝ Η ΑΝΙΚΜΟΣ

Σὲ προεδήλου Πάναγνε, προελθεῖν ἐκ λαγόνων, στειρωτικῶν ἡ ἄνικμος, ῥάβδος του Ἱερέως, βλαστήσασα παραδόξως· σὲ Προφῆται καὶ νόμος, Μητέρα προεκήρυττον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Ποιητοῦ· ὃν δυσώπει πάναγνε Παναγία, σωθῆναι τοὺς ὑμνοῦντας σε, ἄχραντε Θεοτόκε.

ΩΣ ΛΙΑΝ ΥΠΕΡΘΑΥΜΑΣΤΟΣ, ΩΣΗΕ ΘΕΗΓΟΡΕ, Η ΕΚ ΘΕΟΥ ΔΟΘΕΙΣΑ ΣΟΙ...

Ὡς λίαν ὑπερθαύμαστος, Ὡσηὲ θεηγόρε, ἡ ἐκ Θεοῦ δοθεῖσά σοι, πνευματέμφορος χάρις, δι' ἧς προεῖπας Προφήτα, ἐμφανῶς τοῦ Σωτῆρος, τὴν ἐκ Παρθένου σάρκωσιν, τὸν σταυρὸν καὶ τὰ πάθη, καὶ τὴν σεπτήν, θείαν ἐξανάστασιν, Ἰσραὴλ δέ, τοῦ ὄντως ματαιόφρονος, ἐξολόθρευσιν ἄρδην.

ΥΠΕΡΕΥΛΟΓΗΜΕΝΗ ΥΠΑΡΧΕΙΣ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ.... ΔΟΞΑ ΣΟΙ...

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΑΝΔΡΕΑΝ ΤΟΝ ΚΑΛΛΙΝΙΚΟΝ

Ἀνδρέαν τὸν καλλίνικον, εὐφημήσωμεν πάντες, ἐνθέως ἑορτάζοντες, τὴν σεπτὴν αὐτοῦ μνήμην, οἱ εὐσεβεῖς μετὰ πόθου· οὗτος γὰρ τοῦ Σωτῆρος, τὰ σεπτὰ ἐκτυπώματα, τῶν Ἁγίων τε πάντων, πανευσεβῶς, τιμῶν ἀνεκήρυξεν· ὅθεν στέφος, ἐν οὐρανοῖς ἐδέξατο, σὺν Ἀγγέλοις χορεύων.

ΥΨΗΛΗ ΔΙΑΝΟΙΑ, ΣΥΝΔΙΑΣΚΕΨΑΜΕΝΟΙ ΑΝΕΘΕΜΑΤΙΣΑΝ, ΤΟΥΣ ΕΙΚΟΝΟΜΑΧΟΥΣ

Ὑψηλῇ διανοίᾳ, συνδιασκεψάμενοι ἀνεθεμάτισαν, τοὺς Εἰκονομάχους, ὡς ἀλλόκοτα τούτους φρονήσαντας, οἱ σεπτοὶ Πατέρες, καὶ τὴν τιμὴν Χριστοῦ τῷ τύπῳ, ὡς εἰκός ἀπονέμειν ἐθέσπισαν. Νῦν καιρὸς εὐφροσύνης, ἄρτι σωτηρίας ἡμέρα ἐπέφανεν, εὐφρανθῶμεν τοίνυν, καὶ Χριστῷ εὐφροσύνως βοήσωμεν. Τὴν εἰρήνην δίδου, τὴν σὴν ἡμῖν λιταῖς Πατέρων, τῆς ἑβδόμης Συνόδου Φιλάνθρωπε.

Ο ΕΚ ΠΑΤΡΟΣ ΕΚΛΑΜΨΑΣ ΥΙΟΣ ΑΡΡΗΤΩΣ, ΕΚ ΓΥΝΑΙΚΟΣ ΕΤΕΧΘΗ...

Ὁ ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς ἀρρήτως, ἐκ γυναικὸς ἐτέχθη διπλοῦς τῇ φύσει, ὃν εἰδότες, οὐκ ἀρνούμεθα τῆς μορφῆς τὸ ἐκτύπωμα, αὐτὸ δὲ εὐσεβῶς ἀνιστοροῦντες, σέβομεν πιστῶς. Καὶ διὰ τοῦτο, τὴν ἀληθινὴν πίστιν κρατοῦσα ἡ Ἐκκλησία, ἀσπάζεται τὴν εἰκόνα τῆς Χριστοῦ ἐνανθρωπήσεως.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΩΣΗΕ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΔΡΕΟΥ ΤΟΥ ΕΝ ΤΗ ΚΡΙΣΕΙ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ὡσηέ. Στίχοι Θεὸν τυποῖς μνηστῆρα γῆς πορνευτρίας, Πόρνῃ συναφθείς, ὃν Προφήτα νῦν βλέπεις. Ἑβδομάτῃ δεκάτῃ Ὡσηὲ νέκυν κτερέϊξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος, Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Στίχοι Ἀμφοῖν ποδῶν σῶν Ἀνδρέα τμηθεὶς ἕνα, Ἀθλήσεως σῆς ἐκπεραίνεις τὸν δρόμον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀνακομιδῆς τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου καὶ Δικαίου Λαζάρου. Στίχοι Αἴρουσα Χριστοῦ τῷ φίλῳ Πόλις πύλας, "Λάζαρε δεῦρο" χριστομιμήτως λέγει. Εἰς τὴν κατάθεσιν τοῦ Λειψάνου τοῦ αὐτοῦ Ἁγίου Λαζάρου. Στίχοι Κρύπτουσα νεκρὸν Λαζάρου Ῥώμη Νέα, Ἄλλη παρ' ἡμῖν δείκνυται Βηθανία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων καὶ Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Λεοντίου, Ἀνθίμου, καὶ Εὐτροπίου. Στίχοι Ἐκ τοῦ γένους Ἄραβας, ἐκ δὲ τοῦ ξίφους, Θείους ἀριστεῖς οἶδα τούς, ...

ΜΗ ΣΑΛΕΥΘΗΝΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΑΡΡΑΓΗ ΕΚΚΛΗΣΙΑΝ, ΥΠ' ΑΥΤΟΥ ΜΥΣΤΑΓΩΓΟΥΜΕΝΟΙ ΘΕΙΟΙ..... ΣΥΝΗΓΟΡΟΙ...

Μὴ σαλευθῆναι τοῦ Χριστοῦ, τὴν ἀρραγῆ Ἐκκλησίαν, ὑπ' αὐτοῦ μυσταγωγούμενοι θεῖοι, Ποιμενάρχαι τοὺς αὐτήν, παρασαλεῦσαι θέλοντας, ὡς Ἀντιχρίστου μοίρας, τῶν εὐσεβῶν παρεσάλευσαν. Ἀνακαθαίρει θολερούς, καὶ βορβορώδεις χειμάρρους, ἐκ πηγῶν τοῦ σωτηρίου ἀντλήσας, καὶ διψῶντα τὸν λαόν, τὸν τοῦ Χριστοῦ κορέννυσι, τῶν διδαχῶν τοῖς ῥείθροις, ὁ τῶν Πατέρων κατάλογος. Κατὰ τῶν ὄντως μισητῶν, Χριστιανοκατηγόρων, συνδρομῇ τῶν φιλοχρίστων ἑβδόμῃ, ἐν τῇ πόλει τῇ λαμπρᾷ, τῶν Νικαέων γέγονεν, ἧς Βασιλεῖς Εἰρήνη, καὶ Κωνσταντῖνος συνήγοροι.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΜΑΚΑΡΙΩΝ ΠΑΤΕΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΑΙΑ ΣΥΝΕΛΘΟΝΤΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ, ΕΠΙ ΤΩΝ ΕΥΣΕΒΩΝ ΚΑΙ ΦΙΛΟΧΡΙΣΤΩΝ ....

Τῇ αὐτῇ ἡμέρᾳ, Mνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ μακαρίων Πατέρων, τῶν ἐν Νικαίᾳ συνελθόντων τὸ δεύτερον, ἐπὶ τῶν εὐσεβῶν καὶ φιλοχρίστων Βασιλέων, Κωνσταντίνου καὶ Εἰρήνης, κατὰ τῶν δυσσεβῶς καὶ ἀμαθῶς καὶ ἀπερισκέπτως τὴν Ἐκκλησίαν τοῦ Θεοῦ εἰδωλολατρεῖν εἰπόντων, καὶ τὰς σεπτὰς καὶ Ἁγίας εἰκόνας καταβαλόντων. Στίχοι Ὑπέρμαχοι σοὶ τοῖς λόγων ὅπλοις, Λόγε, Ἐχθροὺς τροποῦνται τῶν σεβαστῶν εἰκόνων. Ταῖς τῶν Ἁγίων Πατέρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.

ΤΟΝ ΒΡΟΤΟΝ ΧΡΗΜΑΤΙΣΑΝΤΑ, ΚΑΙ ΣΤΑΥΡΩ ΟΜΙΛΗΣΑΝΤΑ....

Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῷ ὁμιλήσαντα, καὶ ἡλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδὼν μετὰ λῃστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον. Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιών, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος. Θανατώσας τὸν τύραννον, εὐτολμίᾳ τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὐτομόλησας, οὐ δειλιάσας πανεύφημε, Λογγῖνε τὸν θάνατον, τὴν ἀθάνατον ζωήν, προξενοῦντά σοι χάριτι· ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωποῦντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

ΟΡΗ ΤΕ, ΚΑΙ ΤΗΝ ΓΗΝ ΣΑΛΕΥΘΕΙΣΑΝ ΘΕΩΜΕΝΟΣ...

Ὄρη τε, καὶ τὴν γῆν σαλευθεῖσαν θεώμενος, ἐν τῇ τοῦ πάθους ἡμέρᾳ, ἀπιστίας στάσεως ἐσαλεύθης, καὶ τῇ πίστει, ἐνιδρύθης Λογγῖνε τοῦ πάσχοντος. Νόησιν, ἀληθῆ καὶ τελείαν καὶ ἔμφρονα, ἀναλαβεῖν ἠδυνήθης, καθορῶν τὴν κτίσιν ἀλλοιουμένην, καὶ πρὸς θεῖαν, ἠλλοιώθης Λογγῖνε ἐπίγνωσιν. Ὑπέστης, χαλεπὴν τιμωρίαν γηθόμενος, καὶ τὸν αὐχένα τῷ ξίφει, ἀδιστάκτῳ γνώμῃ τμηθεὶς Λογγῖνε, διακόπτεις, κεφαλὰς δυσμενῶν διὰ πίστεως.

ΕΝ ΤΩ ΠΑΘΕΙ ΣΟΥ ΧΡΙΣΤΕ

Ἐν τῷ πάθει σου, Χριστέ, τὸν ναὸν θεωρήσας διαρραγέντα Λογγῖνος ὁ Ἑκατόνταρχος, Υἱὸν Θεοῦ σε εἶναι τοῖς Ἰουδαίοις ἐκήρυττεν. Ὅθεν οἱ δεινοί, τὴν θείαν κάραν αὐτοῦ τεμόντες τῷ ξίφει, ἐν κοπρίᾳ ἔρριψαν· γυνὴ δὲ ταύτην εὑροῦσα, τὰς κεκλεισμένας κόρας αὐτῆς τῶν ὀμμάτων ἀνέῳξε· μεθ' ἧς καὶ ἡμεῖς βοῶμέν σοι· Ὁ τοῦτον στεφανώσας, ὑπὲρ σοῦ ἀθλήσαντα, ταῖς αὐτοῦ ἱκεσίαις, καὶ ἡμῶν τὰ ὄμματα τῆς καρδίας φώτισον, τοῦ δοξάζειν σε Θεόν, τὸν ἐν Σταυρῷ προσηλωθέντα, εἰς τὸ σῶσαι ἡμᾶς.

ΤΟΝ ΟΥΡΑΝΟΝ ΣΚΟΤΕΙ ΠΟΛΛΩ, ΤΗΝ ΓΗΝ ΤΕ ΣΕΙΟΜΕΝΗΝ

Τὸν οὐρανὸν σκότει πολλῷ, τὴν γῆν τε σειομένην, καὶ πέτρας ῥηγνυμένας, ναοῦ τε τὸ καταπέτασμα σχισθὲν εἰς δύο θεωρῶν ἐν τῷ θείῳ πάθει τοῦ Χριστοῦ ὁ ἀθλητής, Θεοῦ Υἱὸν αὐτὸν ἐγνώρισε, πάσχοντα τῇ οἰκείᾳ εὐσπλαγχνίᾳ, ἀπαθῆ δὲ ὄντα τῇ θεότητι καὶ δόξῃ, σὺν τῷ Πατρὶ καὶ Πνεύματι Ἁγίῳ συνέχοντα τὸ πᾶν καὶ διακρατοῦντα, ὡς Θεὸν ἀληθινὸν καὶ Βασιλέα· ὅθεν ἐν χαρᾷ Λογγῖνος ἀνακραυγάζει· Σύ μου τὸ κράτος Χριστὲ καὶ στερέωμα.

ΣΤΑΥΡΩΘΕΝΤΑ ΚΑΤΕΙΔΕΣ ΤΟΝ ΛΥΤΡΩΤΗΝ,,,

Σταυρωθέντα κατεῖδες τὸν Λυτρωτήν, καὶ αὐτοῦ ταῖς ἀκτῖσι καταυγασθείς, σκότος τὸ βαθύτατον, τῆς ἀγνοίας ἀπέφυγες, καὶ πρὸς θείαν γνῶσιν, σαυτὸν μετερρύθμισας, πιστωθεὶς ὡς ἔστι, Θεὸς ὁ ὁρώμενος· ὅθεν καὶ ἀθλήσας, τοῖς χοροῖς ἠριθμήθης, Λογγῖνε μακάριε, τῶν Μαρτύρων γηθόμενος, μεθ' ὧν πάντοτε ἔνδοξε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΓΓΙΝΟΥ ΤΟΥ ΕΚΑΤΟΝΤΑΡΧΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ Σταυροῦ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου. Στίχοι Υἱὸν Θεοῦ λέγων σε Χριστὲ καὶ πάλιν, Λογγῖνος ὡς πρὶν τέμνεται τὸν αὐχένα. Ἕκτῃ καὶ δεκάτῃ Λογγῖνον ἄορ κατέπεφνεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δύο Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίῳ Λογγίνῳ. Στίχοι Φθαρτὴν στρατείαν ἐκλελοιπυῖα ξίφει, Δυὰς συνάθλων ἐστρατεύθη Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Λεοντίου, Δομετίου, Τερεντίου καὶ Δομνίνου. Στίχοι Τρεῖς Λεόντιε, τοὺς συναθλοῦντας ἔχων, Λεόντιόν τι τῆς πυρᾶς ἄλλῃ μέσον. Τὴ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Μαλοῦ. Στίχοι Μαλὸς βραχεῖαν γῆς λιπὼν παροικίαν, Πόλου κατοικεῖ τὴν μακρὰν κατοικίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙΚΟΝ ΑΡΕΤΩΝ ΛΑΜΠΡΟΤΗΤΙ, ΜΑΡΤΥΣ ΤΗΝ ΨΥΧΗΝ ΣΟΥ ΘΕΩ ΑΠΕΤΕΛΕΣΑΣ...

Οἶκον ἀρετῶν λαμπρότητι, Μάρτυς τὴν ψυχήν σου Θεῷ ἀπετέλεσας, τῶν εἰδώλων δὲ τὰ τεμένη, προσευχαῖς σου κατηδάφισας. Ὕμνεις πειρασμοῖς κυκλούμενος, Μάρτυς καὶ βασάνων, ἀλγεινοῖς πιεζόμενος, τὸν τοιούτων ὡς εὐεργέτην, ἀγαθῶν σε ἀξιώσαντα. Σῶμα αἰκισμοῖς παρέδωκας, Μάρτυς τὴν ψυχὴν δέ, ἀσφαλῶς διετήρησας, θῦμα ἄμωμον τῷ Δεσπότῃ, σεαυτὸν προσάξας πάντιμον.

ΤΩ ΤΗΣ ΧΑΡΙΤΟΣ ΛΟΓΩ ΤΑΣ ΤΩΝ ΠΙΣΤΩΝ

Τῷ τῆς χάριτος λόγῳ τὰς τῶν πιστῶν, ὑπαλείφων καρδίας Λουκιανέ, ἀθλεῖν παρεσκεύασας, καὶ τροποῦσθαι τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τὸν ἔνθεον, ἐπὶ τέλει δόξης, Μαρτύρων ἠξίωσαι· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτῆρα δοξάζοντες, Ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΠΝΕΥΜΑΤΙΚΗΣ ΩΣ ΕΜΠΛΕΩΣ, ΧΑΡΙΤΟΣ ΚΑΙ ΣΟΦΙΑΣ, ΛΟΥΚΙΑΝΕ ΠΑΝΕΥΦΗΜΕ....

Πνευματικῆς ὡς ἔμπλεως, χάριτος καὶ σοφίας, Λουκιανὲ πανεύφημε, τὴν θεόπνευστον Μάρτυς, Γραφὴν ἡρμήνευσας πᾶσαν· πλάνην δὲ τῶν Ἑλλήνων, ἤλεγξας τὴν πολύθεον, καὶ ψευδώνυμον γνῶσιν, τὴν δὲ Χριστοῦ, Ἐκκλησίαν ηὔφρανας, Ἀθλοφόρε, φαιδρύνων ἐν τοῖς λόγοις σου, Ὀρθοδόξων τὰ πλήθη.

ΕΝ ΤΩ ΞΥΛΩ ΟΡΩΣΑ ΤΩ ΣΤΑΥΡΙΚΩ, Η ΠΑΝΑΜΩΜΟΣ ΜΗΤΗΡ ΤΟΝ ΛΥΤΡΩΤΗΝ

Ἐν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ πανάμωμος Μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα, καὶ πικρῶς ἀπεφθέγγετο, καὶ συνοχῇ καρδίας, τὰς κόμας ἐσπάραττε, καὶ πρός αὐτὸν ἐβόα· Υἱέ μου καὶ Κύριε, πῶς σε τῶν Ἑβραίων, ἀνομώτατος δῆμος, ἀδίκως προσπήγνυσι, τῷ Σταυρῷ ἀναμάρτητε; πῶς καὶ θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν πλευρᾶς, χολήν τε, οἴμοι! καὶ ἣλους μακρόθυμε; ἀλλὰ δόξα σου Σῶτερ, τοῖς θείοις παθήμασι.

ΣΟΦΙΑ ΚΑΙ ΧΑΡΙΤΙ ΚΑΙ ΔΥΝΑΜΕΙ, ΠΝΕΥΜΑΤΙΚΗ ΛΟΥΚΙΑΝΕ...

Σοφίᾳ καὶ χάριτι καὶ δυνάμει, πνευματικῇ Λουκιανέ, ἐκλάμψας ἐφώτισας, λαοὺς καὶ πρὸς ἐπίγνωσιν, Χριστοῦ Μάρτυς ὡδήγησας. Ὅπλοις εὐσεβείας σε θωρακίσας, ὁ τὴν ἀσθένειαν ἡμῶν, φορέσας ὡς εὔσπλαγχνος, ἀήττητον εἰργάσατο, ἐχθρῶν Μάρτυς παλαίσμασιν. Ὕψος πρὸς οὐράνιον τοὺς εἰς βάθος, κακοπιστίας Ἀθλητά, πεσόντας ἀνείλκυσας, δικτύοις τῶν ἐνθέων σου, δογμάτων Ἀξιάγαστε.

ΛΟΓΟΝ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ, ΠΕΠΛΟΥΤΗΚΩΣ ΔΙΑ ΠΙΣΤΕΩΣ...

Λόγον θείας γνώσεως, πεπλουτηκὼς διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας,πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν· διὸ σε μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν. Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοῖς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτίᾳ χαλεπῇ, μακρᾷ τε δίψῃ ἐκπιεζόμενος· διὸ σε ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε. Κόλπος σε θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τῇ χέρσῳ ἐκδίδωσιν, Ἰωνᾶν ὡς πάλαι, θηρὸς ὑπουργίᾳ, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα· διὰ τοῦτο τιμῶμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

ΓΝΩΣΕΙ ΤΗ ΘΕΙΑ ΚΑΘΩΠΛΙΣΜΕΝΟΣ....

Γνώσει τῇ θείᾳ καθωπλισμένος, καὶ τὸν νοῦν θείᾳ δόξῃ ἐλλαμφθεὶς Ἀθλητά, τῷ Πνεύματι φωτιζόμενος, μάχαιρα ὤφθης ἐστιλβωμένη, τὰ ζιζάνια πάντα ἄρδην ἐκτέμνων, αἱρετικῶν τὰ ἀλλόφυλα δόγματα ἔνδοξε, καὶ κήρυξ τῆς ἀληθείας, πρὸς ζωὴν ὑπαλείφων ἅπαντας, τοὺς εὐσεβῶς προσιόντας σοι, ἐκ κινδύνων δὲ λυτροῦσαι καὶ θλίψεων· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΤΟΝ ΡΥΠΟΝ ΑΠΟΣΜΗΞΟΝ, ΤΗΣ ΤΑΛΑΙΠΩΡΟΥ ΚΑΡΔΙΑΣ ΜΟΥ, ΘΕΟΤΟΚΕ ΠΑΝΥΜΝΗΤΕ...

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΛΟΥΚΙΑΝΟΥ, ΠΡΕΣΒΥΤΕΡΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΑΝΤΙΟΧΕΙΑΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Λουκιανοῦ, Πρεσβυτέρου τῆς Μεγάλης Ἀντιοχείας. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης. Στίχοι Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει, Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων. Λιμῷ Λουκιανὸς δεκάτῃ θάνεν ἠδέ τε Πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Σαβίνου Ἐπισκόπου. Στίχοι Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον, Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ....

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΟΙ ΤΗΣ ΠΙΣΤΕΩΣ ΠΡΟΜΑΧΟΙ, ΤΟΝ ΑΓΩΝΑ ΤΕΛΕΣΑΝΤΕΣ...

Οἱ τῆς πίστεως πρόμαχοι, τὸν ἀγῶνα τελέσαντες, τὸν τῆς νίκης στέφανον ἐκομίσαντο, ὁ γενναιόφρων Ναζάριος, ὁ μέγας Προτάσιος, σὺν Κελσίῳ τῷ σοφῷ, ὁ θεόφρων Γερβάσιος, οὓς ὑμνήσωμεν, ὡς γενναίους ὁπλίτας, ὡς τῆς ἄνω, βασιλείας κληρονόμους, ὡς ἐθελόθυτα θύματα. Εὐφημείσθῳ Ναζάριος, καὶ τιμάσθω Προτάσιος, καὶ ὁ θεῖος Κέλσιος, καὶ Γερβάσιος. οἱ εὐκλεῶς ἐναθλήσαντες, καὶ πλάνην μειώσαντες, καὶ Ἀγγέλων τοῖς χοροῖς, ἱερῶς ἀριθμούμενοι, καὶ θεούμενοι, κατὰ μέθεξιν θείαν· καὶ τῆς νίκης, τοὺς στεφάνους ἐκ παλάμης, ζωαρχικῆς κομισάμενοι. Ὁ θεόφρων Ναζάριος, τῷ ἐνθέῳ κηρύγματι, πόλεις διερχόμενος κατεφώτιζεν, ὃν μιμησάμενος Κέλσιος, τὸ κλέος ἐκτήσατο, τῶν ἐνθέων ἀρετῶν, συμπατήσας τὸν δόλιον. Τούτους ἅπαντες, ἐν αἰνέσει τιμῶμεν, ὡς ἀστέρας, ὡς φωστῆρας τῶν ἐν σκότει, καὶ ἰατροὺς τῶν ψυχῶν ἡμῶν.

ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ ΤΗΝ ΑΘΛΗΣΙΝ

Τῶν Ἀθλοφόρων τὴν ἄθλησιν, τὰ παλαίσματα, καὶ τὸν ἔνδοξον θάνατον, δεῦτε φιλέορτοι ἅπαντες, ὕμνοις ἐγκωμίων καὶ ᾠδαῖς εὐφημήσωμεν τὴν τετράριθμον φάλαγγα, τὸν σοφὸν Προτάσιον, σὺν τούτῳ Γερβάσιον, καὶ τὸν θεῖον Ναζάριον, ἅμα Κελσίῳ τῷ θεηγόρῳ καὶ νέῳ πεφηνότι· ὅτι πᾶσαν τῶν Ἑλλήνων ἀπετέφρωσαν μανίαν, καθομολογοῦντες τὸν Χριστόν, Θεὸν μέγαν, πρὸ αἰώνων βασιλεύοντα σὺν Πατρὶ καὶ Πνεύματι, νῦν δὲ μετὰ θάνατον, αἰτοῦσι σωθῆναι ἡμᾶς.

ΥΠΕΡ ΕΝΝΟΙΑΝ Ο ΠΟΘΟΣ, ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ...

Ὑπὲρ ἔννοιαν ὁ πόθος, τῶν Ἁγίων Μαρτύρων σου, ὑπερβαίνει πάντα, Λόγε λογισμὸν τὰ παλαίσματα, καὶ οἱ ἀνδρεῖοι ἀγῶνες καὶ τὰ ἔπαθλα, ἃ παρέσχες, νομίμως αὐτοῖς ἐναθλήσασι. Μίαν γνώμην διαφόροις, αἰκιζόμενοι σώμασιν, οἱ Χριστοῦ ὁπλῖται, ὑπερβολικῶς ἐπεδείξαντο, ἕνα Θεὸν ἐν σταδίῳ ὡμολόγησαν, καὶ πολύθεον, πλάνην σαφῶς ἐξηφάνισαν. Ναζαρίου, Γερβασίου, Προτασίου, Κελσίου τε, τῶν σεπτῶν Μαρτύρων, Ἄγγελοι τὴν πάλην ἐθαύμασαν, πῶς ἐν σαρκὶ τῷ ἀσάρκῳ συμπλεκόμενοι, κατηδάφισαν τοῦτον εἰς γῆν ἀνδρικώτατα. Ὡς γενναῖοι στρατιῶται, ὡς ἀήττητοι Μάρτυρες, οἱ Χριστοῦ ὁπλῖται, ὡς τῆς εὐσεβείας ὑπέρμαχοι, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, καὶ χοροῖς τῶν Ἀγγέλων, ἀεὶ ἐπαγάλλεσθε.

ΤΑΙΣ ΑΚΤΙΣΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ...

Ταῖς ἀκτῖσι τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν,φωτοφόρος γέγονας, Ἀξιάγαστε, καταφαιδρύνων τὰ σύμπαντα, τῷ κάλλει τῶν λόγων σου, καὶ διδάσκων ἀνυμνεῖν, τοῦ Σωτῆρος τὰ θαύματα, ἃ εἰργάσατο, θεϊκῇ δυναστείᾳ, καὶ τὰ πάθη, ἃ ὑπέστη ἑκουσίως, ὑπὲρ ἡμῶν ὡς φιλάνθρωπος. Ἐκκλησία λαμπρύνθητι, καὶ τὰ τέκνα σου κάλεσον, ὑψηλῷ κηρύγματι, συνευφραίνεσθαι· ἡ γὰρ κιθάρα τοῦ Πνεύματος, ἡ λύρα ἡ ἔνθεος, συγκαλεῖται μυστικῶς, εἰς ἑστίασιν ἅπαντας, τὰ μελλίρρυτα, καὶ θεόφθεγκτα ταύτης τῶν ᾀσμάτων, μελῳδήματα προθεῖσα, Κοσμᾶς ὁ θεῖος καὶ ἔνδοξος. Σάλπιξ γέγονας Ὅσιε, κελαδῶν τὰ σωτήρια, τοῦ Χριστοῦ παθήματα, καὶ τὰ θαύματα, καὶ τῆς Πανάγνου τὴν κοίμησιν, καὶ πάντας εὐφραίνουσα, ἡδυφθόγγοις σου Κοσμᾶ, καὶ εὐήχοις τοῖς ῥήμασι· διὸ πάντες σε, κατὰ χρέος τιμῶμεν ἀνυμνοῦντες, τὴν πανεύφημον καὶ θείαν, καὶ ἱεράν σου μετάστασιν.

ΠΑΡΘΕΝΟΣ, ΚΑΙ ΜΕΤΑ ΤΟΚΟΝ ΕΜΕΙΝΑΣ, ΑΥΤΟΝ ΓΑΡ ΤΕΤΟΚΑΣ....

Παρθένος, καὶ μετὰ τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν, ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.

ΜΑΡΤΥΡΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΤΕΤΡΑΡΙΘΜΟΝ ΔΟΞΑΝ...

Μαρτύρων τοῦ Χριστοῦ, τὴν τετράριθμον δόξαν, ὑμνήσωμεν πιστοί, εὐφημίαις ᾀσμάτων, Ναζάριον Προτάσιον, καὶ Γερβάσιον Κέλσιον, οὗτοι ἤθλησαν μέχρι τομῆς καὶ θανάτου, οὗτοι στέφανον, τῆς ἀφθαρσίας λαβόντες, αἰτοῦσι σωθῆναι ἡμᾶς.

ΕΝ ΠΡΟΣΕΥΧΑΙΣ ΚΑΙ ΝΗΣΤΕΙΑΙΣ, ΚΑΙ ΑΓΡΥΠΝΙΑΙΣ ΠΟΛΛΑΙΣ...

Ἐν προσευχαῖς καὶ νηστείαις, καὶ ἀγρυπνίαις πολλαῖς, τὰ τῆς σαρκὸς τελείως, ἀπενέκρωσας πάθη, ψυχὴν δὲ ἀπαθείᾳ, μάκαρ Κοσμᾶ, ἐναρέτοις ἐν πράξεσιν, εὐσεβοφρόνως ἐζώωσας καὶ ζωήν, πρὸς ἀγήρω μεταβέβηκας. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Τοῖς θεοφθόγγοις σου λόγοις, τὰς τοῦ Χριστοῦ καὶ Θεοῦ, ἐναρμονίως Μάκαρ, ἑορτὰς συνεγράψω, εὐρύθμοις μελῳδίαις, καὶ τῆς σεπτῆς, καὶ πανάγνου θεόπαιδος, ὡς ἐτησίως γεραίρωνται παρ' ἡμῶν, καὶ κοσμῶνται σοῦ τοῖς ᾄσμασιν. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Ὡς παριστάμενος Μάκαρ, τῷ οὐρανίῳ φωτί, τοὺς ἐπὶ γῆς ὑμνοῦντας, τὴν σεπτὴν καὶ φωσφόρον, καὶ θείαν Ἑορτήν σου φαίδρυνον σαῖς, φωτοβόλοις πρεσβείαις Κοσμᾶ, καὶ τὴν τῶν θλίψεων νύκτα, καὶ τῶν παθῶν, τὴν ὁμίχλην διασκέδασον.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ... ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΣΕΝ

Ὢ τοῦ παραδόξου θαύματος! ὢ μυστηρίου καινοῦ! ὢ φρικτῆς ἐγχειρήσεως! ἡ Παρθένος ἔλεγεν, ἐν Σταυρῷ σε ὡς ἔβλεψεν, ἐν μέσῳ δύο, ληστῶν κρεμάμενον, ὃν ἀνωδίνως φρικτῶς ἐκύησεν. Ἔκλαιε κράζουσα· Οἴμοι τέκνον φίλτατον! πῶς σε δεινός, δῆμος καὶ ἀχάριστος, Σταυρῷ προσήλωσεν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΝΑΖΑΡΙΟΥ, ΓΕΡΒΑΣΙΟΥ, ΠΡΟΤΑΣΙΟΥ ΚΑΙ ΚΕΛΣΙΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου. Στίχοι Τὸν Ναζάριον καὶ συνάθλους τρεῖς ἅμα, Θεῷ προσῆξε Ναζαρηνῷ τὸ ξίφος. Σὺν τρισὶ Ναζάριος τμήθη δεκάτῃ γε τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου. Στίχοι Ἀπῆλθε Κοσμᾶς ἔνθα πᾶσα τερπνότης, Μέλη λιπὼν τέρποντα τὴν Ἐκκλησίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ. Στίχοι Μετῆλθεν αὐχήν Σιλβανοῦ τομὴν ξίφος, Κἀντεῦθεν ὤφθη Σιλβανὸς τομεὺς πλάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου. Στίχοι Τὸ πῦρ ὑπελθὼν ἐνθέῳ ζήλῳ Πέτρος, Τὸ τῆς πλάνης πῦρ σβεννύει τῆς δυσθέου. Ὁ ἅγιος Εὐθύμιος ὁ νέος, ὁ ἐν Θεσσαλονίκῃ ὑπὲρ τῶν ἁγίων εἰκόνων ἀγωνισάμενος, τελειοῦται. Οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαισ...

Η ΠΡΟΑΙΩΝΙΟΣ ΘΕΟΥ ΣΟΦΙΑ

Ἡ προαιώνιος Θεοῦ Σοφία τε καὶ Λόγος, νοός μου τὴν ὁμίχλην ἀπέλασον, καὶ δίδου λόγον σοφίας ὡς Θεός, τοὺς μιμησαμένους διὰ πόθον ὁλικῶς τὰ θεῖά σου παθήματα, ἀνυμνῆσαι προθύμως, ὡς ὑπὸ σοῦ. Δέσποτα τῶν ὅλων, ἐπαξίως τῶν ἀγώνων τὰς ἀμοιβὰς ἀποληψομένους. Ἐνταῦθα γὰρ πιστῶν οἱ δῆμοι κυκλοῦντες τῶν λειψάνων τήν σορόν, τὴν εὐεξίαν δρέπονται ἀεί, συμφώνως ἐπιτελοῦντες, Πάπυλε, Κάρπε, ὑμῶν τὴν πανήγυριν.